κἀκεῖ γὰρ ἄν τις ἐπὶ τὸ δεῖπνον ἕνα καλῇ,
πάρεισιν ὀκτωκαίδεκ’ ἄλλοι καὶ δέκα
ἅρματα συνωρίδες τε πεντεκαίδεκα·
τούτοις δὲ δεῖ σε τἀπιτήδει’ ἐμβαλεῖν,
ὥστ’ ἦν κράτιστον μηδὲ καλέσαι μηδένα.
οὐδέ τις ἦν κείνοισιν Ἄρης θεὸς οὐδὲ Κυδοιμὸς 510d
οὐδὲ Ζεὺς βασιλεὺς οὐδὲ Κρόνος οὐδὲ Ποσειδῶν,
ἀλλὰ Κύπρις βασίλεια.
τὴν οἵ γ’ εὐσεβέεσσιν ἀγάλμασιν ἱλάσκοντο
γραπτοῖς τε ζῴοισι μύροισί τε δαιδαλεόδμοις
σμύρνης τ’ ἀκρήτου θυσίαις λιβάνου τε θυώδους,
ξανθῶν τε σπονδὰς μελίτων ῥίπτοντες ἐς οὖδας.
511a φιλόμουσον εἶν’ αὐτὸν πάνυ
ἀκούσματ’ εἰς τρυφήν τε παιδεύεσθ’ ἀεί.
οὐκ ἀρετᾷ κακὰ ἔργα· κιχάνει τοι βραδὺς ὠκύν, 511c
ὡς καὶ νῦν Ἥφαιστος ἐὼν βραδὺς εἷλεν Ἄρηα
ὠκύτατόν περ ἐόντα θεῶν οἳ Ὄλυμπον ἔχουσι,
χωλὸς ἐών, τέχνῃσι· τὸ καὶ ζωάγρι’ ὀφέλλει.
τίς γὰρ ἁδονᾶς ἄτερ θνατῶν βίος ποθεινὸς ἢ ποία
τυραννίς; 512d
τᾶσδ’ ἄτερ οὐδὲ θεῶν ζαλωτὸς αἰών.
μηδ’ ἀμαύρου, φησί, τέρψιν ἐν βίῳ· πολύ τοι
φέριστον ἀνδρὶ τερπνὸς αἰών.
οὐ γὰρ ἔγωγέ τι φημὶ τέλος χαριέστερον εἶναι
ἢ ὅταν εὐφροσύνη μὲν ἔχῃ κατὰ δῆμον ἅπαντα,
δαιτυμόνες δ’ ἀνὰ δώματ’ ἀκουάζωνται ἀοιδοῦ
ἥμενοι ἑξείης, παρὰ δὲ πλήθωσι τράπεζαι
σίτου καὶ κρειῶν, μέθυ δ’ ἐκ κρητῆρος ἀφύσσων
οἰνοχόος παρέχῃσι καὶ ἐγχείῃ δεπάεσσιν.
τοῦτό τί μοι κάλλιστον ἐνὶ φρεσὶν εἴδεται εἶναι.
αἰεὶ δ’ ἡμῖν δαίς τε φίλη κίθαρίς τε χοροί τε
εἵματά τ’ ἐξημοιβὰ λοετρά τε θερμὰ καὶ εὐναί.
ὦ τέκνον,
ποντίου θηρὸς πετραίου χρωτὶ μάλιστα νόον
προσφέρων πάσαις πολίεσσιν ὁμίλει·
τῷ παρεόντι δ’ ἐπαινήσαις ἑκὼν 513d
ἄλλοτ’ ἀλλοῖα φρόνει.
νόει πρὸς ἀνδρί, σῶμα πουλύπους ὅπως
πέτρᾳ, τραπέσθαι γνησίου φρονήματος,
πουλύπου ὀργὴν ἴσχε πολυπλόκου.
οἱ δὲ θεοὶ πὰρ Ζηνὶ καθήμενοι ἠγορόωντο 513e
χρυσέῳ ἐν δαπέδῳ, μετὰ δέ σφισι πότνια Ἥβη
νέκταρ ἐῳνοχόει, τοὶ δὲ χρυσέοις δεπάεσσι
δειδέχατ’ ἀλλήλους.
οὐδέ κεν ἡμέας
ἄλλο διέκρινεν φιλέοντέ τε τερπομένω τε.
ἥμεθα δαινύμενοι κρέα τ’ ἄσπετα καὶ μέθυ ἡδύ.
ὅτι δέ σοι παρὰ τοῦτο κάνδαυλόν τινα
παραθήσομεν. β. κάνδαυλον; οὐκ ἐδήδοκα
κάνδαυλον οὐδ’ ἀκήκο’ οὐδεπώποτε.
α. θαυμαστὸν ἐμὸν εὕρημα· πάνυ πολὺν δ’ ἐγὼ 516e
ἐὰν παραθῶ σοι, προσκατέδει τοὺς δακτύλους
αὐτῷ γε χαίρων, χόρια μὲν ποιήσομεν
β. ἄνθρωπε, ποίει λευκὰ καὶ βλέπ᾽
εἰς α. εἶτ’ ἀντακαῖον ἰχθύων
τάριχος ἢ κρεῶν, βατανίων εὐθέως
δίπυρον παραθήσω κᾠὸν ἐπιτετμημένον,
πῦον, μέλιτος ὀξύβαφον ἐπὶ ταγηνιῶν, τυροῦ τροφάλια χλωρὰ Κυθνίου παρατεμὼν,
βοτρύδιόν τι, χόριον, ἐν ποτηρίῳ
γλυκὺν τὸ τοιοῦτον γὰρ ἀεί πως μέρος 516f
ἐπιπαίζεται, κεφαλὴ δὲ δείπνου γίνεται.
β. ἄνθρωπ’ ἐπίπαιζε· μόνον ἀπαλλάγηθί μου,
τοὺς σοὺς δὲ κανδαύλους λέγων καὶ χόρια καὶ
βατάνια. πᾶσαν ἀφανιεῖς τὴν ἡδονήν.
τοὺς ἐν τῇ πόλει
μάρτυρας ἔχω γὰρ ὅτι μόνος φύσκην ποιῶ,
κάνδαυλον, ᾠόθριον ἐν στενῷ. τί
γὰρ τούτων διάπτωμ’ ἐγένετ’ ἢ ἁμάρτημα τί; 517a
ὃς μέλανα ποιεῖν ζωμὸν οὐκ ἠπίστατο,
θρῖον δὲ καὶ κάνδαυλον.
Ἰωνικὸς πλούταξ, ὑποστάσεις ποιῶν
κάνδαυλον, ὑποβινητιῶντα βρώματα.
καὶ γὰρ πόσῳ κάλλιον, ἱκετεύω, τρέφειν
ἄνθρωπον ἔστ’ ἄνθρωπον, ἂν ἔχῃ βίον,
ἢ χῆνα πλατυγίζοντα καὶ κεχηνότα
ἢ στρουθὸν ἢ πίθηκον, ἐπίβουλον κακόν. 519b
εὐδαίμων, Συβαρῖτα, πανευδαίμων σὺ μὲν αἰεὶ
ἐν θαλίῃσιν ἔσῃ, τιμῶν γένος αἰὲν ἐόντων.
εὖτ’ ἂν δὲ πρότερον θνητὸν θεοῦ ἄνδρα σεβίσσῃς,
520b τηνίκα σοι πόλεμός τε καὶ ἔμφυλος στάσις ἥξει.
οὐ γάρ τι καλὸς χῶρος οὐδ’ ἐφίμερος
οὐδ’ ἐρατός, οἷος ἀμφὶ Σίριος ῥοάς.
καί μοι Γεργίθων τε φόνος μέλει ἀπτολεμίστων
πισσήρων τε μόρος καὶ δένδρεον αἰεὶ ἀθαλλές.
τί γὰρ ἡ τρυφερὰ καὶ καλλιτράπεζος Ἰωνία εἴφ’ ὅ τι
πράσσει.
χαῖρ᾽, ὦ διαπόντιον
στράτευμα, τί πράττομεν;
τὰ μὲν πρὸς ὄψιν μαλακῶς
ἔχειν ἀπὸ σώματος,
525a κόμῃ τε νεανικῇ
σφρίγει τε βραχιόνων.
β. ᾔσθου τὸν Ἀβυδόθ᾽ ὡς
ἀνὴρ γεγένηται;
ἔπειθ’ ὅσοι παρῆσαν ἐπίσημοι ξένοι
ἐπηκολούθουν κἠντιβόλουν προσκείμενοι,
ὅκως ἔχων τὸν παῖδα πωλήσει ᾽ς Χίον,
ἕτερος δ’ ὅκως ἐς Κλαζομενάς, ἕτερος δ’ ὅκως
525b ἐς Ἔφεσον, ὁ δ’ ἐς Ἄβυδον. ἦν δὲ ᾽ πάνθ’
οἱ δ’ αὔτως φοίτεσκον ὅπως πλοκάμους κτενίσαιντο
εἰς Ἥρας τέμενος, πεπυκασμένοι εἵμασι καλοῖς,
χιονέοισι χιτῶσι πέδον χθονὸς εὐρέος εἶχον
χρύσειαι δὲ κορύμβαι ἐπ’ αὐτῶν τέττιγες ὥς·
χαῖται δ’ ᾐωρεῦντ’ ἀνέμῳ χρυσέοις ἐνὶ δεσμοῖς,
δαιδάλεοι δὲ χλιδῶνες ἄρ’ ἀμφὶ βραχίοσιν ἦσαν . . .
τες ὑπασπίδιον πολεμιστήν.`
ἁβροσύνας δὲ μαθόντες ἀνωφελέας παρὰ Λυδῶν
ὄφρα τυραννίης ἦσαν ἄνευ στυγερῆς, 526b
ᾔεσαν εἰς ἀγορὴν παναλουργέα φάρε’ ἔχοντες,
οὐ μείους ὥσπερ χίλιοι εἰς ἐπίπαν,
αὐχαλέοι, χαίτῃσιν ἀγαλλομεν εὐπρεπέεσσιν
ἀσκητοῖς ὀδμὴν χρίμασι δευόμενοι.
πόθεν οἰκήτωρ, ἤ τις Ἰώνων
τρυφεραμπεχόνων ἁβρὸς ἡδυπαθὴς
ὄχλος ὥρμηται;
ἀλλ’ οὐ γὰρ ἔμαθε ταῦτ’ ἐμοῦ πέμποντος, ἀλλὰ
μᾶλλον
πίνειν, ἔπειτ’ ᾄδειν κακῶς, Συρακοσίαν τράπεζαν
Συβαρίτιδὰς τ’ εὐωχίας καὶ Χῖον ἐκ Λακαινᾶν
τε πλόκαμος ὥστε παρθένοις ἁβραῖς·
ὅθεν καλεῖν Κουρῆτα λαὸν ᾔνεσαν. 528d
κόμας ἐκειράμεσθα φησίν μάρτυρας τρυφῆς,
ἦ που ποθεινὸν χρῆμα παιζούσῃ φρενί.
ἐπώνυμον γοῦν εὐθὺς ἔσχομεν κλέος
Κουρῆτες εἶναι, κουρίμου χάριν τριχός·
χεῖρες μὲν ἁγναί, φρὴν δ’ ἔχει μίασμά τι.
ἀνὴρ Νίνος τις ἐγένετ᾽, ὡς ἐγὼ κλύω,
Ἀσσύριος· ὅστις εἶχε χρυσίου πόντον,
τάλαντα πολλῷ πλέονα Κασπίης ψάμμου ·
ὃς οὐκἴδ’ ἀστέρ’ οὐδ᾽
ἰδὼν ἐδίζητο οὐ παρ’ μάγοισι πῦρ ἱερὸν ἀνέστησεν,
ὥσπερ νόμος, ῥάβδοισι τοῦ θεοῦ ψαύων
οὐ μυθιήτης, οὐ δικασπόλος κεῖνος,
οὐ λεωλογεῖν ἐμάνθαν᾽, οὐκ ἀμιθρῆσαι, 530f
ἀλλ’ ἦν ἄριστος ἐσθίειν τε καὶ πίνειν
κἠρᾶν, τὰ δ’ ἄλλα πάντα κατὰ πετρῶν ὤθει.
ὡς δ’ ἀπέθαν’ ὡνήρ, πᾶσι κατέλιπε ῥῆσιν
ὅκου Νίνος νῦν ἐστι καὶ τὸ σῆμ’ ᾄδει·
ἄκουσον, εἴτ’ Ἀσσύριος εἴτε καὶ Μῆδος
εἶς ἢ Κόραξος ἢ ἀπὸ τῶν ἄνω λιμνῶν
Σινδὸς κομήτης· οὐ γὰρ ἀλλὰ κηρύσσω·
ἐγὼ Νίνος πάλαι ποτ’ ἐγενόμην πνεῦμα,
νῦν δ’ οὐκ ἔτ’ οὐδέν, ἀλλὰ γῆ πεποίημαι.
ἔχω δ’ ὁκόσον ἔδαισα χὠκόσ’ ἤεισα
χὠκόσσ’ ἐράσθην
τὰ δ’ ὄλβι’ ἡμέων δήιοι συνελθόντες 531a
φέρουσιν, ὥσπερ ὠμὸν ἔριφον αἱ Βάκχαι,
ἐγὼ δ’ ἐς Ἅιδην οὔτε χρυσὸν οὔθ’ ἵππον
οὔτ’ ἀργυρῆν ἅμαξαν ᾠχόμην ἕλκων
σποδὸς δὲ πολλὴ χὠ μιτρηφόρος κεῖμαι.
ἀλεκτρυόνα τὸν τοῦ Φιλίππου παραλαβὼν·
ἀωρὶ κοκκύζοντα καὶ πλανώμενον
κατέκοψεν οὐ γὰρ εἶχεν οὐδέπω λόφον.
ἕνα κατακόψας μάλα συχνοὺς ἐδείπνισεν
Χάρης Ἀθηναίων τόθ’ ὡς γενναῖος ἦν. 532f
ξανθῇ δ’ Εὐρυπύλῃ μέλει
ὁ περιφόρητος Ἀρτέμων, 533f
πρὶν μὲν ἔχων βερβέριον, καλύμματ’ ἐσφηκωμένα,
καὶ ξυλίνους ἀστραγάλους ἐν ὠσὶ καὶ ψιλὸν περὶ
πλευρῇσι δέρριον βοός,
νήπλυτον εἴλυμα κακῆς ἀσπίδος, ἀρτοπώλισιν 534a
κἀθελοπόρνοισιν ὁμιλέων ὁ πονηρὸς Ἀρτέμων,
κίβδηλον εὑρίσκων βίον,
πολλὰ μὲν ἐν δουρὶ τιθεὶς αὐχένα, πολλὰ δ’ ἐν τροχῷ,
πολλὰ δὲ νῶτα σκυτίνῃ μάστιγι θωμιχθείς, κόμην
πώγωνὰ τ’ ἐκτετιλμένος·
πάις Κύκης, καὶ σκιαδίσκην ἐλεφαντίνην φορεῖ 534b
γυναιξὶν αὕτως
Ἀλκιβιάδης ἐκ τῶν γυναικῶν ἐξίτω. αλκ. τί ληρεῖς; 535b
οὐκ οἴκαδ’ ἐλθὼν τὴν σεαυτοῦ γυμνάσεις δάμαρτα;
οὐκ ὢν ἀνὴρ γὰρ Ἀλκιβιάδης, ὡς δοκεῖν,
ἀνὴρ ἁπασῶν τῶν γυναικῶν ἐστι νῦν.
μνᾶμ’ ἀρετᾶς ἀνέθηκε Ποσειδάωνι ἄνακτι
Παυσανίας, ἄρχων Ἑλλάδος εὐρυχόρου,
πόντου ἐπ’ Εὐξείνου, Λακεδαιμόνιος γένος, υἱὸς
Κλεομβρότου, ἀρχαίας Ἡρακλέος γενεᾶς.
ἔλλαβε πορφύρεος θάνατος καὶ μοῖρα κραταιή.
ἐξόχως δ’ εὐγενέτας ἡλιόμορφος ζαθέοις ἄρχων σε
τιμαῖσι γεραίρει.
ἁβροδίαιτος ἀνὴρ ἀρετήν τε σέβων τάδ’ ἔγραψεν.
ἁβροδίαιτος ἀνὴρ ἀρετήν τε σέβων τάδ’ ἔγραψεν
Παρράσιος κλεινῆς πατρίδος ἐξ Ἐφέσου.
οὐδὲ πατρὸς λαθόμην Εὐήνορος, ὃς ῥὰ μ’ ἔφυσε
γνήσιον, Ἑλλήνων πρῶτα φέροντα τέχνης.
εἰ καὶ ἄπιστα κλύουσι, λέγω τάδε· φημὶ γὰρ ἤδη
τέχνης εὑρῆσθαι τέρματα τῆσδε σαφῆ
χειρὸς ὑφ’ ἡμετέρης· ἀνυπέρβλητος δὲ πέπηγεν
οὖρος. ἀμώμητον δ’ οὐδὲν ἔγεντο βροτοῖς.
οἷος δ’ ἐννύχιος φαντάζετο πολλάκι φοιτῶν
Παρρασίῳ δι’ ὕπνου, τοῖος ὅδ’ ἐστὶν ὁρᾶν.
κἀν βακχεύμασιν
οὖσ’ ἥ γε σώφρων οὐ διαφθαρήσεται.
ὁ δεσπότης οὑμὸς περὶ λόγους γάρ ποτε
διέτριψε μειρακίσκος ὢν καὶ φιλοσοφεῖν
ἐπέθετο. Κυρηναῖος ἦν ἐνταῦθά τις,
ὣς φασ᾽, Ἀρίστιππος, σοφιστὴς εὐφυής, 544f
μᾶλλον δὲ πρωτεύων ἁπάντων τῶν τότε
ἀκολασίᾳ τε τῶν γεγονότων διαφέρων,
τούτῳ τάλαντον δοὺς μαθητὴς γίνεται
ὁ δεσπότης, καὶ τὴν τέχνην μὲν οὐ πάνυ
ἐξέμαθε, τὴν δ’ ἀρτηρίαν συνήρπασεν.
α. ὦ τάν, κατανοεῖς τίς ποτ’ ἐστὶν οὑτοσὶ
ὁ γέρων; β. ἀπὸ τῆς μὲν ὄψεως Ἑλληνικὸς 545a
λευκὴ χλανίς, φαιὸς χιτωνίσκος καλός,
πιλίδιον ἁπαλόν, εὔρυθμος βακτηρία,
βαυκὶς τρυφῶσα τί μακρὰ δεῖ λέγειν; ὅλως
αὐτὴν ὁρᾶν γὰρ τὴν Ἀκαδημίαν δοκῶ.
δικαιοσύνας τὸ χρύσεον πρόσωπον.
τὸ χρύσεον ὄμμα τὸ τᾶς Δίκας.
οἰνοβαρές, κυνὸς ὄμματ’ ἔχων. 546d
ὡς ἀμφὶ κρητῆρα τραπέζας τε πληθούσας
κείμεθα,
τὰς γὰρ ἡδονὰς
ὅταν προδῶσιν ἄνδρες, οὐ τίθημ’ ἐγὼ ᾽
ζῆν τοῦτον, ἀλλ’ ἔμψυχον ἡγοῦμαι νεκρόν.
πλούτει τε γὰρ κατ’ οἶκον, εἰ βούλει, μέγα
καὶ ζῆ τύραννον σχῆμ’ ἔχων ἐὰν δ’ ἀπῇ
τούτων τὸ χαίρειν, τἄλλ’ ἐγὼ καπνοῦ σκιᾶς
οὐκ ἂν πριαίμην ἀνδρὶ πρὸς τὴν ἡδονήν. 547d
ξανθοῖς τε μύροις χρῶτα λιπαίνων,
χλανίδας θ’ ἕλκων, βλαύτας σύρων,
βολβοὺς τρώγων, τυροὺς κάπτων,
ᾠὰ κολάπτων, κήρυκας ἔδων,
Χῖον πίνων, καὶ πρὸς τούτοις
ἐν σκυταρίοις ῥαπτοῖσι φορῶν
Ἐφεσήια γράμματα καλά.
παχὺς γὰρ ὗς ἔκειτ’ ἐπὶ στόμα.
ἐτρύφησεν, ὥστε μὴ πολὺν τρυφᾶν χρόνον.
ἴδιον ἐπιθυμῶν, μόνος μοι θάνατος οὗτος φαίνεται
εὐθάνατος, ἔχοντα πολλὰς χολλάδας κεῖσθαι παχὺν
549d ὕπτιον, μόλις λαλοῦντα καὶ τὸ πνεῦμ’ ἔχοντ’ ἄνω,
ἐσθίοντα καὶ λέγοντα ᾽ σήπομ’ ὑπὸ τῆς ἡδονῆς
οἱ γὰρ πενόμενοι
ἀνάπηρά σοι θύουσιν ἤδη βούδια,
Λεωτροφίδου λεπτότερα καὶ Θουμάντιδος.
καὶ τίς νεκρῶν κευθμῶνα καὶ σκότου πύλας
ἔτλη κατελθεῖν; β. ἕνα γὰρ ἀφ’ ἑκάστης τέχνης
εἱλόμεθα κοινῇ γενομένης ἐκκλησίας,
οὓς ᾖσμεν ὄντας ᾄδοφοίτας καὶ θαμὰ
ἐκεῖσε φιλοχωροῦντας. α. εἰσὶ γάρ τινες
ἄνδρες παρ’ ὑμῖν ᾄδοφοῖται; β. νὴ Δία
μάλιστά γ᾽, ὥσπερ Θρᾳκοφοῖται. πάντ’ ἔχεις.
α. καὶ τίνες ἂν εἶεν; β. πρῶτα μὲν Σαννυρίων
551c ἀπὸ τῶν τρυγῳδῶν, δὲ τῶν τραγικῶν χορῶν
Μέλητος, ἀπὸ δὲ τῶν κυκλίων Κινησίας.
ὡς σφόδρ’ ἐπὶ λεπτῶν ἐλπίδων ὠχεῖσθ’ ἄρα·
τούτους γάρ, ἢν πολλῷ ξυνέλθῃ, ξυλλαβὼν
ὁ τῆς διαρροίας ποταμὸς ἐξοιχήσεται,
Σαννυρίωνος σκυτίνην ἐπικουρίαν.
τὸν ἀπὸ Ληναίου νεκρόν. 551d
Ἑρμῆ νεκρῶν προπομπὲ καὶ Φιλιππίδου 552e
κληροῦχε, Νυκτὸς τ’ ὄμμα τῆς μελαμπέπλου.
ἐν ἡμέραις τρισὶν
ἰσχνότερον αὐτὸν ἀποφανῶ Φιλιππίδου.
β. οὕτως ἐν ἡμέραις ὀλίγαις νεκροὺς ποιεῖς;
ὁ λιμὸς ὑμῶν τὸν καλὸν τοῦτον δακὼν
Φιλιππίδου λεπτότερον ἀποδείξει νεκρόν.
κακῶς ἔχεις, στρουθὶς ἀκαρὴς νὴ Δί᾽ ἐγένου
552f πεφιλιππίδωσαι. β. μὴ σὺ καινῶς μοι λάλει·
ὅσον οὐ τέθνηκα. α. τοῦ ταλαιπώρου πάθους·
τοῦτον οὖν
δι’ οἰνοφλυγίαν καὶ πάχος τοῦ σώματος
ἀσκὸν καλοῦσι πάντες οὑπιχώριοι.
ἔπειτ’ ἀλείφεσθαι τὸ σῶμά μοι· πρίω
μύρον ἴρινον καὶ ῥόδινον, ἄγε μοι, Ξανθία·
καὶ τοῖς ποσὶν χωρὶς πρίω μοι βάκκαριν.
ἐν θαλάμῳ μαλακῶς κατακείμενον ἐν δὲ κύκλῳ νιν
παρθενικαὶ τρυφεραί, χλιδαναὶ μάλα καὶ κατάθρυπτοι,
τὸνπόδ’ ἀμαρακίνοισι μύροις τρίψουσι τὸν ἐμόν. 553b
ὑποστορεῖτε μαλακῶς τῷ κυνί
κάτω μὲν ὑποβαλεῖτε τῶν Μιλησίων
ἐρίων, ἄνωθεν δ’ ἐπιβαλεῖτε ξυστίδα.
β. Ἄπολλον. α. εἶτα χόνδρον αὐτῷ δεύσετε
γάλακτι χηνός. β. Ἡράκλεις. α. καὶ τοὺς πόδας
ἀλείψετ’ αὐτοῦ τῷ Μεγαλλείῳ ὁ μύρῳ.
τήν τεπαῖδ’ ἀλείμματα
παρὰ τῆς θεοῦ λαβοῦσαν εἶτα τοὺς πόδας
ἐκέλευ’ ἀλείφειν πρῶτον, εἶτα τὰ γόνατα,
ὡς θᾶττον ἡ παῖς δ’ ἥψατ’ αὐτοῦ τῶν ποδῶν
ἔτριψὲ τ᾽, ἀνεπήδησεν.
εἶτ’ οὐ δικαίως εἰμὶ φιλογύνης ἐγὼ
καὶ τὰς ἑταίρας ἡδέως πάσας ἔχω;
τουτὶ γὰρ αὐτὸ πρῶτον ὃ σὺ ποεῖς παθεῖν,
μαλακαῖς καλαῖς τε χερσὶ τριφθῆναι πόδας, 553d
πῶς οὐχὶ σεμνόν ἐστιν;
λοῦται δ’ ἀληθῶς; ἀλλὰ τί;
β. ἐκ χρυσοκολλήτου γε κάλπιδος μύρῳ;·
Αἰγυπτίῳ μὲν τοὺς πόδας καὶ τὰ σκέλη
φοινικίνῳ δὲ τὰς γνάθους καὶ τιτθία,
σισυμβρίνῳ δὲ τὸν ἕτερον βραχίονα·
ἀμαρακίνῳ δὲ τὰς ὀφρῦς καὶ τὴν κόμην,
ἑρπυλλίνῳ δὲ τὸ γόνυ καὶ; τὸν αὐχένα
μύρον τε παρὰ Πέρωνος, οὗπερ ἀπέδοτο 553e
ἐχθὲς Μελανώπῳ, πολυτελοῦς Αἰγυπτίου,
ᾧ νῦν ἀλείφει τοὺς πόδας Καλλιστράτου.
ἁπαλὸν δὲ σισύμβριον ἢ ῥόδον ἢ κρίνον παρ’ οὖς
ἐθάκει,
μετὰ χερσὶ δὲ μῆλον ἕκαστος ἔχων σκίπωνὰ τ’ ἠγόραζον.
ἦν καλλιπύγων ζεῦγος ἐν Συρακούσαις.
Deipnosophistae. Athenaeus. ed. Charles Burton Gulick. Medford, MA. 2010.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The National Endowment for the Humanities; Google Digital Humanities Awards Program.