Ἀγοράστης
οὐκοῦν καὶ μισθῶν πέρι τὰ αὐτὰ φῶμεν, οὓς σὺ λαμβάνεις ἐπὶ τῇ σοφίᾳ παρὰ τῶν νέων, καὶ δῆλον ὅτι μόνος ὁ σπουδαῖος μισθὸν ἐπὶ τῇ ἀρετῇ λήψεται;
Χρύσιππος
μανθάνεις· οὐ γὰρ ἐμαυτοῦ ἕνεκα
1
λαμβάνω, τοῦ δὲ διδόντος αὐτοῦ
χάριν· ἐπεὶ γάρ ἐστιν ὁ μέν τις ἐκχύτης, ὁ δὲ περιεκτικός, ἐμαυτὸν μὲν ἀσκῶ εἶναι περιεκτικόν, τὸν δὲ μαθητὴν ἐκχύτην.
Ἀγοράστης
καὶ μὴν τοὐναντίον ἐχρῆν
2
τὸν νέον μὲν εἶναι περιεκτικόν, σὲ δὲ τὸν μόνον πλούσιον ἐκχύτην.
Χρύσιππος
σκώπτεις, ὦ οὗτος. ἀλλʼ ὅρα μή σε ἀποτοξεύσω τῷ ἀναποδείκτῳ συλλογισμῷ.
Ἀγοράστης
καὶ τί δεινὸν ἀπὸ τοῦ βέλους;
Χρύσιππος
ἀπορία καὶ σιωπὴ καὶ διαστραφῆναι τὴν διάνοιαν.
Vitarum auctio. Lucian. ed. Austin Morris Harmon. Medford, MA. Perseus 4.0.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The National Endowment for the Humanities; Harvard Library Arcadia Fund; Google Digital Humanities Awards Program.