ΣΩ.
τίς δὲ πονηρίας καὶ ἀδικίας; εἰ μὴ οὕτως εὐπορεῖς, ὧδε σκόπει· ποῖ ἄγομεν καὶ παρὰ τίνας τοὺς κάμνοντας τὰ σώματα;
ΠΩΛ.
παρὰ τοὺς ἰατρούς, ὦ Σώκρατες.
ΣΩ.
ποῖ δὲ τοὺς ἀδικοῦντας καὶ τοὺς ἀκολασταίνοντας;
ΠΩΛ.
παρὰ τοὺς δικαστὰς λέγεις;
ΣΩ.
οὐκοῦν δίκην δώσοντας;
ΣΩ.
ἆρʼ οὖν οὐ δικαιοσύνῃ τινὶ χρώμενοι κολάζουσιν οἱ ὀρθῶς κολάζοντες;
ΣΩ.
χρηματιστικὴ μὲν ἄρα πενίας ἀπαλλάττει,
478b
ἰατρικὴ δὲ νόσου, δίκη δὲ ἀκολασίας καὶ ἀδικίας.
ΣΩ.
τί οὖν τούτων κάλλιστόν ἐστιν
ὧν λέγεις;
ΣΩ.
χρηματιστικῆς, ἰατρικῆς, δίκης.
ΠΩΛ.
πολὺ διαφέρει, ὦ Σώκρατες, ἡ δίκη.
ΣΩ.
οὐκοῦν αὖ ἤτοι ἡδονὴν πλείστην ποιεῖ ἢ ὠφελίαν ἢ ἀμφότερα, εἴπερ κάλλιστόν ἐστιν;
ΣΩ.
ἆρʼ οὖν τὸ ἰατρεύεσθαι ἡδύ ἐστιν, καὶ χαίρουσιν οἱ ἰατρευόμενοι;
ΣΩ.
ἀλλʼ ὠφέλιμόν γε. ἦ γάρ;
ΣΩ.
μεγάλου γὰρ κακοῦ ἀπαλλάττεται, ὥστε λυσιτελεῖ ὑπομεῖναι τὴν ἀλγηδόνα καὶ ὑγιῆ εἶναι.
ΣΩ.
ἆρʼ οὖν οὕτως ἂν περὶ σῶμα εὐδαιμονέστατος ἄνθρωπος εἴη, ἰατρευόμενος, ἢ μηδὲ κάμνων ἀρχήν;
ΠΩΛ.
δῆλον ὅτι μηδὲ κάμνων.
ΣΩ.
οὐ γὰρ τοῦτʼ ἦν εὐδαιμονία, ὡς ἔοικε, κακοῦ ἀπαλλαγή, ἀλλὰ τὴν ἀρχὴν μηδὲ κτῆσις.
478d
ΣΩ.
τί δέ; ἀθλιώτερος πότερος δυοῖν ἐχόντοιν κακὸν εἴτʼ ἐν σώματι εἴτʼ ἐν ψυχῇ, ὁ ἰατρευόμενος καὶ ἀπαλλαττόμενος τοῦ κακοῦ, ἢ ὁ μὴ ἰατρευόμενος, ἔχων δέ;
ΠΩΛ.
φαίνεταί μοι ὁ μὴ ἰατρευόμενος.
ΣΩ.
οὐκοῦν τὸ δίκην διδόναι μεγίστου κακοῦ ἀπαλλαγὴ ἦν, πονηρίας;
ΣΩ.
σωφρονίζει γάρ που καὶ δικαιοτέρους ποιεῖ καὶ ἰατρικὴ γίγνεται πονηρίας ἡ δίκη.
ΣΩ.
εὐδαιμονέστατος μὲν ἄρα ὁ μὴ ἔχων κακίαν ἐν ψυχῇ, ἐπειδὴ τοῦτο
478e
μέγιστον τῶν κακῶν ἐφάνη.
ΣΩ.
δεύτερος δέ που ὁ ἀπαλλαττόμενος.
ΣΩ.
οὗτος δʼ ἦν ὁ νουθετούμενός τε καὶ ἐπιπληττόμενος καὶ δίκην διδούς.
ΣΩ.
κάκιστα ἄρα ζῇ ὁ ἔχων
ἀδικίαν καὶ μὴ ἀπαλλαττόμενος.