Σωκράτης
ἀλλʼ ἕτερα δεῖ σε πρότερα τούτου μανθάνειν,
τῶν τετραπόδων ἅττʼ ἐστὶν ὀρθῶς ἄρρενα.
Στρεψιάδης
ἀλλʼ οἶδʼ ἔγωγε τἄρρενʼ, εἰ μὴ μαίνομαι·
660
κριὸς τράγος ταῦρος κύων ἀλεκτρυών.
Σωκράτης
ὁρᾷς ὃ πάσχεις; τήν τε θήλειαν καλεῖς
ἀλεκτρυόνα κατὰ ταὐτὸ καὶ τὸν ἄρρενα.
Στρεψιάδης
πῶς δὴ φέρʼ;
Σωκράτης
ὅπως; ἀλεκτρυὼν κἀλεκτρυών.
Στρεψιάδης
νὴ τὸν Ποσειδῶ. νῦν δὲ πῶς με χρὴ καλεῖν;
665
Σωκράτης
ἀλεκτρύαιναν, τὸν δʼ ἕτερον ἀλέκτορα.
Στρεψιάδης
ἀλεκτρύαιναν; εὖ γε νὴ τὸν Ἀέρα·
ὥστʼ ἀντὶ τούτου τοῦ διδάγματος μόνου
διαλφιτώσω σου κύκλῳ τὴν κάρδοπον.
Σωκράτης
ἰδοὺ μάλʼ αὖθις τοῦθʼ ἕτερον· τὴν κάρδοπον
670
ἄρρενα καλεῖς θήλειαν οὖσαν.
Στρεψιάδης
τῷ τρόπῳ
ἄρρενα καλῶ ʼγὼ κάρδοπον;
Σωκράτης
μάλιστά γε,
ὥσπερ γε καὶ Κλεώνυμον.
Στρεψιάδης
πῶς δή; φράσον.
Σωκράτης
ταὐτὸν δύναταί σοι κάρδοπος Κλεωνύμῳ.
Στρεψιάδης
ἀλλʼ ὦγάθʼ οὐδʼ ἦν κάρδοπος Κλεωνύμῳ,
675
ἀλλʼ ἐν θυείᾳ στρογγύλῃ γʼ ἂν ἐμάττετο.
ἀτὰρ τὸ λοιπὸν πῶς με χρὴ καλεῖν;
Σωκράτης
ὅπως;
τὴν καρδόπην, ὥσπερ καλεῖς τὴν Σωστράτην.
Στρεψιάδης
τὴν καρδόπην θήλειαν;
Σωκράτης
ὀρθῶς γὰρ λέγεις.
Στρεψιάδης
ἐκεῖνο δʼ ἦν ἄν, καρδόπη, Κλεωνύμη.
680
Σωκράτης
ἔτι δή γε περὶ τῶν ὀνομάτων μαθεῖν σε δεῖ,
ἅττʼ ἄρρενʼ ἐστίν, ἅττα δʼ αὐτῶν θήλεα.
Στρεψιάδης
ἀλλʼ οἶδʼ ἔγωγʼ ἃ θήλεʼ ἐστίν.
Σωκράτης
εἰπὲ δή.
Στρεψιάδης
Λύσιλλα Φίλιννα Κλειταγόρα Δημητρία.
Σωκράτης
ἄρρενα δὲ ποῖα τῶν ὀνομάτων;
685
Στρεψιάδης
μυρία.
Φιλόξενος Μελησίας Ἀμυνίας.
Σωκράτης
ἀλλʼ ὦ πόνηρε ταῦτά γʼ ἐστʼ οὐκ ἄρρενα.
Στρεψιάδης
οὐκ ἄρρενʼ ὑμῖν ἐστιν;
Σωκράτης
οὐδαμῶς γʼ, ἐπεὶ
πῶς ἂν καλέσειας ἐντυχὼν Ἀμυνίᾳ;
Στρεψιάδης
ὅπως ἄν; ὡδί, δεῦρο δεῦρʼ Ἀμυνία.
690
Σωκράτης
ὁρᾷς; γυναῖκα τὴν Ἀμυνίαν καλεῖς.
Στρεψιάδης
οὔκουν δικαίως ἥτις οὐ στρατεύεται;
ἀτὰρ τί ταῦθʼ ἃ πάντες ἴσμεν μανθάνω;
Σωκράτης
οὐδὲν μὰ Δίʼ ἀλλὰ κατακλινεὶς δευρὶ —
Στρεψιάδης
τί δρῶ;
Σωκράτης
ἐκφρόντισόν τι τῶν σεαυτοῦ πραγμάτων.
695
Στρεψιάδης
μὴ δῆθʼ ἱκετεύω σʼ ἐνγεταῦθʼ· ἀλλʼ εἴ γε χρή,
χαμαί μʼ ἔασον αὐτὰ ταῦτʼ ἐκφροντίσαι.
Σωκράτης
οὐκ ἔστι παρὰ ταῦτʼ ἄλλα.
Στρεψιάδης
κακοδαίμων ἐγώ,
οἵαν δίκην τοῖς κόρεσι δώσω τήμερον.
Clouds. Aristophanes. ed. F. W. Hall, ed. William M. Geldart. Oxford. 1906.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The Annenberg CPB/Project.