Χρύσιππος
ὃ δὲ μέγιστον, ἢν ἐθέλω, τάχιστά σε ἀποδείξω λίθον.
Ἀγοράστης
πῶς λίθον; οὐ γὰρ Περσεὺς σύ, ὦ βέλτιστε, εἶναί μοι δοκεῖς.
Χρύσιππος
ὧδέ πως· ὁ λίθος σῶμά ἐστι;
Ἀγοράστης
ναί.
Χρύσιππος
τί δέ; τὸ ζῷον οὐ σῶμα;
Ἀγοράστης
ναί.
Χρύσιππος
σὺ δὲ ζῷον;
Ἀγοράστης
ἔοικα γοῦν.
Χρύσιππος
λίθος ἄρα εἶ σῶμα ὤν.
Ἀγοράστης
μηδαμῶς. ἀλλʼ
ἀνάλυσόν με πρὸς τοῦ Διὸς καὶ ἐξ ὑπαρχῆς ποίησον ἄνθρωπον.
Χρύσιππος
οὐ χαλεπόν· ἀλλʼ ἔμπαλιν ἴσθι ἄνθρωπος. εἰπὲ γάρ μοι, πᾶν σῶμα ζῷον;
Ἀγοράστης
οὔ.
Χρύσιππος
τί δέ; λίθος ζῷον;
Ἀγοράστης
οὔ.
Χρύσιππος
σὺ δὲ σῶμα εἶ;
Ἀγοράστης
ναί.
Χρύσιππος
σῶμα δὲ ὢν ζῷον εἶ;
Ἀγοράστης
ναί.
Χρύσιππος
οὐκ ἄρα λίθος εἶ ζῷόν γε ὤν.
Ἀγοράστης
εὖ γε ἐποίησας, ὡς ἤδη μου τὰ σκέλη καθάπερ τῆς Νιόβης ἀπεψύχετο καὶ πάγια ἦν. ἀλλὰ ὠνήσομαί γε σέ. πόσον ὑπὲρ αὐτοῦ καταβαλῶ;
Ἑρμῆς
μνᾶς δώδεκα.
Ἀγοράστης
λάμβανε.
Ἑρμῆς
μόνος δὲ αὐτὸν ἐώνησαι;
Ἀγοράστης
μὰ Δίʼ, ἀλλʼ οὗτοι πάντες οὓς ὁρᾷς.
Ἑρμῆς
πολλοί γε καὶ τοὺς ὤμους καρτεροὶ καὶ τοῦ θερίζοντος ἄξιοι.
Vitarum auctio. Lucian. ed. Austin Morris Harmon. Medford, MA. Perseus 4.0.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The National Endowment for the Humanities; Harvard Library Arcadia Fund; Google Digital Humanities Awards Program.