Δίκαιος Λόγος
χώρει δευρί, δεῖξον σαυτὸν
τοῖσι θεαταῖς, καίπερ θρασὺς ὤν.
890
Ἄδικος Λόγος
ἴθʼ ὅποι χρῄζεις. πολὺ γὰρ μᾶλλόν ʼς
ἐν τοῖς πολλοῖσι λέγων ἀπολῶ.
Δίκαιος Λόγος
ἀπολεῖς σύ; τίς ὤν;
Ἄδικος Λόγος
λόγος.
Δίκαιος Λόγος
ἥττων γʼ ὤν.
Ἄδικος Λόγος
ἀλλά σε νικῶ τὸν ἐμοῦ κρείττω
φάσκοντʼ εἶναι.
895
Δίκαιος Λόγος
τί σοφὸν ποιῶν;
Ἄδικος Λόγος
γνώμας καινὰς ἐξευρίσκων.
Δίκαιος Λόγος
ταῦτα γὰρ ἀνθεῖ διὰ τουτουσὶ
τοὺς ἀνοήτους.
Ἄδικος Λόγος
οὔκ, ἀλλὰ σοφούς.
Δίκαιος Λόγος
ἀπολῶ σε κακῶς.
Ἄδικος Λόγος
εἰπὲ τί ποιῶν;
900
Δίκαιος Λόγος
τὰ δίκαια λέγων.
Ἄδικος Λόγος
ἀλλʼ ἀνατρέψω γʼ αὔτʼ ἀντιλέγων·
οὐδὲ γὰρ εἶναι πάνυ φημὶ δίκην.
Δίκαιος Λόγος
οὐκ εἶναι φῄς;
Ἄδικος Λόγος
φέρε γὰρ ποῦ ʼστιν;
Δίκαιος Λόγος
παρὰ τοῖσι θεοῖς.
Ἄδικος Λόγος
πῶς δῆτα δίκης οὔσης ὁ Ζεὺς
οὐκ ἀπόλωλεν τὸν πατέρʼ αὑτοῦ
905
δήσας;
Δίκαιος Λόγος
αἰβοῖ τουτὶ καὶ δὴ
χωρεῖ τὸ κακόν· δότε μοι λεκάνην.
Ἄδικος Λόγος
τυφογέρων εἶ κἀνάρμοστος.
Δίκαιος Λόγος
καταπύγων εἶ κἀναίσχυντος.
Ἄδικος Λόγος
ῥόδα μʼ εἴρηκας.
910
Δίκαιος Λόγος
καὶ βωμολόχος.
Ἄδικος Λόγος
κρίνεσι στεφανοῖς.
Δίκαιος Λόγος
καὶ πατραλοίας.
Ἄδικος Λόγος
χρυσῷ πάττων μʼ οὐ γιγνώσκεις.
Δίκαιος Λόγος
οὐ δῆτα πρὸ τοῦ γʼ, ἀλλὰ μολύβδῳ.
Ἄδικος Λόγος
νῦν δέ γε κόσμος τοῦτʼ ἐστὶν ἐμοί.
Δίκαιος Λόγος
θρασὺς εἶ πολλοῦ.
915
Ἄδικος Λόγος
σὺ δέ γʼ ἀρχαῖος.
Δίκαιος Λόγος
διὰ σὲ δὲ φοιτᾶν
οὐδεὶς ἐθέλει τῶν μειρακίων·
καὶ γνωσθήσει ποτʼ Ἀθηναίοις
οἶα διδάσκεις τοὺς ἀνοήτους.
Clouds. Aristophanes. ed. F. W. Hall, ed. William M. Geldart. Oxford. 1906.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The Annenberg CPB/Project.