Ἄδικος Λόγος
αὐχμεῖς αἰσχρῶς.
920
Δίκαιος Λόγος
σὺ δέ γʼ εὖ πράττεις.
καίτοι πρότερόν γʼ ἐπτώχευες,
Τήλεφος εἶναι Μυσὸς φάσκων,
ἐκ πηριδίου
γνώμας τρώγων Πανδελετείους.
Ἄδικος Λόγος
ὤμοι σοφίας —
925
Δίκαιος Λόγος
ὤμοι μανίας —
Ἄδικος Λόγος
ἧς ἐμνήσθης —
Δίκαιος Λόγος
τῆς σῆς, πόλεώς θʼ ἥτις σε τρέφει
λυμαινόμενον τοῖς μειρακίοις.
Ἄδικος Λόγος
οὐχὶ διδάξεις τοῦτον Κρόνος ὤν.
Δίκαιος Λόγος
εἴπερ γʼ αὐτὸν σωθῆναι χρὴ
930
καὶ μὴ λαλιὰν μόνον ἀσκῆσαι.
Ἄδικος Λόγος
δεῦρʼ ἴθι, τοῦτον δʼ ἔα μαίνεσθαι.
Δίκαιος Λόγος
κλαύσει, τὴν χεῖρʼ ἢν ἐπιβάλλῃς.
Χορός
παύσασθε μάχης καὶ λοιδορίας.
ἀλλʼ ἐπίδειξαι σύ τε τοὺς προτέρους
935
ἅττʼ ἐδίδασκες, σύ τε τὴν καινὴν
παίδευσιν, ὅπως ἂν ἀκούσας σφῷν
ἀντιλεγόντοιν κρίνας φοιτᾷ.
Δίκαιος Λόγος
δρᾶν ταῦτʼ ἐθέλω.
Ἄδικος Λόγος
κἄγωγʼ ἐθέλω.
Χορός
φέρε δὴ πότερος λέξει πρότερος;
940
Ἄδικος Λόγος
τούτῳ δώσω·
κᾆτʼ ἐκ τούτων ὧν ἂν λέξῃ
ῥηματίοισιν καινοῖς αὐτὸν
καὶ διανοίαις κατατοξεύσω.
τὸ τελευταῖον δʼ, ἢν ἀναγρύζῃ,
945
τὸ πρόσωπον ἅπαν καὶ τὠφθαλμὼ
κεντούμενος ὥσπερ ὑπʼ ἀνθρηνῶν
ὑπὸ τῶν γνωμῶν ἀπολεῖται.
Clouds. Aristophanes. ed. F. W. Hall, ed. William M. Geldart. Oxford. 1906.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The Annenberg CPB/Project.