Χορός
καὶ μὴν ὁδί τις τὰς ὀφρῦς ἀνεσπακὼς·
ὥσπερ τι δεινὸν ἀγγελῶν ἐπείγεται.
1070
Ἄγγελος Α
ἰὼ πόνοι τε καὶ μάχαι καὶ Λάμαχοι.
Λάμαχος
τίς ἀμφὶ χαλκοφάλαρα δώματα κτυπεῖ;
Ἄγγελος Α
ἰέναι σʼ ἐκέλευον οἱ στρατηγοὶ τήμερον
ταχέως λαβόντα τοὺς λόχους καὶ τοὺς λόφους·
κἄπειτα τηρεῖν νειφόμενον τὰς ἐσβολάς.
1075
ὑπὸ τοὺς Χοᾶς γὰρ καὶ Χύτρους αὐτοῖσί τις
ἤγγειλε λῃστὰς ἐμβαλεῖν Βοιωτίους.
Λάμαχος
ἰὼ στρατηγοὶ πλείονες ἢ βελτίονες.
οὐ δεινὰ μὴ ʼξεῖναί με μηδʼ ἑορτάσαι;
Δικαιόπολις
ἰὼ στράτευμα πολεμολαμαχαϊκόν.
1080
Λάμαχος
οἴμοι κακοδαίμων καταγελᾷς ἤδη σύ μου.
Δικαιόπολις
βούλει μάχεσθαι Γηρυόνῃ τετραπτίλῳ;
Λάμαχος
αἰαῖ
οἵαν ὁ κῆρυξ ἀγγελίαν ἤγγειλέ μοι.
Δικαιόπολις
αἰαῖ τίνα δʼ αὖ μοι προστρέχει τις ἀγγελῶν;
Ἄγγελος Β
Δικαιόπολι.
1085
Δικαιόπολις
τί ἔστιν;
Ἄγγελος Β
ἐπὶ δεῖπνον ταχὺ
βάδιζε τὴν κίστην λαβὼν καὶ τὸν χοᾶ.
ὁ τοῦ Διονύσου γάρ σʼ ἱερεὺς μεταπέμπεται.
ἀλλʼ ἐγκόνει· δειπνεῖν κατακωλύεις πάλαι.
τὰ δʼ ἄλλα πάντʼ ἐστὶν παρεσκευασμένα,
κλῖναι τράπεζαι προσκεφάλαια στρώματα
1090
στέφανοι μύρον τραγήμαθʼ, αἱ πόρναι πάρα,
ἄμυλοι πλακοῦντες σησαμοῦντες ἴτρια,
ὀρχηστρίδες, τὰ φίλταθʼ Ἁρμοδίου, καλαί.
ἀλλʼ ὡς τάχιστα σπεῦδε.
Λάμαχος
κακοδαίμων ἐγώ.
Acharnians. Aristophanes. ed. F. W. Hall, ed. William M. Geldart. Oxford. 1906.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The Annenberg CPB/Project.