εἰ δ’ ἄγε νῦν, Ἐρατώ, πάρ θ’ ἵστασο καί μοι ἔνισπε,
ἐννεακαίδεκα μέν μοι ἰῆς ἐκ νηδύος ἦσαν,
τοὺς δ’ ἄλλους μοι ἔτικτον ἐνὶ μεγάροισι γυναῖκες,
πλεῖαί τοι χαλκοῦ κλισίαι, πολλαὶ δὲ γυναῖκες
εἰσὶν ἐνὶ κλισίῃς ἐξαίρετοι, ἅς τοι Ἀχαιοὶ
πρωτίστῳ δίδομεν.
αἱ δὲ γαμεταὶ ἡμῶν γυναῖκες οὔκ εἰσι τοιαῦται 557f οἵας Εὔβουλός φησιν ἐν Στεφανοπώλισιν·
μὰ Δί᾽ οὐχὶ περιπεπλασμέναι ψιμυθίοις
οὐδ’ ὥσπερ ὑμεῖς συκαμίνῳ τὰς γνάθους
κεχριμέναι. κἂν ἐξίητε τοῦ θέρους,
ἀπὸ τῶν μὲν ὀφθαλμῶν ὑδρορρόαι δύο
ῥέουσι μέλανος, ἐκ δὲ τῶν γνάθων ἱδρὼς
ἐπὶ τὸν τράχηλον ἄλοκα μιλτώδη ποιεῖ,
ἐπὶ τῷ προσώπῳ δ’ αἱ τρίχες φορούμεναι 558a
εἴξασι πολιαῖς, ἀνάπλεῳ ψιμυθίου.
ὅστις ἀνθρώπων ἑταίραν ἠγάπησε πώποτε, ,
οὗτος οὐ γένος δύναιτ᾽. ἂν παρανομώτερον φράσαι.
τίς γὰρ ἢ δράκαιν’ ἄμικτος ἢ Χίμαιρα πυρπνόος
ἢ Χάρυβδις ἢ τρίκρανος Σκύλλα, ποντία κύων,
Σφίγξ, Ὕδρα, λέαιν᾽, ἔχιδνα, πτηνὰ θ’ Ἁρπυιῶν γένη,
εἰς ὑπερβολὴν ἀφῖκται τοῦ καταπτύστου γένους; 558b
οὐκ ἔνεσθ’· αὗται δ’ ἁπάντων ὑπερέχουσι τῶν κακῶν.
ἔστι δὲ σκοπεῖν ἀπ’ ἀρχῆς πρῶτα μὲν τὴν Πλαγγόνα,
ἥτις ὥσπερ ἡ Χίμαιρα πυρπολεῖ τοὺς βαρβάρους
εἷς μόνος δ’ ἱππεύς τις αὐτῆς τὸν βίον παρείλετο·
πάντα τὰ σκεύη γὰρ ἕλκων ᾤχετ’ ἐκ τῆς οἰκίας,
οἱ Σινώπῃ δ’ αὖ συνόντες οὐχ Ὕδρᾳ σύνεισι νῦν;
γραῦς μὲν αὐτή, παραπέφυκε δ’ ἡ Γνάθαινα πλησίον,
ὥστ’ ἀπαλλαγεῖσι ταύτης ἔστι διπλάσιον κακόν, 558c
ἡ δὲ Νάννιον τί νυνὶ διαφέρειν Σκύλλης δοκεῖ;
οὐ δύ’ ἀποπνίξασ’ ἑταίρους τὸν τρίτον θηρεύεται
ἔτι λαβεῖν, ἀλλ’ ἐξέπαισε πορθμὶς ἐλατίνῳ πλάτῃ·
δὲ Φρύνη τὴν Χάρυβδιν οὐχὶ πόρρω που ποιεῖ,
τόν τε ναύκληρον λαβοῦσα καταπέπωκ’ αὐτῷ σκάφει.
ἡ Θεανὼ δ’ οὐχὶ Σειρήν ἐστιν ἀποτετιλμένη;
βλέμμα καὶ φωνὴ γυναικός, τὰ σκέλη δὲ κοψίχου. 558d
Σφίγγα Θηβαίαν δὲ πάσας ἔστι τὰς πόρνας καλεῖν,
αἳ λαλοῦσ’ ἁπλῶς μὲν οὐδέν, ἀλλ’ ἐν αἰνιγμοῖς τισιν,
ὡς ἐρῶσι καὶ φιλοῦσι καὶ σύνεισιν ἡδέως.
εἶτα
εἶτα δὴ
εἶθ’ ὁ μὲν γνοὺς ταῦτ’ ἀπῆλθεν εὐθὺς ὥσπερ Οἰδίπους, 558e
οὐδ’ ἰδεῖν δόξας ἐκείνην, σῴζεται δ’ ἄκων μόνος,
οἱ δ’ ἐρᾶσθαι προσδοκῶντες εὐθὺς εἰσιν ἠρμένοι
καὶ φέρονθ’ ὑψοῦ πρὸς αἴθραν. συντεμόντι δ’ οὐδὲ ἓν
ἔσθ’ ἑταίρας ὅσα περ ἔστιν θηρί’ ἐξωλέστερον.
ὦ δυστυχεῖς ἡμεῖς γαμέται πεπρακότες
τὴν τοῦ βίου παρρησίαν καὶ τὴν τρυφήν, 558f
γυναιξὶ δοῦλοι ζῶμεν ἀντ’ ἐλευθέρων.
ἔπειτ’ ἔχειν προῖκ᾽, οὐχὶ τιμὴν πάσχομεν;
πικράν γε καὶ μεστὴν γυναικείας χολῆς,
ἡ τῶν γὰρ ἀνδρῶν ἐστι πρὸς ἐκείνην μέλι.
οἱ μέν γε συγγνώμην ἔχουσ’ ἀδικούμενοι,
αὗται δ’ ἀδικοῦσαι καὶ προσεγκαλοῦσ’ ἔτι
ὧν οὐκ ἐχρῆν ἄρχουσιν, ὧν δ’ ἄρχειν ἐχρῆν
ἀμελοῦσιν, ἐπιορκοῦσιν, οὐδὲ ἓν κακὸν
ἔχουσι καὶ κάμνειν λέγουσ’ ἑκάστοτε. 559a
εἶτ’ εἰσὶν οἱ τέττιγες οὐκ εὐδαίμονες,
ὧν ταῖς γυναιξὶν οὐδ’ ὁτιοῦν φωνῆς ἔνι;
ὡς τακερόν, ὦ Ζεῦ, καὶ μαλακὸν τὸ βλέμμ’ ἔχει,
οὐκ ἐτὸς Ἑταίρας ἱερόν ἐστι πανταχοῦ,
ἀλλ’ οὐχὶ γαμετῆς οὐδαμοῦ τῆς Ἑλλάδος.
Ἄμφις δ’ ἐν Ἀθάμαντι·
εἶτ’ οὐ γυναικός ἐστιν εὐνοικώτερον
γαμετῆς ἑταίρα; πολύ γε καὶ μάλ’ εἰκότως. 559b
ἡ μὲν νόμῳ γὰρ καταφρονοῦσ’ ἔνδον μένει,
ἡ δ’ οἶδεν ὅτι ἢ τοῖς τρόποις ὠνητέος
ἄνθρωπός ἐστιν ἢ πρὸς ἄλλον ἀπιτέον.
Εὔβουλος δ’ ἐν Χρυσίλλᾳ `
κακὸς
κακῶς ἀπόλοιθ’ ὅστις γυναῖκα δεύτερος
ἔγημε· τὸν γὰρ πρῶτον οὐκ ἐρῶ κακῶς,
ὁ μὲν γὰρ ἦν ἄπειρος, οἶμαι, τοῦ κακοῦ,
ὁ δ’ οἷον ἦν γυνὴ κακὸν πεπυσμένος.
ὦ Ζεῦ πολυτίμητ᾽, εἶτ’ ἐγὼ κακῶς ποτε· 559c
ἐρῶ γυναῖκας; νὴ Δί᾽ ἀπολοίμην ἄρα,
πάντων ἄριστον κτημάτων, εἰ δ’ ἐγένετο
κακὴ γυνὴ Μήδεια, Πηνελόπη δὲ γε
μέγα πρᾶγμ᾽. ἐρεῖ τις ὡς Κλυταιμνήστρα κακὴ
Ἄλκηστιν ἀντέθηκα χρηστήν. ἀλλ’ ἴσως
Φαίδραν ἐρεῖ κακῶς τις· ἀλλὰ νὴ Δία
χρηστή τις ἦν μέντοι—τίς; οἴμοι δείλαιος,
ταχέως γέ μ’ αἱ χρησταὶ γυναῖκες ἐπέλιπον,
τῶν δ’ αὖ πονηρῶν ἔτι λέγειν πολλὰς ἔχω.
κακὸς κακῶς ἀπόλοιθ’ ὁ γήμας δεύτερος
θνητῶν, ὁ μὲν γὰρ πρῶτος οὐδὲν ἠδίκει·
οὔπω γὰρ εἰδὼς οὗτος οἷον ἦν κακὸν
ἐλάμβανεν γυναῖχ’ ὁ δ’ ὕστερον λαβὼν
εἰς προὖπτον εἰδὼς αὑτὸν ἐνέβαλεν κακόν.
γεγάμηκε δήπου. β. τί σὺ λέγεις; ἀληθινῶς
γεγάμηκεν, ὃν ἐγὼ ζῶντα περιπατοῦντά τε
κατέλιπον;
οὐ γαμεῖς, ἂν νοῦν ἔχῃς,
τοῦτον καταλείπων τὸν βίον. γεγάμηκα γὰρ
αὐτός· διὰ τοῦτό σοι παραινῶ μὴ γαμεῖν.
β. δεδογμένον τὸ πρᾶγμ’ ἀνερρίφθω κύβος.
α. πέραινε, σωθείης δέ· νῦν ἀληθινὸν
εἰς πέλαγος αὑτὸν ἐμβαλεῖς γὰρ πραγμάτων,
οὐ Λιβυκὸν οὐδ’ Αἰγαῖον ,
οὗ τῶν τριάκοντ’ οὐκ ἀπόλλυται τρία
πλοιάρια· γήμας δ’ οὐδὲ εἷς σέσωσθ’ ὅλως.
ἐξώλης ἀπόλοιθ’ ὅστις ποτὲ 559f
ὁ πρῶτος ἦν γήμας, ἔπειθ’ ὁ δεύτερος,
εἶθ’ ὁ τρίτος, εἶθ’ ὁ τέταρτος, εἶθ’ ὁ Μεταγένης.
ὦ Ζεῦ, τί χρὴ γυναῖκας ἐξειπεῖν κακόν;
ἀρκοῦν ἂν εἴη κἂν γυναῖκ’ εἴπῃς μόνον.
οὔ τοι σύμφορόν ἐστι γυνὴ νέα ἀνδρὶ γέροντι·
οὐ γὰρ πηδαλίῳ πείθεται ὡς ἄκατος,
οὐδ’ ἄγκυραι ἔχουσιν ἀπορρήξασα δὲ δεσμὰ
πολλάκις ἐκ νυκτῶν ἄλλον ἔχει λιμένα.
οὐ σύμφορον νέα ᾽ στὶ πρεσβύτῃ γυνή.
ὥσπερ γὰρ ἄκατος οὐδὲ μικρὸν πείθεται
ἑνὶ πηδαλίῳ, τὸ πεῖσμ᾽· ἀπορρήξασα δὲ
ἐκ νυκτὸς ἕτερον λιμέν’ ἔχουσ’ ἐξευρέθη. 560b
παίδευμα δ’ Ἔρως σοφίας, ἀρετῆς
πλεῖστον ὑπάρχει,
καὶ προσομιλεῖν οὗτος ὁ δαίμων
πάντων ἥδιστος ἔφυ θνητοῖς.
καὶ γὰρ ἄλυπον τέρψιν τιν’ ἔχων
εἰσἐλπίδ’ ἄγει. τοῖς δ’ ἀτελέστοις 561b
τῶν τοῦδε πόνων μήτε συνείην
χωρὶς τ’ ἀγρίων ναίοιμι τρόπων,
τὸ δ’ ἐρᾶν προλέγω τοῖσι νέοισιν
μή ποτε φεύγειν,
χρῆσθαι δ’ ὀρθῶς ὅταν ἔλθῃ.
εἴη καὶ ἐρᾶν καὶ ἔρωτι χαρίζεσθαι κατὰ καιρόν.
σὺ δ᾽, ὦ τύραννε θεῶν τε κἀνθρώπων Ἔρως,
ἢ μὴ δίδασκε τὰ καλὰ φαίνεσθαι καλὰ
ἢ τοῖς ἐρῶσιν ὧν σὺ δημιουργὸς εἶ 561c
μοχθοῦσι μόχθους εὐτυχῶς συνεκπόνει.
καὶ ταῦτα μὲν δρῶν τίμιος θνητοῖς ἔσῃ,
μὴ δρῶν δ’ ὑπ’ αὐτοῦ τοῦ διδάσκεσθαι φιλεῖν
ἀφαιρεθήσῃ χάριτας αἷς τιμῶσί σε.
πορευομένῳ δ’ ἐκ Πειραιῶς ὑπὸ τῶν κακῶν
καὶ τῆς ἀπορίας φιλοσοφεῖν ἐπῆλθέ μοι. 562b
καί μοι δοκοῦσιν ἀγνοεῖν οἱ ζωγράφοι
τὸν Ἔρωτα, συντομώτατον δ’ εἰπεῖν, ὅσοι
τοῦ δαίμονος τούτου ποιοῦσιν εἰκόνας,
ἐστὶν γὰρ οὔτε θῆλυς οὔτ’ ἄρσην, πάλιν
οὔτε θεὸς οὔτ’ ἄνθρωπος, οὔτ᾽ ἀβέλτερος
οὔτ’ αὖθις ἔμφρων, ἀλλὰ συνενηνεγμένος
πανταχόθεν, ἑνὶ τύπῳ τε πόλλ’ εἴδη φέρων,
ἡ τόλμα μὲν γὰρ ἀνδρός, ἀνδρός δειλία γυναικός, ἡ δ’ ἄνοια μανίας, ὁ δὲ λόγος
φρονοῦντος, ἡ σφοδρότης δὲ θηρός, ὁ δὲ πόνος 562c
ἀδάμαντος, ἡ φιλοτιμία δὲ δαίμονος.
καὶ ταῦτ’ ἐγώ, μὰ τὴν Ἀθηνᾶν καὶ θεούς,
οὐκοἶδ’ ὅ τι ἐστίν, ἀλλ’ ὅμως ἔχει γέ τι
τοιοῦτον, ἐγγὺς τ’ εἰμὶ τοῦ νοήματος.
τίς ἦν ὁ γράψας πρῶτος ἀνθρώπων ἄρα
ἢ κηροπλαστήσας Ἔρωθ᾽ ὑπόπτερον;
ὡς οὐδὲν ᾔδει πλὴν χελιδόνας γράφειν,
ἀλλ’ ἦν ἄπειρος τῶν τρόπων τῶν τοῦ θεοῦ, 562d
ἐστὶν γὰρ οὔτε κοῦφος οὔτε ῥᾴδιος
ἀπαλλαγῆναι τῷ φέροντι τὴν νόσον,
βαρὺς δὲ κομιδῇ. πῶς ἂν οὖν ἔχοι πτερὰ
τοιοῦτο πρᾶγμα; λῆρος, εἰ κἄφησέ τις.
Ἄλεξις
λέγεται γὰρ λόγος
ὑπὸ τῶν σοφιστῶν μὴ πέτεσθαι τὸν θεὸν
τὸν Ἔρωτα, τοὺς δ’ ἐρῶντας· αἰτίαν δ’ ἔχειν
ἐκεῖνον ἄλλως, ἠγνοηκότας τοὺς 562e
γραφεῖς ἔχοντα πτέρυγας αὐτὸν ζωγραφεῖν.
οὐχί φησι τοὺς ἐρῶντας ζῆν πόνοις;
οὓς δεῖ γε πρῶτον μὲν στρατευτικωτάτους
εἶναι πονεῖν τε δυναμένους τοῖς σώμασιν
μάλιστα προσεδρεύειν τ’ ἀρίστους τῷ πόθῳ,
ποιητικούς, ἰταμούς, προθύμους, εὐπόρους
ἐν τοῖς ἀπόροις, βλέποντας ἀθλιωτάτους.
τίς φησὶ τοὺς ἐρῶντας οὐχὶ νοῦν ἔχειν;
ἦ ποὺ τίς ἐστι τοὺς τρόπους ἀβέλτερος.
εἰ γὰρ ἀφέλοι τις τοῦ βίου τὰς ἡδονάς,
καταλείπετ’ οὐδὲν ἄλλο πλὴν τεθνηκέναι.
ἐγὼ μὲν οὖν καὐτὸς κιθαριστρίας ἐρῶν,
παιδὸς κόρης, οὐ νοῦν ἔχω πρὸς τῶν θεῶν;
κάλλει καλῆς, μεγέθει μεγάλης, τέχνῃ σοφῆς·
ἥν ἐστ’ ἰδεῖν ἥδιον ἢ τὸ θεωρικὸν
563b ἔχουσιν ὑμῖν διαπονεῖν ἑκάστοτε.
εἶτ’ οὐ δικαίως ἔστ’ ἀπεψηφισμένος
ὑπὸ τῶν θεῶν τῶν δώδεκ’ εἰκότως τ’ Ἔρως;
ἐτάραττε κἀκείνους γὰρ ἐμβάλλων στάσεις
ὅτ’ ἦν μετ’ αὐτῶν. ὡς δὲ λίαν ἦν θρασὺς
καὶ σοβαρός, ἀποκόψαντες αὐτοῦ. τὰ πτερὰ
ἵνα μὴ πέτηται πρὸς τὸν οὐρανὸν πάλιν,
δεῦρ’ αὐτὸν ἐφυγάδευσαν ὡς ἡμᾶς κάτω,
τὰς δὲ πτέρυγας ἃς εἶχε τῇ Νίκῃ φορεῖν 563c
ἔδοσαν, περιφανὲς σκῦλον ἀπὸ τῶν πολεμίων
τί φῄς; σὺ ταυτὶ προσδοκᾷς πείσειν ἐμὲ
ὡς ἔστ’ ἐραστὴς ὅστις ὡραῖον φιλῶν·
τρόπων ἐραστής ἐστι, τὴν ὄψιν παρείς;
ἄφρων γ’ ἀληθῶς. οὔτε τοῦτο πείθομαι
οὔθ’ ὡς πένης ἄνθρωπος ἐνοχλῶν πολλάκις
τοῖς εὐποροῦσιν οὐ λαβεῖν τι βούλεται. Ἄλεξις Ἑλένῃ· 563d
ὡς ὅστις αὐτῆς τῆς ἀκμῆς τῶν σωμάτων
ἐρᾷ, τὸν ἄλλον δ’ οὐδὲ γινώσκει λόγον,
τῆς ἡδονῆς ἐστ᾽, οὐχὶ τῶν φίλων φίλος,
ἀδικεῖ τε τὸν Ἔρωτ᾽ ἐμφανῶς θνητὸς θεόν,
ἄπιστον αὐτὸν πᾶσι τοῖς καλοῖς ποιῶν.
ἀκούσατ᾽, ὦ Στύακες, ἔμποροι λήρου, 563e
λόγων ὑποκριτῆρες, οἳ μόνοι πάντα
τἀν τοῖς πίναξι πρίν τι τῷ σοφῷ δοῦναι,
αὐτοὶ καταρροφεῖτε κᾆθ’ ἁλίσκεσθε
ἐναντία πράσσοντες οἷς τραγῳδεῖτε,
ἦ ῥὰ νύ τοι μεγάλων Δώρων ἐπεμαίετο θυμός
564b οὔτε παιδὸς ἄρρενος οὔτε παρθένων
τῶν χρυσοφόρων οὐδὲ γυναικῶν βαθυκόλπων
καλὸν τὸ πρόσωπον, ἂν μὴ κόσμιον πεφύκῃ
ἡ γὰρ αἰδὼς ἄνθος ἐπισπείρει.
τοίαν Πέλοψ ἴυγγα θηρατηρίαν 564c
ἔρωτος, ἀστραπὴν τιν’ ὀμμάτων ἔχει
ᾗ θάλπεται μὲν αὐτός, ἐξοπτᾷ δ’ ἐμέ,
ἴσον μετρῶν ὀφθαλμόν, ὥστε τέκτονος
παρὰ στάθμην ἰόντος ὀρθοῦται κανών.
564d ὕπνος δὲ χαίρων ὀμμάτων αὐγαῖς ἀναπεπταμένοις
ὄσσοις ἐκοίμιζεν κοῦρον.
στᾶθι κἄντα, φίλος,
καὶ τὰν ἐπ’ ὄσσοις ἀμπέτασον χάριν.
ὦ παῖ παρθένιον βλέπων,
δίζημαί σε, σὺ δ’ οὐκ ἄεις,
οὐκ εἰδὼς ὅτι τῆς ἐμῆς
ψυχῆς ἡνιοχεύεις.
τὰς δὲ Θεοξένου φησίν ἀκτῖνας ποτ’ ὄσσων μαρμαρυζοίσας δρακεὶς
ὃς μὴ πόθῳ κυμαίνεται, ἐξ ἀδάμαντος
ἢ σιδάρου κεχάλκευται μέλαιναν καρδίαν
ψυχρᾷ φλογί.
ὦ καλλιπρόσωπε,
χρυσεοβόστρυχε Γαλάτεια, χαριτόφωνε, κάλλος
ἐρώτων. 564f
Εὐρύαλε, γλαυκέων Χαρίτων θάλος,
ὁ καλλικόμων μελέδημα, σὲ μὲν Κύπρις
ἃ τ’ ἀγανοβλέφαρος Πειθὼ ῥοδέοισιν ἐν ἄνθεσι θρέψαν.
ἂν πιττοκοπούμενὸν τιν’ ἢ ξυρούμενον
ὁρᾷς, δυοῖν τούτων ἔχει τι θάτερον
ἢ γὰρ στρατεύειν ἐπινοεῖν μοι φαίνεται
καὶ πάντα τῷ πώγωνι δρᾶν ἐναντία,
ἢ πλουσιακὸν τούτῳ τι προσπίπτει κακόν,
τί γὰρ αἱ τρίχες λυποῦσιν ἡμᾶς, πρὸς θεῶν;
δι’ ἃς ἀνὴρ ἕκαστος ἡμῶν φαίνεται, 565c
εἰ μή τι ταύταις ἀντιπράττεσθ’ ὑπονοεῖς.
ἐν τῷ Λυκείῳ μετὰ σοφιστῶν, νὴ Δία,
λεπτῶν, ἀσίτων, σκυτίνων,
πρῶτον μὲν εἶδος ἄξιον τυραννίδος·
οὐ νέμεσις Τρῶας καὶ ἐυκνήμιδας Ἀχαιοὺς
τοιῇδ’ ἀμφὶ γυναικὶ πολὺν χρόνον ἄλγεα πάσχειν
αἰνῶς ἀθανάτῃσι θεῇς εἰς ὦπα ἔοικεν.
καλὸν δ’ οὕτω ἐγὼν οὔ πω ἴδον ὀφθαλμοῖσιν
οὐδ’ οὕτω γεραρόν· βασιλῆι δὲ ἀνδρὶ ἔοικεν.
κάλλεος εἵνεκα οἷο, ἵν’ ἀθανάτοισι μετείῃ.
567c Κόρινθον ἦλθον. ἡδέως ἐνταῦθά πως
λάχανόν τι τρώγων· Ὤκιμον διεφθάρην
κἀνταῦθα κατελήρησα τὴν ἐξωμίδα.
τῷ τρέφοντι συμφορά
εὐφραίνεται γὰρ κακὸν ἔχων οἴκοι μέγα.
ἀλλ’ ἔγωγ’ ὁ δυστυχὴς
Φρύνης ἐρασθεὶς ἡνίκ’ ἔτι τὴν κάππαριν
συνέλεγεν οὔπω τ’ εἶχεν ὅσαπερ νῦν ἔχει
πάμπολλ’ ἀναλίσκων ἐφ’ ἑκάστῳ τῆς θύρας
ἀπεκλειόμην.
περὶ δὲ τὸν πανάθλιον
εὕδουσι γρᾶες, Νάννιον, Πλαγγών, Λύκα, 567f
Γνάθαινα, Φρύνη, Πυθιονίκη, Μυρρίνη,
Χρυσίς, Κοναλίς, Ἱερόκλεια, Λοπάδιον.
τυφλὸς ὁ Πλοῦτος εἶναί μοι δοκεῖ, ·
ὅστις γε παρὰ ταύτην μὲν οὐκ εἰσέρχεται,
παρὰ δὲ Σινώπῃ καὶ Λύκᾳ καὶ Ναννίῳ
ἑτέραις τε τοιαύταισι παγίσι τοῦ βίου
ἔνδον κάθητ’ ἀπόπληκτος οὐδ’ ἐξέρχεται. 568a
πρῶτα μὲν γὰρ πρὸς τὸ κέρδος καὶ τὸ συλᾶν τοὺς
πέλας
πάντα τἄλλ’ αὐταῖς πάρεργα γίνεται, ῥάπτουσι δὲ
πᾶσιν ἐπιβουλάς. ἐπειδὰν δ’ εὐπορήσωσίν ποτε,
ἀνέλαβον καινὰς ἑταίρας, πρωτοπείρους τῆς τέχνης.
εὐθὺς ἀναπλάττουσι ταύτας, ὥστε μήτε τοὺς τρόπους
μήτε τὰς ὄψεις ὁμοίας διατελεῖν οὔσας ἔτι. 568b
τυγχάνει μικρά τις οὖσα· φελλὸς ἐν ταῖς βαυκίσιν
ἐγκεκάττυται. μακρά τις· διάβαθρον λεπτὸν φορεῖ
τήν τε κεφαλὴν ἐπὶ τὸν ὦμον καταβαλοῦσ’ ἐξέρχεται·
τοῦτο τοῦ μήκους ἀφεῖλεν. οὐκ ἔχει τις ἰσχία· ὑπενέδυσ᾽
ἐρραμμέν’ αὐτήν, ὥστε τὴν εὐπυγίαν
ἀναβοᾶν τοὺς εἰσιδόντας. κοιλίαν ἁδρὰν ἔχει·
στηθί’ ἔστ’ αὐταῖσι τούτων ὧν ἔχουσ’ οἱ κωμικοί·
ὀρθὰ προσθεῖσαι τοιαῦτα τοὐνδυτὸν τῆς κοιλίας 568c
ὡσπερεὶ κοντοῖσι τούτοις εἰς τὸ πρόσθ’ ἀπήγαγον.
τὰς ὀφρῦς πυρρὰς ἔχει τις· ζωγραφοῦσιν ἀσβόλῳ.
συμβέβηκ’ εἶναι μέλαιναν· κατέπλασε ψιμυθίῳ.
λευκόχρως λίαν τίς ἐστιν παιδέρωτ’ ἐντρίβεται.
καλὸν ἔχει τοῦ σώματός τι· τοῦτο γυμνὸν δείκνυται.
εὐφυεῖς ὀδόντας ἔσχεν ἐξ ἀνάγκης δεῖ γελᾶν,
ἵνα θεωρῶσ’ οἱ παρόντες τὸ στόμ’ ὡς κομψὸν φορεῖ. 568d
ἂν δὲ μὴ χαίρῃ γελῶσα, διατελεῖ τὴν ἡμέραν
ἔνδον, ὥσπερ τοῖς μαγείροις ἃ παράκειθ’ ἑκάστοτε,
ἡνίκ’ ἂν πωλῶσιν αἰγῶν κρανία, ξυλήφιον
μυρρίνης ἔχουσα λεπτὸν ὀρθὸν ἐν τοῖς χείλεσιν
ὥστε τῷ χρόνῳ σέσηρεν, ἄν τε βούλητ’ ἄν τε μή ,
ὄψεις διὰ τούτων σκευοποιοῦσι τῶν τεχνῶν.
γυμνὰς ἐφεξῆς ἐπὶ κέρως τεταγμένας,
ἐν λεπτοπήνοις ὕφεσιν ἑστώσας, οἵας
Ἠριδανὸς ἁγνοῖς ὕδασι κηπεύει κόρας·
παρ’ ὧν βεβαίως ἀσφαλῶς τ᾽· ἔξεστί σοι 568f
μικροῦ πρίασθαι κέρματος τὴν ἡδονήν.
ὅστις λέχη γὰρ σκότια νυμφεύει λάθρᾳ,
πῶς οὐχὶ πάντων ἐστὶν ἀθλιώτατος;
ἐξὸν θεωρήσαντι πρὸς τὸν ἥλιον
γυμνὰς ἐφεξῆς ἐπὶ κέρως τεταγμένας,
ἐν λεπτοπήνοις ὕφεσιν ἑστώσας, οἵας
Ἠριδανὸς ἁγνοῖς ὕδασι κηπεύει κόρας,
μικροῦ πρίασθαι κέρματος τὴν ἡδονήν, 569a
καὶ μὴ λαθραίαν Κύπριν, αἰσχίστην νόσων
πασῶν, διώκειν, ὕβρεος οὐ πόθου χάριν.
Ἑλλάδος ἔγωγε τῆς ταλαιπώρου στένω,
ἣ Κυδίαν ναύαρχον ἐξεπέμψατο.
δεινά, δεινὰ κοὐκ ἀνασχετὰ
ἐν τῇ πόλει πράττουσιν οἱ νεώτεροι, 569b
ὅπου γὰρ οὐσῶν μειράκων μάλ’ εὐπρεπῶν
ἐπὶ τοῖσι πορνείοισιν, ἃς ἔξεσθ’ ὁρᾶν
εἰληθερούσας, στέρν’ ἀπημφιεσμένας,
γυμνὰς ἐφεξῆς τ’ ἐπὶ κέρως τεταγμένας·
ὧν ἔστιν ἐκλεξάμενον ᾗ τις ἥδεται,
λεπτῇ, παχείᾳ, στρογγύλῃ, μακρᾷ, ῥικνῇ,
νέᾳ, παλαιᾷ, μεσοκόπῳ, πεπαιτέρᾳ,
μὴ κλίμακα· στησάμενον· εἰσβῆναι λάθρᾳ,
μηδὲ δι’ ὀπῆς κάτωθεν εἰσδῦναι στέγης 569c
μηδ’ ἐν ἀχύροισιν εἰσενεχθῆναι τέχνῃ.
αὐταὶ βιάζονται γὰρ εἰσέλκουσί τε
τοὺς μὲν γέροντας ὄντας ἐπικαλούμεναι
πατρίδια, τοὺς δ’ ἀπφάρια, τοὺς νεωτέρους,
καὶ τῶνδ’ ἑκάστην ἔστιν ἀδεῶς, εὐτελῶς,
μεθ’ ἡμέραν, πρὸς ἑσπέραν, πάντας τρόπους·
ἃς δ’ οὔτ’ ἰδεῖν ἔστ᾽, οὔθ’ ὁρῶντ’ ἰδεῖν σαφῶς,
αἰεὶ δὲ τετρεμαίνοντα καὶ φοβούμενον..,
δεδιότα, ἐν τῇ χειρὶ τὴν ψυχὴν ἔχοντα.
ἃς πῶς ποτ᾽, ὦ δέσποινα ποντία Κύπρι, 569d
βινεῖν δύνανται, τῶν Δρακοντείων νόμων
ὁπόταν ἀναμνησθῶσι προσκινούμενοι;
σὺ δ’ εἰς ἅπαντας εὗρες ἀνθρώπους νόμον·
σὲ γὰρ λέγουσιν τοῦτ’ ἰδεῖν πρῶτον, Σόλων,
569e δημοτικόν, ὦ Ζεῦ, πρᾶγμα καὶ σωτήριον ʽ
καί μοι λέγειν τοῦτ’ ἐστὶν ἁρμοστόν, Σόλων ʼ
, μεστὴν ὁρῶντα τὴν πόλιν νεωτέρων
τούτους τ’ ἔχοντας τὴν ἀναγκαίαν φύσιν
ἁμαρτάνοντάς τ’ εἰς ὃ μὴ προσῆκον ἦν,
στῆσαι πριάμενὸν τοι γυναῖκας κατὰ τόπους
κοινὰς ἅπασι καὶ κατεσκευασμένας. ·
ἑστᾶσι γυμναί, μὴ ᾽ ξαπατηθῇς· πάνθ’ ὅρα. 569f
οὐκ εὖ σεαυτοῦ τυγχάνεις ἔχων
ἔχεις λυποῦν τι. πως; ἀλλ’ ἡ θύρα ᾽ στ’ ἀνεῳγμένη.
εἷς ὀβολός· εἰσπήδησον· οὐκ ἔστ’ οὐδὲ εἷς
ἀκκισμὸς οὐδὲ λῆρος, οὐδ’ ὑφήρπασεν
ἀλλ’ εὐθὺς ὡς βούλει σὺ χὢν βούλει τρόπον,
ἐξῆλθες· οἰμώζειν λέγ᾽, ἀλλοτρία ᾽ στί σοι.
πόρνην δὲ Σιμαίθαν ἰόντες Μεγάραδε
νεανίαι κλέπτουσι μεθυσοκότταβοι
κᾆθ’ οἱ Μεγαρῆς ὀδύναις πεφυσιγγωμένοι
ἀντεξέκλεψαν Ἀσπασίας πόρνασδύο·
κἀκεῖθεν ἁρχὴ τοῦ πολέμου κατερράγη 570b
Ἕλλησι πᾶσιν ἐκ τριῶν λαικαστριῶν.
τὰς μὲν ἄλλας ἔστιν αὐλούσας ἰδεῖν
αὐλητρίδας πάσας Ἀπόλλωνος νόμον,
Διὸς νόμον
αὗται δὲ μόνον αὐλοῦσιν Ἱέρακος νόμον,
αὕτη δὲ Λαὶς ἀργός ἐστι καὶ πότις,
τὸ καθ’ ἡμέραν ὁρῶσα πίνειν κἀσθίειν
μόνον, πεπονθέναι δὲ ταὐτά μοι δοκεῖ 570c
τοῖς ἀετοῖς· οὗτοι γὰρ ὅταν ὦσιν νέοι
ἐκ τῶν ὀρῶν πρόβατ’ ἐσθίουσι καὶ λαγὼς
μετέωρ’ ἀναρπάζοντες ὑπὸ τῆς ἰσχύος·
ὅταν δὲ γηράσκωσιν ἤδη, τότε θεῶν
ἐπὶ τοὺς νεὼς ἵζουσι πεινῶντες κακῶς·
κἄπειτα τοῦτ’ εἶναι νομίζεται τέρας.
καὶ Λαῒς οὖν ὀρθῶς νομίζοιτ’ ἂν τέρας,
αὕτη γὰρ ὁπότ’ ἦν μὲν νεοττὸς καὶ νέα,
ὑπὸ τῶν στατήρων ἦν ἀπηγριωμένη,
εἶδες δ’ ἂν αὐτῆς Φαρνάβαζον θᾶττον ἂν 570d
ἐπεὶ δὲ δολιχὸν τοῖς ἔτεσιν ἤδη τρέχει
τὰς ἁρμονίας τε διαχαλᾷ τοῦ σώματος,
ἰδεῖν μὲν αὐτὴν ῥᾷόν ἐστιν ἢ πτύσαι·
ἐξέρχεταί τε πανταχόσ’ ἤδη πετομένη,
δέχεται δὲ καὶ στατῆρα καὶ τριώβολον,
προσίεται δὲ καὶ γέροντα καὶ νέον.
οὕτω δὲ τιθασὸς γέγονεν ὥστ᾽, ὦ φίλτατε,
τἀργύριον ἐκ τῆς χειρὸς ἤδη λαμβάνει.
τὴν ἐκ Κορίνθου Λαΐδ᾽ οἶσθα; β. πῶς γὰρ οὔ;
τὴν ἡμετέρειόν. α. ἦν ἐκείνῃ τις φίλη
Ἄντεια. β. καὶ τοῦθ’ ἡμέτερον ἦν παίγνιον.
α. νὴ τὸν Δί᾽, ἤνθει τότε Λαγίσκ᾽, ἤνθει τότε
καὶ Θεολύτη μάλ’ εὐπρόσωπος καὶ καλή,
ὑπέφαιν’ ἐσομένη δ’ Ὤκιμον λαμπρὸν πάνυ.
παῦσαι, γέρων ὢν, τοὺς τρόπους, οὐκ οἶσθ’ ὅτι
οὔκ ἐστιν ἥδιστον ἀποθανεῖν βινοῦνθ’ ἅμα,
ὥσπερ λέγουσιν ἀποθανεῖν Φορμίσιον;
ὅσον τὸ μεταξὺ μετὰ κορίσκης ἢ μετὰ
χαμαιτύπης τὴν νύκτα κοιμᾶσθαι. βαβαί,
ἡ στιφρότης, τὸ χρῶμα, πνεῦμα, δαίμονες,
τὸ μὴ σφόδρ’ εἶναι πάνθ’ ἕτοιμα, δεῖν δέ τι 571a
ἀγωνιᾶσαι καὶ ῥαπισθῆναί τε καὶ
πληγὰς λαβεῖν ἁπαλαῖσι χερσὶν ἡδύ γε
νὴ τὸν Δία τὸν μέγιστον.
ἔτι πολλὰ τοῦ Κυνούλκου θέλοντος λέγειν καὶ
οὐχ ὧδ’ ἐμόγησαν
ἐλπίδες ὥστ’ ἐχθρῶν συμμαχίαν καλέσαι,
ὡς σκαιὸς εἶ κἄγροικος αἰσχροεπῶν ἔα, 571b
ἐπ’ ἀριστέρ’ ἐν τῷ στόματι τὴν γλῶσσαν φορεῖς,
οὓς ἐδίδαξαν ἀριστερὰ γράμματα Μοῦσαι,
ὑμῖν ὀρχηστρίδας εἶπον ἑταίρας
ὡραίας πρότερον, νῦν δ’ οὐχ ὑμῖν ἀγορεύω
ἄρτι χνοαζούσας αὐλητρίδας, αἵ τε τάχιστα
ἀνδρῶν φορτηγῶν ὑπὸ γούνατα μισθοῦ ἔλυσαν, 571c
571d καλοῦσι γοῦν καὶ αἱ ἐλεύθεραι γυναῖκες ἔτι καὶ νῦν καὶ αἱ παρθένοι τὰς συνήθεις καὶ φίλας ἑταίρας, ὡς ἡ Σαπφώ·
τάδε νῦν ἑταίραις
ταῖς ἐμαῖσι τερπνὰ καλῶς ἀείσω.
Λατὼ καὶ Νιόβα μάλα μὲν φίλαι ἦσαν ἑταῖραι.
πεποιήκατ’ ἔργον οὐχ ἑταίρων γάρ,
φίλαι, μὰ Δί᾽ ἀλλ’ ἑταίρων ᾽ ταὐτὰ δ’ ὄντα γράμματα
τὴν προσαγόρευσιν οὐ σφόδρ’ εὔσχημον ποιεῖ.
ἔπειτὰ γ’ εἰσίοντ᾽, ἐὰν λυπούμενος
τύχῃ τις ἡμῶν, ἐκολάκευσεν ἡδέως·
ἐφίλησεν οὐχὶ συμπιέσασα τὸ στόμα
ὥσπερ πολέμιον, ἀλλὰ τοῖσι στρουθίοις 571f
χανοῦσ’ ὁμοίως, ἧσε, παρεμυθήσατο
ἐποίησὲ θ’ ἱλαρὸν εὐθέως τ’ ἀφεῖλε πᾶν
αὐτοῦ τὸ λυποῦν κἀπέδειξεν ἵλεων.
ὡς δ’ ἐδείπνει κοσμίως,
οὐχ ὥσπερ ἄλλαι τῶν πράσων ποιούμεναι
τολύπας ἔσαττον τὰς γνάθους καὶ τῶν κρεῶν 572a
ἀπέβρυκον αἰσχρῶς, ἀλλ’ ἑκάστου μικρὸν ἂν
ἀπεγεύεθ’ ὥσπερ παρθένος Μιλησία.
οὗτος δ’ ὃν λέγω
ἐν γειτόνων αὐτῷ κατοικούσης τινὸς
ἰδὼν ἑταίρας εἰς ἔρωτ’ ἀφίκετο,
ἀστῆς, ἐρήμου δ’ ἐπιτρόπου καὶ συγγενῶν,
ἦθός τι χρυσοῦν πρὸς ἀρετὴν κεκτημένης,
ὄντως ἑταίρας, αἱ μὲν ἄλλαι τοὔνομα
βλάπτουσι τοῖς τρόποις γὰρ ὄντως ὂν καλόν.
ἐὰν δέ τις μετρίως ἔχουσα χρημάτων
τοῖς δεομένοις τινων ὑπουργῇ πρὸς χάριν,
ἐκ τῆς ἑταιρίας ἑταίρα τοὔνομα
προσηγορεύθη. καὶ σὺ νῦν οὐχ ὡς λέγεις
πόρνης, ἑταίρας ᾽ εἰς ἔρωτα τυγχάνεις
ἐληλυθώς· ἆρ’ ὡς ἀληθῶς ἐστι γοῦν
ἁπλῆ τις; β. ἀστεία μὲν οὖν, νὴ τὸν Δία.
διὰ ταῦθ’ ὁ πόρνος οὗτος οὐδὲ τῶν πράσων
ἑκάστοτ’ ἐπεδείπνει μεθ’ ἡμῶν τοῦτο δ’ ἦν
ἵνα μή τι λυπήσειε τὸν ἐραστὴν φιλῶν.
ὅταν γὰρ ὢν νέος
ἀλλότριον εἰσελθὼν τις οἶκον διαλάθῃ
ἀσύμβολὸν τε χεῖρα προσβάλῃ βορᾷ,
διδόναι νόμιζ’ αὐτὸν σὺ τῆς νυκτὸς λόγον.
οὐκ ἐτὸς Ἑταίρας ἱερόν ἐστι πανταχοῦ,
ἀλλ’ οὐχὶ γαμετῆς οὐδαμοῦ τῆς Ἑλλάδος.
αἵδ’ ὑπὲρ Ἑλλήνων τε καὶ εὐθυμάχων πολιητᾶν
ἔσταθεν εὔχεσθαι Κύπριδι δαιμονίᾳ· 573e
οὐ γὰρ τοξοφόροισιν ἐμήσατο δῖ’ Ἀφροδίτα
Πέρσαις Ἑλλάνων ἀκρόπολιν προδόμεν.
ὦ Κύπρου δέσποινα, τεὸν δεῦτ’ ἐς ἄλσος
φορβάδων κορᾶν ἀγέλαν ἑκατόγγυιον 574a Ξενοφῶν τελέαις
ἐπήγαγ’ εὐχωλαῖς ἰανθείς.
πολύξεναι νεάνιδες ἀμφίπολοι
πειθοῦς ἐν ἀφνειῷ Κορίνθῳ,
αἵ τε τὰς χλωρᾶς λιβάνου ξανθὰ δάκρη
θυμιᾶτε, πολλάκι ματέρ’ Ἐρώτων οὐρανίαν πτάμεναι
νόημα ποττὰν Ἀφροδίταν·
ὑμῖν ἄνευθεν ἐπαγορίας ἔπορεν,
ὦ παῖδες, ἐρατειναῖς ἐν εὐναῖς
μαλθακᾶς ὥρας ἀπὸ καρπὸν δρέπεσθαι.
σὺν δὲ ἀνάγκᾳ πᾶν καλόν.
ἀλλὰ θαυμάζω τί με λεξοῦντι Ἰσθμοῦ
δεσπόται τοιάνδε μελίφρονος ἀρχὰν εὑρόμενον σκολιοῦ,
ξυνάορον ξυναῖς γυναιξί.
ἐδιδάξαμεν χρυσὸν καθαρᾷ, βασάνῳ.
Ἀφροδίσι᾽ ἦγε ταῖς ἑταίραις ἡ πόλις, 574c
ἕτερα δὲ χωρὶς ἐστι ταῖς ἐλευθέραις.
ταῖς ἡμέραις ταύταις δὲ κωμάζειν ἔθος
ἐστὶν νόμος τε τὰς ἑταίρας ἐνθάδε
μεθύειν μεθ’ ἡμῶν.
Ἀλκιβιάδην τὸν ἁβρόν, ὦ γῆ καὶ θεοί,
ὃν ἡ Λακεδαίμων μοιχὸν ἐπιθυμεῖ λαβεῖν,
Ἀβρότονον Θρήισσα γυνὴ γένος· ἀλλὰ τεκέσθαι
τὸν μέγαν Ἕλλησιν φασὶ Θεμιστοκλέα.
ὑπερβολῇ δὲ τῆς Λεαίνης σχῆμά τι
περαινομένης εὖ παρά τε τῷ Δημητρίῳ
εὐημερούσης, φασὶ καὶ τὴν Λάμιαν
τὸν βασιλέ’ εὐμελῶς κελητίσαι ποτὲ
ἐπαινεθῆναὶ θ᾽. ἡ δὲ τοῦτ’ ἀπεκρίθη·
ταῦτα καὶ Λέαιναν, εἰ βούλει, κράτει.
δημήτριός ποθ’ ὁ βασιλεὺς γένη μύρων
Λαμίᾳ παρὰ πότον παντοδαπῶν ἐπεδείκνυτο.
ἡ Λάμια δ’ ἦν αὐλητρὶσι ἧς σφόδρ’ ἡδέως
σχεῖν φασι κνησθῆναί τε τὸν Δημήτριον.
ἀποδοκιμαζούσης δὲ πάντα καὶ πάνυ
κατεγχλιδώσης τῷ βασιλεῖ , νάρδον τινὰ 577f
διένευσ’ ἐνεγκεῖν εὐχερῆ, τῇ χειρί τε
ταἰδοῖον ἀποτρίψας, θιγὼν τοῖς δακτύλοις
γε, Λάμια, φησίν, ὀσφράνθητι καὶ
εἴσει παρὰ τἄλλα διαφορὰν ὅσην ἔχει.
κείνη δὲ γελάσασ᾽
ὄζειν δοκεῖ μοι σαπρότατον πάντων πολύ.
Δημήτριος δ’ εἶπ᾽·
ἀπὸ βαλάνου τοῦτ’ ἐστί, Λάμια, βασιλικῆς.
ἴσως δ’ ἂν ἀπορήσαι τις εὐλόγως θ’ ἅμα
τῶν νῦν ἀκροατῶν εἴ τις Ἀττικὴ γυνὴ
προσηγορεύετ’ ἢ ἐνομίσθη Μανία.
αἰσχρὸν γὰρ ὄνομα Φρυγιακὸν γυναῖκ’ ἔχειν, 578c
καὶ ταῦθ’ ἑταίραν ἐκ μέσης τῆς Ἑλλάδος,
μὴ τὴν Ἀθηναίων τι κωλῦσαι πόλιν,
ὑφ’ ἧς ἅπαντές εἰσ’ ἐπηνωρθωμένοι.
τὸ μὲν οὖν ὑπάρχον εὐθέως ἐκ παιδίου
αὐτῇ Μέλιττ᾽ ἦν ὄνομα, τῷ μεγέθει μὲν ἦν
τῶν τότε γυναικῶν βραχύ τι καταδεεστέρα·
φωνῇ δ’ ὁμιλίᾳ τε κεχορηγημένη,
πάνυ τ’ εὐπρόσωπος οὖσα καὶ καταπληκτική,
πολλοὺς ἐραστὰς καὶ πολίτας καὶ ξένους 578d
ἔχουσ’ ὅπου περὶ τῆς γυναικός τις λόγος
γένοιτο, μανίαν τὴν Μέλιτταν ὡς καλὴν
ἔφασκον εἶναι, καὶ προσεξειργάζετο
αὐτὴ τὸ πλεῖον. ἡνίκα τις σκώψειε γάρ,
ῥημάτιον εὐθὺ τοῦτο
αὐτὴ θ’ ὅτ’ ἐπαινοίη τιν’ ἢ ψέγοι πάλιν,
ἐπ’ ἀμφοτέρων προσέκειτο μανία τῶν λόγων,
διὸ τῆς μανίας τὸ ῥῆμ’ ἐπεκτείνας δοκεῖ
καλέσαι τις αὐτὴν τῶν ἐραστῶν Μανίαν· 578e
μᾶλλον τὸ πάρεργον ἐπεκράτησ’ ἢ τοὔνομα.
ἐδόκει δὲ λιθιᾶν, ὡς ἔοιχ᾽, ἡ Μανία·
Γνάθαινα δ’ εἰς τὰ στρώμαθ’ ὅτι προίετο,
ἐνουθετήθη τοῦτό πως ὑπὸ Διφίλου.
μετὰ ταῦτα δ’ ἡ Γνάθαινα πρὸς τὴν Μανίαν
ἐλοιδορεῖτο καὶ λέγει
εἰ καὶ λίθον εἶχες;
ἔδωκ’ ἄν, ἵν’ εἶχες, φήσ᾽, ἀποψᾶσθαι, τάλαν.
ὅτι δ’ ἦν καὶ ἀστεία τις ἀποκρίνασθαι, τάδε 578f περὶ αὐτῆς ὁ Μάχων ἀναγράφει·
τῆς Μανίας ἤρα Λεοντίσκος ποτὲ
ὁ παγκρατιαστὴς καὶ συνεῖχ’ αὐτὴν μόνος
γαμετῆς τρόπον γυναικός, ὑπὸ δ’ Ἀντήνορος
μοιχευομένην αἰσθόμενος αὐτὴν ὕστερον
σφόδρ’ ἠγανάκτησ᾽. ἡ δὲ
ψυχή, μελέτω· μαθεῖν γὰρ αἰσθέσθαι θ’ ἅμα
Ὀλυμπιονικῶν νυκτὸς ἀθλητῶν δυεῖν
579a πληγὴν παρὰ πληγὴν τί δύναταί ποτ’ ἤθελον.
αἰτουμένην λέγουσι τὴν πυγήν ποτε
ὑπὸ τοῦ βασιλέως Μανίαν Δημητρίου
ἀνταξιῶσαι δωρεὰν καὐτόν τινα.
δόντος δ’ ἐπιστρέψασα μετὰ μικρὸν λέγει
, νῦν ἐκεῖν’ ἔξεστί σοι.
εἶναι δοκῶν αὐτόμολος ἄνθρωπος ξένος
καὶ παρεπιδημήσας Ἀθήνησίν ποτε
τὴν Μανίαν μετεπέμψαθ᾽, ὅσον ᾔτησε δούς.
εἰς τὸν πότον δ’ ἦν συμπαρειληφώς τινας
579b ἐκ τῆς πόλεως τῶν ἐπιγελᾶν εἰθισμένων
ἅπαντα τοῖς τρέφουσιν αἰεὶ πρὸς χάριν
βουλόμενος εἶναι γλαφυρὸς ἀστεῖός θ’ ἅμα,
τῆς Μανίας ἄριστα παιζούσης σφόδρα
ἀνισταμένης τε πολλάκις, εἰς δασύποδα
αὐτὴν ἐπικροῦσαι βουλόμενος
μειράκια, τί δοκεῖ τῶν ἀγρίων ὑμῖν ποτε
579c
ἐν τοῖς ὄρεσι τάχιστα θηρίον τρέχειν;
ἡ Μανία δ’
μετὰ ταῦτα δ’ ὡς εἰσῆλθε πάλιν ἡ Μανία,
τὸν αὐτόμολον ἔσκωπτε ῥίψασπίν τ’ ἔφη
αὐτὸν γεγονέναι προσβολῆς οὔσης ποτέ.
ὁ δὲ στρατιώτης ὑπό τι δὴ σκυθρωπάσας
ἀπεπέμψατ’ αὐτήν· διαλιποῦσα δ’ ἡμέραν
οὐ γὰρ σὺ φεύγων ἀπέβαλες τὴν ἀσπίδα, 579d
μὰ τὴν Ἀφροδίτην, ἀλλ’ ὁ σοὶ χρήσας τότε.
ἐν συμποσίῳ δ᾽, ὥς φασι, παρὰ τῇ Μανίᾳ
παρεδέξατ’ αὐτὴν τῶν πονηρῶν τις πάνυ.
κᾆθ’ ὡς ἐπηρώτησε
ἐλθοῦσ’ ἅμα βαλεῖν ἢ κάτω;
βέλτιστε, φησίν. ὑπό τι γὰρ δέδοικά σε
μή μου προπεσούσης· τοὐμπλόκιον ὑπεκτράγῃς.
παρὰ Γναθαίνῃ Δίφιλος πίνων ποτὲ
εἰς αὐτὸ γ’ αἰεὶ δραμάτων ἐμβάλλομεν.
πρὸς τὴν Γνάθαιναν Δίφιλος κληθείς ποτε
ἐπὶ δεῖπνον, ὡς λέγουσι, τοῖς Ἀφροδισίοις,
τιμώμενος μάλιστα τῶν ἐρωμένων (ἥσθε
δ’ ὑπ’ αὐτῆς ἐκτενῶς ἀγαπώμενοσ)
παρῆν ἔχων δύο Χῖα, Θάσια τέτταρα,
μύρον, στεφάνους, τραγήματ᾽, ἔριφον, ταινίας,
ὄψον, μάγειρον, τὰ μετὰ ταῦτ’ αὐλητρίδα. 579f
καὶ τῶν ἐραστῶν Συριακοῦ τινος ξένου
πέμψαντος αὐτῇ χιόνα σαπέρδην θ’ ἕνα,
ἔσκωπτεν εἰς Ἄδωνιν. ἀναγώγως δέ πως 580f
τοῦ μειρακίσκου καὶ τυραννικώτερον
αὐτῇ συναντήσαντος ἐμβλέψασα τῇ
θυγατρὶ μετ’ αὐτῆς συμπορευομένῃ λέγει·
δικαιότερον ἦν, ὦ τέκνον, νὴ τὼ θεώ
ἀναπαυόμενον μετὰ τῆς Γναθαίνης ἀξιοῦν
πρῷον γενόμενον, ὥστε τὴν πυγὴν ἅπαξ
αὐτῷ παρασχεῖν τὴν δὲ τοῦτ’ εἰπεῖν
ἔπειτα τὴν πυγήν με νῦν αἰτεῖς, ὅτε 581a
τὰς ὗς ἐπὶ νομὴν καιρός ἐστιν ἐξάγειν;
εἰς τὰς Ἀθήνας παρεπιδημήσας ξένος
σατράπης πάνυ γέρων, ὡς ἐνενήκοντ’ ὢν ἐτῶν,
Κρονίοις ἀπιοῦσαν εἶδε τὴν Γναθαίνιον
μετὰ τῆς Γναθαίνης ἐξ Ἀφροδισίου τινός,
τὸ τ’ εἶδος αὐτῆς τοὺς ῥυθμούς τε καταμαθὼν
ἐπυνθάνετο μίσθωμα πράσσεται πόσον 581b
τῆς νυκτός, ἡ Γνάθαινα δ’ εἰς τὴν πορφύραν
καὶ τὰ δόρατ’ ἀποβλέψασα δραχμὰς χιλίας
ἔταξεν. ὁ δ’ ἄφνω καιρίμην πληγεὶς
ζωγρεῖς, γύναι, φήσ᾽, ἕνεκα τοῦ στρατιωτικοῦ·
μνᾶς πραξαμένη δὲ πέντε τὰς σπονδὰς ποοῦ
καὶ στρῶσον ἡμῖν ἔνδον.
βουλόμενον εἶναι τὸν σατράπην ἀπεδέξατο, 581c
εἶπεν δέ·
εἰς νύκτ’ ἀποδώσεις τῷ θυγατρίῳ μου διπλοῦν.
ἐν ταῖς Ἀθήναις χαλκοτύπος σφόδρ’ εὐφυής,
καταλελυκυίας τῆς Γναθαινίου σχεδὸν
οὐκέτι θ’ ἑταιρεῖν ὑπομενούσης διὰ τό πως
τὸν Ἀνδρόνικον ἡδέως αὐτῆς ἔχειν
τὸν ὑποκριτὴν τότε δ’ ὄντος ἐν ἀποδημίᾳ, 581d
ἐξ οὗ γεγονὸς ἦν ἄρρεν αὐτῷ παιδίον,
οὐχ ὑπομένουσαν τὴν Γναθαίνιον λαβεῖν
μίσθωμα, λιπαρῶν δὲ καὶ προσκείμενος
πολὺ δαπανήσας ἔσχεν αὐτὴν χρυσίον.
ἀνάγωγος ὢν δὲ καὶ βάναυσος παντελῶς
ἐν σκυτοτομείῳ μετά τινων καθήμενος
κατεσχόλαζε τῆς Γναθαινίου λέγων,
ἑτέρῳ τρόπῳ μὲν συγγεγενῆσθαι μηδενί, ἑξῆς καθιππάσθαι δ’ ὑπ’ αὐτῆς πεντάκις. 581e
μετὰ ταῦτ’ ἀκούσας Ἀνδρόνικος τὸ γεγονὸς.
ἐκ τῆς Κορίνθου προσφάτως ἀφιγμένος
ὀργιζόμενος πικρῶς τε λοιδορούμενος
παρὰ τὸν πότον ταῦτ’ ἔλεγε τῇ Γναθαινίῳ,
αὐτὸν μὲν ἀξιοῦντα μὴ τετευχέναι
τούτου παρ’ αὐτῆς μηδέποτε τοῦ σχήματος,
ἐν τῷδε δ’ ἑτέρους ἐντρυφᾶν μαστιγίας.
ὃς οὐ δυνάμενος τότε παρελθεῖν ῥᾳδίως,
ἀλλὰ στενοχωρῶν εἶπεν
ὀνηλάτ᾽, εἰ μὴ θᾶττον ἐκστήσῃ ποτὲ
ἐκ τῆς ὁδοῦ, τὰ γύναια ταυτὶ καταβαλῶ
σὺν τοῖς ὀναρίοις, φησί, καὶ ταῖς ἀστράβαις.
Γναθαίνιον δ’ εἶπ᾽
οὐδέποτε γὰρ τοῦτ’ ἐστί σοι πεπραγμένον.
ἑξῆς δὲ καὶ ταῦτ’ ἀναγράφει·
Λαίδα λέγουσι τὴν Κορινθίαν ποτὲ
Εὐριπίδην ἰδοῦσαν ἐν κήπῳ τινὶ
πινακίδα καὶ γραφεῖον ἐξηρτημένον
ἔχοντ᾽·
τί βουλόμενος ἔγραψας ἐν τραγῳδίᾳ
αἰσχροποιέ
τὴν τόλμαν αὐτῆς
οὐκ αἰσχροποιός;
δ’ αἰσχρόν, εἰ μὴ τοῖσι χρωμένοις δοκεῖ;
ἡ Γλυκέριον λαβοῦσα παρ’ ἐραστοῦ τινος
Κορίνθιον παράπηχυ καινὸν λῄδιον
ἔδωκεν εἰς γναφεῖον· εἶτ’ ἐπεὶ τέλος
ἔδοξ’ ἔχειν, πέμψασα τὴν θεραπαινίδα
τὸ μισθάριον ἔχουσαν ἐκέλευ’ ἀποφέρειν 582e
θοἰμάτιον. ὁ γναφεὺς δ’ εἶπεν·
ταρτημόριά μοι, φησί, προσενέγκῃς τρία,
κόμισαι. τὸ κωλῦον γάρ ἐστι τοῦτό με.
ἡ δ’ ὡς ἀπήγγειλ᾽, ὦ τάλαιν᾽, εἶπεν, κακῶν
ἡ Γλυκέριον,
ἀποτηγανίζειν, φησί, μου τὸ λῄδιον.
εἰσῆλθεν ἐπὶ κώθωνα πρὸς τὸν βασιλέα
Πτολεμαῖον εἰώθει δὲ συμπίνειν αἰεὶ
αὐτῷ. λέγει δ’ οὖν ὑστεροῦσα παρὰ πολύ·
διψῶ, φησί, παππία, σφόδρα·
ἀλλ’ ἐγχεάτω μοι τέτταρας κοτύλας πιεῖν
εἰς τὴν μεγάλην.
εἰς τὴν λεκάνην μὲν οὖν δοκεῖς γάρ μοι πολύν,
Ἵππη, πάνυ χόρτον, φησί, καταβεβρωκέναι.
Φρύνην ἐπείρα Μοίριχος τὴν Θεσπικήν· 583c
κἄπειτεν αἰτήσασαν αὐτὸν μνᾶν μίαν
ὁ Μοίριχος
χρυσοῦς λαβοῦσα παρεγένου ξένῳ τινί;
βινητιάσω, καὶ τοσοῦτον λήψομαι.
Νικὼ λέγεται τὴν Αἶγα, Πύθωνός τινος
αὐτὴν ποτ’ ἀπολιπόντος, Εὔαρδιν δὲ τὴν
παχεῖαν ἀναλαβόντος, εἶτεν ὕστερον
μεταπεμπομένου ποθ᾽, ὡς ἔοικ᾽, αὐτήν, λέγειν
πρὸς τὸν μετιόντα παῖδα·
583d ἤδη διάμεστος τῶν ὑείων ἐγένετο,
ἐπ’ αἴγει’ οἷός ἐστιν ἀνακάμπτειν πάλιν.
γυνὴ τοι σώματος δι’ ἀργίαν 584b
ψυχῆς φρόνησιν ἐντὸς οὐκ ἀργὸν φορεῖ.
Μετάνειρα δὲ ἡ ἑταίρα, Δημοκλέους τοῦ παρασίτου Λαγυνίωνος ἐπίκλην καταπεσόντος ἔν τινι κονιάματι,
585b ἐμμελὴς δ’ ἦν πάνυ ἡ Γνάθαινα καὶ οὐκ ἀνάστειος ἀποφθέγξασθαι· ἥτις καὶ νόμον συσσιτικὸν συνέγραψεν, καθ’ ὃν δεῖ τοὺς ἐραστὰς ὡς αὐτὴν καὶ τὴν θυγατέρα εἰσιέναι, κατὰ ζῆλον τῶν τὰ τοιαῦτα συνταξαμένων φιλοσόφων. ἀνέγραψε δ’ αὐτὸν Καλλίμαχος ἐν τῷ τρίτῳ πίνακι τῶν Νόμων καὶ ἀρχὴν αὐτοῦ τήνδε παρέθετο·
καὶ μὴν ἀκούω μυριάδας τὸν Ἅρπαλον
αὐτοῖσι τῶν Ἀγῆνος οὐκ ἐλάττονας
σίτου παραπέμψαι καὶ πολίτην γεγονέναι.
β. Γλυκέρας ὁ σῖτος οὗτος ἦν· ἔσται δ’ ἴσως
αὐτοῖσιν ὀλέθρου κοὐχ ἑταίρας ἀρραβών. 586e
ἑωθινὸς γάρ, πρίν τιν’ αὐλιτῶν ὁρᾶν,
θαλλὸν χιμαίρᾳ προσφέρων νεοσπάδα
587b εἶδον στρατὸν στείχοντα παραλίαν ἄκραν.
Νάννιον δὲ μαίνεται
ἐπὶ τῷ Διονύσῳ,
οὐκ ἐπείρα Νάννιον;
ἔπειτα τῆς αὐτῆς ὁδοῦ
πρὸς Ἀερόπην ἐλθοῦσα πέμψαι στρώματα
αὐτὴν κέλευε, φησί, καὶ παρ’ ᾽ Ὠκίμου
χαλκώματα.
Χρυσίδα, Κορώνην, Ἀντίκυραν, Ἰσχάδα,
καὶ Ναννάριον ἔσχηκας ὡραίαν σφόδρα.
οὐχὶ Κερκώπη μὲν ἤδη γέγον’ ἔτη τρισχίλια,
ἡ δὲ Διοπείθους ἀηδὴς Τέλεσις ἕτερα μυρία;
Θεολύτην δ’ οὐδ’ οἶδεν οὐδεὶς ὅτε τὸ πρῶτον ἐγένετο.
οὐχὶ Λαὶς μὲν τελευτῶσ’ ἀπέθανεν βινουμένη,
Ἰσθμιὰς δὲ καὶ Νέαιρα κατασέσηπε καὶ Φίλα; 587f
Κοσσύφας δὲ καὶ Γαλήνας καὶ Κορώνας οὐ λέγω·
περὶ δὲ Ναίδος σιωπῶ· γομφίους γὰρ οὐκ ἔχει.
τοῦ μὴ ποτ’ αὐτὸν ἐμπεσεῖν εἰς Λαίδα
φερόμενον ἢ Μηκωνίδ᾽ ἢ Σισύμβριον
ἢ Βάραθρον ἢ Θάλλουσαν ἢ τούτων τινά,
ὧν ἐμπλέκουσι τοῖς λίνοις σ’ αἱ μαστροποί,
γραμμοδιδασκαλίδην, ὁ ἀναγωγότατον ζωόντων.
εἰσὶν δὲ πόθεν αἱ παῖδες αὗται καὶ τίνες;
β. νυνὶ μὲν ἥκουσιν Μεγαρόθεν, εἰσὶ δὲ
Κορίνθιαι· Λαῒς μὲν ἡδὶ Μεγακλέους.
τῆσδὲ ποθ’ ἡ μεγάλαυχος ἀνίκητός τε πρὸς ἀλκὴν
Ἑλλὰς ἐδουλώθη κάλλεος ἰσοθέου,
Λαίδος· ἣν ἐτέκνωσεν Ἔρως, θρέψεν δὲ Κόρινθος·
κεῖται δ’ ἐν κλεινοῖς Θετταλικοῖς πεδίοις.
Ἀρχεάνασσαν ἔχω τὴν ἐκ Κολοφῶνος ἑταίρην,
ἧς καὶ ἐπὶ ῥυτίδων πικρὸς ἔπεστιν ἔρως. 589d
ἆ δειλοὶ νεότητος ἀπαντήσαντες ἐκείνης
πρωτοπόρου, δι’ ὅσης ἤλθετε πυρκαιῆς.
ὥσπερ Σέλευκος δεῦρ’ ἔπεμψε τὴν τίγριν,
ἣν εἴδομεν ἡμεῖς, τῷ Σελεύκῳ πάλιν ἔδει
ἡμᾶς τι παρ’ ἡμῶν ἀντιπέμψαι θηρίον.
β. τρυγέρανον οὐ γὰρ γίγνεται τοῦτ’ αὐτόθι.
πρὸς ὃν ὁ Μυρτίλος ἔφη·
ἄνοιγ᾽, ἄνοιγε τὴν θύραν ἐλάνθανον
πάλαι περιπατῶν ἀνδριάς, ἀλέτων ὄνος,
ποτάμιος ἵππος, τοῖχος, ὁ Σελεύκου τίγρις.
Πραξιτέλης ὃν ἔπασχε διηκρίβωσεν Ἔρωτα,
ἐξ ἰδίης ἕλκων ἀρχέτυπον κραδίης,
Φρύνῃ μισθὸν ἐμεῖο διδοὺς ἐμέ. φίλτρα δὲ βάλλω
οὐκέτ’ ὀιστεύων, ἀλλ’ ἀτενιζόμενος.
Φρύνη ποθ’ ἡμῶν γέγονεν ἐπιφανεστάτη
πολὺ τῶν ἑταιρῶν, καὶ γὰρ εἰ νεωτέρα
τῶν τότε χρόνων εἶ, τὸν γ’ ἀγῶν’ ἀκήκοας.
βλάπτειν δοκοῦσα τοὺς βίους μείζους βλάβας 591f
τὴν ἡλιαίαν εἷλε περὶ τοῦ σώματος,
καὶ τῶν δικαστῶν καθ’ ἕνα δεξιουμένη
μετὰ δακρύων διέσωσε τὴν ψυχὴν μόλις.
κλῦθί μευ εὐχομένου, Κουροτρόφε· δὸς δὲ γυναῖκα
τήνδε νέων μὲν ἀναίνεσθαι φιλότητα καὶ εὐνήν,
ἡ δ’ ἐπιτερπέσθω πολιοκροτάφοισι γέρουσιν,
ὧν ἰσχὺς μὲν ἀπήμβλυνται, θυμὸς δὲ μενοινᾷ.
φίλη γὰρ ἡ Θεωρίς.
ἐρᾷ δὲ Λαὶς οὐ διὰ σὲ Φιλωνίδου;
καὶ τὴν Λαγίσκαν τὴν Ἰσοκράτους παλλακὴν
ἰδεῖν με συκάζουσαν εὐναίαν ἔτι,
τὸν τ’ αὐλοτρύπην αὐτὸν εἶθ’ ἥκειν ταχύ.
συκῆ πετραίη πολλὰς βόσκουσα κορώνας,
εὐήθης ξείνων δέκτρια Πασιφίλη.
βασίλισσ’ ἔσῃ Βαβυλῶνος, ἂν οὕτω τύχῃ·
τὴν Πυθιονίκην οἶσθα καὶ τὸν Ἅρπαλον. 595d
ἔστιν δ᾽, ὅπου μὲν ὁ κάλαμος πέφυχ’ ὅδε,
ὀχύρωμ’ ἄορνον. οὑξ ἀριστερᾶς δ’ ὅδε
πόρνης ὁ κλεινὸς ναός, ὃν δὴ Παλλίδης
τεύξας κατέγνω διὰ τὸ πρᾶγμ’ αὑτοῦ φυγήν.
ἐνταῦθα δὴ τῶν βαρβάρων τινὲς μάγοι
ὁρῶντες αὐτὸν παγκάκως διακείμενον
ἔπεισαν ὡς ἄξουσι τὴν ψυχὴν ἄνω 596a
τὴν Πυθιονίκης.
ἐκμαθεῖν δέ σου ποθῶ
μακρὰν ἀποικῶν κεῖθεν, Ἀτθίδα χθόνα
τίνες τύχαι κατέχουσιν ἢ πράττουσι τί.
α. ὅτε μὲν ἔφασκον δοῦλον ἐκτῆσθαι βίον,
ἱκανὸν ἐδείπνουν· νῦν δὲ τὸν χέδροπα μόνον
καὶ τὸν μάραθον ἔσθουσι, πυροὺς δ’ οὐ μάλα,
β. καὶ μὴν ἀκούω μυριάδας τὸν Ἅρπαλον 596b
αὐτοῖσι τῶν Ἀγῆνος οὐκ ἐλάσσονας
σίτου διαπέμψαι καὶ πολίτην γεγονέναι.
α. Γλυκέρας ὁ σῖτος οὗτος ἦν· ἔσται δ’ ἴσως
αὐτοῖσιν ὀλέθρου κοὐχ ἑταίρας ἀρραβών.
Δωρίχα, ὀστέα μὲν σ’ ἁπαλῆς κόσμησ’ ἀπόδεσμα χαίτης ἥ τε μύρων ἔκπνοος ἀμπεχόνη, 596d
ᾗ ποτε τὸν χαρίεντα περιστέλλουσα Χάραξον
σύγχρους ὀρθρινῶν ἥψαο κισσυβίων.
Σαπφῷαι δὲ μένουσι φίλης ἔτι καὶ μενέουσιν
ᾠδῆς αἱ λευκαὶ φθεγγόμεναι σελίδες,
οὔνομα σὸν μακαριστόν, ὃ Ναύκρατις ὧδε φυλάξει
ἔστ’ ἂν ἴῃ Νείλου ναῦς ἔφαλος τενάγη. καὶ Ἀρχεδίκη δ’ ἦν ἐκ τῆς Ναυκράτεως καὶ αὐτὴ ἑταίρα καλή. φιλεῖ γάρ πως ἡ Ναύκρατις, ὡς ὁ Ἡρόδοτός φησιν, ἐπαφροδίτους ἔχειν τὰς ἑταίρας. 596e
οἵην μὲν φίλος υἱὸς ἀνήγαγεν Οἰάγροιο
᾽ ᾽ Ἀγριόπην Θρῇσσαν στειλάμενος κιθάρην Ἁιδόθεν
ἔπλευσεν δὲ κακὸν καὶ ἀπειθέα χῶρον,
ἔνθα Χάρων κοινὴν ἕλκεται εἰς ἄκατον
ψυχὰς οἰχομένων, λίμνῃ δ’ ἐπὶ μακρὸν ἀυτεῖ
ῥεῦμα διὲκ μεγάλων ῥυομένῃ δονάκων. 597c
ἀλλ’ ἔτλη παρὰ κῦμα μονόζωστος κιθαρίζων
Ὀρφεύς, παντοίους δ’ ἐξανέπεισε θεούς·
κωκυτὸν τ’ ἀθέμιστον ὑπ’ ὀφρύσι μηνίσαντα
εἶδε, καὶ αἰνοτάτου βλέμμ’ ὑπέμεινε κυνός,
ἐν πυρὶ μὲν φωνὴν τεθοωμένου, ἐν πυρὶ δ’ ὄμμα
σκληρόν, τριστοίχοις δεῖμα φέρον κεφαλαῖς.
ἔνθεν ἀοιδιάων μεγάλους ἀνέπεισεν ἄνακτας
Ἀγριόπην μαλακοῦ πνεῦμα λαβεῖν βιότου.
Μουσαῖος, Χαρίτων ἤρανος, Ἀντιόπην·
εὐασμὸν κρυφίων ἐξεφόρει λογίων,
Δήμητρα, γνωστὴ δ’ ἐστὶ καὶ εἰν Ἀίδῃ.
Ἡσίοδον, πάσης ἤρανον ἱστορίης,
ἔνθεν ὃ γ’ Ἠοίην μνώμενος Ἀσκραικὴν 597e
ὑμνῶν, ἐκ πρώτης παιδὸς ἀνερχόμενος.
ἥδιστον πάντων δαίμονα μουσοπόλων,
ᾠδῇσιν πινυτῆς εἵνεκα Πηνελόπης·
πολλὸν ἀπ’ εὐρείης λειπόμενος πατρίδος·
καὶ Σπάρτην, ἰδίων ἁπτόμενος παθέων·
ἦχον καὶ μαλακοῦ πνεῦμ’ ἀπὸ πενταμέτρου,
κημωθεὶς κώμους εἶχε σὺν Ἑξαμύῃ.
ἐχθρόν, μισήσας οἷ’ ἀνέπεμψεν ἔπη.
πληγεὶς Πακτωλοῦ ῥεῦμ’ ἐπέβη ποταμοῦ 598b
κλαίων, αἰάζων δ’ ἦλθεν ἀποπρολιπὼν
ἱράς, ι ἐκ παντὸς παυσάμενος καμάτου.
Σαπφοῦς φορμίζων ἱμερόεντα πόθον,
Τήιον ἀλγύνων ἄνδρα πολυφραδίῃ.
στελλομένην πολλαῖς ἄμμιγα Λεσβιάσιν·
οἰνηρῇ δείρῃ κεκλιμένην πατρίδα,
πολλάκις Αἰολικοῦ κύματος ἀντιπέρας.
λείπουσ’ ἐν τραγικαῖς ᾖδε χοροστασίαις
καὶ πάντων μῖσος κτώμενον ι ἐκ συνοχῶν
τόξου νυκτερινὰς οὐκ ἀποθέσθ’ ὀδύνας·
αἰάζων, μέθεπεν δ’ Ἀρχέλεω ταμίην 598e
Ἀρριβίου στυγνῶν ἀντιάσαντι κυνῶν.
Βάκχου καὶ λωτοῦ πιστότατον ταμίην
Ὀρτυγίην ταύτης ἦλθε διὰ πτόλεως,
αὐτοῖς μηλείοις θήκαθ’ ὑπὸ προγόνοις.
Κῷοι χάλκειον στῆσαν ὑπὸ πλατάνῳ
ῥήματα καὶ πᾶσαν τρυόμενον λαλιήν.
ἀνθρώπων, σκοτιὴν μαιόμενοι σοφίην,
καὶ δεινὴ μύθων κῆδος ἔχουσ’ ἀρετή,
μαινόμενον, δεινὸν δ’ ἦλθον ὑφ’ ἡνίοχον.
Πυθαγόρην, ἑλίκων κομψὰ γεωμετρίης ι
βαιῇ ἐνὶ σφαίρῃ πάντ’ ἀπομασσόμενον.
ἀνθρώπων εἶναι Σωκράτη ἐν σοφίῃ
ψυχῆς κουφοτέρας ἐξεπόνησ’ ἀνίας,
εὗρε, λόγων πολλὰς εὑρόμενος διόδους.
δεινός, ὅτ’ Ἀπιδανῆς Λαίδος ἠράσατο
φεύγων, οὐδαμινόν τ’ ἐξεφόρησε βίον.
σφαίρῃ δεῦτέ με πορφυρέῃ
βάλλων χρυσοκόμης Ἔρως
νήνι ποικιλοσαμβάλῳ
συμπαίζειν προκαλεῖται,
ἡ δ᾽, ἐστὶν γὰρ ἀπ’ εὐκτίτου
Λέσβου, τὴν μὲν ἐμὴν κόμην,
λευκὴ γάρ, καταμέμφεται, 599d
πρὸς δ’ ἄλλην τινὰ χάσκει.
κεῖνον, ὦ χρυσόθρονε Μοῦσ᾽, ἔνισπες
ὕμνον, ἐκ τᾶς καλλιγύναικος ἐσθλᾶς
Τήιος χώρας ὃν ἄειδε τερπνῶς
πρέσβυς ἀγαυός.
τίς δ’ ἔστ’ ἀνάγκη δυστυχεῖν ἐν πλείοσιν,
ἐξὸν σιωπᾶν κἀν σκότῳ κρύπτειν τάδε;
τὴν Ἀφροδίτην οὐχ ὁρᾷς ὅση θεός;
ἣν οὐδ’ ἂν εἴποις οὐδὲ μετρήσειας ἂν
ὅση πέφυκε κἀφ’ ὅσον διέρχεται.
αὕτη τρέφει σὲ κἀμὲ καὶ πάντας βροτούς.
τεκμήριον δέ μὴ λόγῳ μόνον μάθῃς, 600a
ἔργῳ δὲ δείξω τὸ σθένος τὸ τῆς θεοῦ
ἐρᾷ μὲν ὄμβρου γαῖ᾽, ὅταν ξηρὸν πέδον
ἄκαρπον αὐχμῷ νοτίδος ἐνδεῶς ἔχῃ.
ἐρᾷ δ’ ὁ σεμνὸς οὐρανὸς πληρούμενος
ὄμβρου πεσεῖν εἰς γαῖαν Ἀφροδίτης ὕπο.
ὅταν δὲ συμμιχθῆτον ἐς ταὐτὸν δύο,
φύουσιν ἡμῖν πάντα καὶ τρέφουσ’ ἅμα,
δι’ ὧν βρότειον ζῇ τε καὶ θάλλει γένος.
ἐρᾷ μὲν ἁγνὸς οὐρανὸς τρῶσαι χθόνα,
ἔρως δὲ γαῖαν λαμβάνει γάμου τυχεῖν·
ὄμβρος δ’ ἀπ’ εὐνάοντος οὐρανοῦ πεσὼν
ἔκυσε γαῖαν· ἡ δὲ τίκτεται βροτοῖς
μήλων τε βοσκὰς καὶ βίον Δημήτριον
δενδρῶτις ὥρα δ’ ἐκ νοτίζοντος γάμου
ι- τέλειος ἐστί. τῶν δ’ ἐγὼ παραίτιος.
ὅσοι τε Πόντου τερμόνων τ’ Ἀτλαντικῶν
ναίουσιν εἴσω φῶς ὁρῶντες ἡλίου,
τοὺς μὲν σέβοντας τἀμὰ πρεσβεύω κράτη,
σφάλλω δ’ ὅσοι φρονοῦσιν εἰς ἡμᾶς μέγα.
ὅστις δ’ Ἔρωτα μὴ μέγαν κρίνει θεόν,
ἢ σκαιός ἐστιν ἢ καλῶν ἄπειρος ὢν
οὐκ οἶδε τὸν μέγιστον ἀνθρώποις θεόν.
τὸν δὲ γυναικείων μελέων πλέξαντα πότ’ ᾠδὰς
ἡδὺν Ἀνακρείοντα Τέως εἰς Ἑλλάδ᾽ ἀνῆγεν,
συμποσίων ἐρέθισμα, γυναικῶν ἠπερόπευμα, 600e
αὐλῶν ἀντίπαλον, φιλοβάρβιτον, ἡδύν, ἄλυπον.
οὒ ποτέ σου φιλότης γηράσεται οὐδὲ θανεῖται,
ἒς τ’ ἂν ὕδωρ οἴνῳ συμμιγνύμενον κυλίκεσσι
παῖς διαπομπεύῃ, προπόσεις ἐπὶ δεξιὰ νωμῶν,
παννυχίδας θ’ ἱερὰς θήλεις χοροὶ ἀμφιέπωσιν,
πλάστιγξ θ’ ἡ χαλκοῦ θυγάτηρ ἐπ’ ἄκραισι καθίζῃ
κοττάβου ὑψηλαῖς κορυφαῖς Βρομίου ψακάδεσσιν. 600f
ἔρως με δαὖτε Κύπριδος ἕκατι
γλυκὺς κατείβων καρδίαν ἰαίνει.
τοῦθ’ ἁδειᾶν Μουσᾶν ἔδειξε
δῶρον μάκαιρα παρθένων
ἁ ξανθὰ Μεγαλοστράτα.
ἦρι μὲν αἵ τε Κυδώνιαι
μαλίδες ἀρδόμεναι ῥόαι
τ’ ἐκ ποταμῶν ἵνα παρθένων
κᾶπος ἀκήρατος, αἵ τ’ οἰνανθίδες
αὐξόμεναι σκιεροῖσιν ὑφ’ ἕρνεσιν
οἰναρέοις θαλέθοισιν ἐμοὶ δ’ ἔρος
οὐδεμίαν κατάκοιτος ὥραν ἅθ’ ὑπὸ στεροπᾶς φλέγων 601c
Θρηίκιος βορέας, ἀίσσων παρὰ Κύπριδος ἀζαλέαις
μανίαισιν ἐρεμνὸς
ἀθαμβὴς ἐγκρατέως
πάϊθεν φυλάσσει
ἡμετέρας φρένας.
εἴη καὶ ἐρᾶν καὶ ἔρωτι. χαρίζεσθαι κατὰ καιρὸν
μὴ πρεσβυτέραν ἀριθμοῦ δίωκε, θυμέ, πρᾶξιν,
ὥρη ἐρᾶν, ὥρη δὲ γαμεῖν, ὥρη δὲ πεπαῦσθαι,
ἡνίκ᾽ ἐχρῆν δύνειν, νῦν ἄρχεται ἡδύνεσθαι.
χρῆν μὲν κατὰ καιρὸν ἐρώτων δρέπεσθαι, θυμέ,
σὺν ἁλικίᾳ·
τὰς δὲ Θεοξένου ἀκτῖνας ποτ’ ὄσσων μαρμαρυζοίσας δρακεὶς
ὃς μὴ πόθῳ κυμαίνεται, ἐξ ἀδάμαντος ἢ σιδάρου κεχάλκευται μέλαιναν καρδίαν
ψυχρᾷ φλογί, πρὸς δ’ Ἀφροδίτας ἀτιμασθεὶς ἑλικογλεφάρου
ἢ περὶ χρήμασι μοχθίζει βιαίως ἢ γυναικείῳ θράσει 601e
ψυχὰν φορεῖται πᾶσαν ὁδὸν θεραπεύων. ἀλλ’ ἐγὼ θεᾶς ἕκατι κηρὸς ὣς δαχθεὶς ἕλᾳ
ἱρᾶν μελισσᾶν τάκομαι, εὖτ’ ἂν ἴδω παίδων νεόγυιον ἐς ἥβαν.
ἐν δὲ ἄρα καὶ Τενέδῳ
πειθὼ τ’ ἔναιεν καὶ Χάρις υἱὸν ἀνᾶγ’
εὐδαίμων Χαρίτων καὶ Μελάνιππος ἔφυ,
θείας ἁγητῆρες ἐφαμερίοις φιλότατος.
μηρῶν ἱμείρων καὶ γλυκεροῦ στόματος.
σέβας δὲ μηρῶν ἁγνὸν οὐκ ἐπῃδέσω,
ὦ δυσχάριστε τῶν πυκνῶν φιλημάτων,
μηροῖς ὑπαίθων τὴν Διὸς τυραννίδα.
λάμπει δ’ ἐπὶ πορφυρέαις παρῇσι φῶς ἔρωτος.᾽
πορφυρέου ἀπὸ στόματος ἱεῖσα φωνὰν παρθένος,
ἥλιος ἦν, οὐ παῖς, Εὐριπίδη, ὅς με χλιαίνων
γυμνὸν ἐποίησεν· σοὶ δὲ φιλοῦνθ’ ἑτέραν
βορρᾶς ὡμίλησε. σὺ δ’ οὐ σοφός, ὃς τὸν Ἔρωτα
ἀλλοτρίαν σπείρων λωποδύτην ἀπάγεις.
τἀρωτίκ’ ἐκμεμάθηκα ταῦτα παντελῶς
Σαπφοῦς, Μελήτου, Κλεομένους, Λαμυνθίου.
γεγένηται δ᾽, ὡς λέγουσι, κἀν Σάμῳ
τοιοῦθ’ ἕτερον. λιθίνης ἐπεθύμησεν κόρης
ἄνθρωπος ἐγκατέκλεισὲ θ’ αὑτὸν τῷ νεῷ.
ἀλλ’ ἐν Σάμῳ μὲν τοῦ λιθίνου ζῴου ποτὲ
ἄνθρωπος ἠράσθη τις· εἶτ’ εἰς τὸν νεὼν
κατέκλεισεν αὑτόν.
ἔκειτο γὰρ ἡ μὲν λευκὸν εἰς σεληνόφως
φαίνουσα μαστὸν λελυμένης ἐπωμίδος,
τῆς δ’ αὖ χορεία· λαγόνα τὴν ἀριστερὰν
ἔλυσε· γυμνή δ’ αἰθέρος θεάμασιν
ζῶσαν γραφὴν ἔφαινε· χρῶμα δ᾽· ὄμμασι
λευκὸν μελαίνης ἔργον ἀντηύγει σκιᾶς.
ἄλλη δὲ ἐγύμνου καλλίχειρας ὠλένας,
ἄλλης προσαμπέχουσα θῆλυν αὐχένα·
ἡ δ’ ῥαγέντων χλανιδίων ὑπὸ πτύχας
608c ἔφαινε μηρόν, κἀξεπεσφραγίζετο
ὥρας γελώσης χωρὶς ἐλπίδων ἔρως.
ὑπνωμέναι δ’ ἔπιπτον ἑλενίων ἔπι,
ἴων τε μελανόφυλλα συγκλῶσαι πτερὰ
κρόκον θ᾽, ὃς ἡλιῶδες εἰς ὑφάσματα
πέπλων σκιᾶς εἴδωλον ἐξωμόργνυτο,
ἕρσῃ δὲ θαλερὸς ἐκτραφεὶς ἀμάρακος
λειμῶσι μαλακοὺς ἐξέτεινεν αὐχένας. 608d
καὶ σώματος μὲν ὄψιν ἀντηυγάζετο
στίλβουσα λευκῷ χρωτὶ καὶ διαπρεπής.
αἰδὼς δ’ ἐπερρύθμιζεν ἠπιώτατον
ἐρύθημα λαμπρῷ προστιθεῖσα χρώματι·
κόμαι δὲ κηροχρῶτος ὡς ἀγάλματος
αὐτοῖσι βοστρύχοισιν ἐκπεπλασμένου
ξουθοῖσιν ἀνέμοις ἐνετρύφων φορούμεναι.
ἀνθηροῦ τέκνα
ἔαρος πέριξ στρώσαντες.
ἔνθ’ αἱ μὲν αὐτῶν εἰς ἀπείρονα στρατὸν
ἀνθέων ἄλογχον ἐστράτευσαν, ἡδοναῖς
θηρώμεναι θάλλοντα λειμώνων τέκνα.
χορῶν ἐραστὴς κισσός, ἐνιαυτοῦ δὲ παῖς.
κόμαισιν ʽ Ὡρῶν ὄμματ’ εὐανθῆ ῥόδα
εἶχον, τιθήνημ’ ἔαρος ἐκπρεπέστατον. 608f
ῥόδ’ ὀξυφεγγῆ κρίνεσιν ἀργεννοῖς ὁμοῦ.
πολλὴν ὀπώραν Κύπριδος εἰσορᾶν παρῆν,
ἄκραισι περκάζουσαν οἰνάνθαις χρόνου.
ποικιλομήχαν’ Ἔρως, σοὶ τόνδ’ ἱδρύσατο βωμὸν
Χάρμος ἐπὶ σκιεροῖς τέρμασι γυμνασίου.
πουλυμαθημοσύνης, τῆς οὐ κενεώτερον οὐδέν,
ἐν δὲ πλατυσμὸς
πουλυμαθημοσύνης, τῆς οὐ κενεώτερον ἄλλο. 610c
τοῦτ’ ἔστιν Ἀκαδήμεια, τοῦτο Ξενοκράτης;
πόλλ’ ἀγαθὰ δοῖεν οἱ θεοὶ Δημητρίῳ
καὶ τοῖς νομοθέταις, διότι τοὺς τὰς τῶν λόγων,
ὥς φασι, δυνάμεις παραδιδόντας τοῖς νέοις
ἐς κόρακας ἐρρίφασιν ἐκ τῆς Ἀττικῆς.
οἴμοι, φιλοσοφεῖς, ἀλλὰ τούς γε φιλοσόφους 611a
ἐν τοῖς λόγοις φρονοῦντας εὑρίσκω μόνον,
ἐν τοῖσι δ’ ἔργοις ὄντας ἀνοήτους· ὁρῶ.
κᾆτα μυροπωλεῖν τί μαθόντ’ ἄνδρ’ ἐχρῆν καθήμενον
ὑψηλῶς ὑπὸ σκιαδείῳ, κατεσκευασμένον
συνέδριον τοῖς μειρακίοις ἐλλαλεῖν δι’ ἡμέρας;
αὐτίκ’ οὐδεὶς οὔτε μαγείραιναν εἶδε πώποτε 612b
οὔτε μὴν οὐδ’ ἰχθυοπώλαιναν.
τάδ’ οὐχ ὑπάρχων, ἀλλὰ τιμωρούμενος,
Deipnosophistae. Athenaeus. ed. Charles Burton Gulick. Medford, MA. 2010.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The National Endowment for the Humanities; Google Digital Humanities Awards Program.