δόρπου δ’ ἐξαῦτις μνησώμεθα, χερσὶ δ’ ἐφ’ ὕδωρ
χευάντων μῦθοι δὲ καὶ ἠῶθέν περ ἔσονται
χορδαί τε ἁδὺ ναὶ μὰ Δία χὠ κωλεός.
τῶν θαλαττίων δ’ ἀεὶ 366c
ὄψων ἓν ἔχομεν, διὰ τέλους δὲ τοῦθ᾽, ἅλας.
ἐπὶ δὲ τούτοις πίνομεν
οἰνάριον, εἶδος, νὴ Δί᾽, οἰκίας τρόπον.
β. πῶς εἶδος; α. οἷον τοῖς παροῦσι συμφέρει
ἁπαξάπασιν ὀξυβάφῳ ποτηρίῳ. .
Λῆμνος κυάμους τρέφουσα τακεροὺς καὶ καλούς,
τακεροὺς ποιῆσαι τοὺς ἐρεβίνθους αὐτόθι.
ἦ μὴν καὶ σικύην χαλκήρεα ἠὲ σίνηπυ.
σπέρματά τ’ ἐνδάκνοντα σινήπυος.
κάρδαμ’ ἀνάρρινὸν τε μελάμφυλλόν τε σίνηπυ.
κἄβλεπε σίναπυ καὶ τὰ πρόσωπ’ ἀνέσπασε,
τουτὶ τὸ κακὸν οὔκ ἐστ’ ἔτι 367b
κακὸν τὸ θυγάτριὸν γέ μου σεσινάπικεν
διὰ τῆς ξένης.
καὶ πῶς ἐγὼ Σθενέλου φάγοιμ’ ἂν ῥήματα;
εἰς ὄξος ἐμβαπτόμενος ἢ λευκοὺς ἅλας;
ὁπόθεν ἔσοιτο μᾶζα καὶ παροψίδες.
α. γυνὴ καθεύδουσ’ ἐστὶν ἀργόν. ζ. μανθάνω.
α. ἐγρηγορυίας δ’ εἰσὶν αἱ παροψίδες
αὐταὶ μόνον κρεῖττον πολὺ χρῆμ’ εἰς ἡδονὴν
ἢ τἄλλα. ζ. βείνου γάρ τινες παροψίδες 367d
εἰσ᾽, ἀντιβολῶ σ᾽;
τὰ δ’ ἀλλότρι’ ἔσθ’ ὅμοια ταῖς παροψίσι·
βραχὺ γάρ τι τέρψαντ’ ἐξανάλωται ταχύ.
πάσαις γυναιξὶν ἐξ ἑνὸς γέ του τρόπου
ὥσπερ παροψὶς μοιχὸς ἐσκευασμένος.
σιωπῶντος οὖν τοῦ Οὐλπιανοῦ,
πολλοῖς δ’ ἀντιλέγειν κατὰ
ἔθος περὶ παντὸς ὁμοίως,
ὀρθῶς δ’ ἀντιλέγειν οὐκέτι τοῦτ’ ἐν ἔθει·
καὶ πρὸς μὲν τούτους ἀρκεῖ λόγος εἷς ὁ παλαιός; ᾽
σοὶ μὲν ταῦτα· δοκοῦντ’ ἔστω, ἐμοὶ δὲ τάδε
τοὺς ξυνετοὺς δ’ ἄν τις πείσειε τάχιστα λέγων εὖ,
οἵπερ καὶ ῥᾴστης εἰσὶ διδασκαλίας.
καλέσας τε παρατίθησιν ἐν παροψίδι.
εἶδε τὴν τράπεζαν ἀνθρώπους δύο
φέροντας εἴσω ποικίλων παροψίδων
κόσμου βρύουσαν, οὐκέτ’ εἰς ἔμ’ ἔβλεπεν.
καὶ ταῦτα μέν μοι τῶν κακῶν παροψίδες. 368a
κεκερματίσθω δ’ ἄλλα μοι παροψίδων
κάθεφθα καὶ κνισηρὰ παραφλογίσματα.
παροψὶς εἶναι φαίνομαι τῷ Κρωβύλῳ·
τοῦτον μασᾶται, παρακατεσθίει δ’ ἐμέ.
νὴ τὸν Δί᾽ οὗτοί γ’ ὥσπερ αἱ παροψίδες
τὴν αἰτίαν ἔχουσ’ ἀπὸ τῶν ἡδυσμάτων,
αὐτοὺς δ’ ὁ καλέσας ἀξιοῖ τοῦ μηδενός.
ἀλλᾶς μαχέσθω περὶ ἕδρας παροψίδι.
πάσαις γυναιξὶν ἐξ ἑνὸς γέ του τρόπου
ὥσπερ παροψὶς μοιχὸς ἐσκευασμένος.
ὁπόθεν ἔσοιτο μᾶζα καὶ παροψίδες.
ὁ μὲν ἄρτος ἡδύ, τὸ δὲ φενακίζειν προσὸν 368d
ἔμβαμμα τοῖς ἄρτοις πονηρὸν γίγνεται.
σκέλη δὲ καὶ κωλῆνες εὐθὺ τοὐρόφου.
οὐδὲ κωλῆνες νεβρῶν.
οἴμοι δὲ κωλῆς, ἣν ἐγὼ κατήσθιον,
καὶ δελφακίων ἁπαλῶν κωλαῖ καὶ χναυμάτια πτερόεντα.
κεφαλὰς τ’ ἀρνῶν κωλᾶς τ’ ἐρίφων.
δίδοται μάλισθ’ ἱερώσυνα,
κωλῆ, τὸ πλευρόν, ἡμίκραιρ’ ἀριστερά.
πέμψας γὰρ κωλῆν ἐρίφου σκέλος ἤραο πῖον
ταύρου λαρινοῦ, τίμιον ἀνδρὶ λαχεῖν,
τοῦ κλέος Ἑλλάδα πᾶσαν ἐφίξεται οὐδ’ ἀπολήξει
ἔστ’ ἂν ἀοιδάων ᾖ γένος Ἑλλαδικόν.
ἑξῆς δὲ τούτων πολλῶν καὶ παντοδαπῶν ἐπιφερομένων ἡμεῖς ἐπισημανούμεθα τὰ μνήμης ἄξια. καὶ γὰρ ὀρνίθων πλῆθος ἦν ἄλλων τε καὶ χηνῶν, ἔτι δὲ τῶν νεοσσῶν ὀρνίθων οὓς πίπους· 369a τινὲς καλοῦσι, καὶ χοίρων καὶ τῶν περισπουδάστων φασιανικῶν ὀρνίθων, περὶ λαχάνων οὖν πρότερον ἐκθέμενός σοι καὶ περὶ τῶν ἄλλων μετὰ ταῦτα διηγήσομαι.
γογγυλίδας σπείροις δὲ κυλινδρωτῆς ἐφ’ ἅλωος,
369c ὄφρ’ ἂν ἴσαι πλαθάνοισι χαμηλότεραι θαλέθωσι.
βουνιάδες δ’ ἶσαι ῥαφάνοις κείσθων ἰδὲ δαῦκοι. γογγυλίδος δισσὴ γὰρ ἰδ’ ἐκ ῥαφάνοιο γενέθλη
μακρή τε στιφρή τε φαείνεται ἐν πρασιῇσι.
κηφισιακαῖσι γογγυλίσιν ὅμοια πάνυ.
ὀπτήσιμον γογγυλίδα ταυτηνὶ φέρω.
λαλῶ Πτολεμαίῳ γογγυλίδος ὀπτῶν τόμους,
λείη μὲν κράμβη, ὁτὲ δ’ ἀγριὰς ἐμπίπτουσα
σπειρομένῃς πολύφυλλος ἐνήβησε πρασιῇσιν
ἢ οὔλη καπυροῖσιν ὀραμνῖτις πετάλοισιν
ἢ ἐπιφοινίσσουσα καὶ αὐχμηρῇσιν ὁμοίη
βατραχέη κύμη δὲ κακόχροος, ἣ μὲν ἔοικε
πέλμασιν οἷσι πέδιλα παλίμβολα κασσύουοσιν·
ἣν μάντιν λαχάνοισι παλαιόγονοι ἐνέπουσιν.
ὁ δ’ ἐξολισθὼν ἱκέτευε τὴν κράμβην
τὴν ἑπτάφυλλον ᾗ θύεσκε Πανδώρη
Θαργηλίοισιν ἔγχυτον πρὸ φαρμάκου.
καὶ σὲ πολλὸν ἀνθρώπων
ἐγὼ φιλέω μάλιστα, ναὶ μὰ τὴν κράμβην.
ἔπειτα πῶς
οὐ στέφανος οὐδείς ἐστι πρόσθε τῶν θυρῶν, 370d
οὐ κνῖσα κρούει ῥινὸς ὑπεροχὰς ἄκρας
Ἀμφιδρομίων ὄντων; ἐν οἷς νομίζεται
ὀπτᾶν τε τυροῦ Χερρονησίτου τόμους
ἕψειν τ’ ἐλαίῳ ῥάφανον ἠγλαισμένην
πνίγειν τε παχέων ἀρνίων στηθύνια
τίλλειν τε φάττας καὶ κίχλας ὁμοῦ σπίνοις
κοινῇ τε χναύειν τευθίσιν σηπίδια
πιλεῖν τε πολλὰς πλεκτάνας ἐπιστρεφῶς
πίνειν τε πολλὰς κύλικας εὐζωρεστέρας.
οἷα δ’ ἐστὶν οἶσθα νῦν
ἄρτοι, σκόροδα, τυρός, πλακοῦντες, πράγματα
ἐλευθέρἰ, οὐ τάριχος οὐδ’ ἡδύσμασιν
ἄρνεια καταπεπασμέν’ οὐδὲ θρυμματὶς
τεταραγμένη καὶ λοπάδες ἀνθρώπων φθοραί.
καὶ μὴν ῥαφάνους γ’ ἕψουσι λιπαράς, ὦ θεοί,
ἔτνος θ’ ἅμ’ αὐταῖς πίσινον.
ἥκει φερόμεν’ αὐτόματα πάντα τἀγαθά, 370f
ῥάφανος λιπαρά, σπλαγχνίδια πολλά, σαρκία
ἁπαλώτατ᾽, οὐδὲν μὰ Δία τοῖς ἐμοῖς βλίτοις
ὅμοια πράγματ’ οὐδὲ ταῖς
θλασταῖς ἐλάαις.
ἤδη δ’ ἧψε χύτραν ῥαφάνων.
ὑψιπέταλοί τε κράμβαι συχναί. 371a
φύλλων δ’ ὅσσ’ ἄσπαρτα τά τ’ ἐρρίζωται ἀρούραις 371c
χείματος ἠδ’ ὁπόταν πολυάνθεμον εἶαρ ἵκηται,
αὐχμηρὴν σκόλυμόν τε καὶ ἀγριάδα σταφυλῖνον,
καὶ ῥάφυν ἐμπέδιον καὶ καυκαλίδ’ ἀγροιῶτιν.
ἐν δέ τε καὶ μαράθου καυλὸς βαθύς, ἐν δέ τε ῥίζαι
πετραίου, ὁ σὺν δ’ αὐτὸς ἐπαυχμήεις σταφυλῖνος,
σμυρνεῖον σόγκος τε κυνόγλωσσός τε σέρις τε·
σὺν καὶ ἄρου δριμεῖα καταψήχοιο πέτηλα
ἠδ’ ὅπερ ὄρνιθος κλέεται γάλα.
οὕτως 371f οὐκ ἂν δυναίμην ἐμφαγεῖν ἄρτον τινά·
παρὰ Γναθαινίῳ γὰρ ἄρτι κατέφαγον,
ἕψουσαν αὐτὴν καταλαβὼν γηθυλλίδας.
τῶν δὲ γηθύων
ῥίζας ἐχούσας σκοροδομίμητον· φύσιν.
ὄψει δὲ χειμῶνος μέσου σικυούς, βότρυς, ὀπώραν,
στεφάνους ἴων, ῥόδων, κρίνων, κονιορτὸν ἐκτυφλοῦντα.
372c αὑτὸς δ’ ἀνὴρ πωλεῖ κίχλας, ἀπίους, σχαδόνας, ἐλάας,
πυόν, χόρια, χελιδόνια, τέττιγας, ἐμβρύεια.
ὑρίσους δ’ ἴδοις ἂν νειφομένους σύκων ὁμοῦ τε μύρτων
ἔπειτα κολοκύντας ὁμοῦ ταῖς γογγυλίσιν ἀροῦσιν,
ὥστ’ οὐκέτ’ οὐδεὶς οἶδ’ ὁπηνίκ’ ἐστὶ τοὐνιαυτοῦ
μέγιστον ἀγαθόν, εἴπερ ἔστι δι’ ἐνιαυτοῦ
ὅτου τις ἐπιθυμεῖ λαβεῖν. β. κακὸν μὲν οὖν μέγιστον
εἰ μὴ γὰρ ἦν, οὐκ ἂν ἐπεθύμουν οὐδ’ ἂν ἐδαπανῶντο
. ἐγὼ δὲ ταῦτ’ ὀλίγον χρόνον χρήσας ἀφειλόμην ἄν.
α. κἄγωγε ταῖς ἄλλαις πόλεσι δρῶ ταῦτα πλὴν Ἀθηνῶν.
372d τούτοις δ’ ὑπάρχει ταῦτ᾽, ἐπειδὴ τοὺς θεοὺς σέβουσιν.
β. ἀπέλαυσαν ἄρα σέβοντες ὑμᾶς, ὡς σὺ φής. α. τιὴ τί;
β. Αἴγυπτον αὐτῶν τὴν πόλιν πεποίηκας ἀντ’ Ἀθηνῶν.
αὐτὰς μὴν σικύας τμήγων ἀνὰ κλώσμασι πείραις,
ἠέρι δὲ ξήρανον ἐπεγκρεμάσαιο δὲ καπνῷ,
χείμασιν ὄφρ’ ἂν δμῶες ἅλις περιχανδέα χύτρον 372f
πλήσαντες ῥοφέωσιν ἀεργέες, ἑφθά τε μάκτρῃ
ὄσπρια πανσπερμηδὸν ἐπεγχεύῃσιν ἀλετρίς.
τῇ ἔνι μὲν σικύης ὅρμους βάλον ἐκπλύναντες,
ἐν δὲ μύκην σειράς τε πάλαι λαχάνοισι πλακείσας
αὐοτέροις καυλοῖς τε μιγήμεναι ἔστ’ ἔαρ ἵξῃ.
ὄρνιθες δέ τε πολλοὶ ὑπ’ αὐγὰς ἠελίοιο.
ὡς δ’ ὄρνις ἀπτῆσι νεοσσοῖσι προφέρῃσι
μάστακ’ ἐπεί κε λάβῃσι, κακῶς δὲ τὲ οἱ πέλει αὐτῇ. 373c
αὕτη ποτ’ ἐξεσόβησε τὰς ὄρνις μόλις.
ὄρνιθα τοίνυν δεῖ σε γίγνεσθαι μέγαν.
ὄρνιθα καὶ κήρυκα καὶ διάκονον.
ὄρνιθα δ’ οὐ ποιῶ σε τῆς ἐμῆς ὁδοῦ.
λῦσαν δ’ ἄπρακτα νεάνιδες
ὥστ’ ὄρνις ἱέρακος ὑπερπταμένω.
οὐ δεινὸν οὖν κριοὺς ἔμ’ ἐκγεννᾶν τέκνα
ὄρνις θ’ ὁμοίους τοὺς νεοττοὺς τῷ πατρί;
Λήδα, σὸν ἔργον δεῖ σ’ ὅπως εὐσχήμονος
ἀλεκτρυόνος μηδὲν διοίσει τοὺς τρόπους,
ἐπὶ τῷδ’ ἐπῴζουσ᾽, ὡς ἂν ἐκλέψῃς καλὸν 373f
ἡμῖν τι καὶ θαυμαστὸν ἐκτοῦδ᾽ ὄρνεον.
αἱ δ’ ἀλεκτρυόνες ἅπασαι
καὶ τὰ χοιρίδια τέθνηκε
καὶ τὰ μίκρ’ ὀρνίθια.
ὀχευομένους δὲ τοὺς κάπρους
καὶ τὰς ἀλεκτρυόνας θεωροῦσ’ ἄσμενοι.
δ’ ἀπολωλεκὼς
ἀλεκτρυόνα τίκτουσαν ᾠὰ πάγκαλα. 374c
ᾠὸν μέγιστον τέτοκεν, ὡς ἀλεκτρυών,
πολλαὶ τῶν ἀλεκτρυόνων βίᾳ
ὑπηνέμια τίκτουσιν ᾠὰ πολλάκις.
νῦν δὲ πῶς με χρὴ καλεῖν;.
ἀλεκτρύαιναν, τὸν δ’ ἕτερον ἀλέκτορα. 374d
ὥσπερ ὁ Περσικὸς ὥραν πᾶσαν καναχῶν ὁλόφωνος
ἀλέκτωρ.
δέλφακά τε τῶν γειτόνων
τοῖς Ἐλευσινίοις φυλάσσων δαιμονίως ἀπώλεσα
οὐχ ἑκών καὶ ταῦτα δή με συμβολατεύειν ἔφα
τοῖς Ἀχαιοῖσιν προδιδόμειν τ’ ὤμνυέ με τὸν δέλφακα.
374f τοὺς μὲν ὀρεινόμους ὑμῶν ποιήσει δέλφακας ὑλιβάτους.
τοὺς δὲ πάνθηρας, ἄλλους ἀγρώστας λύκους
ἢ λέοντας.
νέα γάρ ἐστιν ἀλλὰ δελφακουμένα
ἕξει μεγάλην τε καὶ παχεῖαν κἠρυθράν, 375a
ἀλλ’ αἰ τράφεν λῇς, ἅδε τοι χοῖρος καλά.
ἤδη δέλφακες, χοῖροι δὲ τοῖσιν ἄλλοις.
τά τε δμώεσσι πάρεστι
χοίρε᾽, ἀτὰρ σιάλους γε σύας μνηστῆρες ἔδουσι.
ἀτὰρ σιάλους γε σύας μνηστῆρες ἔδουσι.
σπονδῇ τε καὶ σπλάγχνοισιν ἀγρίης χοίρου. 375d
τοιγὰρ ϊωδὴ φυλάξαι χοῖρον ὥστε δεσμίαν.
ἐγὼ δὲ χοῖρον καὶ μάλ’ εὐθηλούμενον
τόνδ’ ἐν ῥοθοῦντι κριβάνῳ θήσω. τί γὰρ
ὄψον γένοιτ’ ἂν ἀνδρὶ τοῦδε βέλτερον;
λευκός· τί δ’ οὐχί; καὶ καλῶς ἠφευμένος
ὁ χοῖρος. ἕψου, μηδὲ λυπηθῇς πυρί.
θύσας δὲ χοῖρον τόνδε τῆς αὐτῆς ὑὸς
ἣ πολλά μ’ ἐν δόμοισιν εἴργασται κακά,
δονοῦσα καὶ τρέπουσα τύρβ’ ἄνω κάτω. 375f
ἔτ’ οὖν ἡμῶν ἀναζητούντων ὁ μάγειρος ἔφη·
μαθητὰ Λεύκων οἵ τε συνδιάκονοι
ὑμεῖς· ἅπας γάρ ἐστιν οἰκεῖος τόπος
ὑπὲρ τέχνης λαλεῖν τι· τῶν ἡδυσμάτων
πάντων κράτιστόν ἐστιν ἐν μαγειρικῇ 376f
ἀλαζονεία· τὸ καθ’ ὅλου δὲ τῶν τεχνῶν
ὄψει σχεδόν τι τοῦθ’ ἡγούμενον.
ξεναγὸς οὗτος ὅστις ἂν θώρακ’ ἔχῃ
φολιδωτὸν ἢ δράκοντα σεσιδηρωμένον,
ἐφάνη Βριάρεως· ἂν τύχῃ δ᾽, ἐστὶν λαγώς.
ὁ μάγειρος ἂν μὲν ὑποδιακόνους ἔχων
πρὸς τὸν ἰδιώτην καὶ μαθητὰς εἰσίῃ, 377a
κυμινοπρίστας πάντας ἢ λιμοὺς καλῶν ·
ἔπτηξ’ ἕκαστος εὐθύς, ἂν δ’ ἀληθινὸν
σαυτὸν παραβάλλῃς, καὶ προσεκδαρεὶς ἄπει.
ὅπερ οὖν ὑπεθέμην, τῷ κενῷ χώραν δίδου,
καὶ τὰ στόμια γίνωσκε τῶν κεκλημένων,
ὥσπερ γὰρ εἰς τἀμπόρια, τῆς τέχνης πέρας
τοῦτ’ ἔστιν, ἂν εὖ προσδράμῃς πρὸς τὸ στόμα,
διακονοῦμεν νῦν γάμους· τὸ θῦμα βοῦς· 377b
ὁ διδοὺς ἐπιφανὴς, ἐπιφανὴς ὁ λαμβάνων
τούτων γυναῖκες ἱέρειαι Θεᾷ, Θεῷ,
ὁ κορύβαντες, αὐλοί, παννυχίδες, ἀναστροφή·
ἱππόδρομος οὗτός ἐστί σοι μαγειρικῆς,
μέμνησο καὶ σὺ τοῦτο.
ἰδιώτης μέγας 377c
αὐτοῖς ὁ Σεύθης; οἶσθας, ὦ βέλτισθ᾽, ὅτι
ἀγαθοῦ στρατηγοῦ διαφέρειν οὐδὲν δοκεῖ;
οἱ πολέμιοι πάρεισιν ὁ βαθὺς τῇ φύσει
στρατηγὸς ἔστη καὶ τὸ πρᾶγμ’ ἐδέξατο.
πολέμιός ἐστι πᾶς ὁ συμπίνων ὄχλος.
κινεῖ γὰρ ἁθρόος οὗτος· εἰσελήλυθεν
ἐκ πεντεκαίδεχ’ ἡμερῶν προηλπικὼς
τὸ δεῖπνον, ὁρμῆς μεστός, ἐκκεκαυμένος
τηρῶν πότ’ ἐπὶ τὰς χεῖρας οἴσει τις. νόει
ὄχλου τοιούτου ῥαχίαν ἠθροισμένην.
377d ὁ
ὅταν ἐρανισταῖς, Καρίων, διακονῇς,
οὐκ ἔστι παίζειν οὐδ’ ἃ μεμάθηκας ποιεῖν.
ἐχθὲς κεκινδύνευκας· οὐδεὶς εἶχέ σοι
κωβιὸς ὅλως γὰρ ἧπαρ, ἀλλ’ ἦσαν κενοί·
ἐγκέφαλος· ἠλλοίωτο. δεῖ δέ, Καρίων,
ὅταν μὲν ἔλθῃς εἰς τοιοῦτον συρφετόν,
Δρόμωνα καὶ Κέρδωνα καὶ Σωτηρίδην,
μισθὸν διδόντας ὅσον ἂν αἰτήσῃς, ἁπλῶς 377e
εἶναι δίκαιον, οὗ δὲ νῦν βαδίζομεν
εἰς τοὺς γάμους, ἀνδροφόνον. ἂν τοῦτ’ αἰσθάνῃ,
ἐμὸς εἶ μαθητὴς καὶ μάγειρος οὐ κακός.
ὁ καιρὸς εὐκτός ὠφελοῦ. φιλάργυρος
ὁ γέρων, ὁ μισθὸς μικρός· εἴ σε λήψομαι
νῦν μὴ κατεσθίοντα καὶ τοὺς ἄνθρακας,
ἀπόλωλας. εἴσω πάραγε· καὶ γὰρ αὐτὸς οὑτοσὶ
προσέρχεθ’ ὁ γέρων, ὡς δὲ καὶ γλίσχρον βλέπει.
377f
οὐ παντελῶς εὐκαταφρόνητος ἡ τέχνη,
ἂν κατανοήσῃς, ἐστὶν ἡμῶν, Δημύλε,
ἀλλὰ πέπλυται τὸ πρᾶγμα, καὶ πάντες σχεδὸν
εἶναι μάγειροί φασιν οὐδὲν εἰδότες·
ὑπὸ τῶν τοιούτων
ἡ τέχνη λυμαίνεται,
378a
ἐπεὶ μάγειρον ἂν λάβῃς ἀληθινόν,
ἐκ παιδὸς ὀρθῶς εἰς τὸ πρᾶγμ’ εἰσηγμένον
καὶ τὰς δυνάμεις κατέχοντα καὶ τὰ μαθήματα
ἅπαντ’ ἐφεξῆς εἰδόθ᾽, ἕτερόν σοι τυχὸν
φανήσεται τὸ πρᾶγμα. τρεῖς ἡμεῖς μόνοι·
ἐσμὲν ἔτι λοιποί, Βοιδίων καὶ Χαριάδης
ἐγώ τε· τοῖς λοιποῖς δὲ προσπέρδου. δή. τί φής;
α. ἐγώ; τὸ διδασκαλεῖον ἡμεῖς σῴζομεν
378b τὸ Σίκωνος· οὗτος τῆς τέχνης ἀρχηγὸς ἦν.
ἐδίδασκεν ἡμᾶς πρῶτον ἀστρολογεῖν
ἔπειτα μετὰ ταῦτ’ εὐθὺς ἀρχιτεκτονεῖν.
περὶ φύσεως κατεῖχε πάντας τοὺς λόγους·
ἐπὶ πᾶσι τούτοις ἔλεγε τὰ στρατηγικά,
πρὸ τῆς τέχνης ἔσπευδε ταῦθ’ ἡμᾶς μαθεῖν.
δή. ἆρα σύ με κόπτειν οἷος εἶ γε, φίλτατε;
α. οὔκ, ἀλλ’ ἐν ὅσῳ προσέρχετ’ ἐξ ἀγορᾶς ὁ παῖς 378c
μικρὰ διακινήσω σε περὶ τοῦ πράγματος,
ἵνα τῷ λαλεῖν λάβωμεν εὔκαιρον χρόνον.
δή. Ἄπολλον, ἐργῶδὲς γ᾽. α. ἄκουσον, ὦγαθέ·
δεῖ τὸν μάγειρον εἰδέναι πρώτιστα μὲν
περὶ τῶν μετεώρων τάς τε τῶν ἄστρων δύσεις
καὶ τὰς ἐπιτολὰς καὶ τὸν ἥλιον πότε
ἐπὶ τὴν μακράν τε καὶ βραχεῖαν ἡμέραν
ἐπάνεισι κἀν ποίοισίν ἐστι ζῳδίοις.
τὰ γὰρ ὄψα πάντα καὶ τὰ βρώματα σχεδὸν
378d ἐν τῇ περιφορᾷ τῆς ὅλης συντάξεως
ἑτέραν ἐν ἑτέροις λαμβάνει τὴν ἡδονήν.
ὁ μὲν οὖν κατέχων τὰ τοιαῦτα τὴν ὥραν ἰδὼν
τούτων ἑκάστοις ὡς προσήκει χρήσεται,
ὁ δ’ ἀγνοῶν ταῦτ’ εἰκότως τυντλάζεται.
πάλιν τὸ περὶ τῆς ἀρχιτεκτονικῆς ἴσως
ἐθαύμασας τί τῇ τέχνῃ συμβάλλεται.
δὴ , ἐγὼ δ’ ἐθαύμασ᾽; α. ἀλλ’ ὅμως ἐγὼ φράσω
τοὐπτάνιον ὀρθῶς καταβαλέσθαι καὶ τὸ φῶς
λαβεῖν· ὅσον δεῖ καὶ τὸ πνεῦμ’ ἰδεῖν πόθεν
378e ἐστίν, μεγάλην χρείαν τιν’ εἰς τὸ πρᾶγμ’ ἔχει.
ὁ καπνὸς φερόμενος δεῦρο κἀκεῖ διαφορὰν
εἴωθε τοῖς ὄψοισιν ἐμποιεῖν τινα,
τί οὖν; ἔτι σοι δίειμι τὰ στρατηγικὰ
ἔχω γε τὸν μάγειρον. ἡ τάξις σοφὸν
ἁπανταχοῦ μέν ἐστι κἀν πάσῃ τέχνῃ,
ἐν τῇ καθ’ ἡμᾶς δ’ ὥσπερ ἡγεῖται σχεδόν.
378f τὸ γὰρ παραθεῖναι κἀφελεῖν τεταγμένως
ἕκαστα καὶ τὸν καιρὸν ἐπὶ τούτοις ἰδεῖν,
πότε δεῖ πυκνότερον ἐπαγαγεῖν καὶ πότε βάδην,
καὶ πῶς ἔχουσι πρὸς τὸ δεῖπνον καὶ πότε
εὔκαιρον αὐτοῖς ἐστι τῶν ὄψων τὰ μὲν
θερμὰ παραθεῖναι, τὰ δ’ ἐπανέντα, τὰ δὲ μέσως,
τὰ δ’ ὅλως ἀποψύξαντα, ταῦτα πάντα δὴ
379a ἐν τοῖς στρατηγικοῖσιν ἐξετάζεται
μαθήμασιν. δή. πεισθέντι παραδείξας ἐμοὶ
τὰ δέοντ’ ἀπελθὼν αὐτὸς ἡσυχίαν ἄγε.
οὐκ ἴστε ταῖς πλείσταισι τῶν τεχνῶν ὅτι
οὐχ ἁρχιτέκτων· κύριος τῆς ἡδονῆς
μόνος καθέστηκ᾽, ἀλλὰ καὶ τῶν χρωμένων
συμβάλλεταί τις, ἂν καλῶς χρῶνται, μερίς; 379b
β. ποῖόν τι; δεῖ γὰρ κἀμὲ τὸν ξένον μαθεῖν.
α. τὸν ὀψοποιὸν σκευάσαι χρηστῶς μόνον
δεῖ τοὔψον, ὁ ἄλλο δ’ οὐδέν. ἂν μὲν οὖν τύχῃ
ὁ ταῦτα μέλλων ἐσθίειν τε καὶ κρινεῖν
εἰς καιρὸν ἐλθών, ὠφέλησε τὴν τέχνην
ἂν δ’ ὑστερίζῃ τῆς τεταγμένης ἀκμῆς,
ὥστ’ ἢ προοπτήσαντα χλιαίνειν πάλιν,
ἢ μὴ προοπτήσαντα συντελεῖν ταχύ,
ἀπεστέρησε τῆς τέχνης τὴν ἡδονήν.
β. εἰς τοὺς σοφιστὰς τὸν μάγειρον ἐγγράφω. 379c
α. ἑστήκαθ’ ὑμεῖς· κάεται δ’ ἐμοὶ τὸ πῦρ·
ἤδη πυκνοὶ δ’ ᾄττουσιν Ἡφαίστου κύνες
κούφως πρὸς αἴθραν, οἷς τό γίνεσθαί θ’ ἅμα
καὶ τὴν τελευτὴν τοῦ βίου συνῆψέ τις
μόνοις ἀνάγκης θεσμὸς οὐχ ὁρώμενος.
πολλῶν μαθητῶν γενομένων ἐμοί, Λύκε,
διὰ τὸ νοεῖν ἀεί τι καὶ ψυχὴν ἔχειν
ἄπει γεγονὼς μάγειρος ἐκ τῆς οἰκίας
ἐν οὐχ ὅλοις δέκα μησί, πολὺ νεώτατος. 379e
Ἆγις Ῥόδιος ὤπτηκεν ἰχθὺν μόνος ἄκρως,
Νηρεὺς δ’ ὁ Χῖος γόγγρον ἧψε τοῖς θεοῖς,
θρῖον τὸ λευκὸν οὑξ Ἀθηνῶν Χαριάδης,
ζωμὸς μέλας ἐγένετο πρώτῳ Λαμπρίᾳ,
ἀλλᾶντας Ἀφθόνητος, Εὔθυνος φακῆν,
ἀπὸ συμβολῶν συνάγουσιν Ἀριστίων σπάρους.
οὗτοι μετ’ ἐκείνους τοὺς σοφιστὰς τοὺς πάλαι
γεγόνασιν ἡμῶν ἑπτὰ δεύτεροι σοφοί. 379f
ἐγὼ δ’ ὁρῶν τὰ πολλὰ προκατειλημμένα
εὗρον τὸ κλέπτειν πρῶτος ὥστε μηδένα
μισεῖν με διὰ τοῦτ᾽, ἀλλὰ πάντας λαμβάνειν.
ὑπ’ ἐμοῦ δ’ ὁρῶν σὺ τοῦτο προκατειλημμένον
ἴδιον ἐφεύρηκάς τι καὶ τοῦτ’ ἐστὶ σόν.
πέμπτην ἔθυον ἡμέραν οἱ Τήνιοι
πολλοὶ παρόντες, πλοῦν πολὺν πεπλευκότες, 380a
λεπτὸν ἔριφον καὶ μικρόν, οὐκ ἦν ἐκφορὰ
λύκῳ κρεῶν τότ’ οὐδὲ τῷ διδασκάλῳ.
ἑτέρους πορίσασθαι δύ’ ἐρίφους ἠνάγκασας·
τὸ γὰρ ἧπαρ αὐτῶν πολλάκις σκοπουμένων·
καθεὶς κάτω τὴν χεῖρα τὴν μίαν λαθὼν
ἔρριψας εἰς τὸν λάκκον ἰταμῶς τὸν νεφρόν.
πολὺν ἐποίησας θόρυβον
ἔλεγον. ἔκυπτον οἱ παρόντες ἀποβολῇ,
ἔθυσαν ἕτερον, τοῦ δὲ δευτέρου πάλιν
τὴν καρδίαν εἶδόν σε καταπίνοντ’ ἐγώ.
πάλαι μέγας εἶ, γίνωσκε· τοῦ γὰρ μὴ χανεῖν
λύκον διὰ κενῆς σὺ μόνος εὕρηκας τέχνην,
χορδῆς ὀβελίσκους ἠρέμα ζυγουμένους
δύ’ ἐχθὲς ὠμοὺς εἰς τὸ πῦρ ἀποσβέσας
καὶ πρὸς τὸ δίχορδον ἐτερέτιζες. ᾐσθόμην 380c
ἐκεῖνο δρᾶμα, τοῦτο δ’ ἐστὶ παίγνιον.
μὴ
δεομένων οὖν ἡμῶν καὶ λιπαρούντων δεικνύναι τὴν σοφίαν,
ἔδοξεν οὖν πᾶσι διὰ τὸν τηλικόνδε ὅρκον μὴ βιάζεσθαι τὸν ἄνθρωπον, ἐπ’ ἄλλο δέ τι τῶν παραφερομένων τὰς χεῖρας ἐπιβάλλειν. καὶ ὁ Οὐλπιανὸς ἔφη·
καὶ ὁ Μάγνος ἔφη·
τί οὐκ ἐκέλευσας παραφέρειν τὰ ποτήρια; 380e
παρέθηκε τὴν τράπεζαν, εἶτα παραφέρων
ἀγαθῶν ἁμάξας
τοῦδε νῦν γεῦσαι λαβών.
καὶ ὁ Οὐλπιανὸς
οἰνογευστεῖ , περιπατεῖ
ἐν τοῖς στεφάνοις.
ἐπὶ τούτοις ὁ μάγειρος ἔφη·
ἀλλ’ ἠκούσαμεν
καὶ τοῦτο, νὴ τὴν Ἑστίαν, οἴκοι ποθ’ ὡς
ὅσ’ ἂν ὁ μάγειρος ἐξαμάρτῃ, τύπτεται,
ὥς φασιν, αὑλητὴς παρ’ ὑμῖν.
ὅ τι ἂν τύχῃ
μάγειρος ἀδικήσας, τὸν αὐλητὴν λαβεῖν
πληγάς
καὶ ἐπέδειξεν.
ἄγε δὴ Δρόμων νῦν, εἴ τι κομψὸν ἢ σοφὸν
ἢ γλαφυρὸν οἶσθα τῶν σεαυτοῦ πραγμάτων,
φανερὸν ποίησον τοῦτο τῷ διδασκάλῳ.
νῦν τὴν ἀπόδειξιν τῆς τέχνης αἰτῶ σ’ ἐγώ.
εἰς πολεμίαν ἄγω σε· θαρρῶν κατάτρεχε·
ἀριθμῷ διδόασι τὰ κρέα καὶ τηροῦσί σε.
τακερὰ ποιήσας ταῦτα καὶ ζέσας σφόδρα
τὸν ἀριθμὸν αὐτῶν, ὡς λέγω σοι, σύγχεον.
ἰχθὺς ἁδρὸς πάρεστι· τἀντός ἐστι σά.
κἂν τέμαχος ἐκκλίνῃς τι, καὶ τοῦτ’ ἐστὶ σὸν 381e
ἕως ἂν ἔνδον ὦμεν· ὅταν ἔξω δ᾽, ἐμόν.
ἐξαιρέσεις καὶ τἄλλα τἀκόλουθ’ ὅσα
οὔτ’ ἀριθμὸν οὔτε ἔλεγχον ἐφ’ ἑαυτῶν ἔχει,
περικόμματος δὲ τάξιν ἢ θέσιν φέρει,
εἰς αὔριον σὲ κἀμὲ ταῦτ’ εὐφρανάτω
λαφυροπώλῃ παντάπασι μεταδίδου,
τὴν πάροδον ἵν’ ἔχῃς τῶν θυρῶν εὐνουστέραν
τί δεῖ λέγειν με πολλὰ πρὸς συνειδότα;
ἐμὸς εἶ μαθητής, σὸς δ’ ἐγὼ διδάσκαλος,
μέμνησο τῶνδε καὶ βάδιζε δεῦρ’ ἅμα.
381f πάντων οὖν ἡμῶν ἐπαινεσάντων τὸν μάγειρον ἐπί τε τῷ ἑτοίμῳ τῶν λεγομένων καὶ τῇ τῆς τέχνης περιεργίᾳ ὁ καλὸς ἡμῶν ἑστιάτωρ Λαρήνσιος
σφίγγ’ ἄρρεν᾽, οὐ μάγειρον, εἰς τὴν οἰκίαν 382c
εἴληφ’ ἁπλῶς γὰρ οὐδὲ ἓν μὰ τοὺς θεοὺς
ὅσ’ ἂν λέγῃ συνίημι· καινὰ ῥήματα
πεπορισμένος πάρεστιν. ὡς εἰσῆλθε γάρ,
εὐθὺς μ’ ἐπηρώτησε προσβλέψας μέγα ᾽
πόσους κέκληκας μέροπας ἐπὶ δεῖπνον; λέγε
ἐγὼ κέκληκα μέροπας ἐπὶ δεῖπνον; χολᾷς.
τοὺς δέ μέροπας τούτους με γινώσκειν δοκεῖς;
οὐδεὶς παρέσται. τοῦτο γὰρ νὴ τὸν Δία 382d
ὁ ἐρεῖς σαφέστερὸν θ’ ὃ βούλει μοι λέγειν; ·
ἀτάσθαλὸς γ’ εἶ, πρέσβυ, ᾽ φησ’ ʽ ἅλας φέρε
τοῦτ’ ἔστι πηγός; ᾽ ἀλλὰ δεῖξον χέρνιβα.᾽
παρῆν. ἔθυεν, ἔλεγεν ἄλλα ῥήματα
τοιαῦθ’ ἃ μὰ τὴν Γῆν οὐδὲ εἷς ἤκουσεν ἄν, 383b
μίστυλλα, μοίρας, δίπτυχ᾽, ὀβελούς, ὥστε με
τῶν τοῦ Φιλίτα λαμβάνοντα βιβλίων
σκοπεῖν ἕκαστα τί δύναται τῶν ῥημάτων,
πλὴν ἱκέτευον αὐτὸν ἤδη μεταβαλεῖν
ἀνθρωπίνως λαλεῖν τε. τὸν δ’ οὐκ ἂν ταχὺ
ἔπεισεν ἡ Πειθὼ μὰ τὴν Γῆν οἶδ’ ὅτι.
ἧψε, μοὐδόκει,
πνικτόν τι ὄψον δελφάκειον. γλ. ἡδύ γε.
α. ἔπειτα προσκέκαυκε. γλ. μηδὲν φροντίσῃς·
ἰάσιμον γὰρ τὸ πάθος ἐστί. α. τῷ τρόπῳ; 383d
γλ. ὄξος λαβὼν ἢν εἰς λεκάνην τιν’ ἐγχέας
ψυχρόν, ξυνιεῖς, εἶτα θερμὴν τὴν χύτραν
εἰς τοὔξος ἐνθῇς· διάπυρος γὰρ οὖσ’ ἔτι
ἕλξει δι’ αὑτῆς νοτίδα καὶ ζυμουμένη
ὥσπερ κίσηρις λήψεται διεξόδους
σομφάς, δι’ ὧν τὴν ὑγρασίαν ἐκδέξεται
τὰ κρεᾴδι’ ἔσται τ’ οὐκ ἀπεξηραμμένα,
ἔγχυλα δ’ ἀτρεμεὶ καὶ δροσώδη τὴν σχέσιν.
α. Ἄπολλον, ὡς ἰατρικῶς, ὦ Γλαυκία,
383e ταυτὶ ποιήσω. γλ. καὶ παρατίθει γ’ αὐτά, παῖ,
ὅταν παρατιθῇς, μανθάνεις, ἐψυγμένα.
ἀτμὶς γὰρ οὕτως οὐχὶ προσπηδήσεται
ταῖς ῥισίν, ἀλλ’ ἄνω μάλ’ εἶσι καταφυγών.
α. πολλῷ γ’ ἀμείνων, ὡς ἔοικας, ἦσθ’ ἄρα
λογογράφος ἢ μάγειρος, ὃ λέγεις οὐ λέγεις·
τέχνην δ’ ὀνειδίζεις.
οὐδὲ εἷς
μάγειρον ἀδικήσας ἀθῷος διέφυγεν
ἱεροπρεπής πώς ἐστιν ἡμῶν ἡ τέχνη.
παρατίθημ’ ὁλοσχερῆ
ἄρν’ ἐς μέσον σύμπτυκτον, ὠνθυλευμένον,
χοιρίδια περιφόρινα κρομβώσας ὅλα,
δούρειον ἐπάγω χῆνα τῷ φυσήματι. 384a
ἀλλ’ εἴ τις ὥσπερ χῆν’ ἀνέτρεφέ μοι λαβὼν
σιτευτόν. 384b
καὶ σιτευτὸν χηνὸς ὁμοῦ σκεύαζε νεοττόν,
ὀπτὸν ἁπλῶς καὶ τόνδε,
ὣς ὅδε χῆν’ ἥρπαξ’ ἀτιταλλομένην ἐνὶ οἴκῳ.
χῆνές μοι κατὰ οἶκον ἐείκοσι πυρὸν ἔδουσιν
ἐξ ὕδατος,
εἰ μὴ σὺ χηνὸς ἧπαρ ἢ ψυχὴν ἔχεις.
384d εἰσῆλθεν ἡμίκραιρα τακερὰ δέλφακος.
ταύτης μὰ τὸν Δί᾽ οὐχὶ κατέλιπον δ’ ἐγὼ οὐδέν.
ὦ Χῖοι, πολλὴ γὰρ Ἐρυθραίους ἔχει ὕβρις,
φεύγετε δειπνήσαντες ὑὸς κρέα μηδὲ μένειν βοῦν.᾽
ἔπειτ’ ἐπὶ τούτοις πᾶσιν ἧκ’ ὄρχεις φέρων 384f
πολλούς, τὰ μὲν οὖν γύναια τἄλλ’ ἠκκίζετο,
ὁ ἡ δ’ ἀνδροφόνος Γνάθαιν᾽ ἀναγελάσασ᾽ ἅμα·
‘καλοί γε’ φησίν, ‘οἱ νεφροί, νὴ τὴν φίλην
Δήμητρα.’ καὶ δύ᾽ ἁρπάσασα κατέπιεν,
ὥσθ’ ὑπτίους ὑπὸ τοῦ γέλωτος καταπεσεῖν.
γαλεοὺς καὶ βατίδας ὅσα τε τῶν γενῶν
ἐν ὀξυλιπάρῳ τρίμματι σκευάζεται. 385b
ἀκρολίπαροι, τὸ δ’ ἄλλο σῶμ’ ὑπόξυλον.
ἀλλ᾽, ὦ ᾽γαθέ, δειπνῶμεν πρῶτον, κἄπειτά με πάντ’ ἐπερωτᾶν
ὅ τι ἂν βούλῃ· νῦν γὰρ πεινῶν δεινῶς πώς εἰμ᾽
ἐπιλήσμων.
ἀνθ’ ὧν πάντας ἑλὼν ὑμᾶς ἐρίηρας ἑταίρους,
φρύξας, ἑψήσας, κἀπ’ ἀνθρακιᾶς ὀπτήσας, 385d
εἰς ἅλμην τε καὶ ὀξάλμην κᾆτ’ ἐς σκοροδάλμην
χλιερὸν ἐμβάπτων, ὃς ἂν ὀπτότατός μοι ἁπάντων
ὑμῶν φαίνηται, κατατρώξομαι, ὦ στρατιῶται.
ἀποφυσήσας
εἰς ὀξάλμην ἔμβαλε θερμήν.
ἤδη φαγών τι πώποθ᾽, οἷα γίνεται,
ὀψάριον ἔκαμες καὶ προσέστη τοῦτό σοι;
β. ἔγωγε πέρυσι κάραβον φαγών.
τοὐψάριον τουτὶ παρέθηκέ τις ἡμῖν.
οὔκ ἔστιν, ὄλεθρε, σε παραλογίσασθ’ ὧδ’ ἔχοντ᾽
ὀψάρι’ ἄχρηστα.
ἐπιθυμιάσας τῷ Βορέᾳ λιβανίδιον
ὀψάριον οὐδὲν ἔλαβον· ἑψήσω φακῆν, 385f
ἐπ’ ἀρίστῳ λαβὼν
ὀψάριον.
τῶν ἰχθυοπωλῶν ἀρτίως τις τεττάρων
δραχμῶν ἐπώλει κωβιούς.
ἐγὼ δ’ ἰὼν ὀψάριον ὑμῖν ἀγοράσω ι
σκεύαζε, παῖ, τοὐψάριον ἡμῖν.
εἰ μὴ παραμυθῇ μ’ ὀψαρίοις ἑκάστοτε,
θερμοτέροις χαίροις σύ γ’ ἂν τοῖς ὀψαρίοις ἢ τὸ μέσον ἢ κατωτέρω;
β. κατωτέρω; τί λέγεις σύ; α. ποδαπὸς οὑτοσὶ
ἅνθρωπος; οὐκ ἐπίστασαι ζῆν ψυχρά σοι
ἅπαντα παραθῶ; β. μηδαμῶς. α. ζέοντα δέ;
β. Ἄπολλον. α. οὐκοῦν τὸ μέσον ἔστω; β. δηλαδή.
α. τοῦθ’ ἕτερος οὐδεὶς τῶν ὁμοτέχνων μου ποιεῖ . 386b
β. οὐκ οἴομ’ οὐδ’ ἄλλ’ οὐδὲν ὧν σὺ νῦν ποιεῖς.
α. ἐγὼ δ’ ἐρῶ σοι· τοῖς γὰρ ἑστιωμένοις
τὸν καιρὸν ἀποδίδωμι τῆς συγκράσεως.
β. σὺ πρὸς θεῶν ἔθυσας οἶμαι τὸν ἔριφον
μὴ κόπτ’ ἔμ᾽, ἀλλὰ τὰ κρέα. α. παῖδες, παράγετε·
ὀπτάνιον ἔστιν; β. ἔστι. α. καὶ κάπνην ἔχει;
β. δηλονότι. α. μή μοι δῆλον, ἀλλ’ ἔχει κάπνην;
386c β. ἔχει. α. κακόν, εἰ τύφουσαν. β. ἀπολεῖ μ᾽· οὑτοσί.
ταῦτὰ
ὁ πρῶτος εἰπὼν ὅτι σοφιστὴς οὐδὲ εἷς
ἔμψυχον οὐδὲν ἐσθίει σοφός τις ἦν.
ἐγὼ γὰρ ἥκω νῦν ἀγοράσας οὐδὲ ἓν 386d
ἔμψυχον ἰχθῦς ἐπριάμην τεθνηκότας
μεγάλους, κρεᾴδι’ ἀρνὸς ἑφθὰ πίονος,
οὐ ζῶντος· οὐχ οἷόν τε γάρ. τί ἄλλο; ναί,
ἡπάτιον ὀπτὸν προσέλαβον. τούτων ἐὰν
δείξῃ τις ἢ φωνήν τι ἢ ψυχὴν ἔχον,
ἀδικεῖν ὁμολογῶ καὶ παραβαίνειν τὸν νόμον. ἐπὶ τούτοις οὖν ἔασον ἡμᾶς δειπνεῖν. ἰδοὺ γάρ, ἕως πρὸς σὲ διαλέγομαι, καὶ οἱ φασιανικοὶ παραπεπλεύκασιν ὑπεριδόντες ἡμᾶς διὰ τὴν ἄκαιρὸν 386e σου γλωσσαργίαν.
Εὐρύβατε κνισολοῖχε, οὐκ ἔσθ’ ὅπως
οὐκ ὀλβιογάστωρ εἶ σύ. 386f
ὁδὶ δὲ δὴ τίς ἐστιν ὄρνις; οὐκ ἐρεῖς;
β. ἐπικεχοδὼς ἔγωγε φασιανικός.
τοὺς φασιανούς, οὓς τρέφει Λεωγόρας.
καὶ τὸ λεγόμενον,
σπανιώτερον πάρεστιν ὀρνίθων γάλα·
καὶ φασιανὸς ἀποτετιλμένος καλῶς.
ἀτταγᾶς . Ἀριστοφάνης Πελαργοῖς·
ἀτταγᾶς ἥδιστον ἕψειν ἐν ἐπινικίοις κρέας.
Ἀλέξανδρος
οὐδ’ ἀτταγᾶς τε καὶ λαγὼς διατρώγων.
τοῦ μὲν πετάλοισιν ἐπ’ ἀκροτάτοις ἱζάνοισι ποικίλοι πανέλοπες, καἰολόδειροι λαθιπορφυρίδες καὶ ἀλκυόνες τανυσίπτεροι.
αἰεὶ μ᾽, ὦ φίλε θυμέ, ὁ τανύπτερος ὡς ὅκα πορφυρίς.
πτώσσουσαν ὥστε πέρδικα.
ὄρνιθος ἦλθ’ ἐπώνυμος
πέρδικος ἐν κλεινοῖς Ἀθηναίων πάγοις.
ἔξεισιν ἄκων δεῦρο πέρδικος τρόπον. 389a
τὸν Κλεόμβροτόν τε τοῦ
πέρδικος υἱόν.
τοὺς ἑψητοὺς καὶ τοὺς πέρδικας ἐκείνους.
σηπίας τ’ ἆγον νεούσας πέρδικάς τε πετομένους.
ἔπη δὲ γε καὶ μέλος Ἀλκμὰν
εὗρε γεγλωσσάμενον·
κακκαβίδων στόμα συνθέμενος,
ἀληθῆ
ὄρτυγας ἔθρεψας σύ τινας ἤδη πώποτε;
β. ἔγωγε μίκρ’ ἄττ’ ὀρτύγια. κἄπειτα τί;
ὡς δὴ σὺ τί
ποιεῖν δυνάμενος, ὀρτυγίου ψυχὴν ἔχων; 392f
οὐδέ μοι Αἰγυπτίων βίος ἤρεσεν οἷον ἔχουσι,
χέννια τίλλοντες καὶ
σιτουμένην δύστηνον ἀθλίαν φάβα,
μέσακτα πλευρὰ πρὸς πτύοις πεπλεγμένην.
λευκὸς Ἀφροδίτης εἰμὶ γὰρ περιστερός,
ὁ δὲ Διόνυσος οἶδε τὸ μεθύσαι μόνον
εἰ δὲ νέον ἢ παλαιόν, οὐ πεφρόντικεν.
περιστερὰς
ἔνδον τρέφω τῶν Σικελικῶν τούτων πάνυ
κομψάς.
ἀπόπεμψον ἀγγέλλοντα τὸν περιστερόν.
ἀλλ᾽, ὦ περιστέριον, ὅμοιον Κλεισθένει,
πέτου, κόμισον δὲ μ’ ἐς Κύθηρα καὶ Κύπρον.
καί τε σύ γε θρέψαιο Δρακοντιάδας διτοκεύσας
ἢ Σικελὰς μεγάροισι πελειάδας· οὐδὲ φιν ἅρπαι
οὐδ’ ὄφις ὀστρακέοις λωβήσιμοι ἐξενέπονται,
νάσσας, κολοιούς, ἀτταγᾶς, φαλαρίδας, 395f
τροχίλους, κολύμβους.
καὶ πνικτὰ Σικελὰ πατανίων σωρεύματα.
τῷ δ’ ὑποτρίψας τι μέρος πνῖξον καθαρύλλως.
καὶ πρῶτα μὲν
αἴρω ποθεινὴν μᾶζαν, ἣν φερέσβιος
Δηὼ βροτοῖσι χάρμα δωρεῖται φίλον
ἔπειτα πνικτὰ τακερὰ μηκάδων μέλη,
χλόην καταμπέχοντα σάρκα νεογενῆ.
β. τί λέγεις; α. τραγῳδίαν περαίνω Σοφοκλέους.
ὁδὶ γὰρ αὐτός ἐστιν εἴ τι γρύξομαι
ὧν σοι λέγω πλέον τι γαλαθηνοῦ μυός.
κομψός γε μικρὸς κρωμακίσκος οὑτοσὶ
γαλαθηνός. ἡνίοχος
ὁ βοῦς ὁ χαλκοῦς ἦν ἂν ἑφθὸς δεκάπαλαι,
ὁ δ’ ἴσως γαλαθηνὸν τέθυκε τὸν χοῖρον λαβών,
οἷά τε νεβρὸν νεοθηλέα
γαλαθηνόν, ὅς τ’ ἐν ὕλῃ κεροέσσης
ἀπολειφθεὶς ἀπὸ μητρὸς ἐπτοήθη.
νῦν μὲν γὰρ ἡμῖν παιδικῶν ἅλις,
ἅλις ὅπως περ ἀρνῶν ἐστι γαλαθηνῶν τε καὶ
χοίρων. 396e
ὦ τέκος, οἷον ἔχω πόνον
σὺ δ’ ἀωτεῖς, γαλαθηνῷ δ’ ἤτορι κνώσσεις.
ἰοστεφάνου γλυκεῖαν ἐδάκρυσαν
ψυχὰν ἀποπνέοντα γαλαθηνὸν τέκος.
Ἕκτωρ γὰρ θνητός τε γυναῖκά τε θήσατο μαζόν,
νεβροὺς κοιμήσασα νεηγενέας γαλαθηνούς.
τῶν ταὧν μὲν ὡς ἅπαξ τις ζεῦγος ἤγαγεν μόνον,
σπάνιον ὂν τὸ χρῆμα· πλείους δ’ εἰσὶ νῦν τῶν ὀρτύγων.
397c μή ποτε θρέψω
παρὰ Φερσεφόνῃ τοιόνδε ταὧν, ὃς τοὺς εὕδοντας
ἐγείρει.
Τηρεὺς γὰρ εἶ σύ; πότερον ὄρνις ἢ ταὧς;
ὄρνις δῆτα. τίς ποτ’ ἐστίν; οὐ δήπου ταὧς;
λαμβάνοντι γὰρ
ὄρτυγας στρουθούς τε κορυδαλλάς τε φιλοκονίονας
τέτραγάς τε σπερματολόγους κἀγλαὰς συκαλλίδας.
ἦν δ’ ἐρῳδιοί τε πολλοὶ μακροκαμπυλαύχενες
τέτραγές τε σπερματολόγοι.
ἶσον δ’ Ἑρμιονεὺς ποσὶ καρπαλίμοισι μετασπὼν
ψοίας ἔγχει νύξε.
λοβὸς τίς ἐστι καὶ ψόαι καλούμεναι·
ταύτας ἐπιτεμὼν πρὶν θεωρῆσαι μαθών
οὖθαρ. Τηλεκλείδης Στερροῖς·
ὡς οὖσα θῆλυς εἰκότως οὖθαρ φορῶ. ʽ
ὑπογάστριον θύννου τι κἀκροκώλιον.
ἰχθύων δὲ δὴ
ὑπογάστρι᾽, ὦ Δάματερ.
θύννων τε λευκῶν Σικελικῶν ὑπήτρια·
τοῦ δὲ λαγὼ πολλοί τε τρόποι πολλαί τε θέμιστες
σκευασίας εἰσίν. κεῖνος δ’ οὖν ἐστιν ἄριστος,
ἂν πίνουσι μεταξὺ φέρῃς κρέας ὀπτὸν ἑκάστῳ, 399e
θερμόν, ἁπλῶς ἁλίπαστον, ἀφαρπάζων ὀβελίσκου
μικρὸν ἐνωμότερον. μὴ λυπείτω δὲ σ’ ὁρῶντα
ἰχῶρα στάζοντα κρεῶν, ἀλλ’ ἔσθιε λάβρως.
αἱ δ’ ἄλλαι περίεργοι ἔμοιγ’ εἰσὶν διὰ παντὸς
σκευασίαι γλοιῶν καταχύσματα καὶ κατάτυρα
καὶ κατέλαια λίαν, ὥσπερ γαλεοψοποιούντων.
ἐν τῇ γὰρ Ἀττικῇ τίς εἶδε πώποτε
λέοντας ἢ τοιοῦτον ἕτερον θηρίον;
οὗ δασύποδ’ εὑρεῖν ἐστιν οὐχὶ ῥᾴδιον.
κορίαννον ἵνα τί λεπτόν; β. ἵνα τοὺς δασύποδας
οὓς ἂν λάβωμεν ἁλσὶ διαπάττειν ἔχῃς. 400a
λύσας ἴσως ἂν τὸν λαγὼν ξυναρπάσειεν ὑμῶν.
ἀπόλωλα· τίλλων τὸν λαγὼν ὀφθήσομαι.
γέρανοι, χελῶναι, γλαῦκες, ἰκτῖνοι, λαγοί.
λαγὸν ταράξας πῖθι τὸν θαλάσσιον,
γέρανοι, κορῶναι, γλαῦκες, ἰκτῖνοι, λαγοί.
τί τοῦτο; ποδαπὸς οὗτος;
β. χελιδόνειος ὁ δασύπους, γλυκεῖα δ’ ἡ μίμαρκυς. 401b
σὺ δ᾽, ὦ Σύαγρε, Πηλιωτικὸν τρέφος·
ξεῖνε, Φιλίτας εἰμί. λόγων ὁ ψευδόμενός με
ὤλεσε καἰνικτῶν φροντίδες ἑσπέριοι.
λαβὼν ἐπανάξω σύαγρον εἰς τὴν οἰκίαν
τῆς νυκτὸς αὐτῆς καὶ λέοντα καὶ λύκον.
νυμφῶν ὑπὸ σπήλυγγα τόνδ’ αὐτόστεγον
σύαγρον ἐκβόλειον εὔθηρον κυσίν,
ὁπλάς τ’ ἀπαρχὰς ἀκροθινιάζομαι.
ἔδυ δ’ ἐς ἄντρον ἀσχέδωρος ὥς.
ἔνθ’ οὔτε ποιμὴν ἀξιοῖ νέμειν βοτὰ
οὔτε ἀσχέδωρος νεμόμενος καπρώζεται.
κρέας δὲ τίνος ἥδιστ’ ἂν ἐσθίοις φησίν; β. τίνος;
εἰς εὐτέλειαν. τῶν προβάτων μὲν οἷς ἔνι
402e μήτ’ ἔρια μήτε τυρός, ἀρνός, φίλτατε.
τῶν δ’ αἰγιδίων κατὰ ταὔθ’ ἃ μὴ τυρὸν ποιεῖ,
ἐρίφου. διὰ τὴν ἐπικαρπίαν γὰρ τῶν ἁδρῶν
ταῦτ’ ἐσθίων τὰ φαῦλ’ ἀνέχομαι.
τῶν χερσαίων δ’ ὑμῖν ἥξει
παρ’ ἐμοῦ ταυτί
βοῦς ἀγελαῖος, τράγος ὑλιβάτης,
αἲξ οὐρανία, κριὸς τομίας,
κάπρος ἐκτομίας, ὗς οὐ τομίας
δέλφαξ, δασύπους, ἔριφοι,
τυρὸς χλωρός, τυρὸς ξηρός,
τυρὸς κοπτός, τυρὸς ξυστός,
τυρὸς τμητός, τυρὸς πηκτός.
402f βαῖν’ ἐκ θαλάμων κυπαρισσορόφων
ἔξω, Μάνη· στεῖχ’ εἰς ἀγορὰν
πρὸς τοὺς Ἑρμᾶς,
οὗ προσφοιτῶσ’ οἱ φύλαρχοι,
τούς τε μαθητὰς τοὺς ὡραίους
οὓς ἀναβαίνειν ἐπὶ τοὺς ἵππους
μελετᾷ Φείδων καὶ καταβαίνειν
οἶσθ’ οὓς φράζω;
τούτοις τοίνυν ἄγγελλ᾽, ὁτιὴ
ψυχρὸν τοὔψον, τὸ ποτὸν θερμόν,
ξηρὸν φύραμ᾽, ἄρτοι ξηροί· 403a
σπλάγχν’ ὀπτᾶται, χναῦμ’ ἥρπασται,
κρέας ἐξ ἅλμης ἐξῄρηται,
τόμος ἀλλᾶντος, τόμος ἠνύστρου,
χορδῆς ἕτερος, φύσκης ἕτερος
διαλαιμοτομεῖθ’ ὑπὸ τῶν ἔνδον
κρατὴρ ἐξερροίβδητ’ οἴνου·
πρόποσις χωρεῖ· λέπεται κόρδαξ·
ἀκολασταίνει νοῦς μειρακίων·
πάντ’ ἐστ’ ἔνδον τὰ κάτωθεν ἄνω.
μέμνησ’ ἃ λέγω, πρόσεχ’ οἷς φράζω.
χάσκεις οὗτος; βλέψον δευρί· πῶς αὐτὰ φράσεις; αὐτίκ’ ἐρῶ σοι πάλιν ἐξ ἀρχῆς· ἥκειν ἤδη καὶ μὴ μέλλειν 403b τῷ τε μαγείρῳ μὴ λυμαίνεσθ᾽, ὡς τῶν ὄψων ἑφθῶν ὄντων, ὀπτῶν ὄντων, ψυχρῶν ὄντων, καθ’ ἕκαστα λέγων βολβός, ἐλαία, σκόροδον, καυλός, κολοκύντη, ἔτνος, θρῖον, φυλλάς, θύννου τεμάχη, γλάνιδος, γαλεοῦ, ῥίνης, γόγγρου· φοξῖνος ὅλος, κορακῖνος ὅλος , μεμβράς, σκόμβρος, θυννίς, κωβιός. ἠλακατῆνες, κυνὸς οὐραῖον τῶν καρχαριῶν, νάρκη, βάτραχος, πέρκη, σαῦρος , 403c τριχίας, φυκίς. βρίγκος, τρίγλη, κόκκυξ, τρυγών, σμύραινα, φάγρος, μύλλος , λεβίας, σπάρος, αἰολίας· θρᾷττα, χελιδών, καρίς, τευθίς, ψῆττα, δρακαινίς, πουλυπόδειον, ὁ σηπία, ὀρφώς, κάραβος , ἔσχαρος, ἀφύαι, βελόναι, κεστρεύς, σκορπίος, ἔγχελυς, ἄρκτος· κρέα τ’ ἄλλα τὸ πλῆθος ἀμύθητον χηνός, χοίρου, βοός, ἀρνός, οἰός, κάπρου, αἰγός, ἀλεκτρυόνος, νήττης, κίττης, πέρδικος, ἀλωπεκίου.
καὶ μετὰ δεῖπνον θαυμαστὸν ὅσ’ ἔστ᾽
ἀγαθῶν πλήθη.
πᾶς δὲ κατ’ οἴκους μάττει, πέττει, 403d
τίλλει, κόπτει, τέμνει, δεύει,
χαίρει, παίζει, πηδᾷ, δειπνεῖ,
πίνει, σκιρτᾷ, λορδοῖ, κεντεῖ. σεμναὶ δ’ αὐλῶν ἀγαναὶ φωναί,
μολπά, κλαγγὰ θράττει, πνεῖται
κούραν κασίας
ἀπὸ γᾶς ἁγίας, ἁλίας Συρίας·
ὀσμὴ σεμνὴ μυκτῆρα δονεῖ
λιβάνου, μάρου, σμύρνης, καλάμου,
στύρακος, βάρου,
λίνδου, κίνδου, κισθοῦ, μίνθου·
τοιάδε δόμους ὁμίχλη κατέχει
πάντων ἀγαθῶν ἀνάμεστος.
Σόφων Ἀκαρνὰν καὶ Ῥόδιος Δαμόξενος
ἐγένονθ’ ἑαυτῶν συμμαθηταὶ τῆς τέχνης·
ἐδίδασκε δ’ αὐτοὺς Σικελιώτης Λάβδακος. 403f
οὗτοι τὰ μὲν παλαιὰ καὶ θρυλούμενα ἀρτύματ’ ἐξήλειψαν ἐκ τῶν βιβλίων καὶ τὴν θυίαν ἠφάνισαν ἐκ τοῦ μέσου, οἷον λέγω κύμινον, ὄξος, σίλφιον, τυρόν, κορίαννον, οἷς ὁ Κρόνος ἀρτύμασιν ἐχρῆτο, ὁ πάντ’ ἀφεῖλον εἶναὶ θ’ ὑπέλαβον 404a τὸν τοῖς τοιούτοις παντοπώλην χρώμενον. αὐτοὶ δ’ ἔλαιον καὶ λοπάδα καινήν, πάτερ, πῦρ τ’ ὀξὺ καὶ μὴ πολλάκις φυσώμενον ἐπόθουν· ἀπὸ τούτου πᾶν τὸ δεῖπνον εὐτρεπὲς οὗτοί τε πρῶτοι δάκρυα καὶ πταρμὸν πολὺν ἀπὸ τῆς τραπέζης καὶ σίαλον ἀπήγαγον, τῶν τ’ ἐσθιόντων ἀνεκάθηραν τοὺς πόρους ὁ μὲν οὖν Ῥόδιος πιών τιν’ ἅλμην ἀπέθανεν 404b παρὰ τὴν φύσιν γὰρ τὸ ποτὸν ἦν. β. μάλ’ εἰκότως. α. ὁ Σόφων δὲ πᾶσαν τὴν Ἰωνίαν ἔχει, ἐμὸς γενόμενος, ὦ πάτερ, διδάσκαλος. καὐτὸς φιλοσοφῶ καταλιπεῖν συγγράμματα σπεύδων ἐμαυτοῦ καινὰ τῆς τέχνης. β. παπαῖ· ἐμὲ κατακόψεις, οὐχ ὃ θύειν μέλλομεν, α. τὸν ὄρθρον ἐν ταῖς χερσί μ’ ὄψει βιβλία ἔχοντα καὶ ζητοῦντα τὰ κατὰ τὴν τέχνην, 404c οὐδὲν Διοδώρου διαφέρω τἀσπενδίου. γεύσω δ᾽, ἐὰν βούλῃ, σὲ τῶν εὑρημένων οὐ ταὐτὰ προσάγω πᾶσιν ἀεὶ βρώματα· τεταγμέν’ εὐθὺς ἐστί μοι πρὸς τὸν βίον ἕτερ’ ἐστὶ τοῖς ἐρῶσι καὶ τοῖς φιλοσόφοις καὶ τοῖς τελώναις. μειράκιον ἐρωμένην
ἔχον πατρῴαν οὐσίαν κατεσθίει·
τούτῳ παρέθηκα σηπίας καὶ τευθίδας
καὶ τῶν πετραίων ἰχθύων τῶν ποικίλων
ἐμβαμματίοις γλαφυροῖσι κεχορηγημένα· 404d
ὁ γὰρ τοιοῦτός ἐστιν οὐ δειπνητικός,
πρὸς τῷ φιλεῖν δὲ τὴν διάνοιὰν ἐστ’ ἔχων.
τῷ φιλοσόφῳ παρέθηκα κωλῆν ἢ πόδας
ἀδηφάγον τὸ ζῷον εἰς ὑπερβολὴν
ἐστιν. τελώνῃ γλαῦκον, ἔγχελυν, σπάρον.
ὅταν ἐγγύς ᾖ τῳ δ’ ἡ σορός, ἀρτύω φακῆν
καὶ τὸ περίδειπνον τοῦ βίου λαμπρόν ποιῶ.
τά τῶν γερόντων στόματα διαφοράν ἔχει,
νωθρότερα πολλῷ δ’ ἐστὶν ἢ τὰ τῶν νέων. 404e
σίναπυ παρατίθημι τούτοις καὶ ποιῶ
χυλοὺς ἐχομένους δριμύτητος τὴν φύσιν,
ἵνα διεγείρας πνευματῶ τὸν ἀέρα.
ἰδὼν τὸ πρόσωπον γνώσομ’ οὗ ζητεῖ φαγεῖν
ἕκαστος ὑμῶν.
σφόδρα μοι κεχάρισαι, Σιμία. νὴ τοὺς θεούς,
ταυτὶ προείπας τὸν μάγειρον εἰδέναι 404f
πολὺ δεῖ γὰρ αἰεὶ πρότερον οἷς μέλλει ποιεῖν
τὸ δεῖπνον ἢ τὸ δεῖπνον ἐγχειρεῖν ποιεῖν.
ἂν μὲν γάρ ἕν τις τοῦτ’ ἐπιβλέψῃ μόνον,
τοὔψον ποιῆσαι κατὰ τρόπον πῶς δεῖ, τίνα
τρόπον παραθεῖναι δ’ ἢ πότ’ ἢ πῶς σκευάσαι
δεῖ, μὴ προίδηται τοῦτο μηδὲ φροντίσῃ,
οὐκέτι μάγειρος, ὀψοποιός ἐστι δέ.
οὐ ταὐτὸ δ’ ἐστὶ τοῦτο, πολὺ διήλλαχεν.
ὡς οὐ στρατηγὸς πᾶς καλεῖθ’ ὃς ἂν λάβῃ
405a δύναμιν, ὁ μέντοι δυνάμενος κἀν πράγμασιν
ἀναστραφῆναι καὶ διαβλέψαι τί που
στρατηγός ἐστιν, ἡγεμὼν δὲ θάτερον,
οὕτως ἐφ’ ἡμῖν σκευάσαι μὲν ἢ τεμεῖν
ἡδύσμαθ’ ἑψῆσαί τε καὶ φυσᾶν τὸ πῦρ
ὁ τυχὼν δύναιτ’ ἄν· ὀψοποιὸς οὖν μόνον
ἐστὶν ὁ τοιοῦτος, ὁ δὲ μάγειρος ἄλλο τι. συνιδεῖν τόπον, ὥραν, τὸν καλοῦντα, τὸν πάλιν 405b
δειπνοῦντα, πότε δεῖ καί τίν’ ἰχθὺν ἀγοράσαι,
οὐ τοῦ τυχόντος, πάντα μὲν λήψει σχεδὸν
αἰεὶ γάρ· οὐκ αἰεὶ δὲ τὴν τούτων χάριν
ἔχεις ὁμοίαν οὐδ’ ἴσην τὴν ἡδονήν.
Ἀρχέστρατος γέγραφέ τε καὶ δοξάζεται
παρά τισιν οὕτως ὡς λέγων τι χρήσιμον.
τὰ πολλὰ δ’ ἠγνόηκε κοὐδὲ ἓν λέγει.
405c μὴ πάντ’ ἄκουε μηδὲ πάντα μάνθανε.
τῶν βιβλίων ἔσθ’ ἕνεκα τὰ περὶ τὴν τέχνην
κενὰ μᾶλλον ἢ τόθ’ ὅτ’ οὐδέπω γεγραμμέν’ ἦν.
οὐδ’ ἔστιν εἰπεῖν περὶ μαγειρικῆς, ἐπεὶ
εἶπ’ ἀρτίως
ὅρον γὰρ οὐκ ἔσχηκεν οὐδὲ κύριον
αὐτὴ δ’ ἑαυτῆς ἐστι δεσπότης. ἐὰν δ᾽
εὖ μὲν σὺ χρήσῃ τῇ τέχνῃ, τὸν τῆς τέχνης
καιρὸν δ’ ἀπολέσῃς, παραπόλωλεν ἡ τέχνη.
σιμ. ἄνθρωπε, μέγας εἶ. α. τουτονὶ δ᾽, ὃν ἀρτίως 405d
ἔφης ἔχοντα πεῖραν ἥκειν πολυτελῶν
πολλῶν τε δείπνων, ἐπιλαθέσθαι, Σιμία,
πάντων ποιήσω, θρῖον ἂν δείξω μόνον
παραθῶ τε δεῖπνον ὄζον αὔρας Ἀττικῆς.
ἐξ ἀντλίας ἥκοντα καὶ γέμοντ’ ἔτι
φορτηγικῶν μοι βρωμάτων κἀγωνίας
τἠμῇ ποιήσω νυστάσαι παροψίδι.
πρὸς ταῦτα Αἰμιλιανὸς ἔφη·
βέλτιστε, πολλοῖς πολλὰ περὶ μαγειρικῆς
εἰρημέν’ ἐστὶ
ὅσον δ’ ἀπὸ ταύτης τῆς τέχνης εἴργασμ’ ἐγώ,
οὐδεὶς ὑποκριτής ἐσθ’ ὅλως εἰργασμένος.
καπνιζομένη τυραννὶς αὕτη ᾽σθ’ ἡ τέχνη, 405f
ἀβυρτακοποιὸς παρὰ Σέλευκον ἐγενόμην,
παρ’ Ἀγαθοκλεῖ δὲ πρῶτος εἰσήνεγκ’ ἐγὼ
τῷ Σικελιώτῃ τὴν τυραννικὴν φακῆν.
τὸ μέγιστον οὐκ εἴρηκα Λαχάρους τινός,
ὅτ’ ἦν ὁ λιμός, ἑστιῶντος τοὺς φίλους,
ἀνάληψιν ἐποίησ’ εἰσενέγκας κάππαριν.
α. γυμνὴν Ἀθηνᾶν τότ’ ἐποίησε Λαχάρης οὐδὲν ἐνοχλοῦσαν σὲ δ’ ἐνοχλοῦντα νῦν ἐγώ,
τοῦ καὶ κινυμένοιο Διὸς ποτὶ χαλκοβατὲς δῶ
ἔμπης ἐς γαῖάν τε καὶ οὐρανὸν ἵκετ’ αὐτμή.
ταῦτά μοι ὁρμαίνοντι παρίστατο Παλλὰς Ἀθήνη,
χρυσῆν ῥάβδον ἔχουσα, καὶ ἤλασεν εἶπέ τε μῦθον. 406f
δεινὰ παθοῦσα, Φακῆ βδελυρή, χώρει ᾽ς τὸν ἀγῶνα.
καὶ τότ’ ἐγὼ ᾽ θάρσησα.
407a λίθοι μὲν οἵδε· βαλλέτω δ’ εἴ τις θέλει·
ἀγαθὸν δὲ κἀν χειμῶνι κἀν θέρει φακῆ.
μετὰ τοῦτον αὐτῷ Τηλέμαχος συνετύγχανε.
καὶ τοῦτον ἀσπασάμενος ἡδέως πάνυ
ἔπειτα ᾽χρῆσόν μοι σύ, φησί, τὰς χύτρας 407e
ἐν αἷσιν ἕψεις τοὺς κυάμους καὶ ταῦτά γε
ἔφη τε καὶ παριόντα Φείδιππον πάλιν
τὸν Χαιρεφίλου πόρρωθεν ἀπιδὼν τὸν παχὺν
ἐπόππυσ᾽, εἶτ’ ἐκέλευσε πέμπειν σαργάνας.
ὁ δ’ Ἀχαρνικὸς Τηλέμαχος ἔτι δημηγορεῖ.
οὗτος δ’ ἔοικε τοῖς νεωνήτοις Σύροις.
β. πῶς ἢ τί πράττων; βούλομαι γὰρ εἰδέναι.
α. θάργηλον ἀγκάλῃ κυάμων χύτραν φέρει. 407f
ὥστ’ ἔχειν οὐδὲν παρ’ ἡμῖν. νυκτερεύσας δ’ ἀθλίως
πρῶτα μὲν σκληρῶς καθεῦδον, εἶτα Θούδιππος
βδέων
παντελῶς ἔπνιξεν ἡμᾶς, εἶθ’ ὁ λιμὸς ἥπτετο.
εἶτ’ ἐφερόμην πρὸς Δίωνα τὸν διάπυρον· ἀλλὰ γὰρ
οὐδ’ ἐκεῖνος οὐδὲν εἶχε. πρὸς δὲ τὸν χρηστὸν δραμὼν
Τηλέμαχον Ἀχαρνέα σωρόν τε κυάμων καταλαβὼν
ἁρπάσας τούτων ἐνέτραγον. ὁ δ’ ὄνος ἡμᾶς
ὡς ὁρᾷ,
ὡσπερεὶ ὁ Κηφισόδωρος περὶ τὸ βῆμ᾽, ἐπέρδετο. 408a
πρὸς ἐμαυτὸν ἐνθυμούμενος, νὴ τοὺς θεούς,
ὅσῳ διαφέρει σῦκα καρδάμων, σὺ δὲ
Παύσωνι φὴς τὸ δεῖνα προσλελαληκέναι;
β. καὶ πρᾶγμά γ’ ἠρώτα με δυστράπελον πάνυ,
ἔχον δὲ πολλὰς φροντίδων διεξόδους.
408b α. λέγ’ αὐτό· καὶ γὰρ οὐκ ἀγέλοιὸν ἐστ’ ἴσως.
β. ἔτνος κυάμινον διότι τὴν μὲν γαστέρα
φυσᾷ, τὸ δὲ πῦρ οὔ. α. χάριεν οἷς γινώσκεται
τὸ πρᾶγμα τοῦ Παύσωνος. ὡς δ’ ἀεί ποτε
περί τοὺς κυάμους ἔσθ’ οὗτος ὁ σοφιστὴς γέλως.
ἦ ῥα καὶ ἀμφίπολον ταμίην ὤτρυν’ ὁ γεραιὸς
χερσὶν ὕδωρ ἐπιχεῦαι ἀκήρατον ἡ δὲ παρέστη
χέρνιβον ἀμφίπολος πρόχοὸν θ’ ἅμα χερσὶν ἔχουσα.
κἄν τις τύχῃ πρῶτος δραμὼν εἴληφε χειρόνιπτρον
ἀνὴρ δ’ ὅταν τις ἀγαθὸς ᾖ καὶ χρήσιμος πολίτης
νικᾷ τε πάντας χρηστὸς ὤν, οὐκ ἔστι χειρόνιπτρον.
κιθάρα, τρίποδες, ἅρματα, τράπεζαι χαλκίαι,
χειρόνιβα, λοιβάσια, λέβητες χαλκίοι.
καὶ δὴ δεδειπνήκασιν αἱ γυναῖκες· ἀλλ’ ἀφαιρεῖν
ὥρα ᾽ στὶν ἤδη τὰς τραπέζας, εἶτα παρακορῆσαι,
ἔπειτα κατὰ χειρῶν ἑκάστῃ καὶ μύρον τι δοῦναι.
οἱ δὲ κατὰ χειρῶν λαβόντες περιμένουσι, φίλτατε.
νίψασθαι· παρὰ δὲ ξεστὴν ἐτάνυσσε τράπεζαν.
τοῖσι δὲ κήρυκες μὲν ὕδωρ ἐπὶ χεῖρας ἔχευαν,
σῖτον δὲ δμωαὶ παρενήνεον ἐν κανέοισι.
εἰς χερνίβ’ ὡς βάψειεν Ἀλκμήνης γόνος.
αὐτοῦ τὴν χερνίβα παύσεις.
ἐν ὅσῳ δ’ ἀκροῶμαί σου κέλευσὸν μοί τινα
φέρειν ἀπονίψασθαι. β. δότω τις δεῦρ’ ὕδωρ
καὶ σμῆμα.
τότε
περιπατήσεις κἀπονίψει κατὰ τρόπον 409e
τὰς χεῖρας εὐώδη λαβὼν γῆν.
ἔπειτα δὲ παῖδες νίπτρ’ ἔδοσαν κατὰ χειρῶν,
σμήμασιν ἰρινομείκτοις χλιεροθαλπὲς ὕδωρ ἐπεγχέοντες
τόσσον ὅσον τις ἔχρῃζ᾽, ἐκτρίμματά τε
λαμπρὰ
σινδονυφῆ, δίδοσαν δὲ χρίματὰ τ’ ἀμβροσίοδμα
καὶ στεφάνους ἰοθαλέας.
ἐπεὶ δὲ θᾶττον ἦμεν ἠριστηκότες,
ὁ παῖς περιεῖλε τὰς τραπέζας, νίμματα 409f
ἐπέχει τις, ἀπενιζόμεθα, τοὺς στεφάνους πάλιν
τοὺς ἑσπερίνους λαβόντες ἐστεφανούμεθα.
ὥσπερ ἀπόνιπτρον ἐκχέοντες ἑσπέρας.
χειρόμακτρον δὲ καλεῖται ᾧ τὰς χεῖρας ἀπεμάττοντο ὠμολίνῳ· ὅπερ ἐν τοῖς προκειμένοις Φιλόξενος ὁ Κυθήριος ὠνόμασεν ἔκτριμμα. Ἀριστοφάνης Ταγηνισταῖς·
φέρε, παῖ, ταχέως κατὰ χειρὸς ὕδωρ,
παράπεμπε τὸ χειρόμακτρον.
σκυθιστὶ χειρόμακτρον ἐκκεκαρμένος
ἐσπουδάκει δ’ ἕκαστος ὡς ἂν ἑστιῶν
ἅμα τ’ ὀξύπεινον ἄνδρα καὶ Βοιώτιον.
τὸ γοῦν κατὰ χειρὸς περιέγραψ’ εἴπας ὅτι
μετὰ δεῖπνον αὐτῷ τοῦτο γίνεται λαβεῖν.
χερρόμακτρα δὲ πορφύρᾳ
κἀπαυγάμενα ταῦτά τοι
Μνᾶσις πέμψ’ ἀπὺ Φωκάας
δῶρα τίμια κὰγ
Deipnosophistae. Athenaeus. ed. Charles Burton Gulick. Medford, MA. 2010.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The National Endowment for the Humanities; Google Digital Humanities Awards Program.