ΠΩΛ.
ἀνάγκη.ΣΩ.
τίς δὲ πονηρίας καὶ ἀδικίας; εἰ μὴ οὕτως εὐπορεῖς, ὧδε σκόπει· ποῖ ἄγομεν καὶ παρὰ τίνας τοὺς κάμνοντας τὰ σώματα;ΠΩΛ.
παρὰ τοὺς ἰατρούς, ὦ Σώκρατες.ΣΩ.
ποῖ δὲ τοὺς ἀδικοῦντας καὶ τοὺς ἀκολασταίνοντας;ΠΩΛ.
παρὰ τοὺς δικαστὰς λέγεις;ΣΩ.
οὐκοῦν δίκην δώσοντας;ΠΩΛ.
φημί.ΣΩ.
ἆρʼ οὖν οὐ δικαιοσύνῃ τινὶ χρώμενοι κολάζουσιν οἱ ὀρθῶς κολάζοντες;ΠΩΛ.
δῆλον δή.ΣΩ.
χρηματιστικὴ μὲν ἄρα πενίας ἀπαλλάττει, 478b ἰατρικὴ δὲ νόσου, δίκη δὲ ἀκολασίας καὶ ἀδικίας.ΠΩΛ.
φαίνεται.ΣΩ.
τί οὖν τούτων κάλλιστόν ἐστιν ὧν λέγεις;ΠΩΛ.
τίνων λέγεις;ΣΩ.
χρηματιστικῆς, ἰατρικῆς, δίκης.ΠΩΛ.
πολὺ διαφέρει, ὦ Σώκρατες, ἡ δίκη.ΣΩ.
οὐκοῦν αὖ ἤτοι ἡδονὴν πλείστην ποιεῖ ἢ ὠφελίαν ἢ ἀμφότερα, εἴπερ κάλλιστόν ἐστιν;ΠΩΛ.
ναί.ΣΩ.
ἆρʼ οὖν τὸ ἰατρεύεσθαι ἡδύ ἐστιν, καὶ χαίρουσιν οἱ ἰατρευόμενοι;ΠΩΛ.
οὐκ ἔμοιγε δοκεῖ.ΣΩ.
ἀλλʼ ὠφέλιμόν γε. ἦ γάρ;ΠΩΛ.
478c ναί.ΣΩ.
μεγάλου γὰρ κακοῦ ἀπαλλάττεται, ὥστε λυσιτελεῖ ὑπομεῖναι τὴν ἀλγηδόνα καὶ ὑγιῆ εἶναι.ΠΩΛ.
πῶς γὰρ οὔ;ΣΩ.
ἆρʼ οὖν οὕτως ἂν περὶ σῶμα εὐδαιμονέστατος ἄνθρωπος εἴη, ἰατρευόμενος, ἢ μηδὲ κάμνων ἀρχήν;ΠΩΛ.
δῆλον ὅτι μηδὲ κάμνων.ΣΩ.
οὐ γὰρ τοῦτʼ ἦν εὐδαιμονία, ὡς ἔοικε, κακοῦ ἀπαλλαγή, ἀλλὰ τὴν ἀρχὴν μηδὲ κτῆσις.ΠΩΛ.
ἔστι ταῦτα.ΣΩ.
τί δέ; ἀθλιώτερος πότερος δυοῖν ἐχόντοιν κακὸν εἴτʼ ἐν σώματι εἴτʼ ἐν ψυχῇ, ὁ ἰατρευόμενος καὶ ἀπαλλαττόμενος τοῦ κακοῦ, ἢ ὁ μὴ ἰατρευόμενος, ἔχων δέ;ΠΩΛ.
φαίνεταί μοι ὁ μὴ ἰατρευόμενος.ΣΩ.
οὐκοῦν τὸ δίκην διδόναι μεγίστου κακοῦ ἀπαλλαγὴ ἦν, πονηρίας;ΠΩΛ.
ἦν γάρ.ΣΩ.
σωφρονίζει γάρ που καὶ δικαιοτέρους ποιεῖ καὶ ἰατρικὴ γίγνεται πονηρίας ἡ δίκη.ΠΩΛ.
ναί.ΣΩ.
εὐδαιμονέστατος μὲν ἄρα ὁ μὴ ἔχων κακίαν ἐν ψυχῇ, ἐπειδὴ τοῦτο 478e μέγιστον τῶν κακῶν ἐφάνη.ΠΩΛ.
δῆλον δή.ΣΩ.
δεύτερος δέ που ὁ ἀπαλλαττόμενος.ΠΩΛ.
ἔοικεν.ΣΩ.
οὗτος δʼ ἦν ὁ νουθετούμενός τε καὶ ἐπιπληττόμενος καὶ δίκην διδούς.ΠΩΛ.
ναί.ΣΩ.
κάκιστα ἄρα ζῇ ὁ ἔχων ἀδικίαν καὶ μὴ ἀπαλλαττόμενος.ΠΩΛ.
φαίνεται.Gorgias. Plato. ed. John Burnet. Oxford. 1903.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The Annenberg CPB/Project.