Δικαιόπολις
ὀπτᾶτε ταυτὶ καὶ καλῶς ξανθίζετε.
Παράνυμφος
Δικαιόπολι.
Δικαιόπολις
τίς οὑτοσί; τίς οὑτοσί;
Παράνυμφος
ἔπεμψέ τίς σοι νυμφίος ταυτὶ κρέα
ἐκ τῶν γάμων.
1050
Δικαιόπολις
καλῶς γε ποιῶν ὅστις ἦν.
Παράνυμφος
ἐκέλευε δʼ ἐγχέαι σε τῶν κρεῶν χάριν,
ἵνα μὴ στρατεύοιτʼ ἀλλὰ βινοίη μένων,
ἐς τὸν ἀλάβαστον κύαθον εἰρήνης ἕνα.
Δικαιόπολις
ἀπόφερʼ ἀπόφερε τὰ κρέα καὶ μή μοι δίδου,
ὡς οὐκ ἂν ἐγχέαιμι μυρίων δραχμῶν.
1055
ἀλλʼ αὑτηὶ τίς ἔστιν;
Παράνυμφος
ἡ νυμφεύτρια
δεῖται παρὰ τῆς νύμφης τι σοὶ λέξαι μόνῳ.
Δικαιόπολις
φέρε δὴ τί σὺ λέγεις; ὡς γέλοιον ὦ θεοὶ
τὸ δέημα τῆς νύμφης ὃ δεῖταί μου σφόδρα,
ὅπως ἂν οἰκουρῇ τὸ πέος τοῦ νυμφίου.
1060
φέρε δεῦρο τὰς σπονδάς, ἵνʼ αὐτῇ δῶ μόνῃ,
ὁτιὴ γυνή ʼστι τοῦ πολέμου τʼ οὐκ αἰτία.
ὕπεχʼ ὧδε δεῦρο τοὐξάλειπτρον ὦ γύναι.
οἶσθʼ ὡς ποιεῖτε; τοῦτο τῇ νύμφῃ φράσον,
ὅταν στρατιώτας καταλέγωσι, τουτῳὶ
1065
νύκτωρ ἀλειφέτω τὸ πέος τοῦ νυμφίου.
ἀπόφερε τὰς σπονδάς. φέρε τὴν οἰνήρυσιν,
ἵνʼ οἶνον ἐγχέω λαβὼν ἐς τοὺς Χοᾶς.
Acharnians. Aristophanes. ed. F. W. Hall, ed. William M. Geldart. Oxford. 1906.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The Annenberg CPB/Project.