Χρύσιππος
ἀλλὰ μὴν αὐτὸς οὗτος ἦν ὁ
πατὴρ ὁ σός· ὥστε εἰ τοῦτον ἀγνοεῖς, δῆλος εἶ τὸν πατέρα τὸν σὸν ἀγνοῶν.
Ἀγοράστης
οὐ μὲν οὖν· ἀλλʼ ἀποκαλύψας αὐτὸν εἴσομαι τὴν ἀλήθειαν. ὅμως δʼ οὖν τί σοι τῆς σοφίας τὸ τέλος, ἢ τί πράξεις πρὸς τὸ ἀκρότατον τῆς ἀρετῆς ἀφικόμενος;
Χρύσιππος
περὶ τὰ πρῶτα κατὰ φύσιν τότε γενήσομαι, λέγω δὲ πλοῦτον, ὑγίειαν καὶ τὰ τοιαῦτα. πρότερον δὲ ἀνάγκη πολλὰ προπονῆσαι λεπτογράφοις βιβλίοις παραθήγοντα τὴν ὄψιν καὶ σχόλια συναγείροντα καὶ σολοικισμῶν ἐμπιπλάμενον καὶ ἀτόπων
ῥημάτων· καὶ τὸ κεφάλαιον, οὐ θέμις γενέσθαι σοφόν, ἢν μὴ τρὶς ἐφεξῆς τοῦ ἐλλεβόρου πίῃς.
Ἀγοράστης
γενναῖά σου ταῦτα καὶ δεινῶς ἀνδρικά. τὸ δὲ Γνίφωνα εἶναι καὶ τοκογλύφον — καὶ γὰρ τάδε ὁρῶ σοι προσόντα — τί φῶμεν, ἀνδρὸς ἤδη πεπωκότος τὸν ἐλλέβορον καὶ τελείου πρὸς ἀρετήν;
Χρύσιππος
ναί· μόνῳ γοῦν τὸ δανείζειν πρέποι ἂν τῷ σοφῷ· ἐπεὶ γὰρ ἴδιον αὐτοῦ συλλογίζεσθαι, τὸ δανείζειν δὲ καὶ λογίζεσθαι τοὺς τόκους πλησίον εἶναι δοκεῖ τῷ συλλογίζεσθαι, μόνου ἂν εἴη τοῦ σπουδαίου καθάπερ ἐκεῖνο καὶ τοῦτο, καὶ οὐ μόνον γε ἁπλοῦς, ὥσπερ οἱ ἄλλοι, τοὺς τόκους, ἀλλὰ καὶ τούτων ἑτέρους τόκους
λαμβάνειν· ἢ γὰρ ἀγνοεῖς ὅτι τῶν τόκων οἱ μέν εἰσι πρῶτοί τινες, οἱ δὲ δεύτεροι, καθάπερ αὐτῶν ἐκείνων ἀπόγονοι; ὁρᾷς δὲ δὴ καὶ τὸν συλλογισμὸν ὁποῖά
φησιν· εἰ τὸν πρῶτον τόκον λήψεται, λήψετα
1
ι καὶ τὸν
δεύτερον· ἀλλὰ μὴν τὸν πρῶτον λήψεται, λήψεται
2
ἄρα καὶ τὸν
δεύτερον·.
Vitarum auctio. Lucian. ed. Austin Morris Harmon. Medford, MA. Perseus 4.0.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The National Endowment for the Humanities; Harvard Library Arcadia Fund; Google Digital Humanities Awards Program.