παῖδα νέον γεγαῶτα κιχήσατο θυγατέρος ἧς,
τὸν ῥὰ οἱ Εὐρύκλεια φίλοις ἐπὶ γούνασι θῆκε
παυομένῳ δόρποιο·
ἀπὸ τράπεζαν εἷλεν ᾗ ποτήρια
νέκυς δὲ χαμαιστρώτου ἐπὶ τείνας
εὐρείης στιβάδος παρέθηκ’ αὐτοῖσι θάλειαν
δαῖτα ποτήριά τε, στεφάνους δ’ ἐπὶ κρασὶν ἔθηκεν.
γαμφηλαῖσι δράκοντα κοάλεμον αἱματοπώτην.
πολλῷ γ’ ὁ Βάκις διεχρῆτο τῷ ποτηρίῳ.
ἡ δὲ κρείττων ἡ μί’ ἐστὶ χιλίων ποτηρίων,
οἰνοπότης δὲ πεποίημαι.
πολλὰ δ’ ἀνάριθμα ποτήρια
κἀλέφαις.
ἐκ δὲ ποτήριον
πώνης Διννομένῃ παρίσδων.
ὥσπερ κυλικείου τοὐθόνιον προπέπταται.
ὡσπερεὶ σπονδὴν διδοὺς
ἐν τῷ κυλικείῳ συντέτριφε τὰ ποτήρια.
τὰ κυλικεῖα δὲ
ἐξεῦρεν ἡμῖν.
Ἑρμῆς ὁ Μαίας λίθινος, ὃν προσεύγμασιν
ἐν τῷ κυλικείῳ λαμπρὸν ἐκτετριμμένον
πολλοστῷ δ’ ἔτει
ἐκ τῶν πολεμίων οἴκαδ’ ἥκω, συγγενεῖς
καὶ φράτερας καὶ δημότας εὑρὼν μόλις
εἰς τὸ κυλικεῖον ἐνεγράφην, Ζεὺς ἔστι μοι
ἑρκεῖος, ἔστι φρατέριος, τὰ τέλη τελῶ.
ἄξιον
οὐ γᾶν αὐλακισμέναν ἀρῶν, ἀλλ’ ἄσκαφον ματεύων,
εἰς τὸ Κυλικράνων βαδίζων σπληνόπεδον ἀφικόμην·
εἶδον οὖν τὴν Ἡράκλειαν καὶ μάλ’ ὡραίαν πόλιν.
οἶδα δὲ καὶ Ἑλλάνικον ἐν Ἐθνῶν Ὀνομασίαις 462b λέγοντα ὅτι Λιβύων τῶν Νομάδων τινὲς οὐδὲν ἄλλο κέκτηνται ἢ κύλικα καὶ μάχαιραν καὶ ὑδρίαν, καὶ ὅτι οἰκίας ἔχουσιν ἐξ ἀνθερίκου πεποιημένας μικρὰς ὅσον σκιᾶς ἕνεκα, ἃς καὶ περιφέρουσιν ὅπου ἂν πορεύωνται, πολλοῖς δὲ καὶ ὁ ἐν Ἰλλυριοῖς τόπος διαβόητός ἐστιν ὁ καλούμενος Κύλικες, παρ’ ᾧ ἐστι τὸ Κάδμου καὶ Ἁρμονίας μνημεῖον, ὡς ἱστορεῖ Φύλαρχος ἐν τῇ δευτέρᾳ καὶ εἰκοστῇ τῶν Ἱστοριῶν. καὶ Πολέμων δ’ ἐν τῷ περὶ τοῦ Μορύχου ἐν Συρακούσαις φησὶν ἐπ’ ἄκρᾳ τῇ νήσῳ πρὸς τῷ Γῆς ι Ὀλυμπίας ἱερῷ ἐκτὸς τοῦ τείχους 462c ἐσχάραν τινὰ εἶναι, ἀφ’ ἧς, φησί, τὴν κύλικα ναυστολοῦσιν ἀναπλέοντες μέχρι τοῦ γενέσθαι τὴν ἐπὶ τοῦ νεὼ τῆς Ἀθηνᾶς ἀόρατον ἀσπίδα· καὶ οὕτως ἀφιᾶσιν εἰς τὴν θάλασσαν κεραμέαν κύλικα, καθέντες εἰς αὐτὴν ἄνθεα καὶ κηρία καὶ λιβανωτὸν ἄτμητον καὶ ἄλλα ἄττα μετὰ τούτων ἀρώματα.
ὁρῶν
νῦν γὰρ δὴ ζάπεδον καθαρὸν καὶ χεῖρες ἁπάντων 462d
καὶ κύλικες· πλεκτοὺς δ’ ἀμφιτιθεῖ στεφάνους,
ἄλλος δ’ εὐῶδες μύρον ἐν φιάλῃ παρατείνει·
κρατὴρ δ’ ἕστηκεν μεστὸς ἐυφροσύνης·
ἄλλος δ’ οἶνος ἕτοιμος, ὃς οὔποτέ φησι προδώσειν,
μείλιχος ἐν κεράμοις, ἄνθεος ὀζόμενος·
ἐν δὲ μέσοις ἁγνὴν ὀδμὴν λιβανωτὸς ἵησι·
ψυχρὸν δ’ ἐστὶν ὕδωρ καὶ γλυκὺ καὶ καθαρόν. 462e
πάρκεινται δ’ ἄρτοι ξανθοὶ γεραρή τε τράπεζα
τυροῦ καὶ μέλιτος πίονος ἀχθομένη ·
βωμὸς δ’ ἄνθεσιν ἀν τὸ μέσον πάντῃ πεπύκασται,
μολπὴ δ’ ἀμφὶς ἔχει δώματα καὶ θαλίη.
χρὴ δὲ πρῶτον μὲν θεὸν ὑμνεῖν εὔφρονας ἄνδρας
εὐφήμοις μύθοις καὶ καθαροῖσι λόγοις·
σπείσαντας τε καὶ εὐξαμένους τὰ δίκαια δύνασθαι 462f
πρήσσειν ταῦτα γὰρ ὦν ὁ ἐστι προχειρότερον ·
οὐχ ὕβρις πίνειν δ’ ὁπόσον κεν ἔχων ἀφίκοιο
οἴκαδ’ ἄνευ προπόλου, μὴ πάνυ γηραλέος.
ἀνδρῶν δ’ αἰνεῖν τοῦτον ὃς ἐσθλὰ πιὼν ἀναφαίνῃ
ὡς οἱ μνημοσύνη, καὶ τόνος ἀμφ’ ἀρετῆς.
οὔτι μάχας διέπειν Τιτήνων οὐδὲ Γιγάντων
οὐδέ τι Κενταύρων, πλάσματα τῶν προτέρων,
ἢ στάσιας σφεδανάς, τοῖς οὐδὲν χρηστὸν ἔνεστι, 463a
θεῶν δὲ προμηθείην αἰὲν ἔχειν ἀγαθόν·
καὶ ὁ χαρίεις δ’ Ἀνακρέων φησίν·
οὐ φιλέω ὃς κρητῆρι παρὰ πλέῳ οἰνοποτάζων
νείκεα καὶ πόλεμον δακρυόεντα λέγει,
ἀλλ’ ὅστις Μουσέων τε καὶ ἀγλαὰ δῶρ’ Ἀφροδίτης
συμμίσγων ἐρατῆς μνῄσκεται εὐφροσύνης.
χαιρέτω ἡμέτερος βασιλεύς, σωτήρ τε πατήρ τε·
ἡμῖν δὲ κρητῆρ’ οἰνοχόοι θέραπες
κιρνάντων προχύταισιν ἐν ἀργυρέοις, ὁ δὲ χρυσοῦ
δεῖνον ἔχων χειροῖν ἱζέτω εἰς ἔδαφος.
σπένδοντες δ’ ἁγνῶς Ἡρακλέι τ’ Ἀλκμήνῃ τε,
Προκλέι Περσείδαις τ᾽, ἐκ Διὸς ἀρχόμενοι, 463c
πίνωμεν, παίζωμεν, ἴτω διὰ νυκτὸς ἀοιδή,
ὀρχείσθω τις, ἑκὼν δ’ ἄρχε φιλοφροσύνης.
ὅντινα δ’ εὐειδὴς μίμνει θήλεια πάρευνος,
κεῖνος τῶν ἄλλων κυδρότερον πίεται.
ἐποιοῦντο
οἳ τῶν πέλας 463d
οὐδέν’ ἀδικοῦμεν οὐδέν. ἆρ’ οὐκ οἶσθ’ ὅτι
τὸ καλούμενον ζῆν τοῦτο διατριβῆς χάριν
ὄνομ’ ἐστίν, ὑποκόρισμα τῆς ἀνθρωπίνης
μοίρας; ἐγὼ γάρ, εἰ μὲν εὖ τις ἢ κακῶς
φήσει με κρίνειν, οὐκ ἔχοιμ’ ἄν σοι φράσαι·
ἔγνωκα δ’ οὖν οὕτως ἐπισκοπούμενος
εἶναι μανιώδη πάντα τἀνθρώπων ὅλως,
ἀποδημίας δὲ τυγχάνειν ἡμᾶς ἀεὶ
τοὺς ζῶντας, ὥσπερ εἰς πανήγυρίν τινα
ἀφειμένους ἐκ τοῦ θανάτου καὶ τοῦ σκότους
εἰς τὴν διατριβὴν εἰς τὸ φῶς τε τοῦθ’ ὃ δὴ 463e
ὁρῶμεν. ὃς δ’ ἂν πλεῖστα γελάσῃ καὶ πίῃ
καὶ τῆς Ἀφροδίτης ἀντιλάβηται τὸν χρόνον
τοῦτον ὃν ἀφεῖται, καὶ Τύχης ἐράνου τινός,
πανηγυρίσας ἥδιστ’ ἀπῆλθεν οἴκαδε.
ἐλθέ, Κύπρι,
χρυσίαισιν ἐν κυλίκεσσιν ἁβρῶς
συμμεμιγμένον θαλίαισι νέκταρ
οἰνοχοοῦσα
464a τίνα δὴ παρεσκευασμένοι
πίνειν τρόπον ἐστὲ νυνί, λέγεθ᾽. β. ὅντινα τρόπον
ἡμεῖς; τοιοῦτον οἷον ἂν καὶ σοὶ δοκῇ.
α. βούλεσθε δήπου τὸν ἐπιδέξι᾽, ὦ πάτερ,
λέγειν ἐπὶ τῷ πίνοντι. β. τὸν ἐπιδέξια
λέγειν; Ἄπολλον, ὡσπερεὶ τεθνηκότι.
χερσὶν ἔχω κολοβὸν κύλικος τρύφος ἀμφὶς ἐαγός, 464b
ἀνδρῶν δαιτυμόνων ναυάγιον, οἷά τε πολλὰ
πνεῦμα Διωνύσοιο πρὸς Ὕβριος ἔκβαλεν ἀκτάς.
Βακχίου φιλανθέος
αἴθοπα πεπαίνοντ’ ὀρχάτους ὀπωρινούς·
ἐξ οὗ βροτοὶ καλοῦσιν οἶνον αἴθοπα.
μελιηδέα οἶνον ἐρυθρόν, 465c
ἓν δέπας ἐμπλήσας, ὕδατος δ’ ἀνὰ εἴκοσι μέτρα
χεῦ’· ὀδμὴ δ’ ἡδεῖα ἀπὸ κρητῆρος ὀδώδει.
ἔγχευε δὲ ἓν μὲν δέπας κίσσινον μελαίνας
σταγόνος ἀμβρότας ἀφρῷ βρυάζον
εἴκοσιν δὲ μέτρ’ ἐνέχευ᾽, ἀνέμισγε
δ’ αἷμα Βακχίου νεορρύτοισι δακρύοισι Νυμφᾶν.
οἶδα δέ τινας, ἄνδρες θιασῶται, καὶ μέγα φρονήσαντας οὐχ οὕτως ἐπὶ πλούτῳ ὡς ἐπὶ τῷ κεκτῆσθαι πολλὰ ἐκπώματα ἀργυρᾶ τε καὶ χρυσᾶ. 465d ὧν εἷς ἐστι καὶ Πυθέας ὁ Ἀρκὰς ἐκ Φιγαλείας, ὃς καὶ ἀποθνῄσκων οὐκ ὤκνησεν ὑποθέσθαι τοῖς οἰκείοις ἐπιγράψαι αὐτοῦ τῷ μνήματι τάδε· Πυθέα μνῆμα τόδ’ ἔστ᾽, ἀγαθοῦ καὶ σώφρονος ἀνδρός,
ὃς κυλίκων ἔσχεν πλῆθος ἀπειρέσιον
τῶν προτέρων πάντων πλείονα πασάμενος.
αὐτὰρ ὁ διογενὴς ἥρως ξανθὸς Πολυνείκης
πρῶτα μὲν Οἰδιπόδῃ καλὴν παρέθηκε τράπεζαν
ἀργυρέην Κάδμοιο θεόφρονος αὐτὰρ ἔπειτα
χρύσεον ἔμπλησεν καλὸν δέπας ἡδέος οἴνου,
αὐτὰρ ὅ γ’ ὡς φράσθη παρακείμενα πατρὸς ἑοῖο
τιμήεντα γέρα, μέγα οἱ κακὸν ἔμπεσε θυμῷ, 466a
αἶψα δὲ παισὶν ἑοῖσι μετ᾽ ἀμφοτέροισιν ἐπαρὰς
ἀργαλέας ἠρᾶτο θεῶν δ’ οὐ λάνθαν’ Ἐρινύν,
ὡς οὒ οἱ πατρώι’ ἐνηέι ἐν φιλότητι
δάσσαιντ᾽, ἀμφοτέροισι δ’ αἰεὶ πόλεμοί τε μάχαι τε
Καικίλιος
δὲ ὁ ῥήτωρ ὁ ἀπὸ Καλῆς ἀκτῆς ἐν τῷ
πολὺν δ’ ἀγῶνα πάγξενον κηρύσσεται,
χαλκηλάτους λέβητας ἐκτιθεὶς φέρειν
καὶ κοῖλα χρυσόκολλα καὶ πανάργυρα
ἐκπώματ᾽, εἰς ἀριθμὸν ἑξήκοντα δίς.
τιμιώτατον δ’ ἦν πάλαι τὸ τῶν ἐκπωμάτων κτῆμα. Ἀχιλλεύς οὖν ὡς ἐξαίρετόν τι εἶχεν ἀνάθημα δέπας,
ἁ δ’ ὑποδεξαμένα θαήσατο χρύσεον αἶψα
ἄλλοι δὲ καὶ δὴ βακχίου παλαιγενοῦς
ἀφρῷ σκιασθὲν χρυσοκόλλητον δέπας
μεστὸν κύκλῳ τορευτὸν ἕλκουσι γνάθοις
ὁλκῆς ἀπαύστοις, παντελῶς ἐστραμμένον 781f
τἄνω κάτω δεικνύντες.
ὦ χαῖρε, χρυσόκλυστα καὶ χρυσοῦς ἐμῶν
τὰ ποτήρι᾽· ἂν ἴδῃς τὰ παρεσκευασμένα,
ἅπαντα χρυσᾶ, Τρόφιμε, νὴ τὸν Οὐρανόν,
ὑπερήφαν’ ἔργ᾽. ἐγὼ μὲν ἐξέστην ἰδών.
κρατῆρες ἀργυροῖ, κάδοι μείζους ἐμοῦ
ὅτι Παρμενίων συγκεφαλαιούμενος ἐν ταῖς πρὸς
οὐδέ κεν ἐν κύλικι πρότερον κεράσειέ τις οἶνον
ἐγχέας , ἀλλ’ ὕδωρ καὶ καθύπερθε μέθυ.
φέρ’ ὕδωρ, φέρ’ οἶνον, ὦ παῖ,
φέρε δ’ ἀνθεμεῦντας ἡμῖν
στεφάνους ἔνεικον, ὡς δὴ
πρὸς Ἔρωτα πυκταλίζω.
κρήνης τ’ ἀενάου καὶ πορρύτου, ἥτ’ ἀθόλωτος,
τρὶς ὕδατος προχέειν, τὸ δὲ τέτρατον ἱέμεν οἴνου.
γραμμὰ Παρρασίοιο, τέχνα Μυός. ἐμμὶ δὲ ἔργον
Ἰλίου αἰπεινᾶς, ἃν ἕλον Αἰακίδαι. 782c
ὁρᾷς δ᾽, ὅταν πίνωσιν ἄνθρωποι, τότε
πλουτοῦσι, διαπράττουσι, νικῶσιν δίκας,
εὐδαιμονοῦσιν, ὠφελοῦσι τοὺς φίλους. 782d
ἁνίκ’ ἀνθρώπων καματώδεες οἴχονται μέριμναι
στηθέων ἔξω, πελάγει δ’ ἐν πολυχρύσοιο πλούτου
πάντες ἴσᾳ νέομεν ψευδῆ πρὸς ἀκτὰν
ὃς μὲν ἀχρήμων, ἀφνεὸς τότε, τοὶ δ’ αὖ πλουτέοντες
ἀέξονται φρένας ἀμπελίνοις τόξοις δαμέντες.
πιεῖν δὲ θάνατος οἶνον ἂν ὕδωρ ἐπῇ.
ἀλλ’ ἴσον ἴσῳ μάλιστ’ ἀκράτου δύο χοᾶς
πίνουσ’ ἀπ’ ἀγκύλης ἐπονομάζουσ᾽· ἅμα
782e ἵησι λάταγας τῷ Κορινθίῳ πέει.
εὖτε τὴν ἀπ᾽· ἀγκύλης ἵησι τοῖς νεανίαις,
λευκὸν ἀντείνασα πῆχυν.
ὅτι παρὰ Τιμαχίδᾳ Αἰακίς ἡ κύλιξ καλεῖται.
ἄκατος ποτήριον ἐοικὸς πλοίῳ. Ἐπικράτης·
κατάβαλλε τἀκάτια, τὰ κυμβία
αἴρου τὰ μείζω, κεὐθὺ τοῦ καρχησίου
ἄνελκε τὴν γραῦν, τὴν νέαν δ’ ἐπουρίσας
πλήρωσον, εὐτρεπῆ τε τὸν κοντὸν ποοῦ
καὶ τοὺς κάλως ἔκλυε καὶ χάλα πόδα.
ἦτοι ὃ καλὸν ἄλεισον ἀναιρήσεσθαι ἔμελλε
χρύσεον ἄμφωτον.
λύσας διαρκῆ στάμνον εὐώδους ποτοῦ
ἵησιν εὐθὺς κύλικος εἰς κοῖλον κύτος· 783e
ἔπειτ’ ἄκρατον κοὐ τεταργανωμένον
ἔπινε κἀξημύστισεν.
αὔλει μοι μέλος·
σὺ δ’ ᾆδε πρὸς τήνδ᾽ , ἐκπίομαι δ’ ἐγὼ τέως.
αὔλει σύ, καὶ σὺ τὴν ἄμυστιν λάμβανε.
β. οὐ χρὴ πόλλ’ ἔχειν θνητὸν ἄνθρωπον,
ἀλλ’ ἐρᾶν καὶ κατεσθίειν· σὺ δὲ κάρτα φείδῃ.
κατασπένδειν κατὰ τῆς κεφαλῆς ἀρυβάλλῳ
ἀμβροσίαν.
κακὴ κακῶς σὺ πρὸς θεῶν ὀλουμένη, 784a
ἣ τὰς ἀρύστεις ὧδ’ ἔχουσ’ ἐκώμασας.
καὶ πίνειν ἐξ ἀργυρίδων χρυσῶν.
βαυκαλὶς ἡ τετρακότυλος.
νᾶμα μελισσῶν ἡδὺ μὲν ὄρθρου
καταβαυκαλίσαι τοῖς ὑπὸ πολλῆς
κραιπαλοβόσκου δίψης κατόχοις. 784c
τὴν ὄψιν εἴπω τοῦ ποτηρίου γέ σοι
466e πρώτιστον. ἦν γὰρ στρογγύλον, μικρὸν πάνυ,
παλαιόν, ὦτα συντεθλασμένον σφόδρα,
ἔχον κύκλῳ τε γράμματ᾽. β. ἆρά γ’ ἕνδεκα
χρυσᾶ
ὁ δὲ σκύφος με τοῦ θεοῦ καλεῖ πάλαι
τὸ γράμμα φαίνων, δέλτ᾽, ἰῶτα καὶ τρίτον
οὖ, νῦ τὸ τ’ ὖ πάρεστι, κοὐκ ἀπουσίαν
ἐκ τοὐπέκεινα σὰν τὸ τ’ οὖ κηρύσσετον.
οὔτ’ αὐτὸς οὔθ’ ὁ ζύγιος οὔθ’ ὁ σαμφόρας.
πρὶν μὲν ἧρπε σχοινοτένειὰ τ’ ἀοιδὰ
καὶ τὸ σὰν κίβδηλον ἀπὸ στομάτων.
467c μισῶ κάκιστον γραμματικὸν ἔκπωμ’ ἀεί.
ἀτὰρ ὡς ὅμοιον οὑμὸς υἱὸς ᾤχετο
ἔχων φιάλιον τῷδε. β. πολλὰ γίνεται
ὅμοια.
ὅσα δ’ ἐστὶν εἴδη θηρικλείων τῶν καλῶν,
γύναι, δικότυλοι, τρικότυλοι, δεῖνος μέγας
χωρῶν μετρητήν, κυμβίον, σκύφοι, ῥυτά
β. ποτήρι’ ἡ γραῦς, ἄλλο δ’ οὐδὲ ἓν βλέπει. 467e
οἶσθ’ ᾧ προσέοικεν, ὦ Κρέων, τὸ βρέγμα σου;
ἐγᾦδα· δείνῳ περὶ κάτω τετραμμένῳ.
Νικοστράτην τιν’ ἤγαγον πρῴην σφόδρα
γρυπήν, Σκοτοδίνην ἐπικαλουμένην ὅτι 467f
δεῖνὸν ποτ’ ἦρεν ἀργυροῦν ἐν τῷ σκότῳ.
β. δεῖνον καὶ δεινόν, ὦ θεοί.
οὑτοσὶ δεῖνος τι δεινος καὶ καλαθίσκος οὑτοσί.
πάντα μάλ’ ὅσσ’ Ἄδρηστος ἐποιχομένους ἐκέλευσε
ῥεξέμεν ἐν μὲν ὕδωρ, ἐν δ’ ἀσκηθὲς μέλι χεῦαν
ἀργυρέῳ κρητῆρι, περιφραδέως κερόωντες·
νώμησαν δὲ δέπαστρα θοῶς βασιλεῦσιν Ἀχαιῶν
ἐνσχερὼ ἑστηῶσι, καὶ ἐς λοιβὴν χέον εἶθαρ
χρυσείῃ προχόῳ. 468b
ἄλλοι δὲ κρητῆρα πανάργυρον ἠδὲ δέπαστρα
οἰσόντων χρύσεια, τὰ τ’ ἐν μεγάροισιν ἐμοῖσι
κείαται.
καὶ χρύσεια δέπαστρα καὶ ἀσκηθέος κελέβειον
ἔμπλειον μέλιτος, τὸ ῥὰ οἱ προφερέστερον εἴη. 468c
οἴσῃ δὲ δῶρον ἄξιον δραμήματος
ἔκπωμα δακτυλωτόν, ἄχραντον πυρί,
Πελίου μὲν ἆθλον, Κάστορος δ’ ἔργον ποδῶν.
πέμπτῳ δ’ ἀμφίθετον φιάλην ἀπύρωτον ἔθηκεν. 468e
εἰ δ’ οὐχ ἱκανόν σοι, τὸν ἐλέφανθ’ ἥκει φέρων
ὁ παῖς. β. τί δ’ ἐστὶ τοῦτο, πρὸς θεῶν; α. ῥυτὸν
469a δίκρουνον ἡλίκον τι τρεῖς χωρεῖν χοᾶς,
Ἄλκωνος ἔργον. προὔπιεν δὲ μοί ποτε
ἐν Κυψέλοις Ἀδαῖος. -
τούτῳ προέπιεν ὁ βασιλεὺς κώμην τινά.
β. καινόν τι τοῦτο γέγονε νῦν ποτήριον;.
κώμη μὲν οὖν τίς ἐστι περὶ τὴν Θουρίαν.
β. εἰς τὰς Ῥοδιακὰς ὅλος ἀπηνέχθην ἐγὼ
καὶ τοὺς ἐφήβους, Σωσία, τοὺς δυσχερεῖς.
ψυκτῆρα, κύαθον, κυμβία, ῥυτὰ τέτταρα,
ἡδυποτίδας τρεῖς, ἡθμὸν ἀργυροῦν.
παρ’ Ἀρχεφῶντος ἡδυποτίδας δώδεκα.
ἀέλιος δ’ Ὑπεριονίδας δέπας ἐσκατέβαινε
χρύσεον, ὄφρα δι’ ᾽ Ὠκεανοῖο περάσας
ἀφίκοιθ’ ἱερᾶς ποτὶ βένθεα νυκτὸς ἐρεμνᾶς
ποτὶ ματέρα κουριδίαν τ’ ἄλοχον πάιδὰς τε φίλους. 469f
ὁ δ’ ἐς ἄλσος ἔβα δάφναισι κατάσκιον ποσὶν πάις Διός.
τότε δὴ χρυσέῳ ἐν δέπαι
ἠέλιον πόμπευεν ἀγακλυμένη Ἐρύθεια,
ἔνθ’ ἐπὶ δυσμαῖς τεοῦ
πατρὸς Ἡφαιστοτευχὲς
δέπας, ἐν τῷ διαβάλλει
πολὺν οἰδματόεντα περίδρομον πόρον συθείς,
μελανίππου προφυγὼν
ἱερᾶς νυκτὸς ἀμολγόν. 470a
ἠέλιος μὲν γὰρ πόνον ἔλλαχεν ἤματα πάντα,
οὐδὲ ποτ’ ἄμπαυσις γίγνεται οὐδεμία
ἵπποισίν τε καὶ αὐτῷ, ἐπὴν ῥοδοδάκτυλος Ἠὼς ᾽
ὠκεανὸν προλιποῦσ’ οὐρανὸν εἰσαναβῇ 470b
τὸν μὲν γὰρ διὰ κῦμα φέρει πολυήρατος εὐνή,
κοιίλη Ἡφαίστου χερσὶν ἐληλαμένη
χρυσοῦ τιμήεντος, ὑπόπτερος, ἄκρον ἐφ’ ὕδωρ
εὕδονθ’ ἁρπαλέως χώρου ἀφ’ Ἑσπερίδων
γαῖαν ἐς Αἰθιόπων, ἵνα δὴ θοὸν ἅρμα καὶ ἵπποι
ἑστᾶσ’ ὄφρ’ Ἠὼς ἠριγένεια μόλῃ.
ἔνθ’ ἐπεβήσεθ’ ἑῶν ὀχέων Ὑπερίονος υἱός.
γενόμενος δ’ ἔννους μόλις
ᾔτησε κύλικα καὶ λαβὼν ἑξῆς πυκνὰς
ἕλκει, καταντλεῖ, κατά τε τὴν παροιμίαν
αἰεὶ ποτ’ εὖ μὲν ἀσκός, εὖ δὲ θύλακος
ἅνθρωπός ἐστιν.
σπι. χώρει σὺ δεῦρο, Θηρικλέους πιστὸν τέκνον,
γενναῖον εἶδος, ὄνομά σοι τί θώμεθα;
471a ἆρ’ εἶ κάτοπτρον φύσεος; ἢν πλῆρες δοθῇς,
οὐδὲν ποτ’ ἄλλο. δεῦρο δή, γεμίσω σ’ ἐγώ.
γραῦ Θεολύτη, γραῦ. θεολ. τί με καλεῖς σύ, φίλτατε;
σπι. ἵν’ ἀσπάσωμαι δεῦρο παρ’ ἐμέ, Θεολύτη,
παρὰ τὸν νέον ξύνδουλον. οὑτωσὶ καλῶς.
θεολ. Σπινθὴρ τάλας, πειρᾷς με. σπι. ναί, τοιοῦτό τι·
φιλοτησίαν δὲ τήνδε σοι προπίομαι.
δέξαι· πιοῦσα δ’ ὁπόσον ἄν σοι θυμὸς ᾖ,
παράδος τὸ περιόν.
ὠς δ’ ἐδείπνησαν συνάψαι βούλομαι γὰρ τἀν μέσῳ
καὶ Διὸς σωτῆρος ἦλθε Θηρίκλειον ὄργανον,
τῆς τρυφερᾶς ἀπὸ Λέσβου σεμνοπόνου σταγόνος
πλῆρες, ἀφρίζον, ἕκαστος δεξιτερᾷ δ’ ἔλαβεν
διένιψα δ’ οὐδὲν σκεῦος οὐδεπώποτε· 471d
καθαρώτερον γὰρ τὸν κέραμον εἰργαζόμην
ἢ Θηρικλῆς τὰς κύλικας, ἡνίκ’ ἦν νέος.
ἄρτι μὲν μάλ’ ἀνδρικὴν
τῶν θηρικλείων ὑπεραφρίζουσαν σορόν
κωθωνόχειλον, ψηφοπεριβομβήτριαν,
μέλαιναν, εὐκύκλωτον, ὀξυπύνδακα,
στίλβουσαν, ἀνταυγοῦσαν, ἐκνενιμμένην,
κισσῷ κάρα βρύουσαν, ἐπικαλούμενοι
471e εἷλκον Διὸς σωτῆρος.
ὦ γαῖα κεραμί, τίς σε Θηρικλῆς ποτε
ἔτευξε κοίλης λαγόνος εὐρύνας βάθος;
ἦ που κατειδὼς τὴν γυναικείαν φύσιν
ὡς οὐχὶ μικροῖς ἥδεται ποτηρίοις.
καὶ θηρίκλειός τις κύλιξ, στέφανον κύκλῳ
ἔχουσα χρυσοῦν οὐ γὰρ ἐπίτηκτὸν τινα.
μεστὴν ἀκράτου θηρίκλειον ἔσπασε 471f
κοίλην ὑπερθύουσαν.
φαιδρὸς δὲ κρατὴρ θηρίκλειος ἐν μέσῳ
ἕστηκε λευκοῦ νέκταρος παλαιγενοῦς
πλήρης, ἀφρίζων ὃν λαβὼν ἐγὼ κενὸν
τρίψας, ποήσας λαμπρόν, ἀσφαλῆ βάσιν
στήσας, συνάψας καρπίμοις κισσοῦ κλάδοις 472b
ἔστεψα.
μέσως μεθύων τὴν θηρίκλειον ἔσπασε.
προπίνων θηρίκλειον τρικότυλον
τῆς θηρικλείου τῆς μεγάλης χρεία ἐστί μοι.
αἰσχ. εὖ οἶδα. α. καὶ τῶν Ῥοδιακῶν. ἥδιστα γὰρ
ἐκ τῶν τοιούτων, Αἰσχρέα, ποτηρίων
εἴωθα πίνειν.
ἐφεξῆς στρώματ᾽, ἀργυρώματα,
θηρίκλειοι καὶ τορευτὰ πολυτελῆ ποτήρια
ἕτερα.
τοιγαροῦν ἐμοὶ μὲν ἀρτίως ὁ δεσπότης
δι’ ἀρετὴν τῶν θηρικλείων εὐκύκλωτον ἀσπίδα,
ὑπεραφρίζουσαν, τρυφῶσαν, ἴσον ἴσῳ κεκραμένην, 472d
προσφέρων ἔδωκεν οἶμαι, χρηστότητος οὕνεκα.
εἶτ’ ἐλευθέραν ἀφῆκε βαπτίσας ἐρρωμένως.
τετρακότυλον δὲ κύλικα κεραμέαν τινὰ
τῶν θηρικλείων πῶς δοκεῖσ’ κεραννύει
καλῶς, ἀφρῷ ζέουσαν. οὐδ’ ἂν Αὐτοκλῆς
οὕτως μὰ τὴν Γῆν εὐρύθμως τῇ δεξιᾷ
ἄρας ἐνώμα.
καὶ κύλικ’ ἀκράτου θηρίκλειον εἰσφέρει
πλέον ἢ κοτύλας χωροῦσαν ἕπτ’ Ἀγαθῆς Τύχης.
ἠρίστησα μὲν ἰτρίου λεπτοῦ μικρὸν ἀποκλάς,
οἴνου δ’ ἐξέπιον κάδον.
κρατῆρες, κάδοι, 472f
ὁλκεῖα, κρουνεῖ᾽. β. ἔστι γὰρ κρουνεῖα; α. ναί
λουτήρι’ ἀλλὰ τί καθ’ ἕκαστον δεῖ λέγειν;
ὄψει γὰρ αὐτός. β. βασιλέως υἱὸν λέγεις
Καρῶν ἀφῖχθαι; α. δηλαδὴ, Πιξώδαρον.
πίνωμεν καὶ γάρ τι νέον, καὶ γάρ τι παρ’ οἶνον
εὕροιμ’ ἂν λεπτὸν καί τι μελιχρὸν ἔπος.
ἀλλὰ κάδοις Χίου με κατάβρεχε καὶ λέγε
Ἡδύλε.
ἐξ ἠοῦς εἰς νύκτα καὶ ἐκ νυκτῶν πάλι Σωκλῆς
εἰς ἠοῦν πίνει τετραχόοισι κάδοις,
εἶτ’ ἐξαίφνης που τυχὸν οἴχεται. ἀλλὰ παρ’ οἶνον
Σικελίδεω παίζει πουλὺ μελιχρότερον, 473b
ἐστὶ δὲ καὶ πολὺ δὴ στιβαρώτερος. ὡς δ’ ἐπιλάμπει
ἡ χάρις, ὥστε φίλος καὶ γράφε καὶ μέθυε.
Ἑρμῆς, ὃν ἕλκουσ’ οἱ μὲν ἐκ προχοιδίου,
οἱ δ’ ἐκ καδίσκου σ’ ἴσον ἴσῳ κεκραμένον. 473d
ἡ Μανία, φέρ’ ὀξύβαφα καὶ κανθάρους.
εἶθ’ ὁρῶ τὸν Ἑρμαίσκον τῶν ἁδρῶν τούτων τινὰ
κάνθαρον· καταστρέφοντα, πλησίον δὲ κείμενον
στρωματέα τε καὶ γύλιον αὐτοῦ. 473e
ἐγὼ δὲ καὶ γὰρ ἔτυχεν ὂν καταντικρὺ
τῆς οἰκίας καινὸν καπηλεῖον μέγα
ἐνταῦθ’ ἐπετήρουν τὴν τροφὸν τῆς παρθένου,
κεράσαι κελεύσας τὸν κάπηλόν μοι χόα
ὀβολοῦ παραθεῖναὶ θ’ ὡς μέγιστον κάνθαρον.
ὁ δὲ κάνθαρος πάλαι κενὸς ξηραίνεται.
ἅμα δὲ λαβοῦσ’ ἠφάνικε πηλίκον τινὰ
οἴεσθε μέγεθος ἐγκρυφίαν μέγαν πάνυ,
καὶ ξηρὸν ἐπόησ’ εὐθέως τὸν κάνθαρον.
σὺ δὲ μηκέτ’ ἔγχει, παιδάριον, εἰς ἀργυροῦν,
εἰς τὸ βαθὺ δ’ ἐπανάγωμεν· εἰς τὸν κάνθαρον, 474a
παιδάριον, ἔγχει, νὴ Δί᾽ εἰς τὸν κάνθαρον.
ἀλλ’ οὐδὲ κεραμεύουσι νῦν τοὺς κανθάρους,
ὦ τάλαν, ἐκείνους τοὺς ἁδρούς, ταπεινὰ δὲ
καὶ γλαφυρὰ πάντες ὡσπερεὶ
αὐτὰ τὰ ποτήρι᾽, οὐ τὸν οἶνον πιόμενοι.
Σωσικράτης δὲ Φιλαδέλφοις
ἐπὶ πλοίου, λεπτὴ δὲ κυρτοῖς ἐγγελῶσα κύμασιν
αὔρα, κόρη Σκίρωνος, ἡσύχῳ ποδὶ 474b
προσῆγε πρᾴως καὶ καλῶς τὸν κάνθαρον.
εἶτα κεραμεύων ἂν οἴκοι σωφρόνως Χαιρέστρατος
ἑκατὸν ἂν τῆς ἡμέρας ἔκλαιεν οἴνου κανθάρους.
ἡ ναῦς δὲ πότερον εἰκόσορὸς ἐστ’ ἢ κύκνος
ἢ κάνθαρος; τουτὶ γὰρ ἂν πύθωμ’ ἔτι,
αὐτὸς περανῶ τὰ πάντ᾽. β. ἀμέλει κυκνοκάνθαρος. ἐξ
ἀμφοτέρων τούτων κεκεραμευμένος.ʼ
ἥκει λιπὼν Αἰγαῖον ἁλμυρὸν βάθος 474c
Θεόφιλος ἡμῖν, ὦ Στράτων, ὡς ἐς καλὸν
τὸν υἱὸν εὐτυχοῦντα καὶ σεσωσμένον
πρῶτος λέγω σοι τόν τε χρυσοῦν κάνθαρον. στρ.
ποῖον; τὸ πλοῖον; α. οὐδὲν οἶσθας, ἄθλιε.
στρ. τὴν ναῦν σεσῶσθαί μοι λέγεις; α. ἔγωγε μὴν
τὴν ναῦν ἐκείνην ἣν ἐπόησε Καλλικλῆς
ὁ Καλύμνιος, Εὐφράνωρ δ’ ἐκυβέρνα Θούριος.
Πηλεὺς· ὁ Πηλεὺς δ’ ἐστὶν ὄνομα κεραμέως, 474e
ξηροῦ λυχνοποιοῦ, Κανθάρου, πενιχροῦ πάνυ,
ἀλλ’ οὐ τυράννου, νὴ Δί᾽.
κῆνοι δ’ ἄρα πάντες
καρχησία τ’ ἦχον
κἄλειβον ἀράσαντο δὲ πάμπαν ἐσλὰ
τῷ γαμβρῷ.
στολὴν δὲ δὴ τίν’ εἶχεν; τοῦτό μοι φράσον.
β. θύρσον, κροκωτόν, ποικίλον, καρχήσιον.
προσπτῆναι μέσην
τράπεζαν ἀμφὶ σῖτα καὶ καρχήσια, 475b
ἄγε δή, φέρ’ ἡμίν, ὦ παῖ,
κελέβην, ὅκως ἄμυστιν
προπίω, τὰ μὲν δέκ’ ἐγχέας
ὕδατος, τὰ πέντε δ’ οἴνου
κυάθους.
κήρυκας θ’ ἅμα τοῖσι φέρειν μέλανος οἴνοιο
ἀσκὸν ἐνίπλειον κελέβειὸν θ’ ὅττι φέριστον 475e
οἷσιν ἐνὶ μεγάροις κεῖτο μέλιτος πεπληθός.
ἀτὰρ ἀμφίθετον κελέβειον ἑλόντες
ἔμπλειον μέλιτος, τὸ ῥὰ οἱ προφερέστερον ἦεν.
καὶ χρύσεια δέπαστρα καὶ ἀσκηθέος κελέβειον
ἔμπλειον μέλιτος, τὸ ῥὰ οἱ προφερέστερον εἴη.
στέψον τὰν κελέβαν φοινικέῳ οἰὸς ἀώτῳ· 475f
ἠέ ποθεν ποταμῶν κελέβῃ ἀποήφυσας ὕδωρ.
ᾠνοχόει δ’ ἀμφίπολος μελιχρὸν
οἶνον τρικύαθον κελέβην ἔχουσα.
ἀνδροδάμαντα δ’ ἐπεὶ Φῆρες δάεν ῥιπὰν μελιαδέ
οἴνου,
ἐσσυμένως ἀπὸ μὲν λευκὸν γάλα χερσὶ τραπεζᾶν
ὤθεον, αὐτόματοι δ’ ἐξ ἀργυρέων κεράτων πίνοντες
ἐπλάζοντο.
ἀργυρηλάτοις
κέρασι χρυσᾶ στόμια προσβεβλημένοις.
καὶ πλῆρες ἐκπιόντι χρύσεον κέρας 476d
τρίψει γέμοντα μαλθακῆς ὑπ’ ὠλένης.
οἶσθά νυν ὅ μοι ποίησον; τήνδε νῦν μή μοι δίδου,
ἐκ δὲ ταῦ κέρατος αὖ μοι δὸς πιεῖν ἅπαξ μόνον.
πίνετο νεκτάρεον πόμ’ ἐν χρυσέαις προτομαῖς
ταύρων κεραστῶν,
ἐβρέχοντο δὲ κατὰ μικρόν.
πᾶς δὲ ποιμένων ἔρρει λεώς,
ὁ μὲν γάλακτος κίσσινον φέρων σκύφος
πόνων ἀναψυκτῆρ᾽, ὁ δ’ ἀμπέλων γάνος.
κισσύβιον μετὰ χερσὶν ἔχων μέλανος οἴνοιο.
καὶ γὰρ ὁ Θρηικίην μὲν ἀνήνατο χανδὸν ἄμυστιν
ζωροποτεῖν, ὀλίγῳ δ’ ἥδετο κισσυβίῳ.
τῷ μὲν ἐγὼ τόδ’ ἔλεξα περιστείχοντος ἀλείσου
τὸ τρίτον
οὐδὸς δ’ ἀμφοτέρους ὅδε χείσεται.
κοτύλας χωροῦν δέκα
ἐν Καππαδοκίᾳ κόνδυ χρυσοῦν, Στρουθία.·
προσέχεις τι τούτῳ τῷ στρατιώτῃ; β. τῷδ᾽; ἔχει
ἀργύριον οὗτος. α. οὐδαμόθεν, εὖ οἶδ’ ἐγώ,
ἀλλ’ ἢ δαπίδιον ἓν ἀγαπητὸν ποικίλον,
τέρα τ’ ἔχον καὶ γρῦπας ἐξώλεις τινὰς 478a
τῶν Περσικῶν β. εἰς κόρακας, ὦ μαστιγία.
α. καὶ κόνδυ καὶ ψυκτῆρα καὶ τι κυμβίον.
αὐτὰρ ὅ γε σπείσας ἐκ κόνδυος ἀργυφέοιο 478b
νέκταρ ἐπ’ ἀλλοδαπὴν οἶμον ἔβαινε πόδα.
τόν τε κότυλον πρῶτον ἤνεγκ’ ἐνέχυρον τῶν γειτόνων.
ὁ δ’ ἱερεὺς Εὐήγορος
ἐν μέσοις αὐτοῖσιν ἑστὼς τὴν καλὴν σκευὴν ἔχων
οἶνον ἐξέσπενδε κοτύλῳ.
ἄλλαι δ’ ὑποπρεσβύτεραι γρᾶες Θασίου μέλανος μεστὸν
κεραμευομέναις κοτύλαις μεγάλαις ἔγχεον ἐς σφέτερον δέμας οὐδένα κόσμον,
ἔρωτι βιαζόμεναι μέλανος οἴνου ἀκράτου. 478e
πάντῃ δ’ ἀμφὶ νέκυν κοτυλήρυτον ἔρρεεν αἷμα.
πολλὰ μεταξὺ πέλει κοτύλης καὶ χείλεος ἄκρου.
ὁ δ’ ἀλφίτων μοι πριάμενος τρεῖς χοίνικας
κοτύλης δεούσας εἴκοσ’ ἀπολογίζεται. 479a
καὶ πιεῖν ὕδωρ διπλάσιον χλιαρόν, ἡμίνας δύο.
τὴν κοτυλίσκην, μηδαμῶς.
κοτυλίσκιον τὸ χεῖλος ἀποκεκρουμένον.
ὁ δὲ χαλκοδέτοις κοτύλαις ὀτοβεῖ. 479c
μηδὲ στέψω κοτυλίσκον.
κρατῆρες, κάδοι,
ὁλκεῖα, κρουνεῖ᾽. β. ἔστι γὰρ κρουνεῖα; α. ναί.
νυνὶ δ’ ἀπόνιζε τὴν κύλικα δώσων πιεῖν,
ἔγχει τ’ ἐπιθεὶς τὸν ἡθμόν
ὦ Θρασύβουλ᾽, ἐρατᾶν ὄχημ’ ἀοιδᾶν
τοῦτό τοι πέμπω μεταδόρπιον. ἐν ξυνῷ κεν εἴη
συμπόταισίν τε γλυκερὸν
καὶ Διωνύσοιο καρπῷ καὶ κυλίκεσσιν Ἀθηναίαισι
κέντρον.
αὐτὴ δὲ φοξὴ χεῖλος Ἀργείη κύλιξ,
φοξὸς ἔην κεφαλήν.
Χία δὲ κύλιξ ὑψοῦ κρέμαται
περὶ πασσαλόφιν. 480f
ἀλλ’ ὡς τάχιστα μέλανα δεῦρ’ ἀμνὸν φέρειν
κοινόν τε χρὴ κρατῆρα καὶ κυλιχνίδας.
τῷ ,
πίνωμεν· τί τὰ λύχν’ ὀμμένομεν; δάκτυλος ἁμέρα.
κὰδ δ’ ἄειρε κυλίχναις μεγάλαις, ἄιτα, ποικίλαις.
οἶνον γὰρ Σεμέλας καὶ Διὸς υἱὸς λαθικαδέα
ἀνθρώποισιν ἔδωκ᾽. ἔγχεε κέρναις ἕνα καὶ δύο
πλέαις κὰκ κεφαλᾶς.
λάταγες ποτέονται κυλιχνᾶν ἀπὸ Τηιᾶν,
Φερεκράτης Κοριαννοῖ·
ἐκ τοῦ βαλανείου γὰρ δίεφθος ἔρχομαι,
ξηρὰν ἔχουσα τὴν φάρυγα. β. δώσω πιεῖν
α. γλίσχρον γὲ μοὐστὶ τὸ σίαλον νὴ τὼ θεώ. 481b
β. τί λάβω; κεράσω σοι τὴν κυλίσκην; α. μηδαμῶς
μικράν γε. κινεῖται γὰρ εὐθύς μοι χολή,
ἐξ οὗπερ ἔπιον ἐκ τοιαύτης φάρμακον.
εἰς τὴν ἐμὴν νῦν ἔγχεον τὴν μείζονα.
εἶτ’ ἐκεραμεύσαντο τοῖς μὲν ἀνδράσιν ποτήρια
πλατέα, τοίχους οὐκ ἔχοντ᾽, ἀλλ’ αὐτὸ τοὔδαφος μόνον, 481c
κοὐχὶ χωροῦντ’ οὐδὲ κόγχην, ἐμφερῆ γευστηρίοις·
σφίσι δὲ γ’ αὐταῖσιν βαθείας κύλικας ὥσπερ ὁλκάδας
οἰναγωγούς, περιφερεῖς, λεπτάς, μέσας γαστροιίδας,
οὐκ ἀβούλως, ἀλλὰ πόρρωθεν κατεσκευασμέναι
αὔθ’ ὅπως ἀνεκλογίστως πλεῖστος οἶνος ἐκποθῇ. 481d
εἶθ’ ὅταν τὸν οἶνον αὐτὰς αἰτιώμεθ’ ἐκπιεῖν,
λοιδοροῦνται κὠμνύουσι μὴ πιεῖν ἀλλ’ ἢ μίαν.
ἡ δὲ κρείττων ἡ μί’ ἐστὶ χιλίων ποτηρίων.
ἔπιεν ἡ Ῥόδη 481e
κυμβίον ἀκράτου· κατασέσειχ’ ὑμᾶς ἄφνω.
μεγάλ’ ἴσως ποτήρια
προπινόμενα καὶ μέστ’ ἀκράτου κυμβία
ἐκάρωσεν ὑμᾶς. β. ἀνακεχαίτικεν μὲν οὖν.
τά τε κυμβία 482a
ἆρ’ ἦν πρόσωπ’ ἔχοντα χρυσᾶ παρθένων;
β. νὴ τὸν Δί᾽, ἦν γάρ. α. ὦ τάλαιν’ ἐγὼ κακῶν.
οὐ κύλικας ἐπὶ τὰ δεῖπνα Χαιρήμων φέρει,
οὐ κυμβίοισι πεπολέμηκ’ Εὐριπίδης;
δὸς δὴ τὸν χόα
αὐτῷ σύ, Κῶμε, καὶ τὸ κυμβίον φέρων·
Εὐριπίδης τις σήμερον γενήσεται.
Διονυσίου δὲ δράματ’ ἐκμαθεῖν δέοι
καὶ Δημοφῶντος ἅττ’ ἐποίησεν εἰς Κότυν,
ῥήσεις τε κατὰ δεῖπνον Θεόδωρός μοι λέγοι,
Λάχητὶ τ᾽οἰκήσαιμι τὴν ἑξῆς θύραν,
κυμβία τε παρέχοιμ’ ἑστιῶν Εὐριπίδῃ,
482e ἵπποισιν ἢ κύμβαισι ναυστολεῖς χθόνα;
τοὺς μὲν ἄρα χρυσέοισι κυπέλλοις υἷες Ἀχαιῶν
δειδέχατ’ ἄλλοθεν ἄλλος ἀνασταδὸν
ἦ τοι ὁ καλὸν ἄλεισον ἀναιρήσεσθαι ἔμελλεν
χρύσεον ἄμφωτον.
πᾶσιν δ’ ἡγεμόνεσσιν ἐποιχόμενοι κήρυκες
χρύσεα καλὰ κύπελλα τετυγμένα νωμήσαντο.
ἀλλ’ ἄγε σὺν κώθωνι θοῆς διὰ σέλματα νηὸς
φοίτα καὶ κοίλων πώματ’ ἄφελκε κάδων,
ἄγρει δ’ οἶνον ἐρυθρὸν ἀπὸ τρυγός· οὐδὲ γὰρ ἡμεῖς
νήφειν ἐν φυλακῇ τῇδε δυνησόμεθα,
εἰς τὰς ἱππαγωγοὺς εἰσεπήδων ἀνδρικῶς
πριάμενοι κώθωνας, οἱ δὲ σκόροδα καὶ κρόμμυα. 483e
πιεῖν πιεῖν τις ἐγχείτω λαβὼν
πυριγενῆ κυκλοτερῆ βραχύωτον παχύστομον
κώθωνα, παῖδα φάρυγος.
ἐγὼ γὰρ ἂν κώθωνος ἐκ στρεψαύχενος
πίοιμι τὸν τράχηλον ἀνακεκλασμένη;
εἶτα τετρακότυλον ἐπεσόβει κώθωνά μοι,
παλαιὸν οἴκων κτῆμα.
εὐποροῦμεν, οὐδὲ μετρίως· ἐκ Κυίνδων χρυσίον, 484d
Περσικαὶ στολαὶ δὲ κεῖνται· πορφυρᾶ , τορεύματα
ἔνδον ἔστ᾽, ἄνδρες, ποτήρἰ· ἄλλα τ’ ἀργυρώματα, κἀκτυπωμάτων πρόσωπα, τραγέλαφοι, λαβρώνιοι.
ἤδη δ’ ἐπιχύσεις διάλιθοι, λαβρώνιοι,
Πέρσαι δ’ ἔχοντες μυιοσόβας ἑστήκεσαν.
ὁ λαβρώνιος δ’ ἔσθ’ οὗτος ὄρνις; β. Ἡράκλεις, 484e
ποτήριον χρυσοῦς διακοσίους ἄγον.
α. ὢ περιβοήτου, φιλτάτη, λαβρωνίου.
πρίστις, τραγέλαφος, βατιάκη, λαβρώνιος.
ἀνδραπόδι’ ἤδη ταῦθ᾽, ὁρᾷς, ἥκιστά γε,
ἐκπωμάτων δ’ ὀνόματα. β. πρὸς τῆς Ἑστίας.
α. ὁ λαβρώνιος χρυσῶν δέ, παῖδες, εἴκοσι.
Συβαρίτιδὰς τ’ εὐωχίας, καὶ Χῖον ἐκ Λακαινᾶν
κυλίκων μεθ’ ἡδέων σπάσαι φίλων·
τί δῆτ’ ἂν εἰ πίοις οἴνου κύλικα λεπαστήν;
τὸ δ’ αἷμα λέλαφας τοὐμόν, ὦναξ δέσποτα,
ἦν δὲ 485b
τὸ πρᾶγμ’ ἑορτή, περιέφερε δὲ κύκλῳ λεπαστὴν
ἡμῖν ταχὺ προσφέρων παῖς οἰνοχόος σφόδρα κυανοβενθῆ,
τὴν δὲ γραῦν τὴν ἀσθενοῦσαν πάνυ πάλαι, τὴν βρυτικήν,
ῥίζιον τρίψας τι μικρὸν δελεάσας τε γεννικῇ
τὸ μέγεθος κοίλῃ λεπαστῇ, τοῦτ’ ἐποίησεν ἐκπιεῖν.
πάντα γὰρ ἦν
μέστ’ ἀνδρῶν καὶ μειρακίων
πινόντων ὁμοῦ δ’ ἄλλων
γρᾴδι’ ἦν μεγάλαισιν οἴνου χαίροντα λεπασταῖς.
σπόγγος, λεκάνη, πτερόν, λεπαστὴ πάνυ πυκνή,
ἣν ἐκπιοῦσ’ ἄκρατον Ἀγαθοῦ Δαίμονος
τέττιξ κελαδεῖ.
ὣς ποτ’ ἐκήλησεν Καλλίστρατος υἷας Ἀχαιῶν,
κέρμα φίλον διαδοὺς ὅτε συμμαχίαν ἐρέεινεν
οἶον δ’ οὐ κήλησε δέμας λεπτὸν Ῥαδάμανθυν
Λύσανδρον κώθωνι, πρὶν αὐτῷ δῶκε λεπαστήν. 485d
τῶν θεατῶν δ’ ὅστις ἂν
διψῇ, λεπαστὴν ἐγχεάμενον ἔστιν ἐκχαρυβδίσαι.
καὶ λεπαστὰ μ’ ἁδύοινος εὐφρανεῖ δι’ ἁμέρας.
λεπαστὴ μάλα συχνή, 485f
ἣν ἐκπιοῦσ’ ἄκρατον Ἀγαθοῦ Δαίμονος
περίστατον βοῶσα τὴν κώμην ποεῖ.
καὶ μελιχρὸν οἶνον ἕλκειν
ἐξ ἡδύπνου λεπαστῆς. 486a
ἂν ἐγὼ πάθω τι τήνδε τὴν λεπαστὴν ἐκπιών,
τῷ Διονύσῳ πάντα τἀμαυτοῦ δίδωμι χρήματα.
ἡ διαπινομένη Καλλίστιον ἀνδράσι, θαῦμα
κοὐ ψευδές, νῆστις τρεῖς χόας ἐξέπιεν
ἧς τόδε σοί, Παφίη, ζωραῖς μύρρῃσι θυωθὲν
κεῖται πορφυρέης Λέσβιον ἐξ ὑέλου.
ἣν σὺ σάου πάντως, ὡς καὶ πάλι τῶν ἀπ’ ἐκείνης
σοὶ τοῖχοι γλυκερῶν σῦλα φέρωσι πόθων.
κρατῆρες, κάδοι, 486c
ὁλκεῖα, κρουνεῖ᾽. β. ἔστι γὰρ κρουνεῖα; α. ναί.
λουτήρι’ ἀλλὰ τί καθ’ ἕκαστα δεῖ λέγειν;
ὄψει γὰρ αὐτός.
τὸ δὲ πλοῖον ἔσται Ναξιουργὴς κάνθαρος·
σὺ δὲ τὴν μέλην, Συρίσκε, ταυτηνὶ λαβὼν
ἔνεγκον ἐπὶ τὸ μνῆμ’ ἐκείνῃ, μανθάνεις ;
καὶ κατάχεον.
δαίμονος
ἀγαθοῦ μετάνιπτρον, ἐντραγεῖν, σπονδή, κρότος. 487a
Ἀρχίλοχε, δέξαι τήνδε τὴν μετανιπτρίδα
μεστὴν Διὸς σωτῆρος, Ἀγαθοῦ δαίμονος
καὶ δέξαι τηνδὶ μετανιπτρίδα τῆς Ὑγιείας.
ἐνέσεισε μεστὴν ἴσον ἴσῳ μετανιπτρίδα
μεγάλην, ἐπειπὼν τῆς Ὑγιείας τοὔνομα.
σὺ δὲ τάνδε Βακχίαν
εὔδροσον πλήρη μετανιπτρίδα δέξαι.
πραΰ τί τοι Βρόμιος γάνος τόδε δοὺς ἐπὶ τέρψιν
πάντας ἄγει.
τράπεζα φυστημινεις, ἅμα δ’ ἦν Δαίμονος
ἀγαθοῦ μετάνιπτρον.
μετανιπτρίδ’ αὐτῷ τῆς Ὑγιείας ἔγχεον.
ἑπτὰ μαθαλίδας
ἐπίχεον ἁμὶν τῶ γλυκυτάτω.
καὶ πάνυ τις εὐκαίρως
πατριῶτα.
χωροῦντα κοτύλας πέντ’ ἴσως. ἐδεξάμην.
τάδ’ ἐστὶ κνισμὸς καὶ φιλημάτων ψόφος·
τῷ καλλικοτταβοῦντι νικητήρια
τίθημι καὶ βαλόντι χάλκειον κάρα,
ἐγὼ ᾽ πιδείξω καθ’ ἓν ὃς ἂν τὸν κότταβον
ἀφεὶς ἐπὶ τὴν πλάστιγγα ποιήσῃ πεσεῖν β.
πλάστιγγα; ποίαν; τοῦτο τοὐπικείμενον
487e ἄνω τὸ μικρόν, τὸ πινακίσκιον λέγεις;
α. τοῦτ’ ἐστὶ πλάστιγξ—οὖτος ὁ κρατῶν γίνεται.
β. πῶς δ’ εἴσεταί τις τοῦτ᾽; α. ἐὰν τύχῃ μόνον
αὐτῆς, ἐπὶ τὸν μάνην πεσεῖται καὶ ψόφος
ἔσται πάνυ πολύς. β. πρὸς θεῶν, τῷ κοττάβῳ
πρόσεστι καὶ Μάνης τις ὥσπερ οἰκέτης;
ῥάβδον δ’ ὄψει φησί τὴν κοτταβικὴν
ἐν τοῖς ἀχύροισι κυλινδομένην,
μάνης δ’ οὐδὲν λατάγων ἀίει·
τὴν δὲ τάλαιναν πλάστιγγ’ ἂν ἴδοις 487f
παρὰ τὸν στροφέα τῆς κηπαίας
ἐν τοῖσι κορήμασιν οὖσαν.
πὰρ δὲ δέπας περικαλλές, ὃ οἴκοθεν ἦγ’ ὁ γεραιός,
χρυσείοις ἥλοισι πεπαρμένον οὔατα δ’ αὐτοῦ
τέσσαρ’ ἔσαν, δοιαὶ δὲ πελειάδες ἀμφὶς ἕκαστον
χρύσειαι νεμέθοντο δύω δ’ ὑπὸ πυθμένες ἦσαν. 488a
ἄλλος μὲν μογέων ἀποκινήσασκε τραπέζης
πλεῖον ἐὸν Νέστωρ δ’ ὁ γέρων ἀμογητὶ ἄειρεν.
ὣς φάτο χωόμενος, ποτὶ δὲ σκῆπτρον βάλε γαίῃ
χρυσείοις ἥλοισι πεπαρμένον.
ἀμφὶ δ’ ἄρ’ ὤμοισιν βάλετο ξίφος· ἐν δὲ οἱ ἧλοι
χρύσειοι πάμφαινον ἀτὰρ περὶ κουλεὸν ἦεν
ἀργύρεον.
οὐρανῷ αἰὲν ἄρηρεν ἀγάλματα νυκτὸς ἰούσης.
ὑποθέμενος
δύω δὲ πελειάδες ἀμφὶς ἕκαστον
χρύσειαι νεμέθοντο,
πληιάδων Ἀτλαγενέων ἐπιτελλομενάων 490a
ἄρχεσθ’ ἀμητοῖ᾽, ἀρότοιο δὲ δυσομενάων.
αἱ μὲν ὁμῶς ὀλίγαι καὶ ἀφεγγέες, ἀλλ’ ὀνομαστοὶ
ἦρι καὶ ἑσπέριαι, Ζεὺς δ’ αἴτιος, εἱλίσσονται
ὅς σφισι καὶ θέρεος καὶ χείματος ἀρχομένοιο
σημαίνειν ἐπένευσεν ἐπερχομένου τ’ ἀρότοιο.
τῇ μὲν τ’ οὐδὲ ποτητὰ, παρέρχεται οὐδὲ Πέλειαι
τρήρωνες, ταὶ τ’ ἀμβροσίην Διὶ πατρὶ φέρουσι.
τῇ μὲν τ’ οὐδὲ ποτητὰ παρέρχεται οὐδὲ Πέλειαι.
ἐν δὲ τὰ τείρεα πάντα τὰ τ’ οὐρανὸς ἐστεφάνωται,
Πληιάδας θ’ Ὑάδας τε τό τε σθένος Ὠρίωνος
ἄρκτον θ᾽, ἣν καὶ Ἅμαξαν ἐπίκλησιν καλέουσιν. 490d
490f δίδωτι δ’ εὖχος Ἑρμᾶς ἐναγώνιος,
Μαίας εὐπλοκάμοιο παῖς, ἔτικτε δ’ Ἄτλας
ἑπτὰ ἰοπλοκάμων φιλᾶν θυγατρῶν τὰν γ’ ἔξοχον εἶδος,
ταὶ καλέονται Πελειάδες οὐράνιαι.
ἐστὶ δ’ ἐοικὸς
ὀρειᾶν γε Πελειάδων
μὴ τηλόθεν Ὀαρίωνα νεῖσθαι.
φησὶ, αἱ δ’ ἕπτ’ Ἄτλαντος παῖδες ὠνομασμέναι
πατρὸς μέγιστον ἆθλον οὐρανοστεγῆ κλαίεσκον, ἔνθα νυκτέρων φαντασμάτων
ἔχουσι μορφὰς ἄπτεροι Πελειάδες.
Ζεὺς δ’ ἄρ’ ἐνὶ Κρήτῃ τρέφετο μέγας, οὐδ’ ἄρα τίς νιν
ἠείδει μακάρων ὁ δ’ ἀέξετο πᾶσι μέλεσσι,
τὸν μὲν ἄρα τρήρωνες ὑπὸ ζαθέῳ τράφον ἄντρῳ
ἀμβροσίην φορέουσαι ἀπ’ ᾽ Ὠκεανοῖο ῥοάων
νέκταρ δ᾽ ἐκ πέτρης μέγας αἰετὸς αἰὲν ἀφύσσων
γαμφηλῇς φορέεσκε ποτὸν Διὶ μητιόεντι.
τὸν καὶ νικήσας πατέρα Κρόνον εὐρύοπα Ζεὺς
ἀθάνατον ποίησε καὶ οὐρανῷ ἐγκατένασσεν.
ὣς δ’ αὕτως τρήρωσι πελειάσιν ὤπασε τιμήν, 491c
αἳ δή τοι θέρεος καὶ χείματος ἄγγελοί εἰσι.
αἰθέρος ὠκεῖαι πρόπολοι πίλναντο Πέλειαι.
οὐδέ τοι ἀκρόνυχοι ψυχραὶ δύνουσι Πέλειαι.
αἵ τε ποταναῖς
ὁμώνυμοι πελειάσιν αἰθέρι κεῖσθε.
τὰς δὲ βροτοὶ καλέουσι Πελειάδας.
χειμέριαι δύνουσι Πελειάδες.
τῆμος ἀποκρύπτουσι Πελειάδες.
ἀποδεδειγμένου οὖν τοῦ ὅτι Πλειάδες ἦσαν ἐντετορευμέναι τῷ ποτηρίῳ, καθ’ ἕκαστον τῶν ὤτων δύο ὑποθετέον εἴτε βούλεταί τις ὀρνιθοφυεῖς κόρας εἴτ’ αὖ καὶ ἀνθρωποειδεῖς , ἄστροις δὲ πεποικιλμένας. τὸ μέντοι ᾽ ἀμφὶς ἕκαστον χρύσειαι 491e νεμέθοντο οὐχ ὡς περὶ ἓν ἕκαστον ἀκουστέον γενήσονται γὰρ οὕτως η τὸν ἀριθμὸν ἀλλ’ ἐπείπερ ἔσχισται μὲν ἑκάτερον τῶν ὤτων εἰς δύο σχίσεις, τούτων δ’ αὖ συνάφεια κατὰ τὴν τελευταίαν ὑπόληξιν, ἕκαστον μὲν ἂν λέγοιτο καθὸ τέτταρες αἱ πᾶσαι σχίσεις τῶν ὤτων, ἑκάτερον δὲ καθὸ συμφυῆ πάλιν ἐπὶ τέλει γίνεται τῆς ἀνατάσεως αὐτῶν. ὅταν οὖν εἴπῃ·
δοιαὶ δὲ πελειάδες ἀμφὶς ἕκαστον
χρύσειαι νεμέθοντο, δύω δ’ ὑπὸ πυθμένες ἦσαν,
δοιοὺς δὲ τρίποδας, δέκα δὲ χρυσοῖο τάλαντα.
δοιοὺς δ’ ἄρ’ ὑπήλυθε θάμνους
ἐξ ὁμόθεν πεφυῶτας, ὁ μὲν φυλίης, ὁ δ’ ἐλαίης. 492a
ἔπειθ’ ὅταν ἐπενέγκῃ τὸ
δοιαὶ δὲ πελειάδες ἀμφὶς ἕκαστον
χρύσειαι νεμέθοντο, δύω δ’ ὑπὸ πυθμένες ἦσαν,
ἑπτάποροι δὴ ταί γε μετ’ ἀνθρώποις καλέονται,
ἓξ οἶαί περ ἐοῦσαι ἐπόψιαι ὀφθαλμοῖσιν.
οὐ μέν πως ἀπόλωλεν ἀπευθὴς ἐκ Διὸς ἀστήρ,
ἐξ οὗ καὶ γενεῆθεν ἀκούομεν ἀλλὰ μάλ’ αὕτως
εἴρεται, ἑπτὰ δ’ ἐκεῖναι ἐπιρρήδην καλέονται 492c
τῇ μὲν τ’ οὐδὲ ποτητὰ παρέρχεται οὐδὲ πέλειαι
τρήρωνες ταὶ τ’ ἀμβροσίην Διὶ πατρὶ φέρουσιν.
ἀλλά τε καὶ τῶν αἰεὶ ἀφαιρεῖται λὶς πέτρη.
ἀλλ’ ἄλλην ἐνίησι πατήρ ἐναρίθμιον εἶναι 492d
τοῖσι δὲ τεῦχε κυκεῶ ἐυπλόκαμος Ἑκαμήδη
ἣ σφῶιν πρῶτον μὲν ἐπιπροίηλε τράπεζαν
καλὴν κυανόπεζαν ἐύξοον, αὐτὰρ ἐπ’ αὐτῆς
χάλκειον κάνεον ἐπὶ δὲ κρόμυον ποτῷ ὄψον
ἠδὲ μέλι χλωρόν, παρὰ δ’ ἀλφίτου ἱεροῦ ἀκτήν, 492f
πὰρ δὲ δέπας περικαλλές, ὃ οἴκοθεν ἦγ’ ὁ γεραιός
ἐν τῷ ῥά σφι κύκησε γυνὴ εἰκυῖα θεῇσιν
οἴνῳ Πραμνείῳ, ἐπὶ δ’ αἴγειον κνῆ τυρὸν
κνήστι χαλκείῃ, ἐπὶ δ’ ἄλφιτα λευκὰ πάλυνεν
πινέμεναι δ’ ἐκέλευεν, ἐπεὶ ῥ’ ὥπλισσε κυκεῶ.
τὸ δὲ
ἄλλος μὲν μογέων ἀποκινήσασκε τραπέζης 493a
πλεῖον ἐόν, Νέστωρ δ’ ὁ γέρων ἀμογητὶ ἄειρεν
ἀλλ’ ὃς μὲν μογέων ἀποκινήσασκε τραπέζης,
οἴσετε δ’ ἄρν’ ἕτερον λευκόν, ἑτέρην δὲ μέλαιναν.
ἔνθα δέ Σίσυφος ἔσκεν, ὃ κέρδιστος γένετ’ ἀνδρῶν.
ἄλλος μὲν μογέων ἀποκινήσασκε τραπέζης 493d
πλεῖον ἐόν, Νέστωρ δὲ ὁ γέρων ἀμογητὶ ἄειρεν,
πῶς τις αὐτόν, πῶς τις ἂν
ἀπὸ τοῦ πότου παύσειε, τοῦ λίαν πότου;
ἐγᾦδα. συντρίψω γὰρ αὐτοῦ τοὺς χόας
καὶ τοὺς καδίσκους συγκεραυνώσω σποδῶν
καὶ τἄλλα πάντ’ ἀγγεῖα τὰ περὶ τὸν πότον,
κοὐδ’ ὀξύβαφον οἰνηρὸν ἔτι κεκτήσεται.
τοῦτο μέν σοι πείσομαι.
καὶ γὰρ ἐπαγωγόν, ὦ θεοί, τὸ σχῆμά πως
τῆς κύλικός ἐστιν ἄξιόν τε τοῦ κλέους
τοῦ τῆς ἑορτῆς, οὗ μὲν ἦμεν ἄρτι γὰρ
ἐξ ὀξυβαφίων κεραμέων ἐπίνομεν
τούτῳ δέ, τέκνον, πολλὰ κἀγάθ’ οἱ θεοὶ
τῷ δημιουργῷ δοῖεν ὃς ἐποίησέ σε,
τῆς συμμετρίας καὶ τῆς ἀφελείας οὕνεκα.
καὶ πιεῖν χωρὶς μέτρω
ὀξύβαφον εἰς τὸ κοινὸν εἶθ’ ὑπώμνυτο
ὁ μὲν οἶνος ὄξος αὑτὸν εἶναι γνήσιον,
τὸ δ’ ὄξος οἶνον αὑτὸ μᾶλλον θατέρου. 494f
ἐκ ζαθέων πιθακνῶν ἀφύσσοντες ὄλπαις
οἶνον ὑπερφίαλον κελαρύζετε.
ὡς ὅτε μυῖαι
σταθμῷ ἐνιβρομέωσιν ἐυγλαγέας κατὰ πέλλας.
ἐκ πελλίδος πίνοντες· οὐ γὰρ ἦν αὐτῇ
495d κύλιξ, ὁ παῖς γὰρ ἐμπεσὼν κατήραξε,
ἐκ δὲ τῆς πέλλης
ἔπινον, ἄλλοτ’ αὐτός, ἄλλοτ’ Ἀρήτη
προὔπινεν.
Θαλῆς γάρ, ὅστις ἀστέρων ὀνήιστος
καὶ τῶν τότ᾽, ὡς λέγουσι, πολλὸν ἀνθρώπων
ἐὼν ἄριστος, ἔλαβε πελλίδα χρυσῆν. 495e
ἐκ πελλίδος δὲ τάργανον κατηγυίης
χωλοῖσι δακτύλοισι τἠτέρῃ σπένδει,
τρέμων οἷόνπερ ἐν βορηίῳ νωδός.
πάντες δ’ ἔνδον πεταχνοῦνται,
ἵνα πλημοχόας τάσδ’ εἰς χθόνιον
χάσμ’ εὐφήμως προχέωμεν.
ἡμῖν δὲ κρητῆρ’ οἰνοχόοι θέραπες
κιρνάντων προχύταισιν ἐν ἀργυρέοις.
κρατῆρε μὲν πρώτιστον ἀργυρὼ δύο,
φιάλας δὲ πεντήκοντα, δέκα δὲ κυμβία,
ῥέοντα δώδεχ᾽, ὧν τὰ μὲν δέκ’ ἀργυρᾶ
ἦν, δύο δὲ χρυσᾶ, γρύψ, τὸ δ’ ἕτερον Πήγασος.
ῥυσίδι σπένδων.
πιεῖν δ’ ἔτι
ἁδρότερον ἢ τῶν Ῥοδιάδων ἢ τῶν ῥυτῶν;
ἔσθ’ ὑποχέασθαι πλείονας, πιεῖν δ’ ἔτι
ἁδρότερον ἢ τῶν Ῥοδιάδων ἢ τῶν ῥυτῶν;
α. καὶ τῶν ῥυτῶν τὰ μέγιστα τῶν ὄντων τρία
πίνειν δεήσει τήμερον πρὸς κλεψύδραν
κρουνιζόμενον. β. ἀμφότερα δ’ οἰωνίζομαι.
α. ἕν ἐστιν ἐλέφασ—β. ἀλλ’ ἐλέφαντας περιάγει;
α. χωροῦν δύο χόας. β. οὐδ’ ἂν ἐλέφας ἐκπίοι. 497b
α. ἐγὼ δέ τοῦτὸ γ’ ἐκπέπωκα πολλάκις.
β. οὐδὲν ἐλέφαντος γὰρ διαφέρεις. α. οὐδὲ σύ.
ἕτερον τριήρης· τοῦτ’ ἴσως χωρεῖ χόα.
ὁ Βελλεροφόντης ἐστὶν ἀπὸ τοῦ Πηγάσου
τὴν πύρπνοον Χίμαιραν εἰσηκοντικώς.
εἶεν, δέχου καὶ τοῦτο.
ἐθύσαμεν γὰρ σήμερον Σωτήρια
πάντες οἱ τεχνῖται·
μεθ’ ὧν πιὼν τὸ δίκερας ὡς τὸν φίλτατον
βασιλέα πάρειμι.
ζωροπόται, καὶ τοῦτο φιλοζεφύρου κατὰ νηὸν
τὸ ῥυτὸν εὐδίης δεῦτ’ ᾽ἴδετ’ Ἀρσινόης,
ὀρχηστὴν Βησᾶν Αἰγύπτιον ὃς λιγὺν ἦχον
σαλπίζει κρουνοῦ πρὸς ῥύσιν οἰγομένου,
οὐ πολέμου σύνθημα, διὰ χρυσέου δὲ γέγωνεν
κώδωνος κώμου σύνθεμα καὶ θαλίης,
Νεῖλος ὁκοῖον ἄναξ μύσταις φίλον ἱεραγωγοῖς
εὗρε μέλος θείων πάτριον ἐξ ὑδάτων. 497e
ἀλλ’ εἰ Κτησιβίου σοφὸν εὕρεμα τίετε τοῦτο,
δεῦτε, νέοι, νηῷ τῷδε παρ’ Ἀρσινόης.
σαννάκρα, ἱπποτραγέλαφοι, βατιάκια, σαννάκια.
τῷ δὲ Μάρις θοὸς ἄγγελος ἦλθε δι’ οἴκου,
πλήσας δ᾽ ἀργύρεον σκύπφον φέρε, δῶκε δ’ ἄνακτι.
καὶ τότε Μάντις μὲν δεσμὸν βοὸς αἴνυτο χερσίν,
Ἴφικλος δ’ ἐπὶ νῶτ’ ἐπεμαίετο. τῷ δ’ ἐπόπισθεν
σκύπφον ἔχων ἑτέρῃ, ἑτέρῃ δὲ σκῆπτρον ἀείρας
ἔστειχεν Φύλακος καὶ ἐνὶ δμώεσσιν ἔειπεν.
μετὰ τοῦ π· ἐγὼ δ’ ἔχων σκύπφον Ἐρξίωνι
τῷ λευκολόφῳ μεστὸν ἐξέπινον,
Ἀρήτῃ δ’ ἐν χερσὶ τίθει δέπας ἀμφικύπελλον.
Ὀδυσσεύς· πλησάμενος δ’ οἴνοιο δέπας δείδεκτ’ Ἀχιλῆα.
τοῦ κεράσας κρητῆρα μέγαν χρυσοῖο φαεινὸν
σκύπφους αἰνύμενος θαμέας ποτὸν ἡδὺν ἔπινεν.
σκύφος τε μακρός.
ὁ δὲ σκύφος με τοῦ θεοῦ καλεῖ.
οἶνος οὐκ ἔνι
ἐν τῷ σκύφει,
φέρ’ ἐγχέας εἰς τὸ σκύφος.
οἴνου γεραιοῖς χείλεσιν μέγα σκύφος.
τὸ σκύφος ἔχαιρον δεχόμενος.
δουράτεον σκύφος εὐρὺ μελιζώροιο ποτοῖο. 498f
πλησάμενος δ’ ἄρα οἱ δῶκε σκύφος ᾧπερ ἔπινεν.
πλησάμενος δ’ ἄρα οἱ δῶκε σκύφον ᾧπερ ἔπινεν.
πλησάμενος δῶκε σκύφος ᾧπερ ἔπινεν,
οἴνου ἐνίπλειον.
πολλάκι δ’ ἐν κορυφαῖς ὀρέων, ὅκα
θεοῖσιν ἅδῃ πολύφανος ἑορτά,
χρύσεον ἄγγος ἔχοισα μέγαν σκύφον,
οἷά τε ποιμένες ἄνδρες ἔχουσιν,
χερσὶ λεόντεον ἐγγάλα θεῖσα
τυρὸν ἐτύρησας μέγαν ἄτρυφον
ἀργιφόνταν.
ποῦ μοι τὰ πολλὰ δῶρα κἀκροθίνια;
ποῦ χρυσότευκτα κἀργυρᾶ σκυφώματα;
σκύφιον δὲ λαβὼν δέπας ἔμμετρον ὡς τριλάγυνον
πί ἐπισχόμενος, τὸ ῥὰ οἱ παρέθηκε Φόλος κεράσας.
τῶν κατεσταμνισμένων
ἡμῖν λαγύνων πηλίκοι τινές; β. τρίχους.
τὸν μεστὸν ἡμῖν φέρε λάγυνον.
καὶ δυσχερὴς λάγυνος οὗτος πλησίον
ὄξους.
λάγυνον ἔχω κενόν, ὦ γραῦ, θύλακον δὲ μεστόν.
ἥμισυ μὲν πίσσης κωνίτιδος, ἥμισυ δ’ οἴνου,
Ἀρχῖν᾽, ἀτρεκέως ἥδε λάγυνος ἔχει.
λεπτοτέρης δ’ οὐκ οἶδ’ ἐρίφου κρέα, πλὴν ὅ γε πέμψας
αἰνεῖσθαι πάντων ἄξιος Ἱπποκράτης.
ὦ τοιχωρύχων
ἐκεῖνο καὶ τῶν δυνομένων λαγύνιον
ἔχον βαδίζειν εἰς τὰ γεύμαθ’ ὑπὸ μάλης,
καὶ τοῦτο πωλεῖν, μέχρι ἂν ὥσπερ ἐν ἐράνῳ
εἷς λοιπὸς ᾖ, κάπηλος ἠδικημένος
ὑπ’ οἰνοπώλου.
ναῖον δ’ ὀρῷ ἄγγεα πάντα
γαυλοί τε σκαφίδες τε τετυγμένα τοῖς ἐνάμελγεν.
οὐ βοῶν πάρεστι σώματ’ οὔτε χρυσὸς οὔτε πορφύρεοι τάπητες, ἀλλὰ θυμὸς εὐμενὴς
Μοῦσά τε γλυκεῖα καὶ Βοιωτίοισιν ἐν σκύφοισιν
οἶνος ἡδύς.
κυμβία,
φιάλαι, τραγέλαφοι, κύλικες.
ἀλλ’ εἰσὶ φιάλαι πέντε, τραγέλαφοι δύο.
τραγέλαφοι, λαβρώνιοι.
σαπροπλούτῳ δ᾽, ὡς λέγουσι, νυμφίῳ,
κεκτημένῳ τάλαντα, παῖδας, ἐπιτρόπους,
ζεύγη, καμήλους, στρώματ᾽, ἀργυρώματα,
φιάλας, τριήρεις, τραγελάφους, καρχήσια,
500f γαυλοὺς ὁλοχρύσους. β. πλοῖα; α. τοὺς κάδους μὲν οὖν
καλοῦσι γαυλοὺς πάντες οἱ προγάστορες.
ἐν ὑστιακῷ τε καθαρὸν ἐλατῆρα σὺ
καθαρῶν τ’ ἀλήτων κἀλφίτων ἀπερρόφεις.
ἀμφίθετον φιάλην ἀπύρωτον ἔθηκε 501a
κὰδ δὲ λέβητ’ ἄπυρον βοὸς ἄξιον ἀνθεμόεντα,
δέχεσθε φιάλας τάσδε βαλανειομφάλους,
ἴτ᾽ ἐκφορεῖτε, παρθένοι,
κύπελλα καὶ μεσομφάλους.
δέχεσθε φιάλας τάσδε βαλανειομφάλους.
λαβοῦσα πλήρη χρυσέαν μεσόμφαλον
φιάλην. Τελέστης δ’ ἄκατον ὠνόμαζέ νιν,
στεφάνους τε πᾶσι κὠμφαλωτὰς χρυσίδας.
οὗτος σύ, ποῖ τὴν ἀργυρίδα τηνδὶ φέρεις;
χρυσίδι σπένδων γέγωνε τοῖς ὄφεσι πιεῖν διδούς·
χρυσίδ’ οἴνου πανσέληνον ἐκπιὼν ὑφείλετο.
φιλοτησίαν σοι τήνδ’ ἐγὼ
ἰδίᾳ τε καὶ κοινῇ κύλικα προπίομαι.
ἑπτάπους γοῦν ἡ σκιὰ ᾽ στιν
ἡ ᾽ πὶ τὸ δεῖπνον ὡς ἤδη καλεῖ μ᾽
ὁ χορὸς ὁ φιλοτήσιος.
δέσποινα Πειθοῖ καὶ κύλιξ φιλοτησία.
ἐγὼ Πτολεμαίου τοῦ βασιλέως τέτταρα
χυτρίδι’ ἀκράτου· τῆς τ’ ἀδελφῆς προσλαβὼν
τῆς τοῦ βασιλέως ταὔτ᾽, ἀπνευστὶ τ’ ἐκπιὼν
ὡς ἄν τις ἥδιστ’ ἴσον ἴσῳ κεκραμένον, 502c
καὶ τῆς Ὁμονοίας, διὰ τί νῦν μὴ κωμάσω
ἄνευ λυχνούχου πρὸς τὸ τηλικοῦτο φῶς;
παρ’ Ὀλυμπίχου δὲ θηρικλείους ἔλαβεν ἕξ,
ἔπειτα τοὺς δύο ψυγέας.
τοῦτο δὴ τὸ νῦν ἔθος
ἄκρατον
προὔπινεν ἂν τοὺς ἀθλίους ἀπολλύων.
τὴν θηρίκλειον δεῦρο καὶ τὰ Ῥοδιακὰ
κόμισον λαβὼν τοὺς παῖδας. εἶτ’ οἴσεις μόνος
ψυκτῆρα, κύαθον, κυμβία.
ὁ δέ τις ψυκτῆρ᾽, ὁ δέ τις κύαθον
χαλκοῦν κλέψας. ἀπορῶν κεῖται,
κοτύλη δ’ ἀνὰ χοίνικα μάττει.
ἀπήντων τῷ ξένῳ
εἰς τὴν κατάλυσιν οὗ συνῆν Ἀγωνίδι.
τοῖς παισὶ τ’ εἶπα (δύο γὰρ ἦγον οἴκοθεν)
τἀκπώματ’ εἰς τὸ φανερὸν ἐκνενιτρωμένα
θεῖναι· κύαθος δ’ ἦν ἀργυροῦς (οὗτος μὲν οὖν
ἦγεν δύο δραχμάσ), κυμβίον δὲ τέτταρας 503a
ἴσως ἑτέρας, ψυκτηρίδιον δὲ δέκ’ ὀβολούς, Φιλιππίδου λεπτότερον.
ἐπὰν δὲ καλέσῃ ψυγέα τὸν ψυκτηρίαν,
τὸ τευτλίον δὲ σεῦτλα, φακέαν τὴν φακῆν,
τί δεῖ ποιεῖν; σὺ γὰρ εἶπον.β β. ὥσπερ χρυσίου 503b
φωνῆς ἀπότεισον, Πυργόθεμι, καταλλαγήν.
πῶς οὖν διαιτώμεσθα; β. τὸ μὲν ἐφίππιον
στρῶμ’ ἐστὶν ἡμῖν, ὁ δὲ καλὸς πῖλος κάδος,
ψυκτήρ—τί βούλει; πάντ᾽. Ἀμαλθείας κέρας.
τρίποδα καὶ κάδον
παραθέμενος ψυκτῆρὰ τ’ οἴνου
μεθύσκεται,
ἔσται πότος
σφοδρότερος. οὐκοῦν μὴ κεράσῃ τις, οὐκ ἔτι
ἔξεστι κυαθίζειν παρ᾽
ἡμῖν. παῖ, τρέχε, τὸν δὲ κάδον ἔξω καὶ τὸ ποτήριον λαβὼν
ἀπόφερε τἄλλα πάντα.
σαύρας ὑποσκίοισιν ἐν ψυκτηρίοις.
ψυκτήρια
δένδρεα φίλαισιν ὠλέναισι δέξεται.
ἔνθα ποτ’ ἔσται ἐμὸν ψυκτήριον, ὄρχαμε λαῶν.
τί οὖν ἐνέσται τοῖς θεοῖσιν; β. οὐδὲ ἕν, 503e
ἂν μὴ κεράσῃ τις. α. ἴσχε, τὸν ᾠδὸν λάμβανε,
ἔπειτα μηδὲν τῶν ἀπηρχαιωμένων
τούτων περάνῃς, τὸν Τελαμῶνα μηδὲ τὸν
παιῶνα μηδ’ Ἁρμόδιον.
τοσαῦτα εἰπὼν ὁ Πλούταρχος καὶ ὑπὸ πάντων κροταλισθεὶς ᾔτησε φιάλην, ἀφ’ ἧς σπείσας ταῖς Μούσαις καὶ τῇ τούτων Μνημοσύνῃ μητρὶ προὔπιε πᾶσι φιλοτησίαν. ἐπειπὼν δὲ·
504a φιάλαν ὡς εἴ τις ἀφνεᾶς ἀπὸ χειρὸς ἑλὼν
ἔνδον ἀμπέλου καχλάζοισαν δρόσῳ·
δωρήσεται,
οὐδεμίαν ἡ γραῦς ὅλως
κύλικα παρῆκεν, ἀλλὰ πίνει τὴν κύκλῳ.
καὶ ταχὺ πάλιν τὸ πρῶτον περισόβει ποτήριον
αὐτοῖς ἀκράτου.
τὰ δ’ ἄλλα χαῖρε κύλικος ἑρπούσης κύκλῳ.
αἰτοῦντος δὲ τοῦ γραμματικοῦ Λεωνίδου μεῖζον ποτήριον καὶ εἰπόντος
εἰς ταῦτά τις ἀποβλέπων τὰ τοῦ καλοῦ Ξενοφῶντος ἐπιγινώσκειν δυνήσεται ἣν εἶχε πρὸς αὐτὸν ὁ λαμπρότατος Πλάτων ζηλοτυπίαν, ἢ τάχα φιλονίκως εἶχον ἀρχῆθεν πρὸς ἑαυτοὺς οἱ ἄνδρες οὗτοι, αἰσθόμενοι τῆς ἰδίας ἑκάτερος ἀρετῆς, καὶ ἴσως καὶ περὶ πρωτείων διεφέροντο, οὐ μόνον ἐξ ὧν περὶ Κύρου εἰρήκασι τεκμαιρομένοις ἡμῖν, ἀλλὰ κἀκ τῶν αὐτῶν ὑποθέσεων. συμπόσια μὲν γὰρ γεγράφασιν ἀμφότεροι, καὶ ἐν αὐτοῖς ὁ μὲν τὰς αὐλητρίδας 504f ἐκβάλλει, ὁ δὲ εἰσάγει· καὶ ὁ μέν, ὡς πρόκειται, παραιτεῖται πίνειν μεγάλοις ποτηρίοις, ὁ δὲ τὸν Σωκράτην παράγει τῷ ψυκτῆρι πίνοντα μέχρι τῆς ἕω. κἀν τῷ περὶ Ψυχῆς δὲ ὁ Πλάτων καταλεγόμενος ἕκαστον τῶν παρατυχόντων οὐδὲ κατὰ μικρὸν τοῦ Ξενοφῶντος μέμνηται. καὶ περὶ τοῦ Κύρου οὖν ὁ μὲν λέγει ὡς ἐκ πρώτης ἡλικίας ἐπεπαίδευτο πάντα τὰ πάτρια, ὁ δὲ Πλάτων ὥσπερ 505a ἐναντιούμενος ἐν τρίτῳ Νόμων φησί ᾽ μαντεύομαι δὲ περὶ Κύρου τὰ μὲν ἄλλα στρατηγὸν αὐτὸν ἀγαθὸν εἶναι καὶ φιλόπονον, παιδείας δ’ ὀρθῆς οὐδὲ ἧφθαι τὸ παράπαν, οἰκονομίᾳ δ’ οὐδ’ ᾑτινιοῦν προσεσχηκέναι. ἔοικε δ’ ἐκ νέου στρατεύεσθαι, παραδούς τε τοὺς παῖδας ταῖς γυναιξὶ τρέφειν.᾽ πάλιν ὁ μὲν Ξενοφῶν συναναβὰς Κύρῳ εἰς Πέρσας μετὰ τῶν μυρίων Ἑλλήνων καὶ ἀκριβῶς εἰδὼς τὴν προδοσίαν τοῦ Θεσσαλοῦ Μένωνος, ὅτι αὐτὸς 505b αἴτιος ἐγένετο τοῖς περὶ Κλέαρχον τῆς ἀπωλείας τῆς ὑπὸ Τισσαφέρνου γενομένης, καὶ οἷός τις ἦν τὸν τρόπον, ὡς χαλεπός, ὡς ἀσελγής, διηγησάμενος φαίνεται. ὁ δὲ καλὸς Πλάτων μονονουχὶ εἰπών ᾽ οὐκ ἔστ’ ἔτυμος λόγος οὗτος ᾽ ἐγκώμια αὐτοῦ διεξέρχεται, ὁ τοὺς ἄλλους ἁπαξαπλῶς κακολογήσας, ἐν μὲν τῇ Πολιτείᾳ Ὅμηρον ἐκβάλλων καὶ τὴν μιμητικὴν ποίησιν, αὐτὸς δὲ τοὺς διαλόγους μιμητικῶς γράψας, ὧν τῆς ἰδέας οὐδ’ αὐτὸς εὑρετής ἐστιν. πρὸ γὰρ αὐτοῦ τοῦθ’ εὗρε τὸ εἶδος τῶν λόγων ὁ Τήιος Ἀλεξαμενός, ὡς 505c Νικίας ὁ Νικαεὺς ἱστορεῖ καὶ Σωτίων. Ἀριστοτέλης δ’ ἐν τῷ περὶ Ποιητῶν οὕτως γράφει οὐκοῦν οὐδὲ ἐμμέτρους ὄντας τοὺς καλουμένους Σώφρονος μίμους μὴ φῶμεν εἶναι λόγους, ἢ μὴ μιμήσεις τοὺς Ἀλεξαμενοῦ τοῦ Τηίου τοὺς πρώτους γραφέντας τῶν Σωκρατικῶν λόγους ἄντικρυς φάσκων ὁ πολυμαθέστατος Ἀριστοτέλης πρὸ Πλάτωνος διαλόγους γεγραφέναι τὸν Ἀλεξαμενόν. διαβάλλει δὲ ὁ Πλάτων καὶ Θρασύμαχον τὸν Χαλκηδόνιον σοφιστὴν ὅμοιον εἶναι λέγων τῷ 505d ὀνόματι, ἔτι δ’ Ἱππίαν καὶ Γοργίαν καὶ Παρμενίδην καὶ ἑνὶ διαλόγῳ τῷ Πρωταγόρᾳ πολλούς, ὁ τοιαῦτα ἐν τῇ Πολιτείᾳ εἰπών ᾽ ὅταν, οἶμαι, δημοκρατουμένη πόλις ἐλευθερίας διψήσασα κακῶν οἰνοχόων τύχῃ καὶ ἀκράτου αὐτῆς μεθυσθῇ.᾽
ὡς ἀνέπλαττε Πλάτων ὁ πεπλασμένα θαύματα εἰδώς. 505f
ὅτι
ἐν
Ἡγήσανδρος
περὶ δὲ τῶν ἐν τοῖς διαλόγοις αὐτοῦ λελεγμένων τί ἂν καὶ λέγοι τις; ἡ μὲν γὰρ ψυχὴ ἡ διαπλαττομένη ἀθάνατος ὑπ’ αὐτοῦ καὶ κατὰ τὴν ἀπόλυσιν χωριζομένη τοῦ σώματος παρὰ πρώτῳ εἴρηται Ὁμήρῳ. οὗτος γὰρ εἶπεν ὡς ἡ τοῦ Πατρόκλου ψυχὴ
ἄιδόσδε κατῆλθεν
ὃν πότμον γοόωσα, λιποῦσ’ ἀνδροτῆτα καὶ ἥβην.
ἔπειτ’ ἀναστὰς εὔστοχος νεανίας
τῶν ἐξ Ἀκαδημίας τις ὑποπλατωνικὸς
Βρυσωνοθρασυμαχειοληψικερμάτων, πληγεὶς ἀνάγκῃ ληψιλογομίσθῳ τέχνῃ 509d
συνών τις, οὐκ ἄσκεπτα δυνάμενος λέγειν,
εὖ μὲν μαχαίρᾳ ξύστ’ ἔχων τριχώματα,
εὖ δ’ ὑποκαθιεὶς ἄτομα πώγωνος βάθη,
εὖ δ’ ἐν πεδίλῳ πόδα τιθεὶς ἐπισφύρων κνήμης ἱμάντων ἰσομέτροις ἑλίγμασιν,
ὄγκῳ τε χλανίδος εὖ τεθωρακισμένος,
σχῆμ’ ἀξιόχρεων ἐπικαθεὶς βακτηρίᾳ, 509e
ἀλλότριον, οὐκ οἰκεῖον, ὡς ἐμοὶ δοκεῖ,
ἔλεξεν ἄνδρες τῆς Ἀθηναίων χθονός.᾽
μέχρι τούτων ἡμῖν πεπεραιώσθω καὶ ἥδε ἡ συναγωγή, φίλτατε Τιμόκρατες. ἑξῆς δὲ ἐροῦμεν περὶ τῶν ἐπὶ τρυφῇ διαβοήτων γενομένων.
Deipnosophistae. Athenaeus. ed. Charles Burton Gulick. Medford, MA. 2010.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The National Endowment for the Humanities; Google Digital Humanities Awards Program.