Σωκράτης
μὰ τὴν Ἀναπνοὴν μὰ τὸ Χάος μὰ τὸν Ἀέρα
οὐκ εἶδον οὕτως ἄνδρʼ ἄγροικον οὐδένα
οὐδʼ ἄπορον οὐδὲ σκαιὸν οὐδʼ ἐπιλήσμονα·
ὅστις σκαλαθυρμάτιʼ ἄττα μικρὰ μανθάνων
630
ταῦτʼ ἐπιλέλησται πρὶν μαθεῖν· ὅμως γε μὴν
αὐτὸν καλῶ θύραζε δευρὶ πρὸς τὸ φῶς.
ποῦ Στρεψιάδης; ἔξει τὸν ἀσκάντην λαβών;
Στρεψιάδης
ἀλλʼ οὐκ ἐῶσί μʼ ἐξενεγκεῖν οἱ κόρεις.
Σωκράτης
ἀνύσας τι κατάθου καὶ πρόσεχε τὸν νοῦν.
635
Στρεψιάδης
ἰδού.
Σωκράτης
ἄγε δὴ τί βούλει πρῶτα νυνὶ μανθάνειν
ὧν οὐκ ἐδιδάχθης πώποτʼ οὐδέν; εἰπέ μοι.
πότερα περὶ μέτρων ἢ περὶ ἐπῶν ἢ ῥυθμῶν;
Στρεψιάδης
περὶ τῶν μέτρων ἔγωγʼ· ἔναγχος γάρ ποτε
ὑπʼ ἀλφιταμοιβοῦ παρεκόπην διχοινίκῳ.
640
Σωκράτης
οὐ τοῦτʼ ἐρωτῶ σʼ, ἀλλʼ ὅ τι κάλλιστον μέτρον
ἡγεῖ· πότερα τὸ τρίμετρον ἢ τὸ τετράμετρον;
Στρεψιάδης
ἐγὼ μὲν οὐδὲν πρότερον ἡμιεκτέου.
Σωκράτης
οὐδὲν λέγεις ὦνθρωπε.
Στρεψιάδης
περίδου νυν ἐμοί,
εἰ μὴ τετράμετρόν ἐστιν ἡμιεκτέον.
645
Σωκράτης
ἐς κόρακας, ὡς ἄγροικος εἶ καὶ δυσμαθής.
ταχύ γʼ ἂν δύναιο μανθάνειν περὶ ῥυθμῶν.
Στρεψιάδης
τί δέ μʼ ὠφελήσουσʼ οἱ ῥυθμοὶ πρὸς τἄλφιτα;
Σωκράτης
πρῶτον μὲν εἶναι κομψὸν ἐν συνουσίᾳ,
ἐπαΐονθʼ ὁποῖός ἐστι τῶν ῥυθμῶν
650
κατʼ ἐνόπλιον, χὠποῖος αὖ κατὰ δάκτυλον.
Στρεψιάδης
κατὰ δάκτυλον; νὴ τὸν Δίʼ, ἀλλʼ οἶδʼ.
Σωκράτης
εἰπὲ δή.
Στρεψιάδης
τίς ἄλλος ἀντὶ τουτουὶ τοῦ δακτύλου;
πρὸ τοῦ μέν, ἔτʼ ἐμοῦ παιδὸς ὄντος, οὑτοσί.
Σωκράτης
ἀγρεῖος εἶ καὶ σκαιός.
655
Στρεψιάδης
οὐ γὰρ ᾠζυρὲ
τούτων ἐπιθυμῶ μανθάνειν οὐδέν.
Σωκράτης
τί δαί;
Στρεψιάδης
ἐκεῖνʼ ἐκεῖνο, τὸν ἀδικώτατον λόγον.
Clouds. Aristophanes. ed. F. W. Hall, ed. William M. Geldart. Oxford. 1906.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The Annenberg CPB/Project.