αλλ’ ὠσπερ δείπνου γλαφυροὺ ποικίλην εὐωχίαν τὸν ποιητὴν δεῖ παρεχειν τοῖς θεαταῖς ταν σοφόν,
ἵν’ ἀπίῃ τις τοῦτο λαβὼν καὶ φαγὼν, καὶ προσπιὼν
ᾧ χαίρει, καὶ σκευασία μὴ μί’ ᾖ τῆς μουσικῆς,
πρῶτον· μὲν αἴ κ’ ἔσθοντ’ ἴδοις νιν ἀποθάνοις.
βρέμει μὲν ὁ φάρυγξ ἔνδοθ᾽, ἀραβεῖ δ’ ἁ γνάθος,
ψοφεῖ δ᾽· ὁ γομφίος, τέτριγε δ’ ὁ κυνόδων,
σίζει δὲ ταῖς ῥίνεσσι, κινεῖ δ’ οὔατα.
ὑπὸ δὲ τῆς βουλιμίας
κατέπινε καὶ τὰ κᾶλα καὶ τοὺς ἄνθρακας.
ἀλλ’ ἐμὲ μὲν δορπῆσαι ἐάσατε κηδόμενὸν περ·
οὐ γάρ τι στυγερῇ ἐπὶ γαστέρι κύντερον ἄλλο
ἔπλετο, ἣ τ’ ἐκέλευσεν ἕο μνήσασθαι ἀνάγκῃ
καὶ μάλα τειρόμενον καὶ ἐνιπλησθῆναι ἀνώγει.
ὡς καὶ ἐγὼ πένθος μὲν ἔχω φρεσίν· ἡ δὲ μάλ’ αἰεὶ
ἐσθέμεναι κέλεται καὶ πινέμεν, ἐκ δέ με πάντων
ληθάνει ὅσσ’ ἔπαθον, καὶ ἐνιπλησθῆναι ἀνώγει.
ἤσθιεν ἁρπαλέως κρέα τ’ ἄσπετα καὶ μέθυ ἡδύ.
καὶ περὶ συνθεσίης ἔφαγόν ποτε Μῃόνιον βοῦν
πάτρη γὰρ βρώμην οὐκ ἂν ἐπέσχε Θάσος
Θευγένει· ἅσσα φαγὼν· ἔτ’ ἐπῄτεον. εἵνεκα τούτου,
χάλκεος ἑστήκω χεῖρα προισχόμενος.
τοῖος ἔην Μίλων, ὅτ’ ἀπὸ χθονὸς ἤρατο βρῖθος,
τετραέτη δαμάλην ἐν Διὸς εἰλαπίναις, 413a
ὤμοις δὲ κτῆνος τὸ πελώριον ὡς νέον ἄρνα
ἤνεγκεν δι’ ὅλης κοῦφα πανηγύρεως.
καὶ θάμβος μέν, ἀτὰρ τοῦδε πλέον ἤνυσε θαῦμα
πρόσθεν Πισαίου, ξεῖνε, θυηπολίου·
ὃν γὰρ ἐπόμπευσεν βοῦν ἄζυγον, εἰς κρέα τόνδε
κόψας πάντα κατ’ οὖν μοῦνος ἐδαίσατό νιν.
κακῶν γὰρ ὄντων μυρίων καθ’ Ἑλλάδα
οὐδὲν κάκιόν ἐστιν ἀθλητῶν γένους·
οἳ πρῶτα μὲν ζῆν οὔτε μανθάνουσιν εὖ
οὔτ’ ἂν δύναιντο· πῶς γὰρ ὅστις ἔστ’ ἀνὴρ
γνάθου τε δοῦλος νηδύος θ’ ἡσσημένος, 413d
κτήσαιτ’ ἂν ὄλβον εἰς ὑπερβολὴν πατρός;
οὐδ’ αὖ πένεσθαι κἀξυπηρετεῖν τύχαις
οἷοὶ τ’· ἔθη γὰρ οὐκ ἐθισθέντες καλὰ.
σκληρῶς διαλλάσσουσιν εἰς τἀμήχανα.
λαμπροὶ δ’ ἐν ἥβῃ καὶ πόλεως ἀγάλματα
φοιτῶσ’ ὅταν δὲ προσπέσῃ γῆρας πικρόν,
τρίβωνες ἐκβαλόντες οἴχονται κρόκας.
ἐμεμψάμην δὲ καὶ τὸν Ἑλλήνων νόμον,
οἳ τῶνδ’ ἕκατι σύλλογον ποιούμενοι
τιμῶσ’ ἀχρείους ἡδονὰς δαιτὸς χάριν. 413e
τί γὰρ παλαίσας εὖ, τί δὲ ὠκύπους ἀνήρ
ἢ δίσκον ἄρας ἢ γνάθον παίσας καλῶς
πόλει ι πατρῴᾳ στέφανον ἤρκεσεν λαβών;
πότερα μαχοῦνται πολεμίοισιν ἐν χεροῖν
δίσκους ἔχοντες ἢ δι’ ἀσπίδων χερὶ
θείνοντες ἐκβαλοῦσι πολεμίους πάτρας;
οὐδεὶς σιδήρου ταῦτα μωραίνει πέλας
στάς. ἄνδρας οἶμαι χρὴ σοφούς τε κἀγαθοὺς
φύλλοις στέφεσθαι χὤστις ἡγεῖται πόλει 413f
κάλλιστα σώφρων καὶ δίκαιος ὢν ἀνήρ,
ὅστις τε μύθοις ἔργ’ ἀπαλλάσσει κακὰ
μάχας τ’ ἀφαιρῶν καὶ στάσεις, τοιαῦτα γὰρ
πόλει τε πάσῃ πᾶσί θ’ Ἕλλησιν καλά.
ἀλλ’ εἰ μὲν ταχυτῆτι ποδῶν νίκην τις ἄροιτο
ἢ πενταθλεύων, ἔνθα Διὸς τέμενος 414a
πὰρ Πίσαο ῥοῇσ’ ἐν Ὀλυμπίῃ, εἴτε παλαίων
ἢ καὶ πυκτοσύνην ἀλγινόεσσαν ἔχων,
εἴτε τὸ· δεινὸν ἄεθλον ὃ παγκράτιον καλέουσιν,
ἀστοῖσὶν κ’ εἴη κυδρότερος προσορᾶν
καί κε προεδρίην φανερὴν ἐν ἀγῶσιν ἄροιτο
καί κεν σῖτ’ εἴη δημοσίων κτεάνων
ἐκ πόλιος καὶ δῶρον ὅ οἱ κειμήλιον εἴη·
εἴτε καὶ ἵπποισιν, ταῦτά κε πάντα λάχοι,
οὐκ ἐὼν ἄξιος ὥσπερ ἐγώ. ῥώμης γὰρ ἀμείνων 414b
ἀνδρῶν ἠδ’ ἵππων ἡμετέρη σοφίη.
ἀλλ’ εἰκῇ μάλα τοῦτο νομίζεται, οὐδὲ δίκαιον
προκρίνειν ῥώμην τῆς ἀγαθῆς σοφίης.
οὔτε γὰρ εἰ πύκτης ἀγαθῆς λαοῖσι μετείη
οὔτ’ εἰ πενταθλεῖν οὔτε παλαισμοσύνην,
οὐδὲ μὲν εἰ ταχυτῆτι ποδῶν, τόπερ ἐστὶ πρότιμον
ῥώμης ὅσσ’ ἀνδρῶν ἔργ’ ἐν ἀγῶνι πέλει,
τοὔνεκεν ἂν δὴ μᾶλλον ἐν εὐνομίῃ πόλις εἴη. 414c
σμικρὸν δ’ ἄν τι πόλει χάρμα γένοιτ’ ἐπὶ τῷ,
εἴ τις ἀεθλεύων νικῷ Πίσαο παρ’ ὄχθας·
οὐ γὰρ πιαίνει ταῦτα μυχοὺς πόλεως.
γυμνοὶ γὰρ ὀσφύν, φαιδίμους βραχίονας
ἥβῃ σφριγῶντες ἐμπορεύονται, νέῳ
στίλβοντες ἄνθει καρτερὰς ἐπωμίδας·
ἄδην δ’ ἐλαίου στέρνα κἀσπίδων κύτος
χρίουσιν ὡς ἔχοντες οἴκοθεν τρυφήν.
Φυρόμαχον τὸν πάντα φαγεῖν βορόν, οἷα κορώνην 414e
παννυχικήν, αὕτη ῥωγὰς ἔχει κάπετος
χλαίνης ἐν τρύχει Πελληνίδος. ἀλλὰ σὺ τούτου
καὶ χρῖε στήλην, Ἀττικέ, καὶ στεφάνου,
εἴ ποτέ σοι προκύων συνεκώμασεν. ἦλθε δ’ ὁ μαυρὰ
βλέψας ἐκ πελίων νωδὸς ἐπισκυνίων,
ὁ τριχιδιφθερίας, μονολήκυθος· ἐκ γὰρ ἀγώνων
τῶν τότε ληναίην ἦλθ’ ὑπὸ Καλλιόπην. 414f
ἔσθει μὲν ἄρτους τρεῖς, ὄνους, κανθηλίους
τρεῖς τῆς βραχείας ἡμέρας πίνει δ᾽, ἕνα 415c
καλῶν μετρητήν, τὸν δεκάμφορον, πίθον.
ἐγὼ κατεσθίω μόλις τῆς ἡμέρας
πένθ’ ἡμιμέδιμν᾽, ἐὰν βιάζωμαι. β. μόλις;
ὡς ὀλιγόσιτος ἦσθ’ ἄρ᾽, ὃς κατεσθίεις
τῆς ἡμέρας μικροῦ τριήρους σιτία.
τρίτον δὲ πρὸς τούτοισι τὸν σοφώτατον
Χαίριππον. οὗτος, ὥσπερ οἶδας, ἐσθίει
μέχρι ἂν διδῷ τις ἢ λάθῃ διαρραγείς.
τοιοῦτ’ ἔχει ταμιεῖον ὥσπερ οἰκίας.
πολλὰ πιὼν καὶ πολλὰ φαγὼν καὶ πολλὰ κάκ’ εἰπὼν
ἀνθρώπους κεῖμαι Τιμοκρέων Ῥόδιος. 416a
καὶ ποκά τοι δώσω τρίποδος κύτος,
ᾧ κ’ ἔνι σιτί’ ἀολλέ’ ἀγείρῃς.
ἀλλ’ ἔτι νῦν γ’ ἄπυρος, τάχα δὲ πλέος
ἔτνεος, οἷον ὁ παμφάγος Ἀλκμὰν
ἠράσθη χλιαρὸν πεδὰ τὰς τροπάς.
οὔ τι γὰρ ἠὺ τετυγμένον ἔσθει, 416d
ἀλλὰ τὰ κοινὰ γάρ, ὥσπερ ὁ δᾶμος,
ζατεύει.
ὠρας δ’ ἔσηκε τρεῖς, θέρος
καὶ χεῖμα κὠπώραν τρίταν
καὶ τέτρατον τὸ ἦρ, ὅκα
σάλλει μέν, ἐσθίεν δ’ ἄδαν
οὐκ ἔστι.
ἤδη σχεδόν τι πάντα σοι πλὴν Κτησίου. 416e
δείπνου γὰρ οὗτος, ὡς λέγουσιν οἱ σοφοί,
ἀρχήν, τελευτὴν δ’ οὐκ ἐπίσταται μόνος.
διαρραγήτω χἄτερος δειπνῶν τις εὖ,
μὴ Κτησίας μόνος. β. τί γὰρ σὲ κωλύει;
α. δείπνου γὰρ οὗτος, ὡς λέγουσιν οἱ σοφοί,
ἀρχήν, τελευτὴν δ’ ἔμαθεν οὐδεπώποτε.
οὐκ ἐτὸς ἐρωτῶσίν με προσιόντες τινές· 416f
ὄντως Κραναὸς Κτησίου κατεσθίει
ἔλαττον ἢ δειπνοῦσιν ἀμφότεροι συχνά;
δέῃ, τροχάζω στάδια πλείω Σωτάδου,
τὸν Ταυρέαν δὲ τοῖς πόνοις ὑπερβαλῶ
τὸν Κτησίαν τε τῷ φαγεῖν ὑπερδραμῶ.
ὁρῶ γάρ ἐκ παλαίστρας τῶν φίλων
προσιόντα μοι Δάμιππον. β. ἦ τοῦτον λέγεις 417a
τὸν Πτέρινον; α. αὐτόν τ’ ὃν καλοῦσιν οἱ φίλοι
νυνὶ δι’ ἀνδρείαν Κεραυνόν. β εἰκότως·
ἀβάτους ποιεῖν γὰρ τὰς τραπέζας οἴομαι
αὐτὸν κατασκήπτοντ’ ἐπ’ αὐτὰς τῇ γνάθῳ.
Ἀτρεστίδας τις Μαντινεὺς λοχαγὸς ἦν,
ἀνδρῶν ἁπάντων πλεῖστα δυνάμενος φαγεῖν. 417b
ἑφθῶν μὲν σχεδὸν
τρεῖς μνᾶς. β. λέγ’ ἄλλο. α. ῥυγχίον, κωλῆν, πόδας
τέτταρας ὑείους. β. Ἡράκλεις. α. βοὸς δὲ τρεῖς,
ὄρνιθ᾽. β. Ἄπολλον. λέγ’ ἕτερον. α. σύκων δύο
μνᾶς. β. ἐπέπιες δὲ πόσον; α. ἀκράτου δώδεκα
κοτύλας. β. Ἄπολλον, λέγ’ καὶ Σαβάζιε.
πώνειν μὲν ἁμὲς καὶ φαγεῖν μάλ’ ἀνδρικοὶ
καὶ καρτερεῖμεν, τοῖς δ’ Ἀθηναίοις λέγειν
καὶ μικρὰ φαγέμεν, τοὶ δὲ Θηβαῖοι μέγα.
κτίζε Βοιωτῶν πόλιν,
ἀνδρῶν ἀρίστων ἐσθίειν δι’ ἡμέρας.
οὕτω σφόδρ’ ἐστὶ τοὺς τρόπους Βοιώτιος
ὥστ’ οὐδὲ δειπνῶν, ὡς λέγουσ᾽, ἐμπίπλαται. 417d
μετὰ ταῦτα Θήβας ἦλθον, οὗ τὴν νύχθ’ ὅλην
τὴν θ’ ἡμέραν δειπνοῦσι καὶ κοπρῶν’ ἔχει
ἐπὶ ταῖς θύραις ἕκαστος, οὗ πλήρει βροτῷ
οὐκ ἔστι μεῖζον ἀγαθὸν ὡς χεζητιῶν
μακρὰν βαδίζων, πολλὰ δ’ ἀσθμαίνων ἀνήρ,
δάκνων τὰ χείλη παγγέλοιός ἐστ’ ἰδεῖν,
σὺ μὲν τὸ Θήβης, ὡς λέγεις, πέδον λιπών,
ἀνδρῶν ἀρίστων ἐσθίειν δι’ ἡμέρας 417e
ὅλης τραχήλους καὶ κοπρῶνας πλησίον
οἷος ἐσθίειν πρὸ ἡμέρας
ἀρξάμενος ἢ πάλιν πρὸς ἡμέραν.
εἰμὶ γὰρ Βοιώτιος
ὀλίγα μὲν λαλῶν, β. δίκαια ταῦτα. α. πολλὰ δ᾽·
ἐσθίων.
νῦν δ’ ἵνα μὴ παντελῶς Βοιώτιοι 417f
φαίνησθ’ εἶναι τοῖς διασύρειν ὑμᾶς εἰθισμένοις
ὡς ἀκίνητοι ξυνέσει, ὁ βοᾶν καὶ πίνειν μόνον
καὶ δειπνεῖν ἐπιστάμενοι διὰ τέλους τὴν νύχθ’ ὅλην,
γυμνοῦθ’ αὑτοὺς θᾶττον ἅπαντες.
πότερα θεωροῖς εἴτ’ ἀγωνισταῖς λέγεις; 418a
β, πόλλ’ ἐσθίουσιν, ὡς ἐπασκούντων τρόπος.
α. ποδαποὶ γάρ εἰσιν οἱ ξένοι; β. Βοιώτιοι.
τῶν Φαρσαλίων 418c
ἥκει τις ἵνα καὶ τὰς τραπέζας καταφάγῃ;
β. οὐδεὶς πάρεστιν. α. εὖ γε δρῶντες. ἆρά που
ὀπτὴν κατεσθίουσι πόλιν Ἀχαικήν;
ἔπη τριπήχη Θετταλικῶς τετμημένα.
καὶ χειροβαρὲς σαρκὸς ὑείας Θετταλότμητον κρέας.
ὁ Ζεὺς δὲ τούτων οὐδὲν ἐνθυμούμενος
μύων ξυνέπλαττε Θετταλικὴν τιν’ ἔνθεσιν.
τί πρὸς τὰ Λυδῶν δεῖπνα καὶ τὰ Θετταλῶν;
β. τὰ Θετταλικὰ μὲν πολὺ καπανικώτερα;
ἑπτὰ δὲ καπάνας ἔτρεφον εἰς Ὀλύμπια.
β. τί λέγεις; καπάνας; πῶς; α. καπάνας Θετταλοὶ
πάντες καλοῦσι τὰς ἀπήνας. β. μανθάνω.
Αἰγυπτίους δὲ Ἑκαταῖος ἀρτοφάγους φησὶν
ἡνίκα Πυθαγόρης τὸ περικλεὲς εὕρετο γράμμα,
κλεινὸς ἐφ᾽· ᾧ κλεινὴν ἤγαγε βουθυσίην. 419a
ἀλλ’ ἔγωγέ τοι τὰ δέοντ’ ἔχων
τὰ περιττὰ μισῶ· τοῖς ὑπερβάλλουσι γὰρ
τέρψις μὲν οὐκ ἔνεστι, πολυτέλεια δέ.
τὰ περιττὰ μισῶ. τοῖς ὑπερβάλλουσι γὰρ
δαπάνη πρόσεστιν, ἡδονὴ δ’ οὐδ’ ἡτισοῦν.ʼ
ὡς ἡδὺ πᾶν τὸ μέτριον οὔθ’ ὑπεργέμων 419c
ἀπέρχομαι νῦν οὔτε κενός, ἀλλ’ ἡδέως
ἔχων ἐμαυτοῦ. Μνησίθεος γάρ φησι δεῖν
φεύγειν ἁπάντων τὰς ὑπερβολὰς ἀεί.
παῖδες κρατίστου Πανὸς ἐξωλέστατοι,
ἐγὼ μὲν ὑμῖν, ὡς ὁρᾶτε, στρηνιῶ
δεῖπνον γὰρ οὔτ’ ἐν Καρίᾳ, μὰ τοὺς θεούς,
οὔτ’ ἐν Ῥόδῳ τοιοῦτον οὔτ’ ἐν Λυδίᾳ
κατέχω δεδειπνηκώς. Ἄπολλον, ὡς καλόν.
ἀλλὰ κυλίκιον
ὑδαρὲς ὁ παῖς περιῆγε τοῦ πεντωβόλου,
ἀτρέμα παρεξεστηκός· ὅ τ’ ἀλιτήριος
καὶ δημόκοινος ἐπεχόρευε δαψιλὴς
θέρμος, πενήτων καὶ τρικλίνου συμπότης. 420c
τράγημα γὰρ
ὁ σωφρονιστὴς πᾶσιν ἐν μέσῳ λόγος.
νῦν δ’ ἔρχεσθ’ ἐπὶ δεῖπνον, ἵνα ξυνάγωμεν Ἄρηα.
ὁμοῦ μὲν θυμιαμάτων γέμει, 421a
ὁμοῦ δὲ παιάνων τε καὶ στεναγμάτων.
παραιτητέον εἰς ταῦτ’ ἀποβλέποντάς ἐστι τὸ γαστρίζεσθαι.
῾δεῖπνον γὰρ ἀτελὲς οὐ ποιεῖ παροινίαν,᾽ ὡς
Ἄμφις φησὶν ἐν
Πανί, οὐδὲ ὕβρεις καὶ προπηλακισμούς, ὡς
Ἄλεξις ἐν
Ὀδυσσεῖ ὑφαίνοντι μαρτυρεῖ διὰ τούτων
φιλεῖ γὰρ ἡ μακρὰ συνουσία
καὶ τὰ συμπόσια τὰ πολλὰ καὶ καθ’ ἡμέραν ποιεῖν
σκῶψιν , ἡ σκῶψις δὲ λυπεῖ πλεῖον ἢ τέρπει πολύ.
421b
τοῦ κακῶς λέγειν γὰρ ἀρχὴ γίνετ’ ἂν δ’ εἴπῃς ἅπαξ,
εὐθὺς ἀντήκουσας ἤδη λοιδορεῖσθαι λείπεται,
εἶτα τύπτεσθαι δέδεικται καὶ παροινεῖν. β. ταῦτα γὰρ
κατὰ φύσιν πέφυκεν οὕτως· καὶ τί μάντεως ἔδει;
φιλεῖ γὰρ ἡ μακρὰ συνουσία
καὶ τὰ συμπόσια τὰ πολλὰ καὶ καθ’ ἡμέραν ποιεῖν
σκῶψιν , ἡ σκῶψις δὲ λυπεῖ πλεῖον ἢ τέρπει πολύ. 421b
τοῦ κακῶς λέγειν γὰρ ἀρχὴ γίνετ’ ἂν δ’ εἴπῃς ἅπαξ,
εὐθὺς ἀντήκουσας ἤδη λοιδορεῖσθαι λείπεται,
εἶτα τύπτεσθαι δέδεικται καὶ παροινεῖν. β. ταῦτα γὰρ
κατὰ φύσιν πέφυκεν οὕτως· καὶ τί μάντεως ἔδει;
καὶ
Μνησίμαχος δὲ ἐν
Φιλίππῳ διὰ τὸν ὑπερβάλλοντα κόρον ἐν τοῖς δείπνοις παράγει τι συμπόσιον πολέμου παρασκευὴν ἐπαγγελλόμενον καὶ ἀληθῶς κατὰ τὸν χαριέστατον
Ξενοφῶντα πολέμου
421c
ἐργαστήριον. λέγει δ’ οὕτως·
ἆρ’ οἶσθα σὺ
ὁτιὴ πρὸς ἄνδρας ἐστί σοι μαχητέον
οἳ τὰ ξίφη δειπνοῦμεν ἠκονημένα,
ὁ ὄψον δὲ δᾷδας ἡμμένας καταπίνομεν;
ἐντεῦθεν εὐθὺς ἐπιφέρει τραγήματα
ἡμῖν ὁ παῖς μετὰ δεῖπνον ἀκίδας
Κρητικάς,
ὥσπερ ἐρεβίνθους, δορατίων τε λείψανα
κατεαγότ᾽, ἀσπίδας δὲ προσκεφάλαια καὶ καὶ
θώρακας ἔχομεν, πρὸς ποδῶν δὲ σφενδόνας
τόξα, καταπέλταισι δ’ ἐστεφανώμεθα.
421d
καὶ ὁ
Κολοφώνιος δὲ
Φοῖνιξ φησὶν
Νίνου κάδοι μάχαιρα καὶ κύλιξ αἰχμή,
κόμη δὲ τόξα, δήιοι δὲ κρητῆρες,
ἵπποι δὲ ἄκρητος κἀλαλὴ ᾽ μύρον χεῖτε. ᾽ ἐν δὲ τῷ
Παρασίτῳ
Ἄλεξις περὶ πολυφάγου τινὸς διαλεγόμενός φησι·
καλοῦσι δ’ αὐτὸν πάντες οἱ νεώτεροι
παράσιτον ὑποκόρισμα· τῷ δ’ οὐδὲν μέλει.
δειπνεῖ δ’ ἄφωνος
Τήλεφος, νεύων μόνον
πρὸς τοὺς ἐπερωτῶντάς τι, ὥστε πολλάκις
421e
αὐτὸν ὁ κεκληκὼς τὰ
Σαμοθρᾴκι᾽ εὔχεται
λῆξαι πνέοντα καὶ γαληνίσαι ποτέ.
χειμὼν ὁ μειρακίσκος ἐστὶ τοῖς φίλοις.
Δίφιλος δ’ ἐν
Ἡρακλεῖ περί τινος τῶν ὁμοίων διαλεγόμενος διέξεισιν
ἐμὲ μὲν οὐχ ὁρᾷς πεπωκότα
ἤδη τ’ ἀκροθώρακ’ ὄντα καὶ θυμούμενον,
τονδὶ δὲ ναστὸν
Ἀστερίωνος μείζονα
ἤδη σχεδὸν δωδέκατον ἠριστηκότα; διὸ καλῶς ἔλεγεν ὁ
Βορυσθενίτης
Βίων οὐ δεῖν ἀπὸ
421f
τῆς τραπέζης τὰς ἡδονὰς πορίζεσθαι, ἀλλ’ ἀπὸ τοῦ φρονεῖν. ὁ δ’
Εὐριπίδης φησί
φαύλῃ διαίτῃ προσβαλὼν ἥσθη στόμα, ὡς τῆς ἀπὸ τῶν προσφορῶν τέρψεως περὶ τὸ στόμα μᾶλλον γινομένης.
Αἰσχύλος τ’ ἐν
Φινεῖ·
καὶ ψευδόδειπνα πολλὰ μαργώσης γνάθου
ἐρρυσίαζον στόματος ἐν πρώτῃ χαρᾷ. ἐν
Σθενεβοίᾳ δ’ ὁ
Εὐριπίδης περὶ εὐτελείας λέγων·
βίος δὲ πορφυρέως θαλάσσιος,
422a
οὐκ εὐτράπεζος, ἀλλ’ ἐπάκτιοι φάτναι.
ὑγρὰ δὲ μήτηρ, οὐ πεδοστιβὴς τροφὸς
θάλασσα· τήνδ’ ἀροῦμεν, ἐκ ταύτης βίος
βρόχοισι καὶ πέδαισιν οἴκαδ’ ἔρχεται.
ἆρ’ οἶσθα σὺ
ὁτιὴ πρὸς ἄνδρας ἐστί σοι μαχητέον
οἳ τὰ ξίφη δειπνοῦμεν ἠκονημένα,
ὁ ὄψον δὲ δᾷδας ἡμμένας καταπίνομεν;
ἐντεῦθεν εὐθὺς ἐπιφέρει τραγήματα
ἡμῖν ὁ παῖς μετὰ δεῖπνον ἀκίδας Κρητικάς,
ὥσπερ ἐρεβίνθους, δορατίων τε λείψανα
κατεαγότ᾽, ἀσπίδας δὲ προσκεφάλαια καὶ καὶ
θώρακας ἔχομεν, πρὸς ποδῶν δὲ σφενδόνας
τόξα, καταπέλταισι δ’ ἐστεφανώμεθα. 421d
Νίνου κάδοι μάχαιρα καὶ κύλιξ αἰχμή,
κόμη δὲ τόξα, δήιοι δὲ κρητῆρες,
ἵπποι δὲ ἄκρητος κἀλαλὴ ᾽ μύρον χεῖτε.
καλοῦσι δ’ αὐτὸν πάντες οἱ νεώτεροι
παράσιτον ὑποκόρισμα· τῷ δ’ οὐδὲν μέλει.
δειπνεῖ δ’ ἄφωνος Τήλεφος, νεύων μόνον
πρὸς τοὺς ἐπερωτῶντάς τι, ὥστε πολλάκις 421e
αὐτὸν ὁ κεκληκὼς τὰ Σαμοθρᾴκι᾽ εὔχεται
λῆξαι πνέοντα καὶ γαληνίσαι ποτέ.
χειμὼν ὁ μειρακίσκος ἐστὶ τοῖς φίλοις.
ἐμὲ μὲν οὐχ ὁρᾷς πεπωκότα
ἤδη τ’ ἀκροθώρακ’ ὄντα καὶ θυμούμενον,
τονδὶ δὲ ναστὸν Ἀστερίωνος μείζονα
ἤδη σχεδὸν δωδέκατον ἠριστηκότα;
φαύλῃ διαίτῃ προσβαλὼν ἥσθη στόμα,
καὶ ψευδόδειπνα πολλὰ μαργώσης γνάθου
ἐρρυσίαζον στόματος ἐν πρώτῃ χαρᾷ.
βίος δὲ πορφυρέως θαλάσσιος, 422a
οὐκ εὐτράπεζος, ἀλλ’ ἐπάκτιοι φάτναι.
ὑγρὰ δὲ μήτηρ, οὐ πεδοστιβὴς τροφὸς
θάλασσα· τήνδ’ ἀροῦμεν, ἐκ ταύτης βίος
βρόχοισι καὶ πέδαισιν οἴκαδ’ ἔρχεται.
μέγα γὰρ ἀνθρώποις κακὸν ἡ γαστήρ, περὶ ἧς φησιν
Ἄλεξις ἐν Συναποθνῄσκουσι·
μάθοις τ’ ἂν οἷον ἀνθρώποις κακὸν
ἐστιν ἡ γαστήρ, διδάσκει δ’ οἷ’ ἀναγκάζει θ’ ὅσα.
εἴ τις ἀφέλοι τοῦτ’ ἀφ’ ἡμῶν τὸ μέρος ἀπὸ τοῦ
σώματος,
422b
οὔτ’ ἂν ἀδικοῖτ’ οὐδὲν οὐδεὶς οὔτ’ ὑβρίζοι τἂν ἑκών.
νῦν δὲ διὰ ταύτην ἅπαντα γίνεται τὰ δυσχερῆ.
Δίφιλος δ’ ἐν
Παρασίτῳ·
εὖ γ’ ὁ κατάχρυσος εἶπε πόλλ’
Εὐριπίδης,
νικᾷ δὲ ᾽ χρεία μ’ ἡ ταλαίπωρός τέ μου
γαστήρ. ταλαιπωρότερον οὐδέν ἐστι γὰρ
τῆς γαστρός· ι εἰς ἣν πρῶτον ἐμβαλεῖς ὅσ’ ἂν
οὐχ ἕτερον εἰς ἀγγεῖον. ἐν πήρᾳ φέροις
422c
ἄρτους ἄν, ἀλλ’ οὐ ζωμόν, ἢ διαφθερεῖς.
εἰς σπυρίδα μάζας ἐμβαλεῖς, ἀλλ’ οὐ φακῆν
οἰνάριον εἰς λάγυνον, ἀλλ’ οὐ κάραβον.
εἰς τὴν θεοῖς ἐχθρὰν δὲ ταύτην εἰσφόρει
ἀπανθ’ ἑαυτοῖς μηδὲν ὁμολογούμενα.
κοὐ προστίθημι τἄλλα, διότι πανταχοῦ
διὰ τὴν τάλαιναν πάντα ταῦτα γίνεται. καὶ
Κράτης δ’ ὁ κυνικός, ὥς φησι
Σωσικράτης ἐν ταῖς
Διαδοχαῖς, ἐπερράπισε
Δημήτριον τὸν
Φαληρέα
422d
σὺν τῇ πήρᾳ τῶν ἄρτων καὶ λάγυνον πέμψαντα οἴνου·
῾εἴθε γάρ᾽ ἔφη,
῾τὰς κρήνας καὶ ἄρτους ἦν φέρειν.᾽
Στίλπων δ’ οὐ κατεπλάγη τὴν ἐγκράτειαν καταφαγὼν σκόροδα καὶ κατακοιμηθεὶς ἐν τῷ τῆς
Μητρὸς τῶν θεῶν ἱερῷ· ἀπείρητο δὲ τῷ τούτων τι φαγόντι μηδὲ εἰσιέναι. ἐπιστάσης δὲ αὐτῷ τῆς θεοῦ κατὰ τοὺς ὕπνους καὶ εἰπούσης ὅτι
῾φιλόσοφος ὤν, ὦ
Στίλπων, παραβαίνεις τὰ νόμιμα;᾽ καὶ τὸν δοκεῖν ἀποκρίνασθαι κατὰ τοὺς ὕπνους·
῾σὺ δέ μοι πάρεχε ἐσθίειν καὶ σκορόδοις οὐ χρήσομαι.᾽
μάθοις τ’ ἂν οἷον ἀνθρώποις κακὸν
ἐστιν ἡ γαστήρ, διδάσκει δ’ οἷ’ ἀναγκάζει θ’ ὅσα.
εἴ τις ἀφέλοι τοῦτ’ ἀφ’ ἡμῶν τὸ μέρος ἀπὸ τοῦ
σώματος, 422b
οὔτ’ ἂν ἀδικοῖτ’ οὐδὲν οὐδεὶς οὔτ’ ὑβρίζοι τἂν ἑκών.
νῦν δὲ διὰ ταύτην ἅπαντα γίνεται τὰ δυσχερῆ.
εὖ γ’ ὁ κατάχρυσος εἶπε πόλλ’ Εὐριπίδης,
νικᾷ δὲ ᾽ χρεία μ’ ἡ ταλαίπωρός τέ μου
γαστήρ. ταλαιπωρότερον οὐδέν ἐστι γὰρ
τῆς γαστρός· ι εἰς ἣν πρῶτον ἐμβαλεῖς ὅσ’ ἂν
οὐχ ἕτερον εἰς ἀγγεῖον. ἐν πήρᾳ φέροις
422c ἄρτους ἄν, ἀλλ’ οὐ ζωμόν, ἢ διαφθερεῖς.
εἰς σπυρίδα μάζας ἐμβαλεῖς, ἀλλ’ οὐ φακῆν
οἰνάριον εἰς λάγυνον, ἀλλ’ οὐ κάραβον.
εἰς τὴν θεοῖς ἐχθρὰν δὲ ταύτην εἰσφόρει
ἀπανθ’ ἑαυτοῖς μηδὲν ὁμολογούμενα.
κοὐ προστίθημι τἄλλα, διότι πανταχοῦ
διὰ τὴν τάλαιναν πάντα ταῦτα γίνεται.
ἐπεὶ δεδείπναμεν εἴρηκε δὲ οὕτως
Ἄλεξις ἐν
Κουρίδι ᾽ἐπεὶ πάλαι δεδείπναμεν
Εὔβουλος
Προκρίδι· ἡμεῖς δ’ οὐδέπω δεδείπναμεν καὶ πάλιν ὃν χρὴ δεδειπνάναι πάλαι καὶ
Ἀντιφάνης ἐν
Λεωνίδῃ ·
ἀλλὰ πρὶν δεδειπνάναι
ἡμᾶς παρέσται, καὶ
Ἀριστοφάνης ἐν
Προαγῶνι·
ὥρα βαδίζειν μοὐστὶν ἐπὶ τὸν δεσπότην
ἤδη γὰρ αὐτοὺς οἴομαι δεδειπνάναι, καὶ ἐν
Δαναίσιν
422f
ἤδη παροινεῖς ἐς ἐμὲ πρὶν δεδειπνάναι, καὶ
Πλάτων
Σοφισταῖς καὶ
Ἐπικράτης ὁ Ἀμβρακιώτησ—μέσης δ’ ἐστὶ κωμῳδίας ποιητήσ—ἐν
Ἀμαζόσιν
δεδειπνάναι γὰρ ἅνδρες εὐκαίρως πάνυ
δοκοῦσί μοι. καὶ ἠρίσταμεν δ’ εἴρηκεν
Ἀριστοφάνης ἐν
Ταγηνισταῖς·
ὑποπεπώκαμεν γάρ, ὁ ὦνδρες, καὶ καλῶς ἠρίσταμεν,
423a
καὶ
Ἕρμιππος ἐν
Στρατιώταις· ἠριστάναι τουτί
Θεόπομπος
Καλλαίσχρῳ·
ἠρίσταμεν δεῖ γὰρ συνάπτειν τὸν λόγον. καταριστᾶν δὲ εἴρηκεν ἐν τῷ
Πολιτικῷ
Ἀντιφῶν οὕτως· ᾽ὅτε δή τις πράγματα τὰ ἑαυτοῦ ἢ τὰ τῶν φίλων κατηρίστηκεν παραδεδειπνημένος δ’ εἴρηκεν
Ἄμφις ἐν
Πλάνῳ οὕτως· ᾽παραδεδειπνημένος, παῖδες, πάλαι.,
ἀλλὰ πρὶν δεδειπνάναι
ἡμᾶς παρέσται,
ὥρα βαδίζειν μοὐστὶν ἐπὶ τὸν δεσπότην
ἤδη γὰρ αὐτοὺς οἴομαι δεδειπνάναι,
ἤδη παροινεῖς ἐς ἐμὲ πρὶν δεδειπνάναι,
δεδειπνάναι γὰρ ἅνδρες εὐκαίρως πάνυ
δοκοῦσί μοι.
ὑποπεπώκαμεν γάρ, ὁ ὦνδρες, καὶ καλῶς ἠρίσταμεν, 423a
ἠρίσταμεν δεῖ γὰρ συνάπτειν τὸν λόγον.
τοῖς οὖν θεοῖς κατὰ τὸν
Πλάτωνα,
423b
ὡς ἐν
Φιλήβῳ φησίν, ᾽εὐχόμενοι κεραννύωμεν, εἴτε
Διόνυσος εἴθ’
Ἥφαιστος εἴθ’ ὅστις θεῶν ταύτην τὴν τιμὴν εἴληχε τῆς συγκράσεως. καθάπερ γὰρ ἡμῖν οἰνοχόοις τισὶν παρεστᾶσιν κρῆναι, καὶ μέλιτος μὲν ἂν ἀπεικάζοι τις τὴν τῆς ἡδονῆς, τὴν δὲ τῆς φρονήσεως νηφαντικὴν καὶ ἄοινον αὐστηροῦ τινος καὶ ὑγιεινοῦ ὕδατος· ἃς προθυμητέον ὡς κάλλιστα συμμιγνύναι.᾽ ὥρα οὖν πίνειν ἡμῖν ἐστι, καὶ τῶν παίδων τις ἐκ τοῦ κυλικείου τῶν ποτηρίων παραφερέτω· ὁρῶ γὰρ πλῆθος καλῶν
423c
καὶ ποικίλων ἐκπωμάτων.
ἀλλ’ ἀκρατέστερόν μοι, ὦ παῖ, τῷ κυάθῳ πληρῶν ἔγχει εἰς τὴν κύλικα, μὴ κατὰ τὸν κωμῳδιοποιὸν
Ἀντιφάνην, ὃς ἐν
Διδύμοις φησί·
τὸ ποτήριόν μοι τὸ μέγα προσφέρει λαβών.
ἐνεχεάμην ἄκρατον ᾽ἔγχει, παιδίον,
κυάθους θεῶν τε καὶ θεαινῶν μυρίους·
ἔπειτ’ ἐπὶ τούτοις πᾶσι τῆς σεμνῆς θεᾶς
καὶ τοῦ γλυκυτάτου βασιλέως διμοιρίαν ἐμοὶ οὖν, ὦ παῖ, ‘ζωρότερον κέραιρε·’ οὔπω γὰρ
423d
λέγομεν περὶ ἀριθμοῦ κυάθων. δείξω δὲ ὅτι καὶ ὁ κύαθος εἴρηται καὶ τὸ ἀκρατέστερον, καὶ περὶ οἰνοχόων,
τὸ ποτήριόν μοι τὸ μέγα προσφέρει λαβών.
ἐνεχεάμην ἄκρατον ᾽ἔγχει, παιδίον,
κυάθους θεῶν τε καὶ θεαινῶν μυρίους·
ἔπειτ’ ἐπὶ τούτοις πᾶσι τῆς σεμνῆς θεᾶς
καὶ τοῦ γλυκυτάτου βασιλέως διμοιρίαν
πρότερον δέ μοι λελέξεται περὶ τοῦ ζωρότερον.
Ἀντιφάνης
Μελανίωνι·
τοῦτον ἐγὼ κρίνω μετανιπτρίδα τῆς
Ὑγιείας
πίνειν ζωροτέρῳ χρώμενον οἰνοχόῳ, ἐν δὲ
Λάμπωνι·
ὁ δεῖν’
Ἰᾶπυξ, κέρασον εὐζωρέστερον.
Ἔφιππος
Ἐφήβοις·
φιάλην ἑκατέρᾳ
423e
ἔδωκε κεράσας ζωρότερον
Ὁμηρικῶς. τινὲς δὲ καὶ τὸ παρ’
Ὁμήρῳ ᾽ζωρότερον δὲ κέραιρε οὐκ ἄκρατον σημαίνειν φασίν, ἀλλὰ θερμόν, ἀπὸ τοῦ ζωτικοῦ καὶ τῆς ζέσεως; ἑταίρων γὰρ παρόντων νέον ἐξ ὑπαρχῆς κεράννυσθαι κρατῆρα οὐκ ἄτοπον, ἄλλοι δὲ τὸ εὔκρατον, ὥσπερ τὸ δεξιτερὸν ἀντὶ τοῦ δεξιοῦ. τινὲς δέ, ἐπεὶ οἱ ἐνιαυτοὶ ὧροι λέγονται καὶ τὸ ζα ὅτι μέγεθος ἢ πλῆθος σημαίνει, ζωρὸν τὸν πολυέτη λέγεσθαι.
Δίφιλος δ’ ἐν
Παιδερασταῖς φησιν
423f
ἔγχεον σὺ δὴ πιεῖν.
β. εὐζωρότερόν γε νὴ
Δί᾽, ὦ παῖ, δὸς· τὸ γὰρ
ὑδαρὲς ἅπαν τοῦτ’ ἐστι τῇ ψυχῇ κακόν.
Θεόφραστος δ’ ἐν τῷ περὶ μέθης ζωρότερόν φησιν εἶναι τὸ κεκραμένον, παρατιθέμενος
Ἐμπεδοκλέους τάδε·
424a
αἶψα δὲ θνητὰ φύοντο, τὰ πρὶν μάθον ἀθάνατ’ εἶναι,
ζωρά τε τὰ πρὶν ἄκρητα, διαλλάσσοντα κελεύθους.
τοῦτον ἐγὼ κρίνω μετανιπτρίδα τῆς Ὑγιείας
πίνειν ζωροτέρῳ χρώμενον οἰνοχόῳ,
ὁ δεῖν’ Ἰᾶπυξ, κέρασον εὐζωρέστερον.
φιάλην ἑκατέρᾳ 423e
ἔδωκε κεράσας ζωρότερον Ὁμηρικῶς.
ἔγχεον σὺ δὴ πιεῖν.
β. εὐζωρότερόν γε νὴ Δί᾽, ὦ παῖ, δὸς· τὸ γὰρ
ὑδαρὲς ἅπαν τοῦτ’ ἐστι τῇ ψυχῇ κακόν.
αἶψα δὲ θνητὰ φύοντο, τὰ πρὶν μάθον ἀθάνατ’ εἶναι,
ζωρά τε τὰ πρὶν ἄκρητα, διαλλάσσοντα κελεύθους.
κύαθον δ’ ἐπὶ τοῦ ἀντλητῆρος
Πλάτων εἴρηκεν ἐν
Φάωνι οὕτως·
τῷ στόματι τὸν κύαθονὧδ’ εἰληφότες. καὶ ἐν
Πρέσβεσι;
κυάθους ὅσους ἐκλεπτέτην ἑκάστοτε.
424b
Ἄρχιππος
Ἰχθύσι·
κύαθον ἐπριάμην παρὰ
Δαισίου. τοιοῦτόν ἐστιν καὶ τὸ ἐν
Εἰρήνῃ
Ἀριστοφάνους·
ὑπωπιασμέναι
ἁπαξάπασαι καὶ κυάθους προσκείμεναι· τὰ γὰρ ὑπώπια τοῖς κυάθοις περιθλώμενα ἀμαυροῦται. μνημονεύει τοῦ κυάθου καὶ
Ξενοφῶν ἐν πρώτῳ
Παιδείας καὶ
Κρατῖνος, ἔτι δ’
Ἀριστοφάνης πολλαχοῦ καὶ
Εὔβουλος ἐν
Ὀρθάννῃ.
Φερεκράτης δ’ ἐν
Λήροις ᾽ἀργυροῦν κύαθον ὠνόμασε.
Τίμων δ’ ἐν δευτέρῳ
Σίλλων ἀρυσαίνας κέκληκε τοὺς κυάθους φάσκων οὑτωσί· ᾽ἀπληστοίνους τ᾽
424c
ἀρυσαίνας ἀπὸ τοῦ ἀρύσασθαι ὀνομάσας. καλοῦνται δὲ καὶ ἀρυστῆρες καὶ ἀρύστιχοι.
Σιμωνίδης·
ἔδωκεν οὐδεὶς οὐδ’ ἀρυστῆρα τρυγός.
Ἀριστοφάνης δ’ ἐν
Σφηξὶν
ἐγὼ γὰρ εἶχον τούσδε τοὺς ἀρυστίχους.
Φρύνιχος
Ποαστρίαις· ᾽κύλικ’ ἀρύστιχον.᾽ ἔνθεν καὶ ἡ ἀρύταινα. ἔλεγον δὲ καὶ ἔφηβον τὸ τοιοῦτον σκεῦος, ὡς
Ζηνοφάνης ἐν τῷ
Συγγενικῷ.
Πολύβιος
424d
δ’ ἐν τῇ ἐνάτῃ τῶν ἱστοριῶν καὶ ποταμόν τινα ἀναγράφει
Κύαθον καλούμενον περὶ
Ἀρσινόην πόλιν
Αἰτωλίας,
τῷ στόματι τὸν κύαθονὧδ’ εἰληφότες.
κυάθους ὅσους ἐκλεπτέτην ἑκάστοτε.
κύαθον ἐπριάμην παρὰ Δαισίου.
ὑπωπιασμέναι
ἁπαξάπασαι καὶ κυάθους προσκείμεναι·
ἔδωκεν οὐδεὶς οὐδ’ ἀρυστῆρα τρυγός.
ἐγὼ γὰρ εἶχον τούσδε τοὺς ἀρυστίχους.
τῷ δὲ ἀκρατέστερον
Ὑπερείδης κέχρηται ἐν τῷ κατὰ
Δημοσθένους γράφων οὕτως· ᾽εἰ μέν τις ἀκρατέστερον ἔπιεν, ἐλύπει σέ τούτῳ ὅμοιόν ἐστι τὸ ᾽ ἀνιηρέστερον καὶ τὸ ἐν
Ἡλιάσιν
Αἰσχύλου ᾽ἀφθονέστερον λίβα καὶ
Ἐπίχαρμος δὲ ἐν
Πύρρᾳ εὐωνέστερον ἔφη. καὶ ἐν τῷ κατὰ
Δημάδου δὲ ὁ
Ὑπερείδης εἴρηκε ᾽ ῥᾳδιεστέραν τὴν πόλιν τῷ δὲ κεραννύειν κέχρηται
Πλάτων μὲν ἐν
Φιλήβῳ· ᾽τοῖς δὴ θεοῖς, ὦ
Πρώταρχε, εὐχόμενοι
424e
κεραννύωμεν καὶ
Ἀλκαῖος ἐν
Ἱερῷ γάμῳ ᾽κεραννύουσιν ἀφανίζουσὶ τε
Ὑπερείδης Δηλιακῷ·
καὶ τὸν κρατῆρα τὸν παιώνιον κοινῇ οἱ
Ἕλληνες κεραννύουσιν ᾠνοχόουν τε παρὰ τοῖς ἀρχαίοις οἱ εὐγενέστατοι παῖδες, ὡς ὁ τοῦ
Μενελάου υἱός·
ᾠνοχόει δ’ υἱὸς
Μενελάου κυδαλίμοιο. καὶ
Εὐριπίδης δ’ ὁ ποιητὴς ἐν παισὶν ᾠνοχόησε.
Θεόφραστος γοῦν ἐν τῷ περὶ μέθης φησί· ᾽ πυνθάνομαι δ’ ἔγωγε καὶ
Εὐριπίδην τὸν ποιητὴν
424f
οἰνοχοεῖν
Ἀθήνησι τοῖς ὀρχησταῖς καλουμένοις. ὠρχοῦντο δὲ οὗτοι περὶ τὸν τοῦ
Ἀπόλλωνος νεὼν τοῦ
Δηλίου τῶν πρώτων ὄντες
Ἀθηναίων καὶ ἐνεδύοντο ἱμάτια τῶν
Θηραικῶν. ὁ δὲ
Ἀπόλλων οὗτός ἐστιν ᾧ τὰ
Θαργήλια ἄγουσι, καὶ διασῴζεται
Φλυῆσιν ἐν τῷ δαφνηφορείῳ γραφὴ περὶ τούτων. τὰ αὐτὰ ἱστορεῖ καὶ
Ἱερώνυμος ὁ
Ῥόδιος
Ἀριστοτέλους ὢν μαθητής, καὶ οὗτος ἐν τῷ περὶ μέθης.
425a
Σαπφώ τε ἡ καλὴ πολλαχοῦ
Λάριχον τὸν ἀδελφὸν ἐπαινεῖ ὡς οἰνοχοοῦντα ἐν τῷ πρυτανείῳ τοῖς
Μυτιληναίοις. καὶ παρὰ
Ῥωμαίοις δὲ οἱ εὐγενέστατοι τῶν παίδων τὴν λειτουργίαν ταύτην ἐκτελοῦσιν ἐν ταῖς δημοτελέσι τῶν θυσιῶν, πάντα τοὺς
Αἰολεῖς μιμούμενοι, ὡς καὶ κατὰ τοὺς τόνους τῆς φωνῆς,
ᾠνοχόει δ’ υἱὸς Μενελάου κυδαλίμοιο.
τοσαύτη δ’ ἦν ἡ τῶν παλαιοτέρων τρυφὴ περὶ τὰς πολυτελείας ὥστε μὴ μόνον οἰνοχόους ἔχειν, ἀλλὰ καὶ οἰνόπτας. ἀρχὴ γοῦν ἐστιν οἱ οἰνόπται παρὰ
Ἀθηναίοις, ἧς μνημονεύει ἐν ταῖς
Πόλεσιν
Εὔπολις ἐν τούτοις·
425b
οὓς δ’ οὐκ ἂν εἵλεσθ’ οὐδ’ ἂν οἰνόπτας πρὸ τοῦ,
νυνὶ στρατηγοὺς ἔχομεν. ὦ πόλις,
πόλις, ὡς εὐτυχὴς εἶ μᾶλλον ἢ καλῶς φρονεῖς. οἱ δὲ οἰνόπται οὗτοι ἐφεώρων τὰ ἐν τοῖς δείπνοις, εἰ κατ’ ἴσον πίνουσιν οἱ συνόντες. καὶ ἦν ἡ ἀρχὴ εὐτελής, ὡς ὁ ῥήτωρ φησὶ
Φιλῖνος ἐν τῇ
Κροκωνιδῶν διαδικασίᾳ· καὶ ὅτι τρεῖς ἦσαν οἱ οἰνόπται, οἵτινες καὶ παρεῖχον τοῖς δειπνοῦσι λύχνους καὶ θρυαλλίδας. ἐκάλουν δέ τινες τούτους καὶ ὀφθαλμούς.
425c
παρὰ δὲ
Ἐφεσίοις οἱ οἰνοχοοῦντες ᾔθεοι τῇ τοῦ
Ποσειδῶνος ἑορτῇ ταῦροι ἐκαλοῦντο, ὡς
Ἀμερίας φησί.
Ἑλλησπόντιοι δ’ ἐπεγχύτην ὀνομάζουσι τὸν οἰνοχόον καὶ τὴν κρεανομίαν κρεωδαισίαν, ὥς φησι
Δημήτριος ὁ
Σκήψιος ἐν ἕκτῳ καὶ εἰκοστῷ τοῦ
Τρωικοῦ διακόσμου, τοῖς δὲ θεοῖς οἰνοχοοῦσάν τινες ἱστοροῦσι τὴν
Ἁρμονίαν, ὡς
Καπίτων ἱστορεῖ ὁ ἐποποιός,
Ἀλεξανδρεὺς δὲ γένος, ἐν δευτέρῳ
Ἐρωτικῶν.
Ἀλκαῖος δὲ καὶ τὸν
Ἑρμῆν εἰσάγει αὐτῶν οἰνοχόον, ὡς καὶ
Σαπφὼ λέγουσα·
425d
κῆ δ’ ἀμβροσίας μὲν
κρατὴρ ἐκέκρατο,
Ἑρμᾶς δ’ ἕλεν ὄλπιν
θεοῖς οἰνοχοῆσαι.
οὓς δ’ οὐκ ἂν εἵλεσθ’ οὐδ’ ἂν οἰνόπτας πρὸ τοῦ,
νυνὶ στρατηγοὺς ἔχομεν. ὦ πόλις,
πόλις, ὡς εὐτυχὴς εἶ μᾶλλον ἢ καλῶς φρονεῖς.
κῆ δ’ ἀμβροσίας μὲν
κρατὴρ ἐκέκρατο,
Ἑρμᾶς δ’ ἕλεν ὄλπιν
θεοῖς οἰνοχοῆσαι.
οἱ δὲ παλαιοὶ τοὺς πρὸς ταῖς ὑπηρεσίαις ταύταις κήρυκας ἐκάλουν.
Ὅμηρος·
κήρυκες δ’ ἀνὰ ἄστυ φέρον θεῶν ὅρκια πιστά,
ἄρνε δύω καὶ οἶνον ἐύφρονα, καρπὸν ἀρούρης,
ἀσκῷ ἐν αἰγείῳ· φέρε δὲ κρητῆρα φαεινὸν
κῆρυξ
Ἰδαῖος ἠδὲ χρύσεια κύπελλα. καὶ πάλιν·
425e
ἀτὰρ κήρυκες ἀγαυοὶ
ὅρκια πιστὰ θεῶν σύναγον, κρητῆρι δὲ οἶνον
μίσγον, ἀτὰρ βασιλεῦσιν ὕδωρ ἐπὶ χεῖρας ἔχευαν,
Κλείδημος δὲ τοὺς μαγείρους κήρυκάς φησι καλεῖσθαι. καὶ τὴν
Ἥβην δέ τινες ἀνέπλασαν οἰνοχοοῦσαν αὐτοῖς, ἴσως διὰ τὸ ἡβητήρια καλεῖσθαι τὰ συμπόσια.
Κλεινοῦς δὲ τῆς οἰνοχόου
425f
Πτολεμαίου τοῦ βασιλέως, ἐπίκλην δὲ
Φιλαδέλφου, μνημονεύει
Πτολεμαῖος ὁ τοῦ
Ἀγησάρχου ἐν τῇ τρίτῃ τῶν περὶ
Φιλοπάτορα ἱστοριῶν.
Πολύβιος δὲ ἐν τῇ τεσσαρεσκαιδεκάτῃ τῶν ἱστοριῶν καὶ ἀνδριάντας αὐτῆς ἐν
Ἀλεξανδρείᾳ ἑστάναι φησὶ κατὰ πολλὰ μέρη τῆς πόλεως μονοχίτωνας, ῥυτὸν κρατοῦντας ἐν ταῖς χερσίν.
κήρυκες δ’ ἀνὰ ἄστυ φέρον θεῶν ὅρκια πιστά,
ἄρνε δύω καὶ οἶνον ἐύφρονα, καρπὸν ἀρούρης,
ἀσκῷ ἐν αἰγείῳ· φέρε δὲ κρητῆρα φαεινὸν
κῆρυξ Ἰδαῖος ἠδὲ χρύσεια κύπελλα.
ἀτὰρ κήρυκες ἀγαυοὶ
ὅρκια πιστὰ θεῶν σύναγον, κρητῆρι δὲ οἶνον
μίσγον, ἀτὰρ βασιλεῦσιν ὕδωρ ἐπὶ χεῖρας ἔχευαν,
ἐπὶ τούτοις τοῖς λόγοις ἐκπίνων τὸ ποτήριον ὁ Οὐλπιανὸς ἔφη·
τήνδ’ ἐγὼ
μεστὴν ἅπαξ ἐπονομάσας προπίομαι
πίστωμα φιλίας συγγενέσι. πρὸς ὃν ἔτι πίνοντα τῶν παρόντων τις προσέθηκε τὰ λειπόμενα ἰαμβεῖα·
πιὼν ἐρῶ
τὰ λοιπά, πνίγομαι γάρ. β. ἀλλ’ ἐπιρρόφει.
τήνδ’ ἐγὼ
μεστὴν ἅπαξ ἐπονομάσας προπίομαι
πίστωμα φιλίας
πιὼν ἐρῶ
τὰ λοιπά, πνίγομαι γάρ. β. ἀλλ’ ἐπιρρόφει.
ταῦτα μὲν
Κλέαρχος ἐν
Κιθαρῳδῷ. ἐγὼ δὲ κατὰ τοὺς
Ἄμφιδος
Ἐρίθους παρακελεύομαι ·
ὁ παῖς σοβείτω τοῖς ποτηρίοις συχνούς. καί·
426b
πίμπλα σὺ μὲν ἐμοί, σοὶ δ’ ἐγὼ δώσω πιεῖν
ἀμυγδαλῆ μὲν παιζέτω παρ’ ἀμυγδαλῆν. ταῦτα δ’ ἔφη
Ξέναρχος ἐν
Διδύμοις.
ὁ παῖς σοβείτω τοῖς ποτηρίοις συχνούς.
πίμπλα σὺ μὲν ἐμοί, σοὶ δ’ ἐγὼ δώσω πιεῖν
ἀμυγδαλῆ μὲν παιζέτω παρ’ ἀμυγδαλῆν.
τίς ἐκέρασε σφῶν, ὦ κακόδαιμον, ἴσον ἴσῳ;
τὸν δ’ ἴσον ἴσῳ φέροντ’· ἐγὼ δ’ ἐκτήκομαι,
χοῦς κεκραμένου
οἴνου· λαβὼν ἔκπιθι τοῦτον,
Ἡσίοδος μέν, ὦ ἑταῖροι, παραινεῖ τρὶς ὕδατος προχέειν, τὸ δὲ τέτρατον ἱέμεν οἴνου, δι’ ὃν καὶ
Ἀναξίλας ἐν
Νηρεῖ ἔφη·
καίτοι πολὺ γ’ ἐσθ’ ἥδιον. οὐ γὰρ ἄν ποτε
ἔπινον ἂν τρί’ ὕδατος, οἴνου δ’ ἓν μόνον.
Ἄλεξις δ’ ἐν
Τιτθῇ ἔτι σωφρονικώτερον κιρνάναι παρακελεύεται·
426d
ἰδοὺ πάρεστιν οἶνος· οὐκοῦν ἐγχέω
Τρίτωνα; β. πολὺ βέλτιον ἕνα καὶ τέτταρας.
α. ὑδαρῆ ὁ λέγεις· ὅμως δὲ ταύτην ἐκπιὼν
λέγ’ εἴ τι καινόν, διατριβήν τε τῷ πότῳ
ποιῶμεν. καὶ
Διοκλῆς ἐν
Μελίσσαις·
πῶς δὲ καὶ κεκραμένον
πίνειν τὸν οἶνον δεῖ με; β. τέτταρα καὶ δύο. ἡ δ’ οὖν κρᾶσις αὕτη παρὰ τὸ ἔθος οὖσα ἐπέμνησε τάχα καὶ τὴν θρυλουμένην παροιμίαν
ἢ πέντε πίνειν ἢ τρί’ ἢ μὴ τέτταρα.
426e
ἢ γὰρ δύο πρὸς πέντε πίνειν φασὶ δεῖν ἢ ἕνα πρὸς τρεῖς, περὶ δὲ ταύτης τῆς κράσεως
Ἴων ὁ ποιητὴς ἐν τῷ περὶ
Χίου φησὶν ὅτι ᾽εὔρουν ὁ μάντις
Παλαμήδης ἐμαντεύσατο πλοῦν ἔσεσθαι τοῖς
Ἕλλησι πίνουσιν τρεῖς πρὸς ἕνα κυάθους.᾽ οἱ δ’ ἐπιτεταμένως χρώμενοι τῷ ποτῷ δύο οἴνου ἔπινον πρὸς πέντε ὕδατος.
Νικοχάρης γοῦν ἐν
Ἀμυμώνῃ πρὸς τοὔνομα παίζων ἔφη·
426f
Οἰνόμαος οὗτος, χαῖρε πέντε καὶ δύο·
κἀγώ τε καὶ σὺ συμπόται γενοίμεθα. τὰ παραπλήσια εἴρηκε καὶ ἐν
Λημνίαις.
Ἀμειψίας δ’ ἐν Ἀποκοτταβίζουσιν ἐγὼ δὲ
Διόνυσος πᾶσιν ὑμῖν εἰμὶ πέντε καὶ δύο.
Εὔπολις
Αἰξί·
Διόνυσε, χαῖρε· μή τι πέντε καὶ δύο;
Ἕρμιππος
Θεοῖς·
ἔπειθ’ ὅταν πινώμεθ’ ἢ διψώμεθα,
εὐχόμεθα πρὸς τοῦτ’ ᾽ οἶνος, ὦ κέρας, γενοῦ
427a
κἀς τοῦ καπήλου ᾽γὼ φέρω παίζων ἅμα,
κεὐθὺς γεγένηται τοῦτο πέντε καὶ δύο.
καίτοι πολὺ γ’ ἐσθ’ ἥδιον. οὐ γὰρ ἄν ποτε
ἔπινον ἂν τρί’ ὕδατος, οἴνου δ’ ἓν μόνον.
ἰδοὺ πάρεστιν οἶνος· οὐκοῦν ἐγχέω
Τρίτωνα; β. πολὺ βέλτιον ἕνα καὶ τέτταρας.
α. ὑδαρῆ ὁ λέγεις· ὅμως δὲ ταύτην ἐκπιὼν
λέγ’ εἴ τι καινόν, διατριβήν τε τῷ πότῳ
ποιῶμεν.
πῶς δὲ καὶ κεκραμένον
πίνειν τὸν οἶνον δεῖ με; β. τέτταρα καὶ δύο.
ἢ πέντε πίνειν ἢ τρί’ ἢ μὴ τέτταρα. 426e
Οἰνόμαος οὗτος, χαῖρε πέντε καὶ δύο·
κἀγώ τε καὶ σὺ συμπόται γενοίμεθα.
Διόνυσε, χαῖρε· μή τι πέντε καὶ δύο;
ἔπειθ’ ὅταν πινώμεθ’ ἢ διψώμεθα,
εὐχόμεθα πρὸς τοῦτ’ ᾽ οἶνος, ὦ κέρας, γενοῦ
427a κἀς τοῦ καπήλου ᾽γὼ φέρω παίζων ἅμα,
κεὐθὺς γεγένηται τοῦτο πέντε καὶ δύο.
παρὰ δὲ
Ἀνακρέοντι εἷς οἴνου πρὸς δύο ὕδατος·
ἄγε δὴ φέρ’ ἡμίν, ὦ παῖ,
κελέβην, ὅκως ἄμυστιν
προπίω, τὰ μὲν δέκ’ ἐγχέας
ὕδατος, τὰ πέντε δ’ οἴνου
κυάθους, ὡς ἀνυβρίστως
ἀνὰ δηὖτε βασσαρήσω. καὶ προελθὼν τὴν ἀκρατοποσίαν
Σκυθικὴν καλεῖ πόσιν
ἄγε δηὖτε, μηκέθ’ οὕτω
πατάγῳ τε κἀλαλητῷ
427b
Σκυθικὴν πόσιν παρ’ οἴνῳ
μελετῶμεν, ἀλλὰ καλοῖσ᾽
ὑποπίνοντες ἐν ὕμνοις. καὶ
Λακεδαιμόνιοι δ᾽, ὥς φησιν
Ἡρόδοτος ἐν τῇ ἕκτῃ,
Κλεομένη τὸν βασιλέα
Σκύθαις ὁμιλήσαντα καὶ ἀκρατοπότην γενόμενον ἐκ τῆς μέθης φασὶ μανῆναι. καὶ αὐτοὶ δ’ οἱ
Λάκωνες ὅταν βούλωνται ἀκρατέστερον πίνειν, ἐπισκυθίσαι λέγουσι. χαμαιλέων γοῦν ὁ
Ἡρακλεώτης ἐν τῷ περὶ μέθης περὶ τούτων οὕτως γράφει· ἐπεὶ καὶ
Κλεομένη τὸν
Σπαρτιάτην φασὶν οἱ
Λάκωνες μανῆναι διὰ τὸ
Σκύθαις
427c
ὁμιλήσαντα μαθεῖν ἀκρατοποτεῖν. ὅθεν ὅταν βούλωνται πιεῖν ἀκρατέστερον,
ἐπισκύθισον λέγουσιν.᾽
Ἀχαιὸς δ’ ἐν
Αἴθωνι σατυρικῷ τοὺς σατύρους ποιεῖ δυσχεραίνοντας ἐπὶ τῷ ὑδαρῆ πίνειν καὶ λέγοντας·
μῶν
Ἁχελῷος ἦν κεκραμένος πολύς;
β. ἀλλ’ οὐδὲ λεῖξαι τοῦδε τῷ γένει θέμις.
α. καλῶς μὲν οὖν ἄγειν
Σκύθῃ πιεῖν.
ἦσαν
ἄγε δὴ φέρ’ ἡμίν, ὦ παῖ,
κελέβην, ὅκως ἄμυστιν
προπίω, τὰ μὲν δέκ’ ἐγχέας
ὕδατος, τὰ πέντε δ’ οἴνου
κυάθους, ὡς ἀνυβρίστως
ἀνὰ δηὖτε βασσαρήσω.
ἄγε δηὖτε, μηκέθ’ οὕτω
πατάγῳ τε κἀλαλητῷ 427b
Σκυθικὴν πόσιν παρ’ οἴνῳ
μελετῶμεν, ἀλλὰ καλοῖσ᾽
ὑποπίνοντες ἐν ὕμνοις.
μῶν Ἁχελῷος ἦν κεκραμένος πολύς;
β. ἀλλ’ οὐδὲ λεῖξαι τοῦδε τῷ γένει θέμις.
α. καλῶς μὲν οὖν ἄγειν Σκύθῃ πιεῖν.
ἦσαν
δ’ αἱ τῶν ἀκροατῶν ἐπιχύσεις, ὥς φησι
427d
Θεόφραστος ἐν τῷ περὶ μέθης, οὐ παλαιαί· ἀλλ’ ἦν ἀπ’ ἀρχῆς τὸ μὲν σπένδειν ἀποδεδομένον τοῖς θεοῖς, ὁ δὲ κότταβος τοῖς ἐρωμένοις. ἐχρῶντο γὰρ ἐπιμελῶς τῷ κοτταβίζειν ὄντος τοῦ παιγνίου
Σικελικοῦ, καθάπερ καὶ
Ἀνακρέων ὁ
Τήιος πεποίηκε·
Σικελὸν κότταβον ἀγκύλῃ λατάζων. διὸ καὶ τὰ σκολιὰ καλούμενα μέλη τῶν ἀρχαίων ποιητῶν πλήρη ἐστί· λέγω δ’ οἷον καὶ
Πίνδαρος πεποίηκε
χάριτάς τ’ ι
Ἀφροδισίων ἐρώτων,
427e
ὄφρα σὺν
Χειμάρῳ τε μεθύω
Ἀγάθωνι τ’ ἰάλω κότταβον. τοῖς δὲ τετελευτηκόσι τῶν φίλων ἀπένεμον τὰ πίπτοντα τῆς τροφῆς ἀπὸ τῶν τραπεζῶν διὸ καὶ
Εὐριπίδης περὶ τῆς
Σθενεβοίας φησίν, ἐπειδὴ νομίζει τὸν
Βελλεροφόντην τεθνάναι·
πεσὸν δέ νιν λέληθεν οὐδὲν ἐκ χερός,
ἀλλ’ εὐθὺς αὐδᾷ ᾽ τῷ
Κορινθίῳ ξένῳ.᾽
Σικελὸν κότταβον ἀγκύλῃ λατάζων.
χάριτάς τ’ ι Ἀφροδισίων ἐρώτων, 427e
ὄφρα σὺν Χειμάρῳ τε μεθύω
Ἀγάθωνι τ’ ἰάλω κότταβον.
πεσὸν δέ νιν λέληθεν οὐδὲν ἐκ χερός,
ἀλλ’ εὐθὺς αὐδᾷ ᾽ τῷ Κορινθίῳ ξένῳ.᾽
οὐκ ἐμέθυον δ’ οἱ πάλαι, ἀλλὰ καὶ
Πιττακὸς
Περιάνδρῳ τῷ
Κορινθίῳ παρῄνει μὴ μεθύσκεσθαι
427f
μηδὲ κωμάζειν, ἵν᾽, ἔφη, μὴ γνωσθῇς οἷος ὢν τυγχάνεις, ἀλλ’ οὐχ οἷος προσποιῇ.
κάτοπτρον γὰρ εἴδους χαλκός ἐστ᾽, οἶνος δὲ νοῦ.
διὸ καὶ καλῶς οἱ παροιμιαζόμενοι λέγουσι τὸν οἶνον οὐκ ἔχειν πηδάλια.
Ξενοφῶν γοῦν ὁ
Γρύλλουπαρὰ
Διονυσίῳ ποτὲ τῷ
Σικελιώτῃ πίνειν ἀναγκάζοντος τοῦ οἰνοχόου προσαγορεύσας ὀνομαστὶ
428a
τὸν τύραννον ᾽ τί δή ἔφη, ᾽ὦ
Διονύσιε, οὐχὶ καὶ ὁ ὀψοποιὸς ἀγαθὸς ὢν καὶ ποικίλος ἀναγκάζει ἡμᾶς εὐωχουμένους ἐσθίειν καὶ μὴ βουλομένους, ἀλλὰ κοσμίως ἡμῖν παρατίθησι τὴν τράπεζαν σιγῶν;ι καὶ ὁ
Σοφοκλῆς δὲ ἐν σατυρικῷ φησιν ὡς ἄρα
τὸ πρὸς βίαν
πίνειν ἴσον πέφυκε τῷ διψῆν κακόν. ὅθεν εἴρηται καὶ τὸ
οἶνος ἄνωγε γέροντα καὶ οὐκ ἐθέλοντα χορεύειν.
Σθένελός τε ὁ ποιητὴς οὐ κακῶς εἴρηκεν
οἶνος καὶ φρονέοντας ἐς ἀφροσύνας ἀναβάλλει.
428b
ὁ δὲ
Φωκυλίδης ἔφη·
χρὴ δ’ ἐν συμποσίῳ κυλίκων περινισομενάων
ἡδέα κωτίλλοντα καθήμενον οἰνοποτάζειν. ἔτι δὲ καὶ νῦν τοῦτο παραμένει· παρ’ ἐνίοις τῶν
Ἑλλήνων. ἐπεὶ δὲ τρυφᾶν ἤρξαντο καὶ χλιδῶσι, κατερρύησαν ἀπὸ τῶν δίφρων ἐπὶ τὰς κλίνας καὶ λαβόντες σύμμαχον τὴν ἀνάπαυσιν καὶ ῥᾳστώνην ἀνειμένως ἤδη καὶ ἀτάκτως ἐχρῶντο τῇ μέθῃ, ὁδηγούσης οἶμαι τῆς παρασκευῆς εἰς τὰς ἡδονάς.
οὐκ ἐμέθυον δ’ οἱ πάλαι, ἀλλὰ καὶ Πιττακὸς Περιάνδρῳ τῷ Κορινθίῳ παρῄνει μὴ μεθύσκεσθαι 427f μηδὲ κωμάζειν, ἵν᾽, ἔφη, μὴ γνωσθῇς οἷος ὢν τυγχάνεις, ἀλλ’ οὐχ οἷος προσποιῇ.
κάτοπτρον γὰρ εἴδους χαλκός ἐστ᾽, οἶνος δὲ νοῦ.
τὸ πρὸς βίαν
πίνειν ἴσον πέφυκε τῷ διψῆν κακόν.
οἶνος ἄνωγε γέροντα καὶ οὐκ ἐθέλοντα χορεύειν.
οἶνος καὶ φρονέοντας ἐς ἀφροσύνας ἀναβάλλει.
χρὴ δ’ ἐν συμποσίῳ κυλίκων περινισομενάων
ἡδέα κωτίλλοντα καθήμενον οἰνοποτάζειν.
διὸ καὶ
Ἡσίοδος ἐν ταῖς
Ἠοίαις εἶπεν
428c
οἷα
Διώνυσος δῶκ’ ἀνδράσι χάρμα καὶ ἄχθος,
ὅστις ἄδην πίνῃ, οἶνος δέ οἱ ἔπλετο μάργος,
σὺν δὲ πόδας χεῖράς τε δέει γλῶσσάν τε νόον τε
δεσμοῖς ἀφράστοισι· φιλεῖ δὲ ἑ μαλθακὸς ὕπνος. καὶ
Θέογνις δέ φησιν
ἥξω δ’ ὡς οἶνος χαριέστατος ἀνδρὶ πεπόσθαι,
οὔτε τι νήφων εἴμ’ οὔτε λίαν μεθύων.
ὃς δ’ ἂν ὑπερβάλλῃ πόσιος μέτρον, οὐκ ἔτ’ ἐκεῖνος
428d
τῆς αὑτοῦ γλώσσης καρτερὸς οὐδὲ νόου·
μυθεῖται δ’ ἀπάλαμνα τὰ νήφοσι γίγνεται αἰσχρά·
αἰδεῖται δ’ ἔρδων οὐδὲν ὅταν μεθύῃ,
τὸ πρὶν ἐὼν σώφρων τε καὶ ἤπιος, ἀλλὰ σὺ ταῦτα
γινώσκων μὴ πῖν’ οἶνον ὑπερβολάδην,
πρὶν μεθύειν ἄρξῃ δ᾽, ἀπανίστασο—μή σε βιάσθω
γαστήρ, ὥστε κακὸν λάτριν ἐφημέριον.
Ἀνάχαρσίς τε ὁ σοφὸς ἐπιδεικνύμενος τὴν τῆς
428e
ἀμπέλου δύναμιν τῷ τῶν
Σκυθῶν βασιλεῖ καὶ τὰ κλήματα αὐτῆς δεικνὺς ἔλεγεν ὡς εἰ μὴ καθ’ ἕκαστον ἔτος ἔτεμνον οἱ
Ἕλληνες τὴν ἄμπελον, ἤδη κἂν ἐν
Σκύθαις ἦν.
οὐ
οἷα Διώνυσος δῶκ’ ἀνδράσι χάρμα καὶ ἄχθος,
ὅστις ἄδην πίνῃ, οἶνος δέ οἱ ἔπλετο μάργος,
σὺν δὲ πόδας χεῖράς τε δέει γλῶσσάν τε νόον τε
δεσμοῖς ἀφράστοισι· φιλεῖ δὲ ἑ μαλθακὸς ὕπνος.
ἥξω δ’ ὡς οἶνος χαριέστατος ἀνδρὶ πεπόσθαι,
οὔτε τι νήφων εἴμ’ οὔτε λίαν μεθύων.
ὃς δ’ ἂν ὑπερβάλλῃ πόσιος μέτρον, οὐκ ἔτ’ ἐκεῖνος 428d
τῆς αὑτοῦ γλώσσης καρτερὸς οὐδὲ νόου·
μυθεῖται δ’ ἀπάλαμνα τὰ νήφοσι γίγνεται αἰσχρά·
αἰδεῖται δ’ ἔρδων οὐδὲν ὅταν μεθύῃ,
τὸ πρὶν ἐὼν σώφρων τε καὶ ἤπιος, ἀλλὰ σὺ ταῦτα
γινώσκων μὴ πῖν’ οἶνον ὑπερβολάδην,
πρὶν μεθύειν ἄρξῃ δ᾽, ἀπανίστασο—μή σε βιάσθω
γαστήρ, ὥστε κακὸν λάτριν ἐφημέριον.
οὐ
καλῶς δὲ οἱ πλάττοντες καὶ γράφοντες τὸν
Διόνυσον, ἔτι τε οἱ ἄγοντες ἐπὶ τῆς ἁμάξης διὰ μέσης τῆς ἀγορᾶς οἰνωμένον. ἐπιδείκνυνται γὰρ τοῖς θεαταῖς ὅτι καὶ τοῦ θεοῦ κρείττων ἐστὶν ὁ οἶνος. καίτοι γ’ οὐδ’ ἄν, οἶμαι, ἄνθρωπος σπουδαῖος τοῦθ’ ὑπομείνειεν. εἰ δ’ ὅτι κατέδειξεν ἡμῖν τὸν οἶνον, διὰ τοῦτο ποιοῦσιν αὐτὸν οὕτως διακείμενον, δῆλον ὅτι καὶ τὴν
Δήμητρα θερίζουσαν ἢ
428f
ἐσθίουσαν ποιήσουσιν. ἐπεὶ καὶ τὸν
Αἰσχύλον ἐγὼ φαίην ἂν τοῦτο διαμαρτάνειν πρῶτος γὰρ ἐκεῖνος καὶ οὐχ, ὡς ἔνιοί φασιν,
Εὐριπίδης παρήγαγε τὴν τῶν μεθυόντων ὄψιν εἰς τραγῳδίαν. ἐν γὰρ τοῖς
Καβίροις εἰσάγει τοὺς περὶ τὸν
Ἰάσονα μεθύοντας. ἃ δ’ αὐτὸς ὁ τραγῳδιοποιὸς ἐποίει ταῦτα τοῖς ἥρωσι περιέθηκε· μεθύων γοῦν ἔγραφε τὰς τραγῳδίας, διὸ καὶ
Σοφοκλῆς αὐτῷ μεμφόμενος ἔλεγεν ὅτι ᾽ ὦ
Αἰσχύλε, εἰ καὶ τὰ δέοντα ποιεῖς, ἀλλ᾽
429a
οὖν οὐκ εἰδώς γε ποιεῖς ὡς ἱστορεῖ
Χαμαιλέων ἐν τῷ περὶ
Αἰσχύλου. ἀγνοοῦσί τε οἱ λέγοντες πρῶτον
Ἐπίχαρμον ἐπὶ τὴν σκηνὴν παραγαγεῖν μεθύοντα, μεθ’ ὃν
Κράτητα ἐν
Γείτοσι. καὶ
Ἀλκαῖος δὲ ὁ μελοποιὸς καὶ
Ἀριστοφάνης ὁ κωμῳδιοποιὸς μεθύοντες ἔγραφον τὰ ποιήματα, πολλοὶ δὲ καὶ ἄλλοι μεθυσκόμενοι λαμπρότερον ἐν τῷ πολέμῳ ἠγωνίσαντο. παρὰ δὲ
Λοκροῖς τοῖς
Ἐπιζεφυρίοις εἴ τις ἄκρατον ἔπιε μὴ προστάξαντος ἰατροῦ θεραπείας ἕνεκα, θάνατος ἦν ἡ ζημία
Ζαλεύκου τὸν νόμον θέντος. παρὰ δὲ
Μασσαλιήταις ἄλλος νόμος τὰς γυναῖκας ὑδροποτεῖν. ἐν
429b
δὲ
Μιλήτῳ ἔτι καὶ νῦν φησι
Θεόφραστος τοῦτ’ εἶναι τὸ νόμιμον. παρὰ δὲ
Ῥωμαίοις οὔτε οἰκέτης οἶνον ἔπινεν οὔτε γυνὴ ἐλευθέρα οὔτε τῶν ἐλευθέρων οἱ ἔφηβοι μέχρι τριάκοντα ἐτῶν. ἄτοπος δὲ ὁ
Ἀνακρέων ὁ πᾶσαν αὑτοῦ τὴν ποίησιν ἐξαρτήσας μέθης, τῇ γὰρ μαλακίᾳ καὶ τῇ τρυφῇ ἐπιδοὺς ἑαυτὸν ἐν τοῖς ποιήμασι διαβέβληται, οὐκ εἰδότων τῶν πολλῶν ὅτι νήφων ἐν τῷ γράφειν καὶ ἀγαθὸς ὢν προσποιεῖται μεθύειν οὐκ οὔσης ἀνάγκης.
οἱ
οἱ
δὲ ἀγνοοῦντες τὴν τοῦ οἴνου δύναμιν τὸν
Διόνυσον φάσκουσιν μανιῶν εἶναι αἴτιον τοῖς
429c
ἀνθρώποις, βλασφημοῦντες οὐ μετρίως. ὅθεν ὁ
Μελανιππίδης ἔφη·
πάντες δ’ ἀπεστύγεον ὕδωρ,
τὸ πρὶν ἐόντες ἀίδριες οἴνου.
τάχα δὴ τάχα τοὶ μὲν οὖν ἀπωλλύοντο,
τοὶ δὲ παράπληκτον χέον ὀμφάν.
Ἀριστοτέλης δ’ ἐν τῷ περὶ μέθης φησίν· ᾽ εἰ ὁ οἶνος μετρίως ἀφεψηθείη, πινόμενος ἧττον μεθύσκει τὴν γὰρ δύναμιν ἀφεψηθέντος αὐτοῦ ἀσθενεστέραν γίγνεσθαι· μεθύσκονταί τε, φησίν, οἱ γεραίτεροι τάχιστα δι’ ὀλιγότητα καὶ ἀσθένειαν τοῦ
429d
περὶ αὐτοὺς ἐνυπάρχοντος φύσει θερμοῦ, καὶ οἱ παντελῶς δὲ νέοι τάχιον μεθύσκονται διὰ τὸ πλῆθος τοῦ ἐνυπάρχοντος θερμοῦ τῷ γὰρ ἐκ τοῦ οἴνου προσγινομένῳ κρατοῦνται ῥᾳδίως. μεθύσκονται δὲ κἀν τοῖς ἀλόγοις ζῴοις ὕες μὲν σταφυλῆς στεμφύλων χορτασθέντες καὶ τὸ τῶν κοράκων καὶ τῶν κυνῶν γένος τὴν οἰνοῦτταν καλουμένην φαγόντα βοτάνην, πίθηκος δὲ καὶ ἐλέφας πιόντες οἶνον. διὸ καὶ τὰς θήρας ποιοῦνται τῶν πιθήκων καὶ τῶν κοράκων μεθυσθέντων, τῶν μὲν οἴνῳ, τῶν δὲ τῇ οἰνούττῃ.᾽
τὸ δ’ ἐνδελεχῶς μεθύειν,
429e
φησὶ
Κρώβυλος ἐν Ἀπολιπούσῃ,
τίν’ ἡδονὴν ἔχει,
ἀποστεροῦντα ζῶνθ’ ἑαυτὸν τοῦ φρονεῖν,
ὃ μέγιστον ἡμῶν ἀγαθὸν ἔσχεν ἡ φύσις; καὶ
Ἄλεξις δὲ ἐν τῇ τοῦ
Φρυγίου διασκευῇ φησιν
εἰ τοῦ μεθύσκεσθαι πρότερον τὸ κραιπαλᾶν
παρεγίνεθ’ ἡμῖν, οὐδ’ ἂν εἷς οἶνόν ποτε
προσίετο πλείω τοῦ μετρίου, νυνὶ δὲ τὴν
τιμωρίαν οὐ προσδοκῶντες τῆς μέθης
ἥξειν προχείρως τοὺς ἀκράτους πίνομεν.
429f
τὸν δὲ
Σαμαγόρειον οἶνον καλούμενόν φησιν ὁ
Ἀριστοτέλης ἀπὸ τριῶν κοτυλῶν κερασθεισῶν μεθύσκειν ὑπὲρ τεσσαράκοντα ἄνδρας.
πάντες δ’ ἀπεστύγεον ὕδωρ,
τὸ πρὶν ἐόντες ἀίδριες οἴνου.
τάχα δὴ τάχα τοὶ μὲν οὖν ἀπωλλύοντο,
τοὶ δὲ παράπληκτον χέον ὀμφάν.
τὸ δ’ ἐνδελεχῶς μεθύειν, 429e φησὶ Κρώβυλος ἐν Ἀπολιπούσῃ,
τίν’ ἡδονὴν ἔχει,
ἀποστεροῦντα ζῶνθ’ ἑαυτὸν τοῦ φρονεῖν,
ὃ μέγιστον ἡμῶν ἀγαθὸν ἔσχεν ἡ φύσις;
εἰ τοῦ μεθύσκεσθαι πρότερον τὸ κραιπαλᾶν
παρεγίνεθ’ ἡμῖν, οὐδ’ ἂν εἷς οἶνόν ποτε
προσίετο πλείω τοῦ μετρίου, νυνὶ δὲ τὴν
τιμωρίαν οὐ προσδοκῶντες τῆς μέθης
ἥξειν προχείρως τοὺς ἀκράτους πίνομεν. 429f
τούτοις εἴ τις ἀντιλέγειν ἔχει, παρίτω. ἀκούσεται γὰρ κατὰ τὸν
Εὔηνον
σοὶ μὲν ταῦτα δοκοῦντ’ ἔστω, ἐμοὶ δὲ τάδε. ἐγὼ δ’ ἐπεὶ παρεξέβην περὶ τῶν ἀρχαίων κράσεων διαλεγόμενος, ἐπαναλήψομαι τὸν λόγον τὰ ὑπὸ
Ἀλκαίου τοῦ μελοποιοῦ λεχθέντα ἐπὶ νοῦν βαλλόμενος
430a
φησὶ γάρ που οὗτος·
ἔγχεε κέρναις ἕνα καὶ δύο. ἐν τούτοις γάρ τινες οὐ τὴν κρᾶσιν οἴονται λέγειν αὐτόν, ἀλλὰ σωφρονικὸν ὄντα καθ’ ἕνα κύαθον ἄκρατον πίνειν καὶ πάλιν κατὰ δύο. τοῦτο δὲ ὁ
Ποντικὸς
Χαμαιλέων ἐκδέδεκται τῆς
Ἀλκαίου φιλοινίας ἀπείρως ἔχων. κατὰ γὰρ πᾶσαν ὥραν καὶ πᾶσαν περίστασιν πίνων ὁ ποιητὴς οὗτος εὑρίσκεται· χειμῶνος μὲν ἐν τούτοις·
ὕει μὲν ὁ
Ζεύς, ἐκ δ’ ὀρανῶ μέγας
χειμών, πεπάγασιν δ’ ὑδάτων ῥοαί.. ᾽.
430b
κάββαλλε τὸν χειμῶν᾽, ἐπὶ μὲν τιθεὶς
πῦρ, ἐν δὲ κέρναις οἶνον ἀφειδέως
μελιχρόν, αὐτὰρ ἀμφὶ κόρσᾳ
μαλθακὸν ἀμφιβαλὼν γνόφαλλον. θέρους δέ·
τέγγε πνεύμονας οἴνῳ· τὸ γὰρ ἄστρον περιτέλλεται·
ἁ δ’ ὥρα χαλεπά, πάντα δὲ δίψαισ’ ὑπὸ καύματος. τοῦ δ’ ἔαρος·
ἦρος ἀνθεμόεντος ἐπάιον ἐρχομένοιο. καὶ προελθών·
ἐν δὲ κέρνατε τῶ μελιαδέος ὅττι τάχιστα
κρατῆρα. ἐν δὲ τοῖς συμπτώμασιν·
οὐ χρὴ κακοῖσι θυμὸν ἐπιτρέπην.
προκόψομεν γὰρ οὐδὲν ἀσάμενοι,
430c
ὦ
Βυκχί· φάρμακον δ’ ἄριστον
οἶνον ἐνεικαμένοις μεθύσθην. ἐν δὲ ταῖς εὐφρόναις·
νῦν χρὴ μεθύσθην καί τινα πρὸς βίαν
πώνην, ἐπειδὴ κάτθανε
Μυρσίλος. καὶ καθόλου δὲ συμβουλεύων φησὶν
μηδὲν ἄλλο φυτεύσῃς πρότερον δένδριον ἀμπέλω. πῶς οὖν ἔμελλεν ὁ ἐπὶ τοσοῦτον φιλοπότης νηφάλιος εἶναι καὶ καθ’ ἕνα καὶ δύο κυάθους πίνειν; αὐτὸ γοῦν τὸ ποιημάτιον, φησὶ
Σέλευκος, ἀντιμαρτυρεῖ τοῖς οὕτως ἐκδεχομένοις. φησὶ γάρ·
430d
πίνωμεν· τί τὰ λύχν’ ὀμμένομεν; δάκτυλος ἁμέρα.
κὰδ δ’ ἄειρε κυλίχναις μεγάλαις, ἄιτα,
ποικίλαις· οἶνον γὰρ
Σεμέλας καὶ
Διὸς υἱὸς λαθικαδέα
ἀνθρώποισιν ἔδωκ᾽. ἔγχεε κέρναις ἕνα καὶ δύο
πλέαις κὰκ κεφαλᾶς· ἁ δ’ ἁτέρα τὰν ἁτέραν κύλιξ
ὠθήτω, ἕνα πρὸς δύο ῥητῶς κιρνάναι κελεύων.
σοὶ μὲν ταῦτα δοκοῦντ’ ἔστω, ἐμοὶ δὲ τάδε.
ἔγχεε κέρναις ἕνα καὶ δύο.
ὕει μὲν ὁ Ζεύς, ἐκ δ’ ὀρανῶ μέγας
χειμών, πεπάγασιν δ’ ὑδάτων ῥοαί.. ᾽.
430b κάββαλλε τὸν χειμῶν᾽, ἐπὶ μὲν τιθεὶς
πῦρ, ἐν δὲ κέρναις οἶνον ἀφειδέως
μελιχρόν, αὐτὰρ ἀμφὶ κόρσᾳ
μαλθακὸν ἀμφιβαλὼν γνόφαλλον.
τέγγε πνεύμονας οἴνῳ· τὸ γὰρ ἄστρον περιτέλλεται·
ἁ δ’ ὥρα χαλεπά, πάντα δὲ δίψαισ’ ὑπὸ καύματος.
ἦρος ἀνθεμόεντος ἐπάιον ἐρχομένοιο.
ἐν δὲ κέρνατε τῶ μελιαδέος ὅττι τάχιστα
κρατῆρα.
οὐ χρὴ κακοῖσι θυμὸν ἐπιτρέπην.
προκόψομεν γὰρ οὐδὲν ἀσάμενοι, 430c
ὦ Βυκχί· φάρμακον δ’ ἄριστον
οἶνον ἐνεικαμένοις μεθύσθην.
νῦν χρὴ μεθύσθην καί τινα πρὸς βίαν
πώνην, ἐπειδὴ κάτθανε Μυρσίλος.
μηδὲν ἄλλο φυτεύσῃς πρότερον δένδριον ἀμπέλω.
πίνωμεν· τί τὰ λύχν’ ὀμμένομεν; δάκτυλος ἁμέρα.
κὰδ δ’ ἄειρε κυλίχναις μεγάλαις, ἄιτα,
ποικίλαις· οἶνον γὰρ Σεμέλας καὶ Διὸς υἱὸς λαθικαδέα
ἀνθρώποισιν ἔδωκ᾽. ἔγχεε κέρναις ἕνα καὶ δύο
πλέαις κὰκ κεφαλᾶς· ἁ δ’ ἁτέρα τὰν ἁτέραν κύλιξ
ὠθήτω,
ὁ δ’
Ἀνακρέων ἔτι ζωρότερον ἐν οἷς φησι·
καθαρῇ δ’ ἐν κελέβῃ πέντε τε καὶ τρῖς ἀναχείσθω.
Φιλέταιρος δ’ ἐν
Τηρεῖ δύο ὕδατος πρὸς τρεῖς ἀκράτου, λέγει δὲ οὕτως·
πεπωκέναι δοκεῖ τὸν κατὰ δύο
καὶ τρεῖς ἀκράτου.
430e
Φερεκράτης δ’ ἐν
Κοριαννοῖ δύο ὕδατος πρὸς τέσσαρας οἴνου, λέγων ὧδε·
α
ἄποτος ὦ
Γλύκη.
β
ὑδαρῆ ᾽νέχεέν σοι;
α
παντάπασι μὲν οὖν ὕδωρ.
β
τί εἰργάσω; πῶς, ὦ κατάρατε, ἐνέχεας;
Γλύκη
δύ’ ὕδατος, ὦ μάμμη.
β
τί δ’ οἴνου;
Γλύκη
τέτταρας.
β
ἔρρ’ ἐς κόρακας· βατράχοισιν οἰνοχοεῖν σ’ ἔδει.
430f
ἔφιππος δ’ ἐν
Κίρκῃ τρεῖς πρὸς τέτταρας·
οἶνον πίοις ἂν ἀσφαλέστερον πολὺ
ὑδαρῆ. β. μὰ τὴν γῆν, ἀλλὰ τρία καὶ τέτταρα.
α. οὕτως ἄκρατον, εἰπέ μοι, πίῃ; β· φής; ἴσον ἴσῳ δὲ
Τιμοκλῆς ἐν
Κονισάλῳ·
πατάξω τ’ ἴσον ἴσῳ ποτηρίοις
μεγάλοις ἅπασαν τὴν ἀλήθειαν φράσαι.
431a
καὶ
Ἄλεξις ἐν
Δορκίδι ἢ Ποππυζούσῃ·
τρεῖς φιλοτησίας ἐγὼ
μεστὰς προπίνω ἴσον ἴσῳ κεκραμένας. καὶ
Ξέναρχος ἢ
Τιμοκλῆς ἐν
Πορφύρᾳ·
μὰ τὸν
Διόνυσον, ὃν σὺ λάπτεις ἴσον ἴσῳ.
Σώφιλος δ’ ἐν
Ἐγχειριδίῳ·
συνεχὴς ἄκρατος ἐδίδοτ’ ἴσον ἴσῳ. πάλιν
τὴν μείζον’ ᾔτουν.
Ἄλεξις
Τοκιστῇ ἢ Καταψευδομένῳ ·
μὴ παντελῶς αὐτῷ δίδου
431b
ὑδαρῆ, κατανοεῖς; ἴσον ἴσῳ μίγνυ.
χτχρ. καλῶς.
β. ἡδύ γε τὸ πῶμα. ποδαπὸς ὁ
Βρόμιος,
Τρύφη;
χτχρ.
Θάσιος. β. ὅμοιον καὶ δίκαιον τοὺς ξένους
πίνειν ξενικόν, τοὺς δ’ ἐγγενεῖς ἐπιχώριον. ἐν δὲ
Ὑποβολιμαίῳ·
ἀπνευστὶ τ’ ἐκπιὼν
ὡς ἄν τις ἥδιστ’ ἴσον ἴσῳ κεκραμένον.
Μένανδρος
Ἀδελφοῖς·
ὀκτώ τις ὑποχεῖν ἀνεβόα καὶ δώδεκα
κυάθους, ἕως κατέσεισε φιλοτιμούμενος.
431c
κατασείειν δ’ ἔλεγον ἐπὶ τῶν ἐν τοῖς πότοις προπινόντων, τὴν μεταφορὰν λαμβάνοντες ἀπὸ τῶν τοὺς καρποὺς κατασειόντων.
Ἄλεξις δ’ ἐν Ἀποκοπτομένῃ· ᾽
οὐ συμποσίαρχος ἦν γάρ, ἀλλὰ δήμιος
ὁ
Χαιρέας, κυάθους προπίνων εἴκοσιν.
καθαρῇ δ’ ἐν κελέβῃ πέντε τε καὶ τρῖς ἀναχείσθω.
πεπωκέναι δοκεῖ τὸν κατὰ δύο
καὶ τρεῖς ἀκράτου. 430e
α
ἄποτος ὦ
Γλύκη.
β
ὑδαρῆ ᾽νέχεέν σοι;
α
παντάπασι μὲν οὖν ὕδωρ.
β
τί εἰργάσω; πῶς, ὦ κατάρατε, ἐνέχεας;
Γλύκη
δύ’ ὕδατος, ὦ μάμμη.
β
τί δ’ οἴνου;
Γλύκη
τέτταρας.
β
ἔρρ’ ἐς κόρακας· βατράχοισιν οἰνοχοεῖν σ’ ἔδει.
οἶνον πίοις ἂν ἀσφαλέστερον πολὺ
ὑδαρῆ. β. μὰ τὴν γῆν, ἀλλὰ τρία καὶ τέτταρα.
α. οὕτως ἄκρατον, εἰπέ μοι, πίῃ; β· φής; ἴσον ἴσῳ δὲ Τιμοκλῆς ἐν Κονισάλῳ·
πατάξω τ’ ἴσον ἴσῳ ποτηρίοις
μεγάλοις ἅπασαν τὴν ἀλήθειαν φράσαι. 431a
τρεῖς φιλοτησίας ἐγὼ
μεστὰς προπίνω ἴσον ἴσῳ κεκραμένας.
μὰ τὸν Διόνυσον, ὃν σὺ λάπτεις ἴσον ἴσῳ.
συνεχὴς ἄκρατος ἐδίδοτ’ ἴσον ἴσῳ. πάλιν
τὴν μείζον’ ᾔτουν.
μὴ παντελῶς αὐτῷ δίδου 431b
ὑδαρῆ, κατανοεῖς; ἴσον ἴσῳ μίγνυ. χτχρ. καλῶς.
β. ἡδύ γε τὸ πῶμα. ποδαπὸς ὁ Βρόμιος, Τρύφη;
χτχρ. Θάσιος. β. ὅμοιον καὶ δίκαιον τοὺς ξένους
πίνειν ξενικόν, τοὺς δ’ ἐγγενεῖς ἐπιχώριον.
ἀπνευστὶ τ’ ἐκπιὼν
ὡς ἄν τις ἥδιστ’ ἴσον ἴσῳ κεκραμένον.
ὀκτώ τις ὑποχεῖν ἀνεβόα καὶ δώδεκα
κυάθους, ἕως κατέσεισε φιλοτιμούμενος. 431c
οὐ συμποσίαρχος ἦν γάρ, ἀλλὰ δήμιος
ὁ Χαιρέας, κυάθους προπίνων εἴκοσιν.
Διόδωρος δ’ ὁ
Σινωπεὺς ἐν
Αὐλητρίδι·
ἐπὰν κυάθους πίῃ τις, ὦ
Κρίτων, δέκα,
431d
ἀεὶ παρ’ ἕκαστον ἐνδελεχῶς τὸ ποτήριον
πίνει τὸ λοιπόν, τοὺς λογισμοὺς δ’ ἐξεμεῖ.
ταῦτα σκόπει πρὸς σαυτόν. οὐκ ἀγλαφύρως δὲ
Λύσανδρος ὁ
Σπαρτιάτης, ὥς φησιν
Ἡγήσανδρος ἐν ὑπομνήμασι , τὸν οἶνον ὑδαρῆ πωλούντων τῶν καπήλων ἐν τῷ στρατοπέδῳ, κεκραμένον ἐκέλευσεν αὐτὸν πωλεῖν, ἵν’ αὐτὸν ἀκρατέστερον ὠνοῖντο. τὸ παραπλήσιον καὶ
Ἄλεξις εἴρηκεν ἐν
Αἰσώπῳ οὕτως ·
κομψόν γε τοῦτ’ ἐστὶν παρ’ ὑμῖν, ὦ
Σόλων,
431e
ἐν ταῖς
Ἀθήναις δεξιῶς θ’ εὑρημένον.
σο. τὸ ποῖον; α. ἐν τοῖς συμποσίοις οὐ πίνετε
ἄκρατον.
σο. οὐ γὰρ ῥᾴδιον πωλοῦσι γὰρ
ἐν ταῖς ἁμάξαις εὐθέως κεκραμένον,
οὐχ ἵνα τι κερδαίνωσι, τῶν δ’ ὠνουμένων
προνοούμενοι τοῦ τὰς κεφαλὰς ὑγιεῖς ἔχειν
ἐκ κραιπάλης, τοῦτ’ ἐσθ᾽, ὁρᾷς,
Ἑλληνικὸς
πότος, μετρίοισι χρωμένους ποτηρίοις
λαλεῖν τι καὶ ληρεῖν πρὸς αὑτοὺς ἡδέως.
431f
τὸ μὲν γὰρ ἕτερον λουτρόν ἐστιν, οὐ πότος,
ψυκτῆρι πίνειν καὶ κάδοις· α. θάνατος μὲν οὖν.
Διόδωρος δ’ ὁ Σινωπεὺς ἐν Αὐλητρίδι·
ἐπὰν κυάθους πίῃ τις, ὦ Κρίτων, δέκα, 431d
ἀεὶ παρ’ ἕκαστον ἐνδελεχῶς τὸ ποτήριον
πίνει τὸ λοιπόν, τοὺς λογισμοὺς δ’ ἐξεμεῖ.
ταῦτα σκόπει πρὸς σαυτόν.
κομψόν γε τοῦτ’ ἐστὶν παρ’ ὑμῖν, ὦ Σόλων, 431e
ἐν ταῖς Ἀθήναις δεξιῶς θ’ εὑρημένον.
σο. τὸ ποῖον; α. ἐν τοῖς συμποσίοις οὐ πίνετε
ἄκρατον. σο. οὐ γὰρ ῥᾴδιον πωλοῦσι γὰρ
ἐν ταῖς ἁμάξαις εὐθέως κεκραμένον,
οὐχ ἵνα τι κερδαίνωσι, τῶν δ’ ὠνουμένων
προνοούμενοι τοῦ τὰς κεφαλὰς ὑγιεῖς ἔχειν
ἐκ κραιπάλης, τοῦτ’ ἐσθ᾽, ὁρᾷς, Ἑλληνικὸς
πότος, μετρίοισι χρωμένους ποτηρίοις
λαλεῖν τι καὶ ληρεῖν πρὸς αὑτοὺς ἡδέως. 431f
τὸ μὲν γὰρ ἕτερον λουτρόν ἐστιν, οὐ πότος,
ψυκτῆρι πίνειν καὶ κάδοις· α. θάνατος μὲν οὖν.
πίνειν δ’ εἰς μέθην φησὶν ἐν ἕκτῳ
Νόμων
Πλάτων, ᾽ οὔτε ἄλλοθί που πρέπει πλὴν ἐν ταῖς τοῦ τὸν οἶνον δόντος θεοῦ ἑορταῖς οὐδ’ ἀσφαλές, οὔτ’ οὖν περὶ γάμους ἐσπουδακότα, ἐν οἷς ἔμφρονα εἶναι πρέπει μάλιστα νύμφην καὶ νυμφίον μεταβολὴν βίου οὐ μικρὰν μεταλλάττοντας, ἅμα δὲ καὶ τὸ γεννώμενον ὅπως ὅτι μάλιστα ἐξ ἐμφρόνων αἰεὶ
432a
γίγνηται. σχεδὸν γὰρ ἄδηλον ὁποία νὺξ ἢ φῶς αὐτὸ γεννήσει κἀν τῷ αʹ δὲ τῶν
Νόμων φησί· ʽμέθης δὲ αὐτῆς, ὥσπερ
Λυδοὶ χρῶνται καὶ
Πέρσαι καὶ
Καρχηδόνιοι καὶ
Κελτοὶ καὶ
Ἴβηρες καὶ
Θρᾷκες καὶ τὰ τοιαῦτα γένη, καθάπερ ὑμεῖς, ὦ
Λακεδαιμόνιοι, τὸ παράπαν ἀπέχεσθε.
Σκύθαι δὲ καὶ
Θρᾷκες ἀκράτῳ παντάπασι χρώμενοι, γυναῖκές τε καὶ πάντες αὐτοί, καὶ κατὰ τῶν ἱματίων καταχεόμενοι καλὸν καὶ εὔδαιμον ἐπιτήδευμα ἐπιτηδεύειν νενομίκασι.
Πέρσαι δὲ καὶ σφόδρα μὲν χρῶνται καὶ ταῖς ἄλλαις τρυφαῖς ἃς ὑμεῖς ἀποβάλλετε,
432b
ἐν τάξει δὲ μᾶλλον τούτων
πίνειν δ’ εἰς μέθην φησὶν ἐν ἕκτῳ Νόμων
ἔπινον πολλοὶ καὶ ἄλφιτα ἐπιβάλλοντες τῷ οἴνῳ, ὡς ὁ
Δελφὸς
Ἡγήσανδρος φησίν.
Ἐπίνικος γοῦν,
Μνησιπτολέμου ἀνάγνωσιν ποιησαμένου τῶν ἱστοριῶν ἐν αἷς ἐγέγραπτο ὡς
Σέλευκος ἐπηλφίτωσε, γράψας δρᾶμα
Μνησιπτόλεμον καὶ κωμῳδῶν αὐτὸν καὶ περὶ τῆς πόσεως ταῖς ἐκείνου χρώμενος φωναῖς ἐποίησε λέγοντα·
ἐπ’ ἀλφίτου πίνοντα τοῦ θέρους ποτὲ
432c
ἰδὼν
Σέλευκον ἡδέως τὸν βασιλέα
ἔγραψα καὶ παρέδειξα τοῖς πολλοῖς ὅτι
κἂν τὸ τυχὸν ᾖ πραγμάτιον ἢ σφόδρ’ εὐτελές,
σεμνὸν δύναται τοῦθ’ ἡ δύναμις ἡ ᾽μὴ ποιεῖν. ᾽
γέροντα
Θάσιον τόν τε γῆς ἀπ’ ᾽
Ἀτθίδος
ἑσμὸν μελίσσης τῆς ἀκραχόλου γλυκὺν
συγκυρκανήσας ἐν σκύφῳ χυτῆς λίθου,
Δήμητρος ἀκτῇ πᾶν γεφυρώσας ὑγρόν,
κατῃσίμωσα πῶμα, καύματος λύσιν. ὁ δ’ αὐτὸς ἱστορεῖ κἀν
Θηράσι ταῖς νήσοις
432d
ἐπιπάττοντας λέκιθον ἀντὶ ἀλφίτου πίνειν, καὶ λέγεσθαι ταύτην τὴν πόσιν καλλίονα τῆς ἐξ ἀλφίτων.
ἐπ’ ἀλφίτου πίνοντα τοῦ θέρους ποτὲ 432c
ἰδὼν Σέλευκον ἡδέως τὸν βασιλέα
ἔγραψα καὶ παρέδειξα τοῖς πολλοῖς ὅτι
κἂν τὸ τυχὸν ᾖ πραγμάτιον ἢ σφόδρ’ εὐτελές,
σεμνὸν δύναται τοῦθ’ ἡ δύναμις ἡ ᾽μὴ ποιεῖν. ᾽
γέροντα Θάσιον τόν τε γῆς ἀπ’ ᾽ Ἀτθίδος
ἑσμὸν μελίσσης τῆς ἀκραχόλου γλυκὺν
συγκυρκανήσας ἐν σκύφῳ χυτῆς λίθου,
Δήμητρος ἀκτῇ πᾶν γεφυρώσας ὑγρόν,
κατῃσίμωσα πῶμα, καύματος λύσιν.
προπόσεις δὲ τὰς γινομένας ἐν τοῖς συμποσίοις
Λακεδαιμονίοις οὐκ ἦν ἔθος ποιεῖν οὐδὲ φιλοτησίας διὰ τούτων πρὸς ἀλλήλους ποιεῖσθαι. δηλοῖ δὲ ταῦτα
Κριτίας ἐν τοῖς ἐλεγείοις·
καὶ τόδ’ ἔθος
Σπάρτῃ μελέτημά τε κείμενὸν ἐστι
πίνειν τὴν αὐτὴν οἰνοφόρον κύλικα,
μηδ’ ἀποδωρεῖσθαι προπόσεις ὀνομαστὶ λέγοντα
432e
μηδ’ ἐπὶ δεξιτερὰν χεῖρα κύκλῳ θιάσου.
ἄγγε’ ἃ
Λυδὴ χεὶρ εὗρ’
Ἀσιατογενὴς
καὶ προπόσεις ὀρέγειν ἐπὶ δεξιὰ καὶ προκαλεῖσθαι
ἐξονομακλήδην ᾧ προπιεῖν ἐθέλει.
εἶτ’ ἀπὸ τοιούτων πόσεων γλώσσας τε λύουσιν
εἰς αἰσχροὺς μύθους σῶμά τ’ ἀμαυρότερον
τεύχουσιν πρὸς δ’ ὄμμ’ ἀχλὺς ἀμαλωπὸς ἐφίζει·
λῆστις δὲ ἐκτήκει μνημοσύνην πραπίδων
432f
νοῦς δὲ παρέσφαλται· δμῶες δ’ ἀκόλαστον ἔχουσιν
ἦθος· ἐπεισπίπτει δ’ οἰκοτριβὴς δαπάνη.
οἱ
Λακεδαιμονίων δὲ κόροι πίνουσι τοσοῦτον
ὥστε φρέν’ εἰς ἱλαρὰν ἐλπίδα πάντας ἄγειν
εἴς τε φιλοφροσύνην γλῶσσαν μέτριόν τε γέλωτα.
τοιαύτη δὲ πόσις σώματί τ’ ὠφέλιμος
γνώμῃ τε κτήσει τε· καλῶς δ’ εἰς ἔργ’
Ἀφροδίτης
433a
πρός θ’ ὕπνον ἥρμοσται, τὸν καμάτων λιμένα,
πρὸς τὴν τερπνοτάτην τε θεῶν θνητοῖς
Ὑγίειαν,
καὶ τὴν
Εὐσεβίης γείτονα
Σωφροσύνην. ἑξῆς τε πάλιν φησὶν
αἱ γάρ ὑπὲρ τὸ μέτρον κυλίκων προπόσεις παραχρῆμα
τέρψασαι λυποῦσ’ εἰς τὸν ἅπαντα χρόνον.
433b
ἡ
Λακεδαιμονίων δὲ δίαιθ’ ὁμαλῶς διάκειται,
ἔσθειν καὶ πίνειν σύμμετρα πρὸς τὸ φρονεῖν
καὶ τὸ πονεῖν εἶναι δυνατούς· οὔκ ἐστ᾽ ἀπότακτος
ἡμέρα οἰνῶσαι σῶμ’ ἀμέτροισι πότοις.
καὶ τόδ’ ἔθος Σπάρτῃ μελέτημά τε κείμενὸν ἐστι
πίνειν τὴν αὐτὴν οἰνοφόρον κύλικα,
μηδ’ ἀποδωρεῖσθαι προπόσεις ὀνομαστὶ λέγοντα
432e μηδ’ ἐπὶ δεξιτερὰν χεῖρα κύκλῳ θιάσου.
ἄγγε’ ἃ Λυδὴ χεὶρ εὗρ’ Ἀσιατογενὴς
καὶ προπόσεις ὀρέγειν ἐπὶ δεξιὰ καὶ προκαλεῖσθαι
ἐξονομακλήδην ᾧ προπιεῖν ἐθέλει.
εἶτ’ ἀπὸ τοιούτων πόσεων γλώσσας τε λύουσιν
εἰς αἰσχροὺς μύθους σῶμά τ’ ἀμαυρότερον
τεύχουσιν πρὸς δ’ ὄμμ’ ἀχλὺς ἀμαλωπὸς ἐφίζει·
λῆστις δὲ ἐκτήκει μνημοσύνην πραπίδων 432f
νοῦς δὲ παρέσφαλται· δμῶες δ’ ἀκόλαστον ἔχουσιν
ἦθος· ἐπεισπίπτει δ’ οἰκοτριβὴς δαπάνη.
οἱ Λακεδαιμονίων δὲ κόροι πίνουσι τοσοῦτον
ὥστε φρέν’ εἰς ἱλαρὰν ἐλπίδα πάντας ἄγειν
εἴς τε φιλοφροσύνην γλῶσσαν μέτριόν τε γέλωτα.
τοιαύτη δὲ πόσις σώματί τ’ ὠφέλιμος
γνώμῃ τε κτήσει τε· καλῶς δ’ εἰς ἔργ’ Ἀφροδίτης 433a
πρός θ’ ὕπνον ἥρμοσται, τὸν καμάτων λιμένα,
πρὸς τὴν τερπνοτάτην τε θεῶν θνητοῖς Ὑγίειαν,
καὶ τὴν Εὐσεβίης γείτονα Σωφροσύνην.
αἱ γάρ ὑπὲρ τὸ μέτρον κυλίκων προπόσεις παραχρῆμα
τέρψασαι λυποῦσ’ εἰς τὸν ἅπαντα χρόνον. 433b
ἡ Λακεδαιμονίων δὲ δίαιθ’ ὁμαλῶς διάκειται,
ἔσθειν καὶ πίνειν σύμμετρα πρὸς τὸ φρονεῖν
καὶ τὸ πονεῖν εἶναι δυνατούς· οὔκ ἐστ᾽ ἀπότακτος
ἡμέρα οἰνῶσαι σῶμ’ ἀμέτροισι πότοις.
φίλοινος δ’ ἐστὶν ὁ πρὸς οἶνον ἕτοιμος, φιλοπότης δὲ ὁ πρὸς πότους, κωθωνιστὴς δὲ ὁ μέχρι μέθης, πλεῖστον δὲ ἔπινε τῶν μὲν ἡρώων
Νέστωρ ὁ τριγέρων· φανερῶς γὰρ αὐτὸς προσέκειτο τῶν ἄλλων μᾶλλον τῷ οἴνῳ καὶ τοῦ
Ἀγαμέμνονος αὐτοῦ, ὃν ὡς πολυπότην ἐπιπλήσσει ὁ
Ἀχιλλεύς. ὁ δὲ
Νέστωρ καὶ τῆς μεγίστης μάχης ἐνεστηκυίας
433c
οὐκ ἀπέχεται τοῦ πίνειν. φησὶ γοῦν
Ὅμηρος·
Νέστορα δ’ οὐκ ἔλαθεν ἰαχὴ πίνοντά περ ἔμπης. καὶ μόνου σὲ τούτου τῶν ἡρώων τὸ ποτήριον ἡρμήνευκεν, ὡς τὴν
Ἀχιλλέως ἀσπίδα. ἐστρατεύετο γάρ μετ’ αὐτοῦ καθάπερ καὶ τῆς ἀσπίδος ἐκείνης ἧς φησιν ὁ
Ἕκτωρ καὶ μέχρι οὐρανοῦ ἥκειν τὸ κλέος, οὐκ ἂν ἁμάρτοι δέ τις καὶ τὸ ποτήριον αὐτοῦ λέγων φιάλην
Ἄρεως κατὰ τὸν
Ἀντιφάνους
Καινέα, ἐν ᾧ λέγεται οὕτως·
εἶτ’ ἤδη δὸς φιάλην
Ἄρεως, κατὰ
Τιμόθεον, ξυστόν τε βέλος.
433d
ἀλλὰ μὴν καὶ διὰ τὴν φιλοποσίαν ὁ
Νέστωρ καὶ παρἈχιλλέως φιάλην λαμβάνει δῶρον ἐν τῷ ἐπὶ
Πατρόκλῳ ἐπιτελουμένῳ ἀγῶνι, οὐχ ὅτι ἀκονιτὶ τῷ νικηθέντι ἔδωκε δέπας ὁ
Ἀχιλλεύς τοῖς γὰρ φιλοπόταις οὐ παρέπεται τὸ νικᾶν διὰ τὸ ῥᾴθυμον ἢ ὅτι διὰ δίψαν μάλιστα λείπονται οἱ πύκται διὰ τὸ βαρεῖσθαι τὰς χεῖρας ἀνατείνοντες. ὁ δὲ
Εὔμηλος λαμβάνει θώρακα δραμὼν ἆθλον ἐπισφαλῶς καὶ ἀμυχθείς, ἀσφαλείας ὅπλον.
433e
Νέστορα δ’ οὐκ ἔλαθεν ἰαχὴ πίνοντά περ ἔμπης.
εἶτ’ ἤδη δὸς φιάλην Ἄρεως, κατὰ Τιμόθεον, ξυστόν τε βέλος. 433d
433e
τῆς δὲ δίψης οὐδέν ἐστι πολυποθητότερον. διόπερ καὶ τὸ
Ἄργος πολυδίψιον ὁ ποιητὴς ἔφη, τὸ πολυπόθητον διὰ τὸν χρόνον. τὸ δίψος γὰρ πᾶσιν ἰσχυρὰν ἐπιθυμίαν ἐμποιεῖ τῆς περιττῆς ἀπολαύσεως. διὸ καὶ ὁ
Σοφοκλῆς φησι·
διψῶντι γάρ τοι πάντα προσφέρων σοφὰ
οὐκ ἂν πλέον τέρψειας ἢ ᾽μπιεῖν διδούς. καὶ ὁ
Ἀρχίλοχος ·
μάχης δὲ τῆς σῆς, ὥστε διψέων πιεῖν,
ὣς ἐρέω.
433f
καὶ τῶν τραγικῶν δέ τις ἔφη·
ἴσχειν κελεύω χεῖρα διψῶσαν φόνου, καὶ
Ἀνακρέων;
φίλη γὰρ εἶς ξείνοις· ἔασον δέ με διψῶντα πιεῖν. καὶ
Ξενοφῶν δ’ ἐν τῷ τρίτῳ τῆς
Παιδείας ποιεῖ τὸν
Κῦρον τάδε λέγοντα· ᾽ ἐγὼ ὑμῖν διψῶ χαρίσασθαι.᾽
Πλάτων δ’ ἐν τῇ Πολιτείᾳ·
ὅταν οἶμαι δημοκρατουμένη πόλις ἐλευθερίας διψήσασα κακῶν οἰνοχόων προστατούντων τύχῃ καὶ πορρωτέρω
434a
τοῦ δέοντος ἀκράτου μεθυσθῇ.
διψῶντι γάρ τοι πάντα προσφέρων σοφὰ
οὐκ ἂν πλέον τέρψειας ἢ ᾽μπιεῖν διδούς.
μάχης δὲ τῆς σῆς, ὥστε διψέων πιεῖν,
ὣς ἐρέω. 433f
ἴσχειν κελεύω χεῖρα διψῶσαν φόνου,
φίλη γὰρ εἶς ξείνοις· ἔασον δέ με διψῶντα πιεῖν.
ἔπινε δὲ καὶ
Πρωτέας ὁ
Μακεδὼν πλεῖστον, ὥς φησιν
Ἔφιππος ἐν τῷ περὶ τῆς
Ἀλεξάνδρου καὶ
Ἡφαιστίωνος ταφῆς, καὶ εὐρώστῳ τῷ σώματι διῆγε, καίτοι τῷ πιεῖν ἐγγεγυμνασμένος ὤν.
Ἀλέξανδρος γοῦν αἰτήσας ποτὲ ποτήριον δίχουν καὶ πιὼν προὔπιε τῷ
Πρωτέᾳ. καὶ ὃς λαβὼν καὶ πολλὰ ὑμνήσας τὸν βασιλέα ἔπιεν, ὡς ὑπὸ πάντων κροταλισθῆναι. καὶ μετ’ ὀλίγον τὸ αὐτὸ ποτήριον αἰτήσας ὁ
Πρωτέας καὶ πάλιν πιὼν προὔπιε τῷ
434b
βασιλεῖ. ὁ δὲ
Ἀλέξανδρος λαβὼν ἔσπασε μὲν γενναίως, οὐ μὴν ὑπήνεγκεν, ἀλλ’ ἀπέκλινεν ἐπὶ τὸ προσκεφάλαιον ἀφεὶς τῶν χειρῶν τὸ ποτήριον. καὶ ἐκ τούτου νοσήσας ἀπέθανε, τοῦ
Διονύσου, φησί, μηνίσαντος αὐτῷ, διότι τὴν πατρίδα αὐτοῦ τὰς
Θήβας ἐπολιόρκησεν. ἔπινε δὲ ὁ ᾽
Ἀλέξανδρος πλεῖστον, ὡς καὶ ἀπὸ τῆς μέθης συνεχῶς κοιμᾶσθαι δύο ἡμέρας καὶ δύο νύκτας, δηλοῦται δὲ τοῦτο ἐν ταῖς
Ἐφημερίσιν αὐτοῦ, ἃς ἀνέγραψαν
Εὐμένης τε ὁ
Καρδιανὸς καὶ
Διόδοτος ὁ
Ἐρυθραῖος.
Μένανδρος δὲ ἐν
Κόλακί φησι·
434c
κοτύλας χωροῦν δέκα
ἐν
Καππαδοκίᾳ κόνδυ χρυσοῦν,
Στρουθία,
τρὶς ἐξέπιον μεστὸν γ᾽.
στρ.
Ἀλεξάνδρου πλέον
τοῦ βασιλέως πέπωκας. α. οὐκ ἔλαττον, οὐ
μὰ τὴν
Ἀθηνᾶν.
στρ. μέγα γε.
Νικοβούλη δὲ ἢ ὁ ἀναθεὶς ταύτῃ τὰ συγγράμματά φησιν ὅτι παρὰ
Μηδείῳ τῷ
Θεσσαλῷ δειπνῶν ὁ
Ἀλέξανδρος εἴκοσιν οὖσιν ἐν τῷ συμποσίῳ πᾶσι προὔπιε, παρὰ πάντων τὰ ἴσα λαμβάνων, καὶ ἀναστὰς ἐκ τοῦ συμποσίου μετ’ οὐ πολὺ ἀνεπαύετο.
Καλλισθένης δὲ ὁ σοφιστής, ὡς
Λυγκεὺς ὁ
Σάμιός φησιν ἐν τοῖς ἀπομνημονεύμασι καὶ
Ἀριστόβουλος καὶ
Χάρης ἐν ταῖς ἱστορίαις, ἐν τῷ συμποσίῳ τοῦ
Ἀλεξάνδρου τῆς τοῦ ἀκράτου κύλικος εἰς αὐτὸν ἐλθούσης ὡς διωθεῖτο, εἰπόντος τέ τινος αὐτῷ ᾽ διὰ τί οὐ πίνεις; ᾽ ᾽ οὐδὲν δέομαι ἔφη, ᾽
Ἀλεξάνδρου πιὼν τοῦ
Ἀσκληπιοῦ δεῖσθαι.᾽
κοτύλας χωροῦν δέκα
ἐν Καππαδοκίᾳ κόνδυ χρυσοῦν, Στρουθία,
τρὶς ἐξέπιον μεστὸν γ᾽. στρ. Ἀλεξάνδρου πλέον
τοῦ βασιλέως πέπωκας. α. οὐκ ἔλαττον, οὐ
μὰ τὴν Ἀθηνᾶν. στρ. μέγα γε.
Δαρεῖος δὲ ὁ τοὺς μάγους ἀνελὼν ἐπιγεγραμμένον εἶχεν ἐπὶ τοῦ μνήματος· ʽ ἠδυνάμην καὶ οἶνον πίνειν πολὺν καὶ τοῦτον φέρειν καλῶς.᾽
Κτησίας δὲ παρ’
Ἰνδοῖς φησιν οὐκ εἶναι τῷ βασιλεῖ
434e
μεθυσθῆναι. παρὰ δὲ
Πέρσαις τῷ βασιλεῖ ἐφίεται μεθύσκεσθαι μιᾷ ἡμέρᾳ, ἐν ᾗ θύουσι τῷ
Μίθρῃ. γράφει δὲ οὕτως περὶ τούτου
Δοῦρις ἐν τῇ ἑβδόμῃ τῶν ἱστοριῶν ᾽ ἐν μόνῃ τῶν ἑορτῶν τῶν ἀγομένων ὑπὸ
Περσῶν τῷ
Μίθρῃ βασιλεὺς μεθύσκεται καὶ τὸ
Περσικὸν ὀρχεῖται· τῶν δὲ λοιπῶν οὐδεὶς κατὰ τὴν
Ἀσίαν, ἀλλὰ πάντες ἀπέχονται κατὰ τὴν ἡμέραν ταύτην τῆς ὀρχήσεως.
Πέρσαι γὰρ ὥσπερ ἱππεύειν οὕτω καὶ ὀρχεῖσθαι μανθάνουσι καὶ νομίζουσι
434f
τὴν ἐκ τῆς ἐργασίας ταύτης κίνησιν ἐμμελῆ τινα λαμβάνειν γυμνασίαν τῆς τοῦ σώματος ῥώμης.} εἰς τοσοῦτον δὲ
Ἀλέξανδρος ἐμέθυεν, ὥς φησι
Καρύστιος ὁ
Περγαμηνὸς ἐν ἱστορικοῖς ὑπομνήμασιν, ὡς καὶ ἐπὶ ὄνων ἅρματος κωμάζειν ἐποίουν δὲ τοῦτο, φησί, καὶ οἱ τῶν
Περσῶν βασιλεῖς· μήποτ’ οὖν διὰ τοῦτο οὐδὲ πρὸς τὰ ἀφροδίσια εἶχεν ὁρμὴν ἐξυδαροῦσθαι γάρ φησιν ὁ ι
Ἀριστοτέλης ἐν τοῖς φυσικοῖς προβλήμασι τῶν
435a
τοιούτων τὴν γονὴν
Ἱερώνυμός τε ἐν ταῖς
Ἐπιστολαῖς
Θεόφραστόν φησι λέγειν ὅτι
Ἀλέξανδρος οὐκ εὖ διέκειτο πρὸς τὰ ἀφροδίσια.
Ὀλυμπιάδος γοῦν καὶ παρανακλινάσης αὐτῷ
Καλλιξείναν τὴν
Θετταλὴν ἑταίραν περικαλλεστάτην οὖσαν, συνειδότος τοῦτο καὶ τοῦ
Φιλίππου εὐλαβοῦντο γὰρ μὴ γύννις εἴη, πολλάκις ᾔτει αὐτῇ τὸν
Ἀλέξανδρον συγγενέσθαι.
Δαρεῖος δὲ ὁ τοὺς μάγους ἀνελὼν ἐπιγεγραμμένον εἶχεν ἐπὶ τοῦ μνήματος· ʽ ἠδυνάμην καὶ οἶνον πίνειν πολὺν καὶ τοῦτον φέρειν καλῶς.᾽ Κτησίας δὲ παρ’ Ἰνδοῖς φησιν οὐκ εἶναι τῷ βασιλεῖ 434e μεθυσθῆναι. παρὰ δὲ Πέρσαις τῷ βασιλεῖ ἐφίεται μεθύσκεσθαι μιᾷ ἡμέρᾳ, ἐν ᾗ θύουσι τῷ Μίθρῃ. γράφει δὲ οὕτως περὶ τούτου Δοῦρις ἐν τῇ ἑβδόμῃ τῶν ἱστοριῶν ᾽ ἐν μόνῃ τῶν ἑορτῶν τῶν ἀγομένων ὑπὸ Περσῶν τῷ Μίθρῃ βασιλεὺς μεθύσκεται καὶ τὸ Περσικὸν ὀρχεῖται· τῶν δὲ λοιπῶν οὐδεὶς κατὰ τὴν Ἀσίαν, ἀλλὰ πάντες ἀπέχονται κατὰ τὴν ἡμέραν ταύτην τῆς ὀρχήσεως. Πέρσαι γὰρ ὥσπερ ἱππεύειν οὕτω καὶ ὀρχεῖσθαι μανθάνουσι καὶ νομίζουσι 434f τὴν ἐκ τῆς ἐργασίας ταύτης κίνησιν ἐμμελῆ τινα λαμβάνειν γυμνασίαν τῆς τοῦ σώματος ῥώμης.} εἰς τοσοῦτον δὲ Ἀλέξανδρος ἐμέθυεν, ὥς φησι Καρύστιος ὁ Περγαμηνὸς ἐν ἱστορικοῖς ὑπομνήμασιν, ὡς καὶ ἐπὶ ὄνων ἅρματος κωμάζειν ἐποίουν δὲ τοῦτο, φησί, καὶ οἱ τῶν Περσῶν βασιλεῖς· μήποτ’ οὖν διὰ τοῦτο οὐδὲ πρὸς τὰ ἀφροδίσια εἶχεν ὁρμὴν ἐξυδαροῦσθαι γάρ φησιν ὁ ι Ἀριστοτέλης ἐν τοῖς φυσικοῖς προβλήμασι τῶν 435a τοιούτων τὴν γονὴν Ἱερώνυμός τε ἐν ταῖς Ἐπιστολαῖς Θεόφραστόν φησι λέγειν ὅτι Ἀλέξανδρος οὐκ εὖ διέκειτο πρὸς τὰ ἀφροδίσια. Ὀλυμπιάδος γοῦν καὶ παρανακλινάσης αὐτῷ Καλλιξείναν τὴν Θετταλὴν ἑταίραν περικαλλεστάτην οὖσαν, συνειδότος τοῦτο καὶ τοῦ Φιλίππου εὐλαβοῦντο γὰρ μὴ γύννις εἴη, πολλάκις ᾔτει αὐτῇ τὸν Ἀλέξανδρον συγγενέσθαι.
καὶ
Φίλιππος δ’ ὁ τοῦ
Ἀλεξάνδρου πατήρ φιλοπότης ἦν, ὡς ἱστορεῖ
Θεόπομπος ἐν τῇ ἕκτῃ
435b
καὶ εἰκοστῇ τῶν ἱστοριῶν, κἀν ἄλλῳ δὲ μέρει τῆς ἱστορίας γράφει
Φίλιππος ἦν τὰ μὲν φύσει μανικὸς καὶ προπετὴς ἐπὶ τῶν κινδύνων, τὰ δὲ διὰ μέθην ἦν γὰρ πολυπότης καὶ πολλάκις μεθύων ἐξεβοήθει.᾽ ἐν δὲ τῇ τρίτῃ καὶ πεντηκοστῇ περὶ τῶν ἐν
Χαιρωνείᾳ· γενομένων εἰπὼν καὶ ὡς ἐπὶ δεῖπνον ἐκάλεσε τοὺς παραγενομένους τῶν
Ἀθηναίων πρέσβεις φησίν ᾽ὁ δὲ
Φίλιππος ἀποχωρησάντων ἐκείνων εὐθέως μετεπέμπετό τινας τῶν ἑταίρων, καλεῖν δ’ ἐκέλευε τὰς αὐλητρίδας καὶ
Ἀριστόνικον τὸν κιθαρῳδὸν καὶ
Δωρίωνα τὸν
435c
αὐλητὴν καὶ τοὺς ἄλλους τοὺς εἰθισμένους αὐτῷ συμπίνειν περιήγετο γὰρ πανταχοῦ τοὺς τοιούτους ὁ
Φίλιππος καὶ κατασκευασάμενος ἦν ὄργανα πολλὰ συμποσίου καὶ συνουσίας, ὢν γὰρ φιλοπότης καὶ τὸν τρόπον ἀκόλαστος καὶ βωμολόχους εἶχε περὶ αὑτὸν συχνοὺς καὶ τῶν περὶ τὴν μουσικὴν ὄντων καὶ τῶν τὰ γέλοια λεγόντων, πιὼν δὲ τὴν νύκτα πᾶσαν καὶ μεθυσθεὶς ἐπὶ πολὺ καὶ παραπαίσας ἀφεὶς ἅπαντας τοὺς ἄλλους ἀπαλλάττεσθαι ἤδη πρὸς ἡμέραν ἐκώμαζεν ὡς τοὺς πρέσβεις
435d
τοὺς τῶν Ἀθηναίων.᾽
Καρύστιος δὲ ἐν τοῖς ἱστορικοῖς ὑπομνήμασιν ὅτε φησί, ᾽ μεθύειν προῃρεῖτο
Φίλιππος, τοῦτ’ ἔλεγε
χρὴ πίνειν
Ἀντίπατρος γὰρ ἱκανός ἐστι νήφων. κυβεύοντος δέ ποτε αὐτοῦ καί τινος ἀγγείλαντος ὡς
Ἀντίπατρος πάρεστι, διαπορήσας ὦσεν ὑπὸ τὴν κλίνην τὸν ἄβακα.᾽
φιλοπότας δὲ καὶ μεθύσους καταλέγει
Θεόπομπος
Διονύσιον τὸν νεώτερον,
Σικελίας τύραννον, ὃν καὶ τὰς ὄψεις ὑπὸ τοῦ οἴνου διαφθαρῆναι.
435e
Ἀριστοτέλης δ’ ἐν τῇ
Συρακοσίων
Πολιτείᾳ καὶ συνεχῶς φησιν αὐτὸν ἔσθ’ ὅτε ἐπὶ ἡμέρας ἐνενήκοντα μεθύειν διὸ καὶ ἀμβλυωπότερον γενέσθαι τὰς ὄψεις.
Θεόφραστος δὲ φησι καὶ τοὺς ἑταίρους αὐτοῦ κολακεύοντας τὴν τυραννίδα προσποιεῖσθαι μὴ βλέπειν καὶ ὑπ’ αὐτοῦ τοῦ
Διονυσίου χειραγωγεῖσθαι καὶ μήτε τὰς παρατιθέμενα τῶν ἐδεσμάτων μήτε τὰς κύλικας ὁρᾶν διὸ κληθῆναι
Διονυσιοκόλακας. ἔπινε δὲ πλεῖστον καὶ
Νυσαῖος ὁ
435f
τυραννήσας
Συρακοσίων καὶ
Ἀπολλοκράτης·
Διονυσίου δὲ τοῦ προτέρου οὗτοι υἱοί, ὡς ὁ
Θεόπομπος ἱστορεῖ ἐν τῇ μ’ κἀν τῇ ἑξῆς τῶν ἱστοριῶν, γράφει δὲ οὕτως περὶ τοῦ
Νυσαίου· `
Νυσαῖος ὁ τυραννήσας ὕστερον
Συρακοσίων ὥσπερ ἐπὶ θανάτῳ συνειλημμένος καὶ προειδὼς ὅτι μῆνας ὀλίγους ἤμελλεν ἐπιβιώσεσθαι γαστριζόμενος καὶ μεθύων διῆγεν.᾽
436a
ἐν δὲ τῇ τριακοστῇ ἐνάτῃ φησὶν· ‘
Ἀπολλοκράτης ὁ
Διονυσίου τοῦ τυράννου υἱὸς ἀκόλαστος ἦν καὶ φιλοπότης· καὶ τῶν κολακευόντων τινὲς αὐτὸν παρεσκεύαζον ὡς ἔνι μάλιστα ἀλλοτριώτατα πρὸς τὸν πατέρα διακεῖσθαι.᾽ καὶ
Ἱππαρῖνον δὲ τὸν
Διονυσίου φησὶν ὑπὸ μέθης τυραννοῦντα ἀποσφαγῆναι. περὶ δὲ τοῦ
Νυσαίου καὶ τάδε γράφει· ᾽
Νυσαῖος ὁ
Διονυσίου τοῦ προτέρου υἱὸς κύριος τῶν ἐν
Συρακούσαις γενόμενος πραγμάτων κατεσκευάσατο τέθριππον καὶ τὴν ἐσθῆτα τὴν ποικίλην ἀνέλαβεν, ἔτι δὲ καὶ τὴν ὀψοφαγίαν καὶ τὴν οἰνοφλυγίαν
436b
καὶ τὴν τῶν παίδων καὶ τὴν τῶν γυναικῶν ὕβριν καὶ τὴν τῶν ἄλλων ὅσα συντελῆ ὁ τούτοις πέφυκε καὶ τὴν δίαιταν διῆγεν οὕτως.᾽ ἐν δὲ τῇ τεσσαρακοστῇ πέμπτῃ ὁ αὐτὸς περὶ
Τιμολάου λέγων τοῦ
Θηβαίου φησὶν ᾽ οὐκ ὀλίγων γάρ ἤδη γενομένων ἀσελγῶν περὶ τὸν βίον τὸν καθ’ ἡμέραν καὶ τοὺς πότους οὐδένα νομίζω τῶν ἐν ταῖς πολιτείαις ὄντων οὔτ᾽ ἀκρατέστερον οὔτε λιχνότερον οὔτε δοῦλον γεγονέναι μᾶλλον τῶν ἡδονῶν, εἰ μή, ὥσπερ εἶπον, Τιμόλαον.᾽ ἐν δὲ τῇ τρίτῃ καὶ εἰκοστῇ περὶ
Χαριδήμου τοῦ ᾽
Ὠρείτου διηγούμενος , ὃν
Ἀθηναῖοι πολίτην ἐποιήσαντο, φησὶν
436c
᾽τ᾽ήν τε γὰρ δίαιταν ἑωρᾶτο τὴν καθ’ ἡμέραν ἀσελγῆ καὶ τοιαύτην ποιούμενος ὥστε πίνειν καὶ μεθύειν αἰεί, καὶ γυναῖκας ἐλευθέρας ἐτόλμα διαφθείρειν καὶ εἰς τοσοῦτον προῆλθεν ἀκρασίας ὥστε μειράκιόν τι παρὰ τῆς βουλῆς τῆς τῶν
Ὀλυνθίων αἰτεῖν ἐπεχείρησεν, ὃ τὴν μὲν ὄψιν ἦν εὐειδὲς καὶ χάριεν, ἐτύγχανε δὲ μετὰ
Δέρδου τοῦ
436d
Μακεδόνος αἰχμάλωτον γεγενημένον.᾽
φιλοπότας δὲ καὶ μεθύσους καταλέγει Θεόπομπος Διονύσιον τὸν νεώτερον, Σικελίας τύραννον, ὃν καὶ τὰς ὄψεις ὑπὸ τοῦ οἴνου διαφθαρῆναι. 435e Ἀριστοτέλης δ’ ἐν τῇ Συρακοσίων Πολιτείᾳ καὶ συνεχῶς φησιν αὐτὸν ἔσθ’ ὅτε ἐπὶ ἡμέρας ἐνενήκοντα μεθύειν διὸ καὶ ἀμβλυωπότερον γενέσθαι τὰς ὄψεις. Θεόφραστος δὲ φησι καὶ τοὺς ἑταίρους αὐτοῦ κολακεύοντας τὴν τυραννίδα προσποιεῖσθαι μὴ βλέπειν καὶ ὑπ’ αὐτοῦ τοῦ Διονυσίου χειραγωγεῖσθαι καὶ μήτε τὰς παρατιθέμενα τῶν ἐδεσμάτων μήτε τὰς κύλικας ὁρᾶν διὸ κληθῆναι Διονυσιοκόλακας. ἔπινε δὲ πλεῖστον καὶ Νυσαῖος ὁ 435f τυραννήσας Συρακοσίων καὶ Ἀπολλοκράτης· Διονυσίου δὲ τοῦ προτέρου οὗτοι υἱοί, ὡς ὁ Θεόπομπος ἱστορεῖ ἐν τῇ μ’ κἀν τῇ ἑξῆς τῶν ἱστοριῶν, γράφει δὲ οὕτως περὶ τοῦ Νυσαίου· ` Νυσαῖος ὁ τυραννήσας ὕστερον Συρακοσίων ὥσπερ ἐπὶ θανάτῳ συνειλημμένος καὶ προειδὼς ὅτι μῆνας ὀλίγους ἤμελλεν ἐπιβιώσεσθαι γαστριζόμενος καὶ μεθύων διῆγεν.᾽ 436a ἐν δὲ τῇ τριακοστῇ ἐνάτῃ φησὶν· ‘ Ἀπολλοκράτης ὁ Διονυσίου τοῦ τυράννου υἱὸς ἀκόλαστος ἦν καὶ φιλοπότης· καὶ τῶν κολακευόντων τινὲς αὐτὸν παρεσκεύαζον ὡς ἔνι μάλιστα ἀλλοτριώτατα πρὸς τὸν πατέρα διακεῖσθαι.᾽ καὶ Ἱππαρῖνον δὲ τὸν Διονυσίου φησὶν ὑπὸ μέθης τυραννοῦντα ἀποσφαγῆναι. περὶ δὲ τοῦ Νυσαίου καὶ τάδε γράφει· ᾽ Νυσαῖος ὁ Διονυσίου τοῦ προτέρου υἱὸς κύριος τῶν ἐν Συρακούσαις γενόμενος πραγμάτων κατεσκευάσατο τέθριππον καὶ τὴν ἐσθῆτα τὴν ποικίλην ἀνέλαβεν, ἔτι δὲ καὶ τὴν ὀψοφαγίαν καὶ τὴν οἰνοφλυγίαν 436b καὶ τὴν τῶν παίδων καὶ τὴν τῶν γυναικῶν ὕβριν καὶ τὴν τῶν ἄλλων ὅσα συντελῆ ὁ τούτοις πέφυκε καὶ τὴν δίαιταν διῆγεν οὕτως.᾽ ἐν δὲ τῇ τεσσαρακοστῇ πέμπτῃ ὁ αὐτὸς περὶ Τιμολάου λέγων τοῦ Θηβαίου φησὶν ᾽ οὐκ ὀλίγων γάρ ἤδη γενομένων ἀσελγῶν περὶ τὸν βίον τὸν καθ’ ἡμέραν καὶ τοὺς πότους οὐδένα νομίζω τῶν ἐν ταῖς πολιτείαις ὄντων οὔτ᾽ ἀκρατέστερον οὔτε λιχνότερον οὔτε δοῦλον γεγονέναι μᾶλλον τῶν ἡδονῶν, εἰ μή, ὥσπερ εἶπον, Τιμόλαον.᾽ ἐν δὲ τῇ τρίτῃ καὶ εἰκοστῇ περὶ Χαριδήμου τοῦ ᾽ Ὠρείτου διηγούμενος , ὃν Ἀθηναῖοι πολίτην ἐποιήσαντο, φησὶν 436c ᾽τ᾽ήν τε γὰρ δίαιταν ἑωρᾶτο τὴν καθ’ ἡμέραν ἀσελγῆ καὶ τοιαύτην ποιούμενος ὥστε πίνειν καὶ μεθύειν αἰεί, καὶ γυναῖκας ἐλευθέρας ἐτόλμα διαφθείρειν καὶ εἰς τοσοῦτον προῆλθεν ἀκρασίας ὥστε μειράκιόν τι παρὰ τῆς βουλῆς τῆς τῶν Ὀλυνθίων αἰτεῖν ἐπεχείρησεν, ὃ τὴν μὲν ὄψιν ἦν εὐειδὲς καὶ χάριεν, ἐτύγχανε δὲ μετὰ Δέρδου τοῦ 436d Μακεδόνος αἰχμάλωτον γεγενημένον.᾽
ἔπινε δὲ πλεῖστον καὶ
Ἀρκαδίων ἄδηλον δ’ εἰ ὁ
Φιλίππῳ διεχθρεύσας, ὡς τὸ ἐπίγραμμα δηλοῖ, ὅπερ ἀνέγραψε
Πολέμων ἐν τῷ περὶ τῶν κατὰ πόλεις ἐπιγραμμάτων
τοῦ πολυκώθωνος τοῦτ’ ἠρίον
Ἀρκαδίωνος
ἄστεος ὤρθωσαν τῇδε παρ’ ἀτραπιτῷ
υἱῆες
Δόρκων καὶ
Χαρμύλος. ἔφθιτο δ’ ὡνήρ,
ὤνθρωπ᾽, ἐκ χανδῆς ζωροποτῶν κύλικος.
Ἐρασίξενον δέ τινα πεπωκέναι πλεῖστόν φησι τὸ
436e
ἐπ’ αὐτῷ ἐπίγραμμα·
τὸν βαθὺν οἰνοπότην
Ἐρασίξενον ἡ δὶς ἐφεξῆς
ἀκρήτου προποθεῖσ’ ᾤχετ’ ἔχουσα κύλιξ. ἔπινε δὲ πλεῖστον καὶ
Ἀλκέτας ὁ
Μακεδών, ὥς φησιν
Ἄριστος ὁ
Σαλαμίνιος, καὶ
Διότιμος ὁ
Ἀθηναῖος. οὗτος δὲ καὶ
Χώνη ἐπεκαλεῖτο· ἐντιθέμενος γὰρ τῷ στόματι χώνην ἀπαύστως ἔπινεν ἐπιχεομένου οἴνου· ὅθεν καὶ
Χώνη ἐπεκλήθη, ὥς φησι
Πολέμων.
Κλεομένης δὲ ὁ
Λακεδαιμόνιος
436f
ὅτι καὶ ἀκρατοπότης ἦν προείρηται· ὅτι δὲ διὰ μέθην ἑαυτὸν καὶ μαχαίρᾳ κατέτεμεν ʽ
Ἡρόδοτοςἱστόρησε. καὶ
Ἀλκαῖος δ’ ὁ ποιητὴς φιλοπότης ἦν, ὡς προεῖπον.
Βάτων δ’ ὁ
Σινωπεὺς ἐν τοῖς περὶ
Ἴωνος τοῦ ποιητοῦ φιλοπότην φησὶ γενέσθαι καὶ ἐρωτικώτατον τὸν
Ἴωνα. καὶ αὐτὸς δὲ ἐν τοῖς ἐλεγείοις ἐρᾶν μὲν ὁμολογεῖ
Χρυσίλλης τῆς
Κορινθίας,
Τελέου δὲ θυγατρός· ἧς καὶ
Περικλέα τὸν
Ὀλύμπιον ἐρᾶν φησι
Τηλεκλείδης ἐν
Ἡσιόδοις.
Ξέναρχος δὲ ὁ
Ῥόδιος διὰ τὴν πολυποσίαν
Μετρητὴς ἐπεκαλεῖτο· μνημονεύει αὐτοῦ
Εὐφορίων ὁ ἐποποιὸς ἐν
Χιλιάσι.
τοῦ πολυκώθωνος τοῦτ’ ἠρίον Ἀρκαδίωνος
ἄστεος ὤρθωσαν τῇδε παρ’ ἀτραπιτῷ
υἱῆες Δόρκων καὶ Χαρμύλος. ἔφθιτο δ’ ὡνήρ,
ὤνθρωπ᾽, ἐκ χανδῆς ζωροποτῶν κύλικος.
τὸν βαθὺν οἰνοπότην Ἐρασίξενον ἡ δὶς ἐφεξῆς
ἀκρήτου προποθεῖσ’ ᾤχετ’ ἔχουσα κύλιξ.
Χάρης δ’ ὁ
Μυτιληναῖος ἐν ταῖς περὶ
Ἀλέξανδρον
437a
ἱστορίαις περὶ
Καλάνου εἰπὼν τοῦ
Ἰνδοῦ φιλοσόφου, ὅτι ῥίψας ἑαυτὸν εἰς πυρὰν νενημένην ἀπέθανε, φησὶν ὅτι καὶ ἐπὶ τῷ μνήματι αὐτοῦ διέθηκεν
Ἀλέξανδρος γυμνικὸν ἀγῶνα καὶ μουσικὸν ἐγκωμίων. ᾽ ἔθηκε δέ, ᾽ φησί, ʽκαὶ διὰ τὴν φιλοινίαν τῶν
Ἰνδῶν καὶ ἀκρατοποσίας ἀγῶνα, καὶ ἦν ἆθλον τῷ μὲν πρώτῳ τάλαντον, τῷ δὲ δευτέρῳ τριάκοντα μναῖ καὶ τῷ τρίτῳ δέκα. τῶν οὖν πιόντων τὸν οἶνον παραχρῆμα μὲν ἐτελεύτησαν ὑπὸ τοῦ ψύχους τριάκοντα καὶ πέντε, μικρὸν δὲ διαλιπόντες
437b
ἐν ταῖς σκηναῖς ἕξ. ὁ δὲ πλεῖστον πιὼν καὶ νικήσας ἔπιε μὲν ἀκράτου χοᾶς τέσσαρας καὶ τὸ τάλαντον ἔλαβεν, ἐπεβίωσε δὲ ἡμέρας τέσσαρας· ἐκαλεῖτο δὲ
Πρόμαχος.
Τίμαιος δέ φησιν ὡς ᾽
Διονύσιος ὁ τύραννος τῇ τῶν
Χοῶν ἑορτῇ τῷ πρώτῳ ἐκπιόντι χοᾶ ἆθλον ἔθηκε στέφανον χρυσοῦν· καὶ ὅτι πρῶτος ἐξέπιε
Ξενοκράτης ὁ φιλόσοφος καὶ λαβὼν τὸν χρυσοῦν στέφανον καὶ ἀναλύων τῷ
Ἑρμῇ τῷ ἱδρυμένῳ ἐπὶ τῆς αὐλῆς ἐπέθηκεν, ᾧπερ εἰώθει καὶ τοὺς ἀνθινοὺς ἑκάστοτε ἐπιτιθέναι στεφάνους ἑσπέρας ἀπαλλασσόμενος ὡς αὑτόν, καὶ ἐπὶ τούτῳ ἐθαυμάσθη.᾽ τὴν δὲ τῶν
437c
Χοῶν ἑορτὴν τὴν
Ἀθήνησιν ἐπιτελουμένην
Φανόδημός φησι
Δημοφῶντα τὸν βασιλέα.., βουλόμενον ὑποδέξασθαι παραγενόμενον τὸν ᾽
Ὀρέστην
Ἀθήναζε. πρὸς δὲ τὰ ἱερὰ οὐ θέλων αὐτὸν προσιέναι οὐδ’ ὁμόσπονδον γενέσθαι μήπω δικασθέντα ἐκέλευσε συγκλεισθῆναί τε τὰ ἱερὰ καὶ χοᾶ οἴνου ἑκάστῳ παρατεθῆναι, τῷ πρώτῳ ἐκπιόντι εἰπὼν ἆθλον δοθήσεσθαι πλακοῦντα, παρήγγειλέ τε καὶ τοῦ πότου παυσαμένους τοὺς μὲν στεφάνους οἷς ἐστεφάνωντο πρὸς τὰ ἱερὰ μὴ τιθέναι διὰ τὸ
437d
ὁμορόφους γενέσθαι τῷ
Ὀρέστῃ, περὶ δὲ τὸν χοᾶ τὸν ἑαυτοῦ ἕκαστον περιθεῖναι καὶ τῇ ἱερείᾳ ἀποφέρειν τοὺς στεφάνους πρὸς τὸ ἐν
Λίμναις τέμενος, ἔπειτα θύειν ἐν τῷ ἱερῷ τὰ ἐπίλοιπα, καὶ ἔκτοτε τὴν ἑορτὴν κληθῆναι
Χοᾶς. τῇ δὲ ἑορτῇ τῶν
Χοῶν ἔθος ἐστὶν
Ἀθήνησι πέμπεσθαι δῶρά τε καὶ τοὺς μισθοὺς τοῖς σοφισταῖς, οἵπερ καὶ αὐτοὶ συνεκάλουν ἐπὶ ξένια τοὺς γνωρίμους, ὥς φησιν
Εὐβουλίδης ὁ διαλεκτικὸς ἐν δράματι.
Κωμασταῖς οὕτως·
σοφιστιᾷς, κάκιστε, καὶ
Χοῶν δέῃ
437e
τῶν μισθοδώρων οὐκ ἀδείπνων ἐν τρυφῇ.
σοφιστιᾷς, κάκιστε, καὶ Χοῶν δέῃ 437e
τῶν μισθοδώρων οὐκ ἀδείπνων ἐν τρυφῇ.
Ἀντίγονος δ’ ὁ
Καρύστιος ἐν τῷ περὶ τοῦ
Διονυσίου βίου τοῦ
Ἡρακλεώτου τοῦ ἐπικληθέντος Μεταθεμένου φησὶ τὸν
Διονύσιον τοῖς οἰκέταις συνεορτάζοντα ἐν τῇ τῶν
Χοῶν ἑορτῇ καὶ μὴ δυνάμενον διὰ γῆρας χρῆσθαι ᾗ παρειλήφεσαν ἑταίρᾳ ὑποστρέψαντα εἰπεῖν πρὸς τοὺς συνδειπνοῦντας·
οὐ δύναμαι τανύσαι, λαβέτω δὲ καὶ ἄλλος. ἦν δὲ ὁ
Διονύσιος ἔτι ἐκ νέου, ὥς φησι
Νικίας ὁ
Νικαεὺς ἐν ταῖς
Διαδοχαῖς, πρὸς τὰ ἀφροδίσια ἐκμανὴς καὶ πρὸς τὰς δημοσίας εἰσῄει παιδίσκας
437f
ἀδιαφόρως. καί ποτε πορευόμενος μετά τινων γνωρίμων ὡς ἐγένετο κατὰ τὸ παιδισκεῖον, εἰς ὃ τῇ προτεραίᾳ παρεληλυθὼς ὤφειλε χαλκοῦς, ἔχων τότε κατὰ τύχην ἐκτείνας τὴν χεῖρα, πάντων ὁρώντων ἀπεδίδου.
Ἀνάχαρσις δ’ ὁ
Σκύθης παρὰ
438a
Περιάνδρῳ τεθέντος ἄθλου περὶ τοῦ πίνειν ᾔτησε τὸ νικητήριον πρῶτος μεθυσθεὶς τῶν συμπαρόντων, ὡς ὄντος τέλους τούτου καὶ τῆς ἐν τῷ πότῳ νίκης ὥσπερ καὶ τῆς ἐν τῷ τρέχειν.
Λακύδης δὲ καὶ
Τίμων οἱ φιλόσοφοι κληθέντες πρός τινα τῶν γνωρίμων ἐπὶ δύο ἡμέρας καὶ βουλόμενοι συμπεριφέρεσθαι τοῖς παροῦσιν ἔπινον προθυμότερον. τῇ μὲν οὖν πρώτῃ τῶν ἡμερῶν ὁ
Λακύδης ἀπῄει πρότερος ἐπιπολάσαντος αὐτῷ τοῦ ποτοῦ, καὶ ὁ
Τίμων ὁρῶν αὐτὸν ἀπιόντα ἔφη·
ἠράμεθα μέγα κῦδος, ἐπέφνομεν
Ἕκτορα δῖον. τῇ δ’ ὑστεραίᾳ προαπιόντος τοῦ
Τίμωνος διὰ τὸ μὴ δυνηθῆναι ἐκπιεῖν τὴν προποθεῖσαν αὐτῷ
438b
κύλικα ὁ
Λακύδης ἰδὼν αὐτὸν ἐπανάγοντα εἶπε·
δυστήνων δέ τε παῖδες ἐμῷ μένει ἀντιόωσιν.
Ἀντίγονος δ’ ὁ Καρύστιος ἐν τῷ περὶ τοῦ Διονυσίου βίου τοῦ Ἡρακλεώτου τοῦ ἐπικληθέντος Μεταθεμένου φησὶ τὸν Διονύσιον τοῖς οἰκέταις συνεορτάζοντα ἐν τῇ τῶν Χοῶν ἑορτῇ καὶ μὴ δυνάμενον διὰ γῆρας χρῆσθαι ᾗ παρειλήφεσαν ἑταίρᾳ ὑποστρέψαντα εἰπεῖν πρὸς τοὺς συνδειπνοῦντας·
οὐ δύναμαι τανύσαι, λαβέτω δὲ καὶ ἄλλος.
ἠράμεθα μέγα κῦδος, ἐπέφνομεν Ἕκτορα δῖον.
δυστήνων δέ τε παῖδες ἐμῷ μένει ἀντιόωσιν.
Μυκερῖνον δὲ τὸν
Αἰγύπτιον ὁ ʽ
Ἡρόδοτος ἱστορεῖ διὰ τῆς δευτέρας ἀκούσαντα παρὰ τῶν μάντεων ὅτι ὀλιγοχρόνιός ἐστι, λύχνα ποιησάμενον πολλὰ ὁπότε γένοιτο νὺξ πίνειν καὶ εὐπαθεῖν οὔτε ἡμέρας οὔτε νυκτὸς ἀνιέντα· καὶ εἰς τὰ ἕλεα δὲ καὶ τὰ ἄλση νεμόμενον, ἔτι τε ὅπου πύθοιτο ἡβητήρια εἶναι μεθύσκεσθαι. καὶ
Ἄμασιν δὲ τὸν καὶ αὐτὸν
438c
Αἰγυπτίων βασιλέα ʽ
Ἡρόδοτος πολλὰ πεπωκέναι φησίν.
Ἑρμείας δ’ ὁ
Μηθυμναῖος ἐν τρίτῃ
Σικελικῶν φιλοπότην φησὶ γενέσθαι
Νικοτέλη τὸν
Κορίνθιον.
Φαινίας δὲ ὁ
Ἐρέσιος ἐν τῷ ἐπιγραφομένῳ
Τυράννων ἀναίρεσις ἐκ τιμωρίας
Σκόπα φησὶ τὸν
Κρέοντος μὲν υἱόν,
Σκόπα δὲ τοῦ παλαιοῦ ὑιδοῦν φιλοποτοῦντα διατελέσαι καὶ τὴν ἐπάνοδον τὴν ἀπὸ τῶν συμποσίων ποιεῖσθαι ἐπὶ θρόνου καθήμενον καὶ ὑπὸ τεσσάρων βασταζόμενον οὕτως οἴκαδε ἀπιέναι.
Φύλαρχος δὲ ἐν τῇ ἕκτῃ τῶν ἱστοριῶν
Ἀντίοχόν φησι τὸν βασιλέα φίλοινον γενόμενον μεθύσκεσθαί τε καὶ κοιμᾶσθαι ἐπὶ πλέον, εἶθ’ ἑσπέρας πάλιν ἀφυπνιζόμενον ἐπιπίνειν.
438d
ʽ ʽἐχρημάτιζέ τε, ᾽ φησί, ᾽ νήφων μὲν βραχέα τελέως, μεθύων δὲ τὰ πολλά, διὸ περὶ αὐτὸν δύο ἦσαν οἱ διοικοῦντες τὴν βασιλείαν,
Ἄριστος καὶ
Θεμίσων,
Κύπριοι μὲν γένος καὶ ἀδελφοί, ἐρώμενοι δὲ ἀμφότεροι τοῦ
Ἀντιόχου
πολυπότης δὲ ἦν καὶ
Ἀντίοχος ὁ βασιλεὺς ὁ κληθεὶς
Ἐπιφανής, ὁ ὁμηρεύσας παρὰ
Ῥωμαίοις, ὡς ἱστορεῖ
Πτολεμαῖος ὁ
Εὐεργέτης ἐν τῷ τρίτῳ τῶν ὑπομνημάτων
438e
κἀν τῷ πέμπτῳ φάσκων αὐτὸν εἰς τοὺς
Ἰνδικοὺς κώμους καὶ μέθας τραπέντα πολλὰ ἀναλίσκειν, καὶ τὰ περιλειπόμενα δὲ τῶν χρημάτων μεθ’ ἡμέραν κωμάζων ὁτὲ μὲν ἐξέχει, ἄλλοτε δὲ ἐν ταῖς δημοσίαις ὁδοῖς ἱστάμενος ἔλεγε, ᾽ τίνι ἡ τύχη δίδωσι, λαβέτω.᾽ καὶ ῥίψας τὸ ἀργύριον ᾤχετο. πολλάκις δὲ καὶ πλεκτὸν στέφανον ῥόδων ἔχων ἐπὶ τῆς κεφαλῆς καὶ χρυσοϋφῆ τήβενναν φορῶν μόνος ἐρέμβετο λίθους ὑπὸ μάλης ἔχων, οἷς ἔβαλλε τῶν ἰδιωτῶν τοὺς ἀκολουθοῦντας αὐτῷ. ἐλούετο δὲ καὶ εἰς τοὺς κοινοὺς λουτρῶνας μύροις
438f
ἀλειφόμενος, ὅτε καί ποτε συνιδών τις αὐτὸν ἰδιώτης ἔφη ᾽ μακάριος εἶ, ὦ βασιλεῦ, πολυτελὲς ὄζεις. καὶ ὃς ἡσθεὶς ἐγώ σε, φησίν, ὑπέρκορον τούτου· ποιήσω καὶ κατὰ τῆς κεφαλῆς αὐτοῦ ὑδρίσκην ὑπὲρ δύο χοᾶς ἔχουσαν παχέος μύρου καταχυθῆναι ἐκέλευσεν, ὡς καὶ τὸ πλῆθος τῶν ἀγοραιοτέρων εἰς τὸ ἐκχυθὲν συγκυλισθῆναι. ὀλίσθου τε γενομένου αὐτός τε ὁ
Ἀντίοχος ἔπεσε καγχάζων καὶ οἱ πλεῖστοι τῶν λουσμένων τὸ αὐτὸ
439a
ἔπασχον.
Πολύβιος δ’ ἐν τῇ ἕκτῃ καὶ εἰκοστῇ τῶν ἱστοριῶν καλεῖ αὐτὸν
Ἐπιμανῆ καὶ οὐκ
Ἐπιφανῆ διὰ τὰς πράξεις ʽ οὐ μόνον γὰρ μετὰ δημοτῶν ἀνθρώπων κατέβαινεν εἰς ὁμιλίας, ἀλλὰ καὶ μετὰ τῶν παρεπιδημούντων ξένων καί τῶν εὐτελεστάτων συνέπινεν. εἰ δὲ καὶ τῶν νεωτέρων φησί αἴσθοιτό τινας συνευωχουμένους ὁπουδήποτε, παρῆν μετὰ κερατίου· καὶ συμφωνίας, ὥστε τοὺς πολλοὺς διὰ τὸ παράδοξον ἀνισταμένους φεύγειν. πολλάκις δὲ καὶ τὴν βασιλικὴν ἐσθῆτα
439b
ἀποβαλὼν τήβενναν ἀναλαβὼν περιῄει τὴν ἀγοράν
ἐν δὲ τῇ πρώτῃ καὶ τριακοστῇ ὁ αὐτὸς
Πολύβιός φησι συντελοῦντα αὐτὸν ἐν τῇ
Ἀντιοχείᾳ ἀγῶνας συγκαλέσαι πάντας
Ἕλληνας καὶ τῶν ἄλλων τοὺς βουλομένους ἐπὶ τὴν θέαν. καὶ πλείστων παραγινομένων ἐν τοῖς γυμνασίοις, πάντας ἐκ χρυσῶν ὁλκείων ἤλειφε κροκίνῳ μύρῳ καὶ κινναμωμίνῳ καὶ ναρδίνῳ καὶ ἀμαρακίνῳ καὶ ἰρίνῳ. καὶ συγκαλῶν αὐτοὺς εἰς εὐωχίαν ποτὲ μὲν χίλια
439c
τρίκλινα, ποτὲ δὲ χίλια πεντακόσια συνεπλήρου μετὰ πολυτελεστάτης κατασκευῆς, καὶ ὁ χειρισμὸς τῆς διακονίας δι’ αὐτοῦ ἐγίνετο κατὰ γὰρ τὰς εἰσόδους ἐφιστάμενος οὓς μὲν εἰσῆγεν, οὓς δ’ ἀνέκλινεν, καὶ τοὺς διακόνους δὲ τοὺς τὰς παραθέσεις εἰσφέροντας αὐτὸς εἰσῆγε, καὶ περιπορευόμενος οὗ μὲν προσεκάθιζεν, οὗ δὲ προσανέπιπτε. καὶ ποτὲ μὲν ἀποθέμενος μεταξὺ τὸν ψωμόν, ποτὲ δὲ τὸ ποτήριον ἀνεπήδα καὶ μετανίστατο καὶ περιῄει τὸν πότον προπόσεις λαμβάνων ὀρθὸς ἄλλοτε παρ’ ἄλλοις, ἅμα δὲ τοῖς ἀκροάμασι προσπαίζων.
439d
καὶ ὑπὸ τῶν μίμων εἰσεφέρετο ὅλος συγκεκαλυμμένος καὶ ἐτίθετο εἰς τὴν γῆν ὡς εἷς ὢν τῶν μίμων καὶ τῆς συμφωνίας προκαλουμένης ὁ βασιλεὺς ἀναπηδήσας ὠρχεῖτο γυμνὸς καὶ προσέπαιζε τοῖς μίμοις, ὥστε πάντας αἰσχύνεσθαι. τοιαῦτα ἀπεργάζεται τοὺς ταλαιπώρους ἡ πρὸς τῇ μέθῃ ἀπαιδευσία. φιλοπότης δ’ ἦν καὶ
439e
ὁ ὁμώνυμος αὐτῷ
Ἀντίοχος, ὁ ἐν
Μηδίᾳ πρὸς
Ἀρσάκην πολεμήσας, ὡς ἱστορεῖ
Ποσειδώνιος ὁ
Ἀπαμεὺς ἐν τῇ ἑκκαιδεκάτῃ τῶν ἱστοριῶν. ἀναιρεθέντος γοῦν αὐτοῦ τὸν ᾽
Ἀρσάκην θάπτοντα αὐτὸν λέγειν ᾽ ἔσφηλέν σε,
Ἀντίοχε, θάρσος καὶ μέθη· ἤλπιζες γάρ ἐν μεγάλοις ποτηρίοις τὴν
Ἀρσάκου βασιλείαν ἐκπιεῖν.᾽
Ἀντίοχος δὲ ὁ μέγας ἐπικαλούμενος, ὃν
Ῥωμαῖοι καθεῖλον, ὡς ἱστορεῖ
Πολύβιος ἐν τῇ εἰκοστῇ, παρελθὼν εἰς
Χαλκίδα τῆς
Εὐβοίας συνετέλει γάμους, πεντήκοντα μὲν ἔτη γεγονὼς καὶ δύο τὰ μέγιστα τῶν ἔργων ἀνειληφώς, τήν τε τῶν
Ἑλλήνων ἐλευθέρωσιν, ὡς αὐτὸς ἐπηγγέλλετο, καὶ τὸν πρὸς
Ῥωμαίους
439f
πόλεμον. ἐρασθεὶς οὖν παρθένου
Χαλκιδικῆς κατὰ τὸν τοῦ πολέμου καιρὸν ἐφιλοτιμήσατο γῆμαι αὐτήν, οἰνοπότης ὢν καὶ μέθαις χαίρων ἦν δ’ αὕτη
Κλεοπτολέμου μὲν θυγάτηρ ἑνὸς τῶν ἐπιφανῶν, κάλλει δὲ πάσας ὑπερβάλλουσα· καὶ τοὺς γάμους συντελῶν ἐν τῇ
Χαλκίδι αὐτόθι διέτριψε τὸν χειμῶνα, τῶν ἐνεστώτων οὐδ’ ἡντινοῦν ποιούμενος πρόνοιαν. ἔθετο δὲ καὶ τῇ παιδὶ ὄνομα
Εὔβοιαν. ἡττηθεὶς οὖν τῷ πολέμῳ ἔφυγεν εἰς
Ἔφεσον μετὰ τῆς νεογάμου. ἐν δὲ τῇ δευτέρᾳ
440a
ὁ αὐτὸς
Πολύβιος ἱστορεῖ
Ἄγρωνα τὸν
Ἰλλυριῶν βασιλέα ἡσθέντα ἐπὶ τῷ νενικηκέναι τοὺς μέγα φρονοῦντας
Αἰτωλοὺς πολυπότην ὄντα καὶ εἰς μέθας καὶ εὐωχίας τραπέντα πλευρίτιδι ληφθέντα ἀποθανεῖν. ἐν δὲ τῇ ἐνάτῃ καὶ εἰκοστῇ ὁ αὐτὸς
Γενθίωνά φησι τὸν τῶν
Ἰλλυριῶν βασιλέα διὰ τὴν πολυποσίαν πολλὰ ποιεῖν ἀσελγῆ κατὰ τὸν βίον, νύκτωρ τε αἰεὶ καὶ μεθ’ ἡμέραν μεθύοντα. ἀποκτείναντα δὲ καὶ
Πλεύρατον τὸν ἀδελφὸν γαμεῖν μέλλοντα τὴν
Μονουνίου θυγατέρα αὐτὸν γῆμαι τὴν παῖδα καὶ ὠμῶς χρῆσθαι τοῖς ἀρχομένοις.
440b
καὶ
Δημήτριον δέ φησι, τὸν ἐκ τῆς
Ῥώμης τὴν ὁμηρείαν διαφυγόντα, ἐν τῇ τρίτῃ καὶ τριακοστῇ βασιλεύσαντα
Σύρων πολυπότην ὄντα τὸ πλεῖστον τῆς ἡμέρας μεθύσκεσθαι.
Ὀροφέρνην τε ὀλίγον χρόνον
Καππαδοκίας βασιλεύσαντα καὶ παριδόντα τὰς πατρίους ἀγωγάς φησιν ἐν τῇ τριακοστῇ δευτέρᾳ εἰσαγαγεῖν τὴν
Ἰακὴν καὶ τεχνιτικὴν ἀσωτίαν.
διόπερ ὁ θειότατος
Πλάτων καλῶς νομοθετεῖ ἐν τῷ δευτέρῳ ᾽τοὺς παῖδας μέχρι ἐτῶν ὀκτωκαίδεκα
440c
τὸ παράπαν οἴνου μὴ γεύεσθαι οὐ γὰρ χρὴ πῦρ ἐπὶ πῦρ ὀχετεύειν οἴνου δὲ μετρίου γεύεσθαι μέχρι τριάκοντα ἐτῶν, μέθης δὲ καὶ πολυοινίας τὸ παράπαν τὸν νέον ἀπέχεσθαι· τετταράκοντα δὲ ἐπιβαίνοντα ἐτῶν ἐν τοῖς συσσιτίοις εὐωχηθέντα καλεῖν τούς τε ἄλλους θεοὺς καὶ δὴ καὶ
Διόνυσον παρακαλεῖν εἰς τὴν τῶν πρεσβυτῶν τελετὴν ἅμα καὶ παιδιάν, ἣν τοῖς ἀνθρώποις ἐπίκουρον τῆς τοῦ γήρως αὐστηρότητος ἐδωρήσατο τὸν οἶνον φάρμακον, ὥστε ἀνηβᾶν ἡμᾶς καὶ δυσθυμίας λήθην
440d
γίγνεσθαι καὶ ἑξῆς δέ φησι· ʽλόγος καὶ φήμη ὑπορρεῖ, ὡς ὁ θεὸς οὗτος ὑπὸ τῆς μητρυιᾶς
Ἥρας διεφορήθη τῆς ψυχῆς τὴν γνώμην διὸ τάς τε βακχείας καὶ τὴν μανικὴν πᾶσαν ἐμβάλλει χορείαν τιμωρούμενος, ὅθεν καὶ τὸν οἶνον ἐπὶ τοῦτ’ αὐτὸ δεδώρηται.᾽
Φάλαικος δ’ ἐν τοῖς ἐπιγράμμασι γυναῖκά τινα ἀναγράφει πολυπότιν
Κλεὼ ὄνομα·
χρυσῷ τὸν κροκόεντα περιζώσασα χιτῶνα
τόνδε
Διωνύσῳ δῶρον ἔδωκε
Κλεώ,
οὕνεκα συμποσίοισι μετέπρεπεν ἶσα δὲ πίνειν
440e
οὔτις οἱ ἀνδρῶν ἤρισεν οὐδαμά πω. ὅτι δὲ φίλοινον τὸ τῶν γυναικῶν γένος κοινόν. οὐκ ἀχαρίτως δὲ καὶ ὁ
Ξέναρχος ἐν τῷ
Πεντάθλῳ γυναῖκά τινα παράγει φρικτότατον ὅρκον ὀμνύουσαν τόνδε·
οὕτως ἐμοὶ γένοιτο σοῦ ζώσης, τέκνον,
ἐλευθέριον πιοῦσαν οἶνον ἀποθανεῖν. παρὰ
Ῥωμαίοις δέ, ὥς φησι
Πολύβιος ἐν τῇ ἕκτῃ, ἀπείρηται γυναιξὶ πίνειν οἶνον· τὸ δὲ καλούμενον πάσσον πίνουσι. τοῦτο δὲ ποιεῖται μὲν ἐκ τῆς
440f
ἀσταφίδος καί ἐστι παραπλήσιος πινόμενος τῷ
Αἰγοσθενίτῃ τῷ γλυκεῖ καὶ τῷ
Κρητικῷ· διὸ πρὸς τὸ κατεπεῖγον τοῦ δίψους χρῶνται αὐτῷ. λαθεῖν δὲ ἐστὶν ἀδύνατον τὴν γυναῖκα πιοῦσαν οἶνον ι πρῶτον μὲν γὰρ οὐδ’ ἔχει οἴνου κυρείαν ἡ γυνή· πρὸς δὲ τούτοις φιλεῖν δεῖ τοὺς συγγενεῖς τοὺς ἑαυτῆς καὶ τοὺς τοῦ ἀνδρὸς ἕως ἐξανεψιῶν καὶ τοῦτο ποιεῖν καθ’ ἡμέραν, ὁπόταν ἴδῃ πρῶτον, λοιπὸν ἀδήλου τῆς ἐντυχίας οὔσης τίσιν ἀπαντήσει φυλάσσεται·
441a
τὸ γὰρ πρᾶγμα κἂν γεύσηται μόνον οὐ προσδεῖ διαβολῆς. ἄλκιμος δ’ ὁ
Σικελιώτης ἐν τῇ ἐπιγραφομένῃ τῶν βίβλων
Ἰταλικῇ πάσας φησὶ τὰς ἐν
Ἰταλίᾳ γυναῖκας μὴ πίνειν οἶνον ἀπὸ τοιαύτης· αἰτίας ᾽
Ἡρακλῆς περὶ τὴν
Κροτωνιᾶτιν γενόμενος ἐπεὶ πρός τινα οἰκίαν οὖσαν παρὰ τὴν ὁδὸν διψῶν ἀφίκετο, προσελθὼν ᾔτει πιεῖν ἐντεῦθεν, ἔτυχε δ’ ἡ γυνὴ τοῦ τὴν οἰκίαν κεκτημένου πίθον οἴνου λαθραίως ὑποίξασα· καὶ πρὸς μὲν τὸν ἄνδρα δεινὸν ἔφη ποιήσειν αὐτὸν εἰ ξένου χάριν τὸν πίθον τοῦτον ἀνοίξειεν, ὕδωρ δ’ ἐκέλευσεν αὐτὸν
441b
προσενεγκεῖν.
Ἡρακλῆς δ’ ἐπὶ θύραις ἑστὼς καὶ ἀκούσας ταῦτα τὸν μὲν ἄνδρα αὐτῆς σφόδρα ἐπῄνεσεν, ὃν ἐκέλευσεν αὐτὸν παρελθόντα εἴσω σκοπεῖν τὸν πίθον. καὶ ὃς εἰσελθὼν λίθινον εὗρε τὸν πίθον γεγονότα, τοῦτο δὲ τὸ σημεῖον ἔτι καὶ νῦν ἐστιν ἐν ταῖς ἐπιχωρίαις γυναιξὶν πάσαις ἐν αἰσχρῷ κεῖσθαι τὸ πίνειν οἶνον διὰ τὴν προκειμένην αἰτίαν
Φάλαικος δ’ ἐν τοῖς ἐπιγράμμασι γυναῖκά τινα ἀναγράφει πολυπότιν Κλεὼ ὄνομα·
χρυσῷ τὸν κροκόεντα περιζώσασα χιτῶνα
τόνδε Διωνύσῳ δῶρον ἔδωκε Κλεώ,
οὕνεκα συμποσίοισι μετέπρεπεν ἶσα δὲ πίνειν 440e
οὔτις οἱ ἀνδρῶν ἤρισεν οὐδαμά πω.
οὕτως ἐμοὶ γένοιτο σοῦ ζώσης, τέκνον,
ἐλευθέριον πιοῦσαν οἶνον ἀποθανεῖν.
οἷαι δ’ εἰσὶ παρὰ τοῖς
Ἕλλησι μεθύουσαι αἱ γυναῖκες παραδίδωσιν
Ἀντιφάνης μὲν ἐν τῇ Ἀκοντιζομένῃ οὕτω·
γείτων ἐστί τις
441c
κάπηλος· οὗτος εὐθὺς ὅταν ἔλθω ποτὲ
διψῶσα, μόνος οἶδ’ ὣς γ’ ἐμοὶ κεράννυται.
οὔθ’ ὑδαρὲς οὔτ’ ἄκρατον οἶδ’ ἐγώ ποτε
πιοῦσα. καὶ ἐν
Μύστιδι· γυναῖκες δέ εἰσιν αἱ διαλεγόμεναι·
βούλει καὶ σύ, φιλτάτη , πιεῖν;
β. καλῶς ἔχει μοι. α. τοιγαροῦν ἐμοὶ φέρε.
μέχρι γὰρ τριῶν δεῖν φασι τιμᾶν τοὺς θεούς.
Ἄλεξις δὲ
Ὀρχηστρίδι·
441d
γυναιξὶ δ’ ἀρκεῖ πάντ’ ἐὰν οἶνος παρῇ
πίνειν διαρκής. β. ἀλλὰ μήν, νὴ τὼ θεώ,
ὁ ἔσται γ’ ὅσον ἂν βουλώμεθ᾽, ἔσται καὶ μάλα
ἡδὺς γ᾽, ὀδόντας οὐκ ἔχων, ἤδη σαπρὸς
γεγώς, γέρων γε δαιμονίως. λ. ἀσπάζομαι
γραῦν σφίγγα πρὸς ἐμὲ
ὡς αἰνίγματα
λέγε καὶ τὰ λοιπά. ἐν δὲ
Δὶς πενθοῦντι
Ζωπύρας τινὸς μνημονεύων φησί·
καὶ
Ζωπύρα,
οἰνηρὸν ἀγγεῖον.
Ἀντιφάνης
Βάκχαις·
ἐπεὶ δὲ τοῦτ’ οὐκ ἔστι, κακοδαίμων σφόδρα
ὅστις γαμεῖ γυναῖκα, πλὴν ἐν τοῖς
Σκύθαις·
441e
ἐκεῖ μόνον γὰρ οὐδὲ φύετ’ ἄμπελος.
Ξέναρχος
Πεντάθλῳ·
ὅρκον δ’ ἐγὼ γυναικὸς εἰς οἶνον γράφω.
γείτων ἐστί τις 441c
κάπηλος· οὗτος εὐθὺς ὅταν ἔλθω ποτὲ
διψῶσα, μόνος οἶδ’ ὣς γ’ ἐμοὶ κεράννυται.
οὔθ’ ὑδαρὲς οὔτ’ ἄκρατον οἶδ’ ἐγώ ποτε
πιοῦσα.
βούλει καὶ σύ, φιλτάτη , πιεῖν;
β. καλῶς ἔχει μοι. α. τοιγαροῦν ἐμοὶ φέρε.
μέχρι γὰρ τριῶν δεῖν φασι τιμᾶν τοὺς θεούς.
γυναιξὶ δ’ ἀρκεῖ πάντ’ ἐὰν οἶνος παρῇ
πίνειν διαρκής. β. ἀλλὰ μήν, νὴ τὼ θεώ,
ὁ ἔσται γ’ ὅσον ἂν βουλώμεθ᾽, ἔσται καὶ μάλα
ἡδὺς γ᾽, ὀδόντας οὐκ ἔχων, ἤδη σαπρὸς
γεγώς, γέρων γε δαιμονίως. λ. ἀσπάζομαι
γραῦν σφίγγα πρὸς ἐμὲ ὡς αἰνίγματα
λέγε καὶ τὰ λοιπά.
καὶ Ζωπύρα,
οἰνηρὸν ἀγγεῖον.
ἐπεὶ δὲ τοῦτ’ οὐκ ἔστι, κακοδαίμων σφόδρα
ὅστις γαμεῖ γυναῖκα, πλὴν ἐν τοῖς Σκύθαις· 441e
ἐκεῖ μόνον γὰρ οὐδὲ φύετ’ ἄμπελος.
ὅρκον δ’ ἐγὼ γυναικὸς εἰς οἶνον γράφω.
Πλάτων
Φάωνι διηγούμενος ὅσα διὰ τὸν οἶνον συμβαίνει ταῖς γυναιξί φησιν
εἶεν, γυναῖκες, ὡς ἔγωγ’ ὑμῖν πάλαι
οἶνον γενέσθαι τὴν ἄνοιαν εὔχομαι,
ὑμῖν γὰρ οὐδέν, καθάπερ ἡ παροιμία,
πλὴν τοῦ καπήλου νοῦν ἐνεῖναί μοι δοκεῖ.
εἰ γὰρ
Φάωνα δεῖσθ’ ἰδεῖν, προτέλεια δεῖ
441f
ὑμᾶς ποιῆσαι πολλὰ πρότερον τοιαδί·
πρῶτα μὲν ἐμοὶ γὰρ κουροτρόφῳ προθύεται
πλακοῦς ἐνόρχης, ἄμυλος ἐγκύμων, κίχλαι
ἑκκαίδεχ’ ὁλόκληροι μέλιτι διαμεμιγμέναι,
λαγῷα δώδεκ’ ἐπισέληνα. τἄλλα δὲ
ἤδη τάδ’ εὐτελέστατ’ ἐστ᾽, ἄκουε δή.
βολβῶν μὲν
Ὀρθάννῃ τρί’ ἡμιεκτέα,
Κονισάλῳ δὲ καὶ παραστάταιν δυοῖν
442a
μύρτων πινακίσκος χειρὶ παρατετιλμένων
λύχνων γὰρ ὀσμὰς οὐ φιλοῦσι δαίμονες,
περκνὴ γιγαρτὶς κυσί τε καὶ κυνηγέταις,
Λόρδωνι δραχμή,
Κυβδάσῳ τριώβολον,
ἥρῳ
Κέλητι δέρμα καὶ θυλήματα.
ταῦτ’ ἐστι τἀναλώματ᾽. εἰ μὲν οὖν τάδε
προσοίσετ’ εἰσέλθοιτ’ ἄν· εἰ δὲ μή, μάτην
ἔξεστιν ὑμῖν διὰ κενῆς βινητιᾶν.
Ἀξιόνικος δ’ ἐν
Φιλίννῃ φησί·
γυναικὶ δὴ πίστευε μὴ πίνειν ὕδωρ.
εἶεν, γυναῖκες, ὡς ἔγωγ’ ὑμῖν πάλαι
οἶνον γενέσθαι τὴν ἄνοιαν εὔχομαι,
ὑμῖν γὰρ οὐδέν, καθάπερ ἡ παροιμία,
πλὴν τοῦ καπήλου νοῦν ἐνεῖναί μοι δοκεῖ.
εἰ γὰρ Φάωνα δεῖσθ’ ἰδεῖν, προτέλεια δεῖ 441f
ὑμᾶς ποιῆσαι πολλὰ πρότερον τοιαδί·
πρῶτα μὲν ἐμοὶ γὰρ κουροτρόφῳ προθύεται
πλακοῦς ἐνόρχης, ἄμυλος ἐγκύμων, κίχλαι
ἑκκαίδεχ’ ὁλόκληροι μέλιτι διαμεμιγμέναι,
λαγῷα δώδεκ’ ἐπισέληνα. τἄλλα δὲ
ἤδη τάδ’ εὐτελέστατ’ ἐστ᾽, ἄκουε δή.
βολβῶν μὲν Ὀρθάννῃ τρί’ ἡμιεκτέα,
Κονισάλῳ δὲ καὶ παραστάταιν δυοῖν 442a
μύρτων πινακίσκος χειρὶ παρατετιλμένων
λύχνων γὰρ ὀσμὰς οὐ φιλοῦσι δαίμονες,
περκνὴ γιγαρτὶς κυσί τε καὶ κυνηγέταις,
Λόρδωνι δραχμή, Κυβδάσῳ τριώβολον,
ἥρῳ Κέλητι δέρμα καὶ θυλήματα.
ταῦτ’ ἐστι τἀναλώματ᾽. εἰ μὲν οὖν τάδε
προσοίσετ’ εἰσέλθοιτ’ ἄν· εἰ δὲ μή, μάτην
ἔξεστιν ὑμῖν διὰ κενῆς βινητιᾶν.
γυναικὶ δὴ πίστευε μὴ πίνειν ὕδωρ.
καὶ ὅλα δὲ ἔθνη περὶ μέθας διατρίβοντα μνήμης
442b
ἠξίωται.
Βαίτων γοῦν ὁ
Ἀλεξάνδρου βηματιστὴς ἐν τῷ ἐπιγραφομένῳ
Σταθμοὶ τῆς
Ἀλεξάνδρου πορείας καὶ
Ἀμύντας ἐν τοῖς
Σταθμοῖς τὸ τῶν
Ταπύρων ἔθνος φησὶν οὕτω φίλοινον εἶναι ὡς καὶ ἀλείμματι ἄλλῳ μηδενὶ χρῆσθαι ἢ τῷ οἴνῳ. τὰ δ’ αὐτὰ ἱστορεῖ καὶ
Κτησίας ἐν τῷ περὶ τῶν κατὰ τὴν
Ἀσίαν φόρων, οὗτος δὲ καὶ δικαιοτάτους αὐτοὺς λέγει εἶναι.
Ἁρμόδιος δὲ ὁ
Λεπρεάτης ἐν τῷ περὶ τῶν παρὰ
Φιγαλεῦσι νομίμων φιλοπότας φησὶ γενέσθαι
Φιγαλεῖς
Μεσσηνίοις ἀστυγείτονας ὄντας
442c
καὶ ἀποδημεῖν ἐθισθέντας.
Φύλαρχος δ’ ἐν ἕκτῃ
Βυζαντίους οἰνόφλυγας ὄντας ἐν τοῖς καπηλείοις οἰκεῖν, ἐκμισθώσαντας τοὺς ἑαυτῶν θαλάμους μετὰ τῶν γυναικῶν τοῖς ξένοις, πολεμίας σάλπιγγος οὐδὲ ἐν ὕπνοις ὑπομένοντας ἀκοῦσαι. διὸ καὶ πολεμουμένων ποτὲ αὐτῶν καὶ οὐ προσκαρτερούντων τοῖς τείχεσι
Λεωνίδης ὁ στρατηγὸς ἐκέλευσε τὰ καπηλεῖα ἐπὶ τῶν τειχῶν σκηνοπηγεῖν, καὶ μόλις ποτὲ ἐπαύσαντο λιποτακτοῦντες, ὥς φησι
Δάμων ἐν τῷ περὶ
Βυζαντίου.
Μένανδρος δ’ ἐν
Ἀρρηφόρῳ ἢ
Αὐλητρίδι·
442d
πάντας μεθύσους τοὺς ἐμπόρους
ποεῖ τὸ
Βυζάντιον. ὅλην ἐπίνομεν
τὴν νύκτα διὰ σὲ καὶ σφόδρ’ ἄκρατον, μοὶ δοκῶ·
ἀνίσταμαι γοῦν τέτταρας κεφαλὰς ἔχων. κωμῳδοῦνται δὲ ὡς μέθυσοι
Ἀργεῖοι μὲν καὶ
Τιρύνθιοι ὑπὸ
Ἐφίππου ἐν
Βουσίριδι. ποιεῖ δὲ τὸν
Ἡρακλέα λέγοντα·
οὐκ οἶσθά μ’ ὄντα, πρὸς θεῶν,
Τιρύνθιον
Ἀργεῖον; οἳ μεθύοντες αἰεὶ τὰς μάχας
442e
πάσας μάχονται. β. τοιγαροῦν φεύγουσ’ ἀεί.
Μιλησίους δ’
Εὔβουλος ἐν Κατακολλωμένῳ ὑβριστὰς εἶναί φησι μεθυσθέντας. πολέμων δὲ ἐν τῷ περὶ τῶν κατὰ πόλεις ἐπιγραμμάτων περὶ ᾽
Ἠλείων λέγων παρατίθεται τόδε τὸ ἐπίγραμμα·
Ἦλις καὶ μεθύει καὶ ψεύδεται· οἷος ἑκάστου
οἶκος, τοιαύτη καὶ συνάπασα πόλις.
πάντας μεθύσους τοὺς ἐμπόρους
ποεῖ τὸ Βυζάντιον. ὅλην ἐπίνομεν
τὴν νύκτα διὰ σὲ καὶ σφόδρ’ ἄκρατον, μοὶ δοκῶ·
ἀνίσταμαι γοῦν τέτταρας κεφαλὰς ἔχων.
οὐκ οἶσθά μ’ ὄντα, πρὸς θεῶν, Τιρύνθιον
Ἀργεῖον; οἳ μεθύοντες αἰεὶ τὰς μάχας 442e
πάσας μάχονται. β. τοιγαροῦν φεύγουσ’ ἀεί.
Ἦλις καὶ μεθύει καὶ ψεύδεται· οἷος ἑκάστου
οἶκος, τοιαύτη καὶ συνάπασα πόλις.
Θεόπομπος δὲ ἐν τῇ δευτέρᾳ καὶ εἰκοστῇ περὶ
Χαλκιδέων ἱστορῶν τῶν ἐν
Θρᾴκῃ φησίν ʽ ἐτύγχανον γὰρ τῶν μὲν βελτίστων ἐπιτηδευμάτων
442f
ὑπερορῶντες, ἐπὶ δὲ τοὺς πότους καὶ ῥᾳθυμίαν καὶ πολλὴν ἀκολασίαν ὡρμηκότες ἐπιεικῶς τὸ δ’ εἰσὶ πάντες οἱ
Θρᾷκες πολυπόται. διὸ καὶ
Καλλίμαχος ἔφη·
καὶ γὰρ ὃ
Θρηικίην μὲν ἀπέστυγε χανδὸν ἄμυστιν
οἰνοποτεῖν, ὀλίγῳ δ’ ἥδετο κισσυβίῳ. ἐν δὲ τῇ πεντηκοστῇ ὁ
Θεόπομπος περὶ
Μηθυμναίων τάδε λέγει· καὶ τὰ μὲν ἐπιτήδεια προσφερομένους πολυτελῶς, μετὰ τοῦ κατακεῖσθαι καὶ πίνειν, ἔργον δ’ οὐδὲν ἄξιον τῶν ἀναλωμάτων
443a
ποιοῦντας. ἔπαυσεν οὖν αὐτοὺς τούτων
Κλέομις ὁ τύραννος, ὁ καὶ τὰς μαστροποὺς τὰς εἰθισμένας προαγωγεύειν τὰς ἐλευθέρας γυναῖκας καὶ τρεῖς ἢ τέτταρας τὰς ἐπιφανέστατα πορνευομένας ἐνδήσας εἰς σάκκους καταποντίσαι τισὶν προστάξας καὶ
Ἕρμιππος δὲ ἐν τοῖς περὶ τῶν ἑπτὰ σοφῶν
Περίανδρον τὸ αὐτὸ ποιῆσαι. ἐν δὲ τῇ δευτέρᾳ τῶν
Φιλιππικῶν Ἰλλυριοί,᾽ φησί, ᾽ δειπνοῦσι καθήμενοι καὶ πίνουσιν, ἄγουσι δὲ καὶ τὰς γυναῖκας εἰς τὰς συνουσίας· καὶ καλὸν αὐταῖς προπίνειν οἷς ἂν τύχωσι τῶν παρόντων, ἐκ δὲ τῶν συμποσίων αὗται τοὺς ἄνδρας ἀπάγουσι. καὶ κακόβιοι δὲ πάντες εἰσὶ καὶ ζώννυνται τὰς κοιλίας ζώναις πλατείαις ὅταν πίνωσι. καὶ τοῦτο μὲν πρῶτον μετρίως ποιοῦσιν, ἐπειδὰν δὲ σφοδρότερον πίνωσι, μᾶλλον αἰεὶ συνάγουσι τὴν ζώνην.
Ἀρδιαῖοι δέ, φησί, κέκτηνται προσπελατῶν ὥσπερ εἱλώτων τριάκοντα μυριάδας. καθ’ ἑκάστην δὲ ἡμέραν μεθύουσιν καὶ ποιοῦνται συνουσίας καὶ διάκεινται πρὸς ἐδωδὴν καὶ πόσιν ἀκρατέστερον. διὸ καὶ
443c
Κελτοὶ πολεμοῦντες αὐτοῖς καὶ εἰδότες αὐτῶν τὴν ἀκρασίαν παρήγγειλαν ἅπασι τοῖς στρατιώταις δεῖπνον ὡς λαμπρότατον παρασκευάσαντας κατὰ σκηνὴν ἐμβαλεῖν εἰς τὰ σιτία πόαν τινὰ φαρμακώδη δυναμένην διακόπτειν τὰς κοιλίας καὶ διακαθαίρειν. γενομένου δὲ τούτου οἱ μὲν αὐτῶν καταληφθέντες ὑπὸ τῶν
Κελτῶν ἀπώλοντο, οἱ δὲ καὶ εἰς τοὺς ποταμοὺς αὑτοὺς ἔρριψαν, ἀκράτορες τῶν γαστέρων γενόμενοι.
καὶ γὰρ ὃ Θρηικίην μὲν ἀπέστυγε χανδὸν ἄμυστιν
οἰνοποτεῖν, ὀλίγῳ δ’ ἥδετο κισσυβίῳ.
καί τινες οἶνον ἄγοντες ἐν εἰρεσίᾳ Διονύσου
συμποσίου ναῦται καὶ κυλίκων ἐρέται
μάρνανται περὶ τοῦδε· τὸ γὰρ φίλον οὐκ ἀπόλωλε.
ὁ μὲν οὖν ἐμὸς υἱός, οἷον ὑμεῖς ἀρτίως
εἴδετε, τοιοῦτος γέγονεν, Οἰνοπίων τις ἢ
443e Μάρων τις ἢ Κάπηλος ἤ τις Τιμοκλῆς·
μεθύει γάρ· οὐδὲν ἕτερον, ὁ δ’ ἕτερος ἂν
τύχοιμ’ ὀνομάσας; βῶλος, ἄροτρον, γηγενὴς
ἄνθρωπος.
οἶνον πολὺν
οὐ κεκραμένον σὺ πίνεις μεστὸς ὢν κοὐκ ἐξεμεῖς.
εἶτ’ οὐχ ἁπάντων ἐστὶ τὸ μεθύειν κακὸν 443f
μέγιστον ἀνθρώποισι καὶ βλαβερώτατον;
πολὺς γὰρ οἶνος πόλλ’ ἁμαρτάνειν ποεῖ.
τὸ γὰρ ἐνδελεχῶς μεθύειν τίν’ ἡδονὴν ἔχει;
ἀποστεροῦντα ζῶνθ’ ἑαυτὸν τοῦ φρονεῖν,
ὃ μέγιστον ἡμῶν ἀγαθὸν ἔσχεν ἡ φύσις.
οὔτε γὰρ νήφοντα δεῖ
οὐδαμοῦ, πάτερ, παροινεῖν, οὔτ’ ὅταν πίνειν δέῃ
νοῦν ἔχειν. ὅστις δὲ μεῖζον ἢ κατ’ ἄνθρωπον φρονεῖ, ..
μικρῷ πεποιθὼς ἀθλίῳ νομίσματι
εἰς ἄφοδον ἐλθὼν ὅμοιον πᾶσιν αὑτὸν ὄψεται, 444c
ἂν σκοπῇ τὰ τῶν ἰατρῶν τοῦ βίου τεκμήρια
τὰς φλέβας θ’ ὅποι φέρονται, τὰς ἄνω καὶ τὰς κάτω
τεταμένας, δι’ ὧν ὁ θνητὸς πᾶς κυβερνᾶται βίος.
Μακαρεὺς ἔρωτι τῶν ὁμοσπόρων μιᾶς
πληγεὶς τέως μὲν ἐπεκράτει τῆς συμφορᾶς
κατεῖχέ θ᾽· αὑτόν εἶτα παραλαβών ποτε
οἶνον στρατηγόν, ὃς μόνος θνητῶν ἄγει 444d
τὴν τόλμαν εἰς τὸ πρόσθε τῆς εὐβουλίας,
νύκτωρ ἀναστὰς ἔτυχεν ὧν ἠβούλετο.
ἡδύς γε πίνειν οἶνος Ἀφροδίτης γάλα,
ὦ γέρον, ἦ μάλα δή σε νέοι τείρουσι κυβευταί.
Ἀνθέας δὲ ὁ Λίνδιος, συγγενὴς δὲ εἶναι φάσκων Κλεοβούλου τοῦ σοφοῦ, ὥς φησι Φιλόμνηστος ἐν τῷ περὶ τῶν ἐν Ῥόδῳ Σμινθείων, πρεσβύτερος καὶ εὐδαίμων ἄνθρωπος εὐφυής τε 445b περὶ ποίησιν ὢν πάντα τὸν βίον ἐδιονυσίαζεν, ἐσθῆτά τε Διονυσιακὴν φορῶν καὶ πολλοὺς τρέφων συμβάκχους, ἐξῆγέν τε κῶμον αἰεὶ μεθ’ ἡμέραν καὶ νύκτωρ. καὶ πρῶτος εὗρε τὴν διὰ τῶν συνθέτων ὀνομάτων ποίησιν, ᾗ Ἀσωπόδωρος ὁ Φλιάσιος ὕστερον ἐχρήσατο ἐν τοῖς καταλογάδην ἰάμβοις. οὗτος δὲ καὶ κωμῳδίας ἐποίει καὶ ἄλλα πολλὰ ἐν τούτῳ τῷ τρόπῳ τῶν ποιημάτων, ἃ ἐξῆρχε τοῖς μεθ’ αὑτοῦ φαλλοφοροῦσι.
ἀπολεῖς μ’ ἐρωτῶν ʽ κατὰ τὸν καλὸν Ἀγάθωνα ʼ
καὶ σὺ χὠ νέος τρόπος,
ἐν οὐ πρέποντι τοῖς λόγοισι χρώμενος.
Κολχὶς ἄνθρωπος πάροινος.
ἠὲ βαρὺν βουπλῆγα τομώτερον ἢ Λυκόοργος,
ὃς ῥα Διωνύσου ἀρρυθμοπότας ἐπέκοπτεν,
ἐκ δὲ ῥυτὰ ῥίπτασκεν ἀπληστοίνους τ’ ἀρυσαίνας
ὅλην μύσας ἔκπινε. β. μέγα τὸ φορτίον,
α. οὐχ ὅστις αὐτῆς ἐστιν ἐμπείρως ἔχων,
μὴ μεστὰς ἀεὶ
ἕλκωμεν,
ἀλλὰ καὶ λογίσκος εἰς μέσον
παταξάτω τις καί τι καὶ μελίσκιον,
στροφὴ λόγων παρελθέτω τις. ἡδύ τοι
ἐστὶν μεταβολὴ παντὸς ἔργου πλὴν ἑνός
παραδίδου δ’ ἑξῆς ἐμοὶ
τὸν ἀρκεσίγυιον, ὡς ἔφασκ’ Εὐριπίδης. 446b
β. Εὐριπίδης γὰρ τοῦτ’ ἔφασκεν; α. ἀλλὰ τίς;
β. Φιλόξενος δήπουθεν. α. οὐδὲν διαφέρει,
ὦ ᾽ τάν· ἐλέγχεις μ’ ἕνεκα συλλαβῆς μιᾶς.
καὶ ὃς
σπάσας οἴνου τοσοῦτον, παρὰ
Κρατίνῳ ἔχεις ἐν
Ὀδυσσεῦσι·
τῆ νῦν τόδε πῖθι λαβὼν ἤδη καὶ τοὔνομά μ’ εὐθὺς ἐρώτα. καὶ
Ἀντιφάνης ἐν
Μύστιδι·
446c
σὺ δ’ ἀλλὰ πῖθι. β. τοῦτο μέν σοι πείσομαι·
καὶ γὰρ ἐπαγωγόν, ὦ θεοί, τὸ σχῆμά πως
τῆς κύλικός ἐστιν ἄξιόν τε τοῦ κλέους
τοῦ τῆς ἑορτῆς, οὗ μὲν ἦμεν ἄρτι γὰρ
ἐξ ὀξυβαφίων κεραμεῶν ἐπίνομεν·
τούτῳ δέ, τέκνον, πολλὰ κἀγάθ’ οἱ θεοὶ
τῷ δημιουργῷ δοῖεν ὃς ἐποίησέ σε,
τῆς συμμετρίας καὶ τῆς ἀφελείας οὕνεκα.
446d
καὶ
Δίφιλος ἐν
Βαλανείῳ·
ἔγχεον μεστὴν τὸ θνητὸν περικάλυπτε τῷ θεῷ.
πῖθι· ταῦτα γὰρ παρ’ ἡμῖν
Διὸς ἑταιρείου, πάτερ.
Ἀμειψίας
Σφενδόνῃ,
λαγὸν ταράξας πῖθι τὸν θαλάσσιον.
Μένανδρος
Αὐλητρίδι·
ἐλλέβορον ἤδη πώποτ’ ἔπιες,
Σωσία;
σω. ἅπαξ. α. πάλιν νυν πῖθι· μαίνει γὰρ κακῶς.
τῆ νῦν τόδε πῖθι λαβὼν ἤδη καὶ τοὔνομά μ’ εὐθὺς ἐρώτα.
σὺ δ’ ἀλλὰ πῖθι. β. τοῦτο μέν σοι πείσομαι·
καὶ γὰρ ἐπαγωγόν, ὦ θεοί, τὸ σχῆμά πως
τῆς κύλικός ἐστιν ἄξιόν τε τοῦ κλέους
τοῦ τῆς ἑορτῆς, οὗ μὲν ἦμεν ἄρτι γὰρ
ἐξ ὀξυβαφίων κεραμεῶν ἐπίνομεν·
τούτῳ δέ, τέκνον, πολλὰ κἀγάθ’ οἱ θεοὶ
τῷ δημιουργῷ δοῖεν ὃς ἐποίησέ σε,
τῆς συμμετρίας καὶ τῆς ἀφελείας οὕνεκα. 446d
ἔγχεον μεστὴν τὸ θνητὸν περικάλυπτε τῷ θεῷ.
πῖθι· ταῦτα γὰρ παρ’ ἡμῖν Διὸς ἑταιρείου, πάτερ.
λαγὸν ταράξας πῖθι τὸν θαλάσσιον.
ἐλλέβορον ἤδη πώποτ’ ἔπιες, Σωσία;
σω. ἅπαξ. α. πάλιν νυν πῖθι· μαίνει γὰρ κακῶς.
πίομαι δὲ ἄνευ τοῦ ū λεκτέον, ἐκτείνοντας δὲ τὸ ι. οὕτω γὰρ ἔχει καὶ τὸ
Ὁμηρικόν·
πιόμεν’ ἐκ βοτάνης. καὶ
Ἀριστοφάνης
Ἱππεῦσιν
446e
οὔποτ’ ἐκ ταὐτοῦ μεθ’ ἡμῶν πίεται ποτηρίου. καὶ ἐν ἄλλοις·
πικρότατον οἶνον τήμερον πίει τάχα. ἐνίοτε δὲ καὶ συστέλλουσι τὸ ī, ὡς
Πλάτων ἐν
Ταῖς ἀφ’ ἱερῶν
οὐδ’ ὅστις αὐτῆς ἐκπίεται τὰ χρήματα. καὶ ἐν
Σύρφακι· ᾽ καὶ πίεσθ’ ὕδωρ πολύ πίε δὲ δισυλλάβως
Μένανδρος ἐν
Ἐγχειριδίῳ·
πίε. β. πιεῖν ἀναγκάσω
τὴν ἱερόσυλον πρῶτα.
446f
καὶ ᾽ τῆ πίε· καὶ σὺ οὖν, ὦ ἑταῖρε, κατὰ τὸν
Ἄλεξιν, ὃς ἐν
Διδύμοις φησί·
τούτῳ πρόπιθ᾽, ἵνα καὐτὸς ἄλλῳ καὶ γένηται ἡ παρ’
Ἀνακρέοντι καλουμένη ἐπίστιος. φησὶ γὰρ ὁ μελοποιός·
447a
μηδ’ ὥστε κῦμα πόντιον
λάλαζε, τῇ πολυκρότῃ
σὺν
Γαστροδώρῃ καταχύδην
πίνουσα τὴν ἐπίστιον. τοῦτο δ’ ἡμεῖς ἀνίσωμά φαμεν.
πιόμεν’ ἐκ βοτάνης.
οὔποτ’ ἐκ ταὐτοῦ μεθ’ ἡμῶν πίεται ποτηρίου.
πικρότατον οἶνον τήμερον πίει τάχα.
οὐδ’ ὅστις αὐτῆς ἐκπίεται τὰ χρήματα.
πίε. β. πιεῖν ἀναγκάσω
τὴν ἱερόσυλον πρῶτα. 446f
τούτῳ πρόπιθ᾽, ἵνα καὐτὸς ἄλλῳ
μηδ’ ὥστε κῦμα πόντιον
λάλαζε, τῇ πολυκρότῃ
σὺν Γαστροδώρῃ καταχύδην
πίνουσα τὴν ἐπίστιον.
σὺ δὲ πιὼν μὴ φοβηθῇς ὡς εἰς τοὐπίσω μέλλων καταπεσεῖσθαι, τοῦτο γὰρ παθεῖν οὐ δύνανται οἱ τὸν κατὰ
Σιμωνίδην πίνοντες· οἶνον ἀμύντορα δυσφροσυνᾶν.` ἀλλ᾽, ὥς φησιν
Ἀριστοτέλης ἐν τῷ περὶ μέθης, εἰς τὰ νῶτα καταπίπτουσιν οἱ τὸν κρίθινον πεπωκότες ὃν πῖνον καλοῦσι, λέγων οὕτως· ᾽ πλὴν
447b
ἴδιόν τι συμβαίνει περὶ τὰς τῶν κριθῶν, τὸ καλούμενον πῖνον. ὑπὸ μὲν γὰρ τῶν λοιπῶν τε καὶ μεθυστικῶν οἱ μεθυσθέντες ἐπὶ πάντα τὰ μέρη πίπτουσι καὶ γὰρ ἐπὶ τὰ ἀριστερὰ καὶ δεξιὰ καὶ πρηνεῖς καὶ ὕπτιοι, μόνοι δὲ οἱ τῷ πίνῳ μεθυσθέντες εἰς τοὐπίσω καὶ ὕπτιοι κλίνονται ταν δὲ κρίθινον οἶνον καὶ βρῦτόν τινες καλοῦσιν, ὡς
Σοφοκλῆς ἐν
Τριπτολέμῳ·
βρῦτον δὲ τὸν χερσαῖον οὐ φίλον πιεῖν. καὶ
Ἀρχίλοχος·
ὥσπερ παρ’ αὐλῷ βρῦτον ἢ
Θρέιξ ἀνὴρ
ἢ
Φρὺξ ἔβρυζε· κύβδα δ’ ἦν πονευμένη.
447c
μνημονεύει τοῦ πώματος
Αἰσχύλος ἐν
Λυκούργῳ·
κἀκ τῶνδ’ ἔπινε βρῦτον ἀκμαῖον χρόνῳ
κἀσεμνοκόμπει, ὁ τοῦτ’ ἐν ἀνδρείᾳ τιθείς.
Ἑλλάνικος δ’ ἐν
Κτίσεσι καὶ ἐκ βριζῶν, φησί, κατασκευάζεται τὸ βρῦτον, γράφων ὧδε· ᾽ πίνουσι δὲ βρῦτον ἐκ τῶν βριζῶν, , καθάπερ οἱ
Θρᾷκες ἐκ τῶν κριθῶν
Ἑκαταῖος δ’ ἐν δευτέρῳ περιηγήσεως εἰπὼν περὶ
Αἰγυπτίων ὡς ἀρτοφάγοι εἰσὶν
447d
ἐπιφέρει· ‘τὰς κριθὰς ἐς τὸ πῶμα καταλέουσιν.’ ἐν δὲ τῇ τῆς
Εὐρώπης περιόδῳ
Παίονάς φησι πίνειν βρῦτον ἀπὸ τῶν κριθῶν καὶ παραβίην ἀπὸ κέγχρου καὶ κόνυζαν. ‘ἀλείφονται δέ,’ φησίν, ‘ἐλαίῳ ἀπὸ γάλακτος.’ καὶ ταῦτα μὲν ταύτῃ.
τῷ
βρῦτον δὲ τὸν χερσαῖον οὐ φίλον πιεῖν.
ὥσπερ παρ’ αὐλῷ βρῦτον ἢ Θρέιξ ἀνὴρ
ἢ Φρὺξ ἔβρυζε· κύβδα δ’ ἦν πονευμένη. 447c
κἀκ τῶνδ’ ἔπινε βρῦτον ἀκμαῖον χρόνῳ
κἀσεμνοκόμπει, ὁ τοῦτ’ ἐν ἀνδρείᾳ τιθείς.
τῷ
δ’ ἡμετέρῳ χορῷ οἶνος φίλος ὃν πόρε· θυρσοφόρος μέγα πρεσβεύων
Διόνυσος φησὶν
Ἴων ὁ
Χῖος ἐν τοῖς ἐλεγείοις·
αὕτη γὰρ πρόφασις παντοδαπῶν ὀάρων·
αἵ τε
Πανελλήνων ἀγοραὶ θαλίαι τε ἀνάκτων,
ἐξ οὗ βοτρυόεσσ’ οἰνὰς ὑποχθόνιον
447e
πτόρθον ἀνασχομένη θαλερῷ ἐπτύξατο πήχει
αἰθέρος· ὀφθαλμῶν δ’ ἐξέθορον πυκινοὶ
παῖδες, φωνήεντες ὅταν πέσῃ ἄλλος ἐπ’ ἄλλῳ,
πρὶν δὲ σιωπῶσιν. παυσάμενοι δὲ βοῆς
νέκταρ ἀμέλγονται, μόνον ὄλβιον ἀνθρώποισι
ξυνόν, τοῦ χαίρειν φάρμακον αὐτοφυές,
τοῦ θαλίαι φίλα τέκνα φιλοφροσύναι τε χοροί τε·
447f
τῶν ἀγαθῶν βασιλεὺς οἶνος ἔδειξε φύσιν.
τοῦ σὺ πάτερ,
Διόνυσε, φιλοστεφάνοισιν ἀρέσκων
ἀνδράσιν, εὐθύμων συμποσίων πρύτανι, χαῖρε, δίδου δ’ αἰῶνα, καλῶν ἐπιήρανε ἔργων,
πίνειν καὶ παίζειν καὶ τὰ δίκαια φρονεῖν.
Ἄμφις δ’ ἐν
Φιλαδέλφοις ἐπαινῶν τὸν τῶν φιλοποτῶν φησι βίον
448a
κατὰ πόλλ’ ἐπαινῶ μᾶλλον ἡμῶν τὸν βίον
τὸν τῶν φιλοποτῶν ἤπερ ὑμῶν τῶν μόνον
ἐν τῷ μετώπῳ νοῦν ἔχειν εἰωθότων.
ἡ μὲν γὰρ ἐπὶ τοῦ συντετάχθαι διὰ τέλους
φρόνησις οὖσα διὰ τὸ λεπτῶς καὶ πυκνῶς
πάντ’ ἐξετάζειν δέδιεν ἐπὶ τὰ πράγματα
ὁρμᾶν προχείρως, ἡ δὲ διὰ τὸ μὴ σαφῶς
τί ποτ’ ἀφ’ ἑκάστου πράγματος συμβήσεται
διαλελογίσθαι δρᾷ τι καὶ νεανικὸν
448b
καὶ θερμόν.
δ’ ἡμετέρῳ χορῷ οἶνος φίλος ὃν πόρε· θυρσοφόρος
αὕτη γὰρ πρόφασις παντοδαπῶν ὀάρων·
αἵ τε Πανελλήνων ἀγοραὶ θαλίαι τε ἀνάκτων,
ἐξ οὗ βοτρυόεσσ’ οἰνὰς ὑποχθόνιον
447e πτόρθον ἀνασχομένη θαλερῷ ἐπτύξατο πήχει
αἰθέρος· ὀφθαλμῶν δ’ ἐξέθορον πυκινοὶ
παῖδες, φωνήεντες ὅταν πέσῃ ἄλλος ἐπ’ ἄλλῳ,
πρὶν δὲ σιωπῶσιν. παυσάμενοι δὲ βοῆς
νέκταρ ἀμέλγονται, μόνον ὄλβιον ἀνθρώποισι
ξυνόν, τοῦ χαίρειν φάρμακον αὐτοφυές,
τοῦ θαλίαι φίλα τέκνα φιλοφροσύναι τε χοροί τε· 447f
τῶν ἀγαθῶν βασιλεὺς οἶνος ἔδειξε φύσιν.
τοῦ σὺ πάτερ, Διόνυσε, φιλοστεφάνοισιν ἀρέσκων
ἀνδράσιν, εὐθύμων συμποσίων πρύτανι,
πίνειν καὶ παίζειν καὶ τὰ δίκαια φρονεῖν.
κατὰ πόλλ’ ἐπαινῶ μᾶλλον ἡμῶν τὸν βίον
τὸν τῶν φιλοποτῶν ἤπερ ὑμῶν τῶν μόνον
ἐν τῷ μετώπῳ νοῦν ἔχειν εἰωθότων.
ἡ μὲν γὰρ ἐπὶ τοῦ συντετάχθαι διὰ τέλους
φρόνησις οὖσα διὰ τὸ λεπτῶς καὶ πυκνῶς
πάντ’ ἐξετάζειν δέδιεν ἐπὶ τὰ πράγματα
ὁρμᾶν προχείρως, ἡ δὲ διὰ τὸ μὴ σαφῶς
τί ποτ’ ἀφ’ ἑκάστου πράγματος συμβήσεται
διαλελογίσθαι δρᾷ τι καὶ νεανικὸν 448b
καὶ θερμόν.
μέλλοντος δέ τι τούτοις προστιθέναι τοῦ
Οὐλπιανοῦ ὁ
Αἰμιλιανὸς ἔφη·
ὥρα ἡμῖν, ἄνδρες φίλοι, ζητεῖν τι καὶ περὶ γρίφων, ἵνα τι κἂν βραχὺ διαστῶμεν ἀπὸ τῶν ποτηρίων, οὐ κατὰ τὴν
Καλλίου τοῦ
Ἀθηναίου ἐπιγραφομένην γραμματικὴν τραγῳδίαν. ἀλλ’ ἡμεῖς ζητήσωμεν πρότερον μέν τίς ὁ ὅρος τοῦ γρίφου, τίνα δὲ
Κλεοβουλίνη ἡ
Λινδία προὔβαλλεν ἐν τοῖς αἰνίγμασιν—ἱκανῶς γὰρ
448c
εἴρηκε περὶ αὐτῶν ὁ ἑταῖρος ἡμῶν
Διότιμος ὁ
Ὀλυμπηνός, ἀλλὰ πῶς οἱ κωμῳδιοποιοὶ αὐτῶν μέμνηνται, καὶ τίνα κόλασιν ὑπέμενον οἱ μὴ λύσαντες.
μέλλοντος δέ τι τούτοις προστιθέναι τοῦ Οὐλπιανοῦ ὁ Αἰμιλιανὸς ἔφη·
καὶ ὁ Λαρήνσιος ἔφη·
ἐγὼ πρότερον μὲν τοὺς κελεύοντας λέγειν
γρίφους παρὰ πότον ᾠόμην ληρεῖν σαφῶς,
λέγοντας οὐδὲν ὁπότε προστάξαι τέ τις
εἰπεῖν ἐφεξῆς ὅ τι φέρων τις μὴ φέρει,
ἐγέλων νομίζων λῆρον οὐκ ἂν γενόμενον
οὐδέποτέ γ᾽, οἶμαι, πρᾶγμα παντελῶς λέγειν, 449a
ἐνέδρας δ’ ἕνεκα, νυνὶ δὲ τοῦτ’ ἔγνωχ’ ὅτι
ἀληθὲς ἦν φέρομεν γὰρ ἄνθρωποι δέκα
ἔρανὸν τιν᾽, οὐ φέρει δὲ τούτων τὴν φορὰν
οὐδείς, σαφῶς οὖν ὅ τι φέρων τις μὴ φέρει,
τοῦτ’ ἔστιν, ἦν θ’ ὁ γρῖφος ἐνταῦθα ῥέπων.
καὶ τοῦτο μὲν δὴ κἄστι συγγνώμην ἔχον
ἀλλ’ οἷα λογοποιοῦσιν ἐν τῷ πράγματι
οἱ τἀργύριον μὴ κατατιθέντες, ὡς σφόδρα 449b
ὁ Φίλιππος ἦν ἄρ’ εὐτυχής τις, νὴ Δία.
πότερ᾽. ὅταν μέλλω λέγειν σοι τὴν χύτραν,
χύτραν λέγω
ἢ τροχοῦ ῥύμαισι τευκτὸν κοιλοσώματον κύτος,
πλαστὸν ἐκ γαίης, ἐν ἄλλῃ μητρὸς ὀπτηθὲν στέγῃ,
νεογενοῦς ποίμνης δ’ ἐν αὑτῇ πνικτὰ γαλατοθρέμμονα,
τακεροχρῶτ’ εἴδη κύουσαν; β. Ἡράκλεις, ἀποκτενεῖς
ἆρὰ μ᾽, εἰ μὴ γνωρίμως μοι πάνυ φράσεις κρεῶν
χύτραν.
α. εὖ λέγεις, ξουθῆς μελίσσης νάμασιν δὲ συμμιγῆ
449c μηκάδων αἰγῶν ἀπόρρουν θρόμβον, ἐγκαθειμένον
εἰς πλατὺ στέγαστρον ἁγνῆς παρθένου Δηοῦς κόρης,
λεπτοσυνθέτοις τρυφῶντα μυρίοις καλύμμασιν,
ἢ σαφῶς πλακοῦντα φράζω σοι; β. πλακοῦντα
βούλομαι.
α. Βρομιάδος δ’ ἱδρῶτα πηγῆς; β. οἶνον εἰπὲ
συντεμών.
α. λιβάδα νυμφαίαν δροσώδη; β. παραλιπὼν ὕδωρ
φάθι.
α. κασιόπνουν δ’ αὔραν δι’ αἴθρας; β. σμύρναν 449d
εἰπέ, μὴ μακράν.
α. μηδὲ τοιοῦτ’ ἄλλο μηδέν; β. μηδ’ ἐροῦ πάλιν λέγων,
ὅτι δοκεῖ τοῦτ’ ἔργον εἶναι μεῖζον, ὥς φασίν τινες,
αὐτὸ μὲν μηδέν, παρ’ αὐτὸ δ’ ἄλλα συστρέφειν πυκνά.
οὐ θνητὸς οὐδ’ ἀθάνατος, ἀλλ’ ἔχων τινὰ
σύγκρασιν, ὥστε μήτ’ ἐν ἀνθρώπου μέρει
μήτ’ ἐν θεοῦ ζῆν, ἀλλὰ φύεσθαὶ τ’ ἀεὶ 449e
καινῶς φθίνειν τε τὴν παρουσίαν πάλιν,
ἀόρατος ὄψιν, γνώριμος δ’ ἅπασιν ὤν.
β. αἰεὶ σὺ χαίρεις, ὦ γύναι, μ’ αἰνίγμασι
α. καὶ μὴν ἁπλᾶ γε καὶ σαφῆ λέγω μαθεῖν.
β. τίς οὖν τοιαύτην παῖς ἔχων ἔσται φύσιν;
α. ὕπνος, βροτείων, ὦ κόρη, παυστήρ πόνων.
ἔστι λαλῶν ἄγλωσσος, ὁμώνυμος ἄρρενι θῆλυς,
οἰκείων ἀνέμων ταμίας, δασύς, ἄλλοτε λεῖος,
449f ἀξύνετα ξυνετοῖσι λέγων, νόμον ἐκ νόμου ἕλκων
ἓν δ’ ἐστὶν καὶ πολλὰ καὶ ἂν τρώσῃ τις ἄτρωτος.
τί ἐστι τοῦτο; τί ἀπορεῖς; β. Καλλίστρατος.
α. πρωκτὸς μὲν οὖν οὗτος γε. β. σὺ δὲ ληρεῖς ἔχων.
α. οὗτος γὰρ αὑτός ἐστιν ἄγλωττος λάλος,
ἓν ὄνομα πολλοῖς, τρωτὸς ἄτρωτος, δασὺς
λεῖος. τί βούλει; πνευμάτων· πολλῶν φύλαξ 450a
ἀττελεβόφθαλμος, μὴ πρόστομος, ἀμφικέφαλλος,
αἰχμητής, παίδων ἀγόνων γόνον ἐξαφανίζων.
τῶν γὰρ κροκοδείλων οὗτος ᾠὰ λαμβάνων
πρὶν θηριοῦσθαι τὸν γόνον καταγνύει,
ἔπειτ’ ἀφανίζει, διότι δ’ ἔστ’ ἀμφίστομος,
κεντεῖ κάτωθεν, τοῖς δὲ χείλεσιν δάκνων
οἶδ’ ἐγὼ ὃς υ νέος ὤν ἐστιν βαρύς, ἂν δὲ γέρων, ἄπτερος
ὢν κούφως πέταται καὶ γῆν ἀφανίζει. 450b
νέος μὲν ὢν ἕστηκεν ἐν τῷ σπέρματι,
ὅταν δ’ ἀποβάλῃ τοῦτο, πέτεται κοῦφος ὤν,
δήπουθεν ὑπὸ τῶν παιδίων φυσώμενος.
ἔστιν ἄγαλμα βεβηκὸς ἄνω, τὰ κάτω δὲ κεχηνός,
εἰς πόδας ἐκ κεφαλῆς τετρημένον ὀξὺ διαπρό,
ἀνθρώπους τίκτον κατὰ τὴν πυγὴν ἕν’ ἕκαστον,
ὧν οἱ μὲν μοίρας ἔλαχον βίου, οἱ δὲ πλανῶνται,
αὐτὸς ἕκαστος ἔχων θαὐτοῦ, καλέων δὲ φυλάττειν. 450c
Ἀντιφάνης δ’ ἐν τῷ Προβλήματί φησιν
ἰχθύσιν ἀμφίβληστρον ἀνήρ πολλοῖς περιβάλλειν
οἰηθεὶς μεγάλῃ δαπάνῃ μίαν εἵλκυσε πέρκην
καὶ ταύτην ψευσθείς, ὁ ἄλλην κεστρεὺς ἴσον αὐτῇ
ἦγεν. βουλομένη δ’ ἕπεται πέρκη μελανούρῳ.
β. κεστρεύς, ἀνήρ, μελάνουρος, οὐκ οἶδ’ ὅ τι λέγεις·
οὐδὲν λέγεις γάρ. α. ἀλλ’ ἐγὼ σαφῶς φράσω. 450d
ἔστι τις ὃς τὰ μὲν ὄντα διδοὺς οὐκ οἶδε δεδωκὼς
οἷσι δέδωκ’ οὐδ’ αὐτὸς ἔχων ὧν οὐδὲν ἐδεῖτο.
β. διδούς τις οὐκ ἔδωκεν οὐδ’ ἔχων ἔχει;
οὐκ οἶδα τούτων οὐδέν. α. οὐκοῦν ταῦτα καὶ
ὁ γρῖφος ἔλεγεν. ὅσα γὰρ οἶσθ’ οὐκ οἶσθα νῦν
οὐδ’ ὅσα δέδωκας οὐδ’ ὅσ’ ἀντ’ αὐτῶν ἔχεις.
τοιοῦτο τοῦτ’ ἦν. β. τοιγαροῦν κἀγώ τινα
εἰπεῖν πρὸς ὑμᾶς βούλομαι γρῖφον. α. λέγε.
β. πίννη καὶ τρίγλη φωνὰς ἰχθῦ δύ’ ἔχουσαι
450e πόλλ’ ἐλάλουν, περὶ ὧν δὲ πρὸς ὃν τ’ ᾤοντο λέγειν τι,
οὐκ ἐλάλουν οὐδὲν γὰρ ἐμάνθανεν, ὥστε πρὸς
ὃν μὲν
ἦν αὐταῖς ὁ λόγος, πρὸς δ’ αὑτὰς πολλὰ λαλούσας
αὐτὰς ἀμφοτέρας ἡ Δημήτηρ ἐπιτρίψαι.
ἔστι φύσις θήλεια βρέφη σῴζουσ’ ὑπὸ κόλποις 450f
αὑτῆς, ὄντα δ’ ἄφωνα βοὴν ἵστησι γεγωνὸν
καὶ διὰ πόντιον οἶδμα καὶ ἠπείρου διὰ πάσης
οἷς ἐθέλει θνητῶν, τοῖς δ’ οὐδὲ παροῦσιν ἀκούειν
ἔξεστιν κωφὴν δ’ ἀκοῆς αἴσθησιν ἔχουσιν.
ἡ μὲν φύσις γὰρ ἣν λέγεις ἐστὶν πόλις,
βρέφη δ’ ἐν αὑτῇ διατρέφει τοὺς ῥήτορας.
οὗτοι κεκραγότες δὲ τὰ διαπόντια
τἀκ τῆς Ἀσίας καὶ τἀπὸ Θρᾴκης λήμματα 451a
ἕλκουσι δεῦρο. νεμομένων δὲ πλησίον
αὐτῶν κάθηται λοιδορουμένων τ’ ἀεὶ
ὁ δῆμος οὐδὲν οὔτ’ ἀκούων οὔθ’ ὁρῶν.
ς. ληρεῖς ἔχων. πῶς γὰρ γένοιτ’ ἄν, ὦ πάτερ,
ῥήτωρ ἄφωνος; β. ἢν ἁλῷ τρὶς παρανόμων.
καὶ μὴν ἀκριβῶς ᾠόμην ἐγνωκέναι
τὸ ῥηθέν. ἀλλὰ δὴ λέγε.
θήλεια μὲν νὺν ἐστι φύσις ἐπιστολή,
βρέφη δ’ ἐν αὑτῇ περιφέρει τὰ γράμματα
451b ἄφωνα δ’ ὄντα ταῦτα τοῖς πόρρω λαλεῖ
οἷς βούλεθ’ ἕτερος δ’ ἂν τύχῃ τις πλησίον
ἑστὼς ἀναγιγνώσκοντος οὐκ ἀκούσεται.
λιθάργυρος δ᾽ 451d
ὄλπη παρῃωρεῖτο χρίματος πλέα
τὸν Σπαρτιάτην γραπτὸν κύρβιν ἐν διπλῷ ξύλῳ.
δρυὸς μ’ ἱδρὼς
καὶ θαμνομήκης ῥάβδος ἣ τ’ Αἰγυπτία
451e βόσκει λινουλκὸς χλαῖνα, θήραγρος πέδη.
τίς φύσις οὔθ’ ὅσα γαῖα φέρει τροφὸς οὔτε ὅσα
πόντος
οὔτε βροτοῖσιν ἔχει γυίων αὔξησιν ὁμοίαν, 451f
ἀλλ’ ἐν μὲν γενέσει πρωτοσπόρῳ ἐστὶ μεγίστη,
ἐν δὲ μέσαις ἀκμαῖς μικρά, γήρᾳ δὲ πρὸς αὐτῷ
μορφῇ καὶ μεγέθει μείζων πάλιν ἐστὶν ἁπάντων;
εἰσὶ κασίγνηται διτταί, ὧν ἡ μία τίκτει 452a
τὴν ἑτέραν, αὐτὴ δὲ τεκοῦσ’ ὑπὸ τῆσδε τεκνοῦται.
πολλοὶ δὲ τῶν γρίφων καὶ τοιοῦτοὶ τινὲς εἰσιν οἷον·
ἄνδρ’ εἶδον πυρὶ χαλκὸν ἐπ’ ἀνέρι κολλήσαντα
οὕτω συγκόλλως ὥστε σύναιμα ποιεῖν. 452c
ὁ
τὸ ἄλφα, βῆτα, γάμμα, δέλτα, θεοῦ γὰρ εἶ,
ζῆτ᾽, ἦτα, θῆτ᾽, ἰῶτα, β κάππα, λάβδα, μῦ,
νῦ, ξεῖ, τὸ οὖ, πεῖ, ῥῶ, τὸ σίγμα, ταῦ, τὸ ὖ,
παρὸν φεῖ χεῖ τε τῷ ψεῖ εἰς τὸ ὦ.
ἐγὼ οὔτ’ ἐμαυτὸν οὔτε σ’ ἀλγυνῶ. τί ταῦτ᾽
ἄλλως ἐλέγχεις;
ἄλφα μόνον, ὦ γυναῖκες, εἶ τε δεύτερον
λέγειν μόνον χρή. χ. καὶ τρίτον μόνον γ’ ἐρεῖς.
α. ἦτ’ ἄρα φήσω. χ. τὸ τε τέταρτόν αὖ μόνον
ἰῶτα, πέμπτον οὖ, τὸ θ’ ἕκτον υ μόνον
λέγε· α. λοίσθιον λέγειν· δὲ φωνῶ σοι τὸ ὦ
τῶν ἑπτὰ φωνῶν, ἑπτὰ δ’ ἐν μέτροις μόνον. 454a
καὶ τοῦτο λέξασ’ εἶτα δὴ σαυτῇ λάλει.
κύω γὰρ, ὦ γυναῖκες, ἀλλ’ αἰδοῖ, φίλαι,
ἐν γράμμασι σφῷν τοὔνομ’ ἐξερῶ βρέφους,
ὀρθὴ μακρὰ γραμμὴ ᾽ στιν ἐκ δ’ αὐτῆς μέσης
μικρὰ παρεστῶσ’ ἑκατέρωθεν ὑπτία,
ἔπειτα κύκλος πόδας ἔχων βραχεῖς δύο.
ἐγὼ πέφυκα γραμμάτων μὲν οὐκ ἴδρις,
μορφὰς δὲ λέξω καὶ σαφῆ τεκμήρια,
κύκλος τις ὡς τόρνοισιν ἐκμετρούμενος·
οὗτος δ’ ἔχει σημεῖον ἐν μέσῳ σαφές. 454c
τὸ δεύτερον δὲ πρῶτα μὲν γραμμαὶ δύο,
ταύτας διείργει δὲ ἐν μέσαις ἄλλη μία.
τρίτον δὲ βόστρυχός τις ὣς εἱλιγμένος,
τὸ δ’ αὖ τέταρτον ἡ μὲν εἰς ὀρθὸν μία,
λοξαὶ δ’ ἐπ’ αὐτῆς τρεῖς κατεστηριγμέναι
εἰσίν. τὸ πέμπτον δ’ οὐκ ἐν εὐμαρεῖ φράσαι
γραμμαὶ γάρ εἰσιν ἐκ διεστώτων δύο,
αὗται δὲ συντρέχουσιν εἰς μίαν βάσιν.
τὸ λοίσθιον δὲ τῷ τρίτῳ προσεμφερές, 454d
γραφῆς ὁ πρῶτος ἦν μεσόμφαλος κύκλος·
ὀρθοί τε κανόνες ἐζυγωμένοι δύο,
Σκυθικῷ τε τόξῳ τὸ τρίτον ἦν προσεμφερές.
ἔπειτα τριόδους πλάγιος ἦν προσκείμενος·
ἐφ’ ἑνός τε κανόνος ἦσαν ὕπτιοι δύο.
ὅπερ δὲ τρίτον· ἦν καὶ τελευταῖον πάλιν.
γραφῆς ὁ πρῶτος ἦν μεσόφθαλμος κύκλος.
ἔπειτα δισσοὶ κανόνες ἰσόμετροι πάνυ·
τούτους δὲ πλάγιος διαμέτρου συνδεῖ κανών·
τρίτον δ’ ἑλικτῷ βοστρύχῳ προσεμφερές.
ἔπειτα τριόδους πλάγιος ὣς ἐφαίνετο,
πέμπται δ’ ἄνωθεν ἰσόμετροι ῥάβδοι δύο,
αὗται δὲ συντείνουσιν εἰς βάσιν μίαν. 454f
ἕκτον δ’ ὅπερ καὶ πρόσθεν εἶπον βόστρυχος.
τοὔνομα θῆτα ῥῶ ἄλφα σὰν ὖ μῦ ἄλφα χεῖ οὖ σάν.
πατρὶς Χαλκηδών· ἡ δὲ τέχνη σοφίη.
σὲ τὸν βολαῖς νιφοκτύποις δυσχείμερον
ναίονθ’ ἕδραν, θηρονόμε Πάν, χθόν’ Ἀρκάδων
κλήσω γραφῇ τῇδ’ ἐν σοφῇ πάγκλειτ’ ἔπη
συνθείς, ἄναξ, δύσγνωστα μὴ σοφῷ κλύειν,
μουσοπόλε θήρ, κηρόχυτον ὃς μείλιγμ’ ἱεῖς,
σὲ τὸν βολαῖς νιφοκτύποις δυσχείμερον,
νιφοκτύποις σὲ τὸν βολαῖς δυσχείμερον.
μέτρον φράσον μοι τῶν ποδῶν μέτρον λαβὼν.
λαβὼν μέτρον μοι τῶν ποδῶν μέτρον φράσον.
οὐ βούλομαι γὰρ τῶν ποδῶν μέτρον λαβεῖν.
λαβεῖν μέτρον γὰρ τῶν ποδῶν οὐ βούλομαι.
Πίνδαρος δὲ πρὸς τὴν ἀσιγμοποιηθεῖσαν ᾠδήν, 455c ὡς ὁ αὐτός φησι Κλέαρχος, οἱονεὶ γρίφου τινὸς ἐν μελοποιίᾳ προβληθέντος, ὡς πολλῶν τούτῳ προσκρουόντων διὰ τὸ ἀδύνατον εἶναι ἀποσχέσθαι τοῦ σίγμα καὶ διὰ τὸ μὴ δοκιμάζειν, ἐποίησε·
πρὶν μὲν εἷρπε σχοινοτένειά τ’ ἀοιδὰ
καὶ τὸ σὰν κίβδηλον ἀνθρώποις.
Δάματρα μέλπω Κόραν τε Κλυμένοι᾽ ἄλοχον.
ἔστιν
εὐπορῆσαι καὶ ἄλλων γρίφων
ἐν Φανερᾷ γενόμαν, πάτραν δέ μου ἁλμυρὸν ὕδωρ
ἀμφὶς ἔχει· μήτηρ δ’ ἔστ’ ἀριθμοῖο πάις.
κριθῆς ἀφλοίου χυλὸν ὀργάσας πίε.
ζῷον ἄπουν ἀνάκανθον ἀνόστεον ὀστρακόνωτον
ὄμματά τ’ ἐκκύπτοντα προμήκεα κεἰσκύπτοντα.
τροφαλίδας τε λινοσάρκους. μανθάνεις; τυρὸν λέγω.
ἀρτίως διηρτάμηκε, καὶ ‘τὰ μὲν διανεκῆ
σώματος μέρη δαμάζετ’ ἐν πυρικτίτῳ στέγᾳ’·
Τιμόθεος ἔφη ποτ᾽, ἄνδρες, τὴν χύτραν οἶμαι λέγων.
ὡς δ’ ἦν ἠρμένη
βίου τιθήνη, πολεμία λιμοῦ, φύλαξ
φιλίας, ἰατρὸς ἐκλύτου βουλιμίας, 456a
τράπεζα β. περιέργως γε, νὴ τὸν οὐρανὸν
ἐξὸν φράσαι τράπεζα συντόμως.
ὦ Κινύρα, βασιλεῦ Κυπρίων, ἀνδρῶν δασυπρώκτων,
παῖς σοι κάλλιστος μὲν ἔφυ θαυμαστότατός τε
πάντων ἀνθρώπων, δύο δ’ αὐτὸν δαίμον’ ὀλεῖτον,
ἡ μὲν ἐλαυνομένη λαθρίοις ἐρετμοῖς, ὁ δ’ ἐλαύνων. 456b
ἔστι δίπουν ἐπὶ γῆς καὶ τετράπον, οὗ μία φωνή,
καὶ τρίπον, ἀλλάσσει δὲ φύσιν μόνον ὅσσ’ ἐπὶ γαῖαν
ἑρπετὰ γίνονται καὶ ἀν’ αἰθέρα καὶ κατὰ πόντον
ἀλλ’ ὁπόταν πλείστοισιν ἐρειδόμενον ποσὶ βαίνῃ,
ἔνθα τάχος γυίοισιν ἀφαυρότατον πέλει αὑτοῦ.
456c
μιξονόμου τε πατήρ ἐρίφου καὶ σχέτλιος ἰχθὺς
πλησίον ἠρείσαντο καρήατα· παῖδα δὲ νυκτὸς
δεξάμενοι βλεφάροισι Διωνύσοιο ἄνακτος
βουφόνον οὐκ ἐθέλουσι τιθηνεῖσθαι θεράποντα.
φημὶ τὸν οὐκ ἐθέλοντα φέρειν τέττιγος ἄεθλον
τῷ Πανοπηιάδῃ δώσειν μέγα δεῖπνον Ἐπειῷ. 456f
ᾤκτειρε γὰρ αὐτὸν ὕδωρ αἰεὶ φορέοντα Διὸς κούρα
βασιλεῦσιν.
ἤδη γάρ με κέκληκε θαλάσσιος οἴκαδε νεκρός,
τεθνηκὼς ζῳῷ φθεγγόμενος στόματι.
λαβὼν ἀριστόνικον ἐν μάχῃ κράτος.
πέντ’ ἄνδρες δέκα ναυσὶ κατέδραμον εἰς ἕνα χῶρον,
ἐν δὲ λίθοις ἐμάχοντο, λίθον δ’ οὐκ ἦν ἀνελέσθαι· 457c
δίψῃ δ’ ἐξώλλυντο, ὕδωρ δ’ ὑπερεῖχε γενείου.
458a ταῦτα μὲν οὖν Κλέαρχος εἴρηκε. καὶ ἃ προβάλλειν δεῖ τοιαῦτά τινα εἶναι ἡγοῦμαι· στίχον εἰπεῖν Ὁμηρικὸν ἀπὸ τοῦ ἄλφα ἀρχόμενον καὶ εἰς τὸ αὐτὸ στοιχεῖον καταλήγοντα
ἀγχοῦ δ’ ἱσταμένη ἔπεα πτερόεντα προσηύδα.
ἀλλ’ ἄγε νῦν μάστιγα καὶ ἡνία σιγαλόεντα.
ἀσπίδας εὐκύκλους λαισήιά τε πτερόεντα.
ἀγαθὸς ἀνήρ λέγοιτ’ ἂν ὁ φέρων τἀγαθά
ἀγαθὸς ἂν εἴη χὠ φέρων καλῶς κακά.
εὗρε Λυκάονος υἱὸν ἀμύμονά τε κρατερόν τε.
ἐν πόλει ὑμετέρῃ, ἐπεὶ οὐκ ἄρ’ ἔμελλον ἔγωγε.
εὐκαταφρόνητός ἐστι πενία, Δερκύλε,
ἐπὶ τοῖς παροῦσι τὸν βίον διάπλεκε.
ἡ μὲν ἄρ’ ὣς εἰποῦσ’ ἀπέβη γλαυκῶπις Ἀθήνη. 458c
ἡ δ’ ἐν γούνασι πῖπτε Διώνης δῖ’ Ἀφροδίτη,
ἡ τῶν φίλων σοι πίστις ἔστω κεκριμένη.
Ἰλίου ἐξαπολοίατ’ ἀκήδεστοι καὶ ἄφαντοι.
Ἱππόλοχος δὲ μ’ ἔτικτε καὶ ἐκ τοῦ φημι γενέσθαι.
συμπάντων Δαναῶν, οὐδ’ ἢν Ἀγαμέμνονα εἴπῃς.
σοφός ἐστιν ὁ φέρων τἀπὸ τῆς τύχης καλῶς. 458d
ὡς δ’ ὅτ’ ἀπ’ Οὐλύμπου νέφος ἔρχεται οὐρανὸν εἴσω.
ὠρθωμένην πρὸς ἅπαντα τὴν ψυχὴν ἔχω.
Αἴας δ’ ἐκ Σαλαμῖνος ἄγεν δύο καὶ δέκα νῆας.
458e Φυλείδης, ὃν τίκτε Διὶ φίλος ἱππότα Φυλεύς.
ἰητῆρ’ ἀγαθώ, Ποδαλείριος ἠδὲ Μαχάων. Ἴων.
ὀλλυμένων Δαναῶν ὀλοφύρεται ἐν φρεσὶ θυμός,
ὅλμος.
μυθεῖται κατὰ μοῖραν ἅπερ κ’ οἴοιτο καὶ ἄλλος.
μύλος.
λυγρὸς ἐὼν μή που τι κακὸν καὶ μεῖζον ἐπαύρῃ. 458f
λύρη.
ἀργυρόπεζα Θέτις, θυγάτηρ ἁλίοιο γέροντος,
ἄρτος.
μή τι σὺ ταῦτα ἕκαστα διείρεο μηδὲ μετάλλα,
μῆλα.
ἐπεὶ
οἴμοι περιπλοκὰς
λίαν ι ἐρωτᾷς. λ. ἀλλ’ ἐγὼ σαφῶς φράσω·
τῆς ἁρπαγῆς τοῦ παιδὸς εἰ ξύνοισθά τι,
ταχέως λέγειν χρὴ πρὶν κρέμασθαι. δ. πότερά μοι
γρῖφον προβάλλεις τοῦτον εἰπεῖν, δέσποτα,
τῆς ἁρπαγῆς τοῦ παιδὸς εἰ ξύνοιδά τι,
ἤ τί δύναται τὸ ῥηθέν; λ. ἔξω τις δότω
ἱμάντα ταχέως. δ. οἷον οὐκ ἔγνων ἴσως·
ἔπειτα τοῦτο ζημιοῖς με; μηδαμῶς· 459b
ἅλμης δ’ ἐχρῆν τι παραφέρειν ποτήριον.
λ. οἶσθ’ οὖν ὅπως δεῖ τοῦτό σ’ ἐκπιεῖν; δ. ἐγὼ
κομιδῇ γε. λ. πῶς; δ. ἐνέχυρον ἀποφέροντά
σου
λ. οὔκ, ἀλλ’ ὀπίσω τὼ χεῖρε ποιήσαντα δεῖ
ἕλκειν ἀπνευστί.
τοσαῦτα καὶ περὶ τῶν γρίφων εἰπόντων τῶν δειπνοσοφιστῶν, ἐπειδὴ καὶ ἡμᾶς ἑσπέρα καταλαμβάνει ἀναπεμπαζομένους τὰ εἰρημένα τὸν περὶ τῶν ἐκπωμάτων λόγον εἰς αὔριον ἀναβαλώμεθα. κατὰ γὰρ τὸν Μεταγένους Φιλοθύτην 459c
κατ’ ἐπεισόδιον μεταβάλλω τὸν λόγον, ὡς ἂν
καιναῖσι παροψίσι καὶ πολλαῖς εὐωχήσω τὸ θέατρον,
Deipnosophistae. Athenaeus. ed. Charles Burton Gulick. Medford, MA. 2010.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The National Endowment for the Humanities; Google Digital Humanities Awards Program.