Χορός
θνητοῦ πέφυκας πατρός, Ἠλέκτρα, φρόνει,
θνητὸς δʼ Ὀρέστης. ὥστε μὴ λίαν στένε.
πᾶσιν γὰρ ἡμῖν τοῦτʼ ὀφείλεται παθεῖν.
Ὀρέστης
φεῦ φεῦ. τί λέξω; ποῖ λόγων ἀμηχανῶν
ἔλθω; κρατεῖν γὰρ οὐκέτι γλώσσης σθένω.
1175
Ἠλέκτρα
τί δʼ ἔσχες ἄλγος; πρὸς τί τοῦτʼ εἰπὼν κυρεῖς;
Ὀρέστης
ἦ σὸν τὸ κλεινὸν εἶδος Ἠλέκτρας τόδε;
Ἠλέκτρα
τόδʼ ἔστʼ ἐκεῖνο, καὶ μάλʼ ἀθλίως ἔχον.
Ὀρέστης
οἴμοι ταλαίνης ἆρα τῆσδε συμφορᾶς.
Ἠλέκτρα
οὐ δή ποτʼ, ὦ ξένʼ, ἀμφʼ ἐμοὶ στένεις τάδε;
1180
Ὀρέστης
ὦ σῶμʼ ἀτίμως κἀθέως ἐφθαρμένον.
Ἠλέκτρα
οὔτοι ποτʼ ἄλλην ἢ ʼμὲ δυσφημεῖς, ξένε.
Ὀρέστης
φεῦ τῆς ἀνύμφου δυσμόρου τε σῆς τροφῆς,
Ἠλέκτρα
τί δή ποτʼ, ὦ ξένʼ, ὧδʼ ἐπισκοπῶν στένεις;
Ὀρέστης
ὡς οὐκ ἄρʼ ᾔδη τῶν ἐμῶν οὐδὲν κακῶν.
1185
Ἠλέκτρα
ἐν τῷ διέγνως τοῦτο τῶν εἰρημένων;
Ὀρέστης
ὁρῶν σε πολλοῖς ἐμπρέπουσαν ἄλγεσιν.
Ἠλέκτρα
καὶ μὴν ὁρᾷς γε παῦρα τῶν ἐμῶν κακῶν.
Ὀρέστης
καὶ πῶς γένοιτʼ ἂν τῶνδʼ ἔτʼ ἐχθίω βλέπειν;
Ἠλέκτρα
ὁθούνεκʼ εἰμὶ τοῖς φονεῦσι σύντροφος
1190
Ὀρέστης
τοῖς τοῦ; πόθεν τοῦτʼ ἐξεσήμηνας κακόν;
Ἠλέκτρα
τοῖς πατρός· εἶτα τοῖσδε δουλεύω βίᾳ.
Ὀρέστης
τίς γάρ σʼ ἀνάγκῃ τῇδε προτρέπει βροτῶν;
Ἠλέκτρα
μήτηρ καλεῖται, μητρὶ δʼ οὐδὲν ἐξισοῖ.
Ὀρέστης
τί δρῶσα; πότερα χερσὶν ἢ λύμῃ βίου;
1195
Ἠλέκτρα
καὶ χερσὶ καὶ λύμαισι καὶ πᾶσιν κακοῖς.
Ὀρέστης
οὐδʼ οὑπαρήξων οὐδʼ ὁ κωλύσων πάρα;
Ἠλέκτρα
οὐ δῆθʼ. ὃς ἦν γάρ μοι σὺ προὔθηκας σποδόν.
Ὀρέστης
ὦ δύσποτμʼ, ὡς ὁρῶν σʼ ἐποικτίρω πάλαι.
Electra. Sophocles. ed. Francis Storr. London. 1913.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The Annenberg CPB/Project.