ΣΩ.
οὐκοῦν εἴπερ καλά, ἀγαθά; ἢ γὰρ ἡδέα ἢ ὠφέλιμα.ΠΩΛ.
ἀνάγκη.ΣΩ.
ἀγαθὰ ἄρα πάσχει ὁ δίκην διδούς;ΠΩΛ.
ἔοικεν.ΣΩ.
ὠφελεῖται ἄρα;ΠΩΛ.
ναί.ΣΩ.
ἆρα ἥνπερ ἐγὼ ὑπολαμβάνω τὴν ὠφελίαν; βελτίων τὴν ψυχὴν γίγνεται, εἴπερ δικαίως κολάζεται;ΠΩΛ.
εἰκός γε.ΣΩ.
κακίας ἄρα ψυχῆς ἀπαλλάττεται ὁ δίκην διδούς;ΠΩΛ.
ναί.ΣΩ.
ἆρα οὖν τοῦ μεγίστου ἀπαλλάττεται 477b κακοῦ; ὧδε δὲ σκόπει· ἐν χρημάτων κατασκευῇ ἀνθρώπου κακίαν ἄλλην τινὰ ἐνορᾷς ἢ πενίαν;ΠΩΛ.
οὔκ, ἀλλὰ πενίαν.ΣΩ.
τί δʼ ἐν σώματος κατασκευῇ; κακίαν ἂν φήσαις ἀσθένειαν εἶναι καὶ νόσον καὶ αἶσχος καὶ τὰ τοιαῦτα;ΠΩΛ.
ἔγωγε.ΣΩ.
οὐκοῦν καὶ ἐν ψυχῇ πονηρίαν ἡγῇ τινα εἶναι;ΠΩΛ.
πῶς γὰρ οὔ;ΣΩ.
ταύτην οὖν οὐκ ἀδικίαν καλεῖς καὶ ἀμαθίαν καὶ δειλίαν καὶ τὰ τοιαῦτα;ΠΩΛ.
πάνυ μὲν οὖν.ΣΩ.
οὐκοῦν χρημάτων 477c καὶ σώματος καὶ ψυχῆς, τριῶν ὄντων, τριττὰς εἴρηκας πονηρίας, πενίαν, νόσον, ἀδικίαν;ΠΩΛ.
ναί.ΣΩ.
τίς οὖν τούτων τῶν πονηριῶν αἰσχίστη; οὐχ ἡ ἀδικία καὶ συλλήβδην ἡ τῆς ψυχῆς πονηρία;ΠΩΛ.
πολύ γε.ΣΩ.
εἰ δὴ αἰσχίστη, καὶ κακίστη;ΠΩΛ.
πῶς, ὦ Σώκρατες, λέγεις;ΣΩ.
ὡδί· ἀεὶ τὸ αἴσχιστον ἤτοι λύπην μεγίστην παρέχον ἢ βλάβην ἢ ἀμφότερα αἴσχιστόν ἐστιν ἐκ τῶν ὡμολογημένων ἐν τῷ ἔμπροσθεν.ΠΩΛ.
μάλιστα.ΣΩ.
αἴσχιστον δὲ ἀδικία καὶ σύμπασα ψυχῆς πονηρία νυνδὴ 477d ὡμολόγηται ἡμῖν;ΠΩΛ.
ὡμολόγηται γάρ.ΣΩ.
οὐκοῦν ἢ ἀνιαρότατόν ἐστι καὶ ἀνίᾳ ὑπερβάλλον αἴσχιστον τούτων ἐστὶν ἢ βλάβῃ ἢ ἀμφότερα;ΠΩΛ.
ἀνάγκη.ΣΩ.
ἆρʼ οὖν ἀλγεινότερόν ἐστιν τοῦ πένεσθαι καὶ κάμνειν τὸ ἄδικον εἶναι καὶ ἀκόλαστον καὶ δειλὸν καὶ ἀμαθῆ;ΠΩΛ.
οὐκ ἔμοιγε δοκεῖ, ὦ Σώκρατες, ἀπὸ τούτων γε.ΣΩ.
ὑπερφυεῖ τινι ἄρα ὡς μεγάλῃ βλάβῃ καὶ κακῷ θαυμασίῳ ὑπερβάλλουσα 477e τἆλλα ἡ τῆς ψυχῆς πονηρία αἴσχιστόν ἐστι πάντων, ἐπειδὴ οὐκ ἀλγηδόνι γε, ὡς ὁ σὸς λόγος.ΠΩΛ.
φαίνεται.ΣΩ.
ἀλλὰ μήν που τό γε μεγίστῃ βλάβῃ ὑπερβάλλον μέγιστον ἂν κακὸν εἴη τῶν ὄντων.ΠΩΛ.
ναί.ΣΩ.
ἡ ἀδικία ἄρα καὶ ἡ ἀκολασία καὶ ἡ ἄλλη ψυχῆς πονηρία μέγιστον τῶν ὄντων κακόν ἐστιν;ΠΩΛ.
φαίνεται.ΣΩ.
τίς οὖν τέχνη πενίας ἀπαλλάττει; οὐ χρηματιστική;ΠΩΛ.
ναί.ΣΩ.
τίς δὲ νόσου; οὐκ ἰατρική;Gorgias. Plato. ed. John Burnet. Oxford. 1903.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The Annenberg CPB/Project.