Ζεύς
μὴ διάτριβε· ἄλλον κάλει τὸν Περιπατητικόν.
Ἑρμῆς
σέ φημι, τὸν καλόν, τὸν πλούσιον. ἄγε δή, ὠνήσασθε τὸν συνετώτατον, τὸν ἅπαντα ὅλως ἐπιστάμενον.
Ἀγοράστης
ποῖος δέ τις ἐστί;
Ἑρμῆς
μέτριος, ἐπιεικής, ἁρμόδιος τῷ βίῳ, τὸ δὲ μέγιστον, διπλοῦς.
Ἀγοράστης
πῶς λέγεις;
Ἑρμῆς
ἄλλος μὲν ὁ ἔκτοσθεν φαινόμενος, ἄλλος δὲ ὁ ἔντοσθεν εἶναι δοκεῖ· ὥστε ἢν πρίῃ αὐτόν, μέμνησο τὸν μὲν ἐξωτερικόν, τὸν δὲ ἐσωτερικὸν καλεῖν.
Ἀγοράστης
τί δὲ γινώσκει μάλιστα;
Ἑρμῆς
τρία εἶναι τὰ ἀγαθά, ἐν ψυχῇ, ἐν σώματι, ἐν τοῖς ἐκτός.
Ἀγοράστης
ἀνθρώπινα φρονεῖ. πόσου δέ ἐστιν;
Ἑρμῆς
εἴκοσι μνῶν.
Ἀγοράστης
πολλοῦ
1
λέγεις.
Ἑρμῆς
οὔκ, ὦ μακάριε· καὶ γὰρ αὐτὸς ἔχειν τι ἀργύριον δοκεῖ, ὥστε οὐκ ἂν φθάνοις ὠνούμενος. ἔτι δὲ εἴσῃ αὐτίκα μάλα παρʼ αὐτοῦ πόσον μὲν ὁ κώνωψ βιοῖ τὸν χρόνον, ἐφʼ ὁπόσον δὲ βάθος ἡ θάλαττα ὑπὸ τοῦ ἡλίου καταλάμπεται, καὶ ὁποία τίς ἐστιν ἡ ψυχὴ τῶν ὀστρείων.
Ἀγοράστης
Ἡράκλεις τῆς ἀκριβολογίας.
Ἑρμῆς
τί δὲ εἰ ἀκούσειας ἄλλα πολλῷ τούτων ὀξυδερκέστερα, γονῆς τε πέρι καὶ γενέσεως καὶ τῆς ἐν ταῖς μήτραις τῶν ἐμβρύων πλαστικῆς, καὶ ὡς ἄνθρωπος μὲν γελαστικόν, ὄνος δὲ οὐ γελαστικὸν οὐδὲ τεκταινόμενον οὐδὲ πλωϊζόμενον;
Ἀγοράστης
πάνσεμνα φὴς καὶ ὀνησιφόρα τὰ
μαθήματα, ὥστε ὠνοῦμαι αὐτὸν τῶν
2
εἴκοσιν.
Vitarum auctio. Lucian. ed. Austin Morris Harmon. Medford, MA. Perseus 4.0.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The National Endowment for the Humanities; Harvard Library Arcadia Fund; Google Digital Humanities Awards Program.