Στρεψιάδης
χἄτερά γε πόλλʼ· ἀλλʼ ὅ τι μάθοιμʼ ἑκάστοτε,
ἐπελανθανόμην ἂν εὐθὺς ὑπὸ πλήθους ἐτῶν.
855
Φειδιππίδης
διὰ ταῦτα δὴ καὶ θοἰμάτιον ἀπώλεσας;
Στρεψιάδης
ἀλλʼ οὐκ ἀπολώλεκʼ, ἀλλὰ καταπεφρόντικα.
Φειδιππίδης
τὰς δʼ ἐμβάδας ποῖ τέτροφας ὦνόητε σύ;
Στρεψιάδης
ὥσπερ Περικλέης ἐς τὸ δέον ἀπώλεσα.
ἀλλʼ ἴθι βάδιζʼ, ἴωμεν· εἶτα τῷ πατρὶ
860
πιθόμενος ἐξάμαρτε· κἀγώ τοί ποτε,
οἶδʼ, ἑξέτει σοι τραυλίσαντι πιθόμενος,
ὃν πρῶτον ὀβολὸν ἔλαβον ἡλιαστικόν,
τούτου ʼπριάμην σοι Διασίοις ἁμαξίδα.
Φειδιππίδης
ἦ μὴν σὺ τούτοις τῷ χρόνῳ ποτʼ ἀχθέσει.
865
Στρεψιάδης
εὖ γʼ ὅτι ἐπείσθης. δεῦρο δεῦρʼ ὦ Σώκρατες,
ἔξελθʼ· ἄγω γάρ σοι τὸν υἱὸν τουτονὶ
ἄκοντʼ ἀναπείσας.
Σωκράτης
νηπύτιος γάρ ἐστʼ ἔτι,
καὶ τῶν κρεμαθρῶν οὔπω τρίβων τῶν ἐνθάδε.
Φειδιππίδης
αὐτὸς τρίβων εἴης ἄν, εἰ κρέμαιό γε.
870
Στρεψιάδης
οὐκ ἐς κόρακας; καταρᾷ σὺ τῷ διδασκάλῳ;
Σωκράτης
ἰδοὺ κρέμαιʼ, ὡς ἠλίθιον ἐφθέγξατο
καὶ τοῖσι χείλεσιν διερρυηκόσιν.
πῶς ἂν μάθοι ποθʼ οὗτος ἀπόφυξιν δίκης
ἢ κλῆσιν ἢ χαύνωσιν ἀναπειστηρίαν;
875
καίτοι γε ταλάντου τοῦτʼ ἔμαθεν Ὑπέρβολος.
Στρεψιάδης
ἀμέλει δίδασκε· θυμόσοφός ἐστιν φύσει·
εὐθύς γέ τοι παιδάριον ὄν τυννουτονὶ
ἔπλαττεν ἔνδον οἰκίας ναῦς τʼ ἔγλυφεν,
ἁμαξίδας τε σκυτίνας ἠργάζετο,
880
κἀκ τῶν σιδίων βατράχους ἐποίει πῶς δοκεῖς.
ὅπως δʼ ἐκείνω τὼ λόγω μαθήσεται,
τὸν κρείττονʼ ὅστις ἐστὶ καὶ τὸν ἥττονα,
ὃς τἄδικα λέγων ἀνατρέπει τὸν κρείττονα·
ἐὰν δὲ μή, τὸν γοῦν ἄδικον πάσῃ τέχνῃ.
885
Σωκράτης
αὐτὸς μαθήσεται παρʼ αὐτοῖν τοῖν λόγοιν.
ἐγὼ δʼ ἀπέσομαι.
Στρεψιάδης
τοῦτό νυν μέμνησʼ, ὅπως
πρὸς πάντα τὰ δίκαιʼ ἀντιλέγειν δυνήσεται.
Χορός
Clouds. Aristophanes. ed. F. W. Hall, ed. William M. Geldart. Oxford. 1906.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The Annenberg CPB/Project.