πῶς καὶ δένδρεα μακρὰ καὶ εἰνάλιοι καμασῆνες,
τοὺς δὲ μέτα τριτάτην Ἑλένην τέκε, θαῦμα βροτοῖσι·
τήν ποτε καλλίκομος Νέμεσις φιλότητι μιγεῖσα
Ζηνὶ θεῶν βασιλῆι τέκεν κρατερῆς ὑπ’ ἀνάγκης,
φεῦγε γὰρ οὐδ’ ἔθελεν μιχθήμεναι ἐν φιλότητι 334d
πατρὶ Διὶ Κρονίωνι· ἐτείρετο γὰρ φρένας αἰδοῖ
καὶ νεμέσει· κατὰ γῆν δὲ καὶ ἀτρύγετον μέλαν ὕδωρ
φεῦγεν, Ζεὺς δ’ ἐδίωκε· λαβεῖν δ’ ἐλιλαίετο θυμῷ
ἄλλοτε μὲν κατὰ κῦμα πολυφλοίσβοιο θαλάσσης
ἰχθύι εἰδομένην, πόντον πολὺν ἐξοροθῦνον,
ἄλλοτ’ ἀν’ ᾽ Ὠκεανὸν ποταμὸν καὶ πείρατα γαίης,
ἄλλοτ’ ἀν’ ἤπειρον πολυβώλακα. γίγνετο δ’ αἰεὶ
θηρί’ ὅσ’ ἤπειρος αἰνὰ τρέφει, ὄφρα φύγοι νιν. 334e
μηδέποτ’ ἰχθύν, ὦ Δευκαλίων, μηδ’ ἢν αἰτῶ παραθῇς μοι.
ἔνθα δ’ ἀποβρίξαντες ἐμείναμεν ἠῶ δῖαν
ἐγὼ Φιλαινὶς ἡ ᾽ πίβωτος ἀνθρώποις
ἐνταῦθα γήρᾳ τῷ μακρῷ κεκοίμημαι.
μὴ μ᾽, ὦ μάταιε ναῦτα, τὴν ἄκραν κάμπτων
χλεύην τε ποιεῦ καὶ γέλωτα καὶ λάσθην·
οὐ γὰρ μὰ τὸν Ζεῦν, οὐ μὰ τοὺς κάτω κούρους, 335d
οὐκ ἦν ἐς ἄνδρας μάχλος οὐδὲ δημώδης·
Πολυκράτης δὲ τὴν γενῆν Ἀθηναῖος,
λόγων τι παιπάλημα καὶ κακὴ γλῶσσα,
ἔγραψεν ἅσσ’ ἔγραψ᾽; ἐγὼ γὰρ οὐκ οἶδα.
εὖ εἰδὼς ὅτι θνητὸς ἔφυς σὸν θυμὸν ἄεξε,
τερπόμενος θαλίῃσι θανόντι σοι οὔτις ὄνησις.
καὶ γὰρ ἐγὼ σποδός εἰμι, Νίνου μεγάλης βασιλεύσας·
κεῖν’ ἔχω ὅσσ’ ἔφαγον καὶ ἐφύβρισα καὶ σὺν ἔρωτι
τέρπν’ ἔπαθον τὰ δὲ πολλὰ καὶ ὄλβια πάντα λέλυνται.
ἥδε ὁ σοφὴ βιότοιο παραίνεσις. οὐδὲ ποτ’ αὐτῆς 336b
λήσομαι· ἐκτήσθω δ’ ὁ θέλων τὸν ἀπείρονα χρυσόν.
αἰεὶ δ’ ἡμῖν δαίς τε φίλη κίθαρίς τε χοροί τε
εἵματά τ’ ἐξημοιβὰ λόετρά τε θερμὰ καὶ εὐναί.
πᾶσιν δὲ θνητοῖς βούλομαι παραινέσαι
τοὐφήμερον ζῆν ἡδέως· ὁ γὰρ θανὼν
τὸ μηδέν ἐστι καὶ σκιὰ κατὰ χθονός.
μικροῦ δὲ βιότου ζῶντ’ ἐπαυρέσθαι χρεών, 336c
ὅστις, δὲ θνητὸς γενόμενος μὴ τῷ βίῳ
ζητεῖ τι τερπνὸν προσφέρειν, τὰ δ’ ἄλλ’ ἐᾷ,
μάταιός ἐστιν ἔν γ’ ἐμοὶ καὶ τοῖς σοφοῖς
κριταῖς ἅπασιν ἐκ θεῶν τε δυστυχής.
πῖνε, παῖζε· θνητὸς ὁ βίος, ὀλίγος οὑπὶ γῇ χρόνος·
ὁ θάνατος δ’ ἀθάνατὸς ἐστιν, ἂν ἅπαξ τις ἀποθάνῃ. 336d
πιέν, φαγὲν καὶ πάντα τᾷ ψυχᾷ δόμεν
κἠγὼ γὰρ ἕστακ’ ἀντὶ Βακχίδα λίθος.
τί ταῦτα ληρεῖς, φληναφῶν ἄνω κάτω
Λύκειον, Ἀκαδήμειαν, ᾽ Ὠἰδείου πύλας,
λήρους σοφιστῶν; οὐδὲ ἓν τούτων καλόν,
πίνωμεν, ἐμπίνωμεν, ὦ Σίκων, Σίκων, 336f
χαίρωμεν, ἕως ἔνεστι τὴν ψυχὴν τρέφειν.
τύρβαζε, Μάνη, γαστρὸς οὐδὲν ἥδιον.
αὕτη πατήρ σοι καὶ πάλιν μήτηρ μόνη.
ἀρεταὶ δὲ πρεσβεῖαί τε καὶ στρατηγίαι
κόμποι κενοὶ ψοφοῦσιν ἀντ’ ὀνειράτων.
ψύξει σε δαίμων τῷ πεπρωμένῳ· χρόνῳ
ἕξεις δ’ ὅσ’ ἂν φάγῃς τε καὶ πίῃς μόνα·
σποδὸς δὲ τἄλλα, Περικλέης, Κόδρος, Κίμων.
εὖ εἰδὼς ὅτι θνητὸς ἔφυς σὸν θυμὸν ἄεξε,
τερπόμενος μύθοισι φαγόντι σοι οὔτις ὄνησις.
καὶ γὰρ ἐγὼ ῥάκος εἰμί, φαγὼν ὡς πλεῖστα καὶ
ἡσθείς.
ταῦτ’ ἔχω ὅσσ’ ἔμαθον καὶ ἐφρόντισα καὶ μετὰ
τούτων
ἔσθλ’ ἔπαθον τὰ δὲ λοιπὰ καὶ ἡδέα πάντα λέλειπται.
πάντων μὲν πρώτιστα κακῶν ἐπιθυμίη ἐστί. 337b
ἢ κρῆ χελώνης χρὴ φαγεῖν ἢ μὴ φαγεῖν.
ἢ δεῖ χελώνης κρέα φαγεῖν ἢ μὴ φαγεῖν.
ὁ κρουματοποιὸς Δωρίων ποτ’ εἰς Μυλῶν
ἐλθὼν κατάλυσιν οὐδαμοῦ μισθωσίμην
δυνάμενος εὑρεῖν ἐν τεμένει καθίσας τινί,
ὃ πρὸ τῶν πυλῶν ἦν κατὰ τύχην ἱδρυμένον,
ἰδών τ’ ἐκεῖ θύοντα τὸν νεωκόρον, ᾽
πρὸς τῆς Ἀθηνᾶς καὶ θεῶν, τίνος, φράσον,
ἐστὶν ὁ νεώς, βέλτιστε, φησίν, οὑτοσί; ᾽
ὁ δ’ εἶπεν αὐτῷ ᾽ Ζηνοποσειδῶνος, ξένε.᾽
337d ὁ Δωρίων δὲ ʽ πῶς ἂν οὖν ἐνταῦθ’ ἔφη, ·
δύναιτο καταγωγεῖον ἐξευρεῖν τις, οὗ
καὶ τοὺς θεοὺς φάσκουσιν οἰκεῖν σύνδυο; ᾽
ἀνδρὶ μὲν αὐλητῆρι θεοὶ νόον οὐκ ἐνέφυσαν, 337f
ἀλλ’ ἅμα τῷ φυσῆν χὠ νόος ἐκπέταται.᾽
οὔκ, ἀλλὰ καὶ τῆς νυκτός ἐστι Δωρίων
ἔνδον παρ’ ἡμῖν λοπαδοφυσητής.
ὁ Ζεὺς μ’ ἐκάλεσε, Πέλοπὶ γ’ ἔρανον ἱστιῶν.
β. ἦ παμπόνηρον ὄψον, ὦ ᾽ τάν, ὁ γέρανος.
α. ἀλλ’ οὔτι γέρανον, ἀλλ’ ἔρανόν γά τοι λέγω.
πρότερον μὲν εἰ πνεύσειε βορρᾶς ἢ νότος
ἐν τῇ θαλάττῃ λαμπρός, ἰχθῦς οὐκ ἐνῆν 338e
οὐδενὶ φαγεῖν. νυνὶ δὲ πρὸς τοῖς πνεύμασι
τούτοις Φάυλλος προσγέγονε χειμὼν τρίτος.
ἐπὰν γὰρ ἐκνεφίας καταιγίσας τύχῃ
ἐς τὴν ἀγοράν, τοὔψον πριάμενος οἴχεται
φέρων ἅπαν τὸ ληφθὲν ὥστε γίγνεται
ἐν τοῖς λαχάνοις τὸ λοιπὸν ἡμῖν ἡ μάχη.
τὰς σηπίας δὸς πρῶτον. Ἡράκλεις ἄναξ,
ἅπαντα τεθολώκασιν. οὐ βαλεῖς πάλιν
εἰς τὴν θάλατταν καὶ πλυνεῖς; μὴ φῶσὶ σου,
338f Δωριάς, ἀλούτους σηπίας· εἰληφέναι.
τὸν κάραβον δὲ τόνδε πρὸς τὰς μαινίδας
ἀπόθες· παχύς γε νὴ Δί᾽. ὦ Ζεῦ, τίς ποτε,
ὦ Καλλιμέδων, σὲ κατέδετ’ ἄρτι τῶν φίλων;
οὐδεὶς ὃς ἂν μὴ κατατιθῇ τὰς συμβολάς.
ὑμᾶς δ’ ἔταξα δεῦρο πρὸς τὰ δεξιά,
τρίγλας, ἔδεσμα τοῦ καλοῦ Καλλισθένους·
κατεσθίει γοῦν ἐπὶ μιᾷ τὴν οὐσίαν. 339a
καὶ τὸν Σινώπης γόγγρον ἤδη παχυτέρας
ἔχοντ’ ἀκάνθας τουτονὶ τίς λήψεται
πρῶτος προσελθών; Μισγόλας γὰρ οὐ πάνυ
τούτων ἐδεστής. ἀλλὰ κίθαρος οὑτοσί,
ὃν ἂν ἴδῃ τὰς χεῖρας οὐκ ἀφέξεται.
καὶ μὴν ἀληθῶς τοῖς κιθαρῳδοῖς ὡς σφόδρα
ἅπασιν οὗτος ἐπιπεφυκὼς λανθάνει,
ἀνδρῶν δ’ ἄριστον Κωβιὸν πηδῶντ’ ἔτι
πρὸς Πυθιονίκην τὴν καλὴν πέμψαι με δεῖ· 339b
ἁδρὸς γάρ ἐστιν. ἀλλ’ ὅμως οὐ γεύσεται·
ἐπὶ τὸ τάριχός ἐστιν ὡρμηκυῖα γάρ.
ἀφύας δὲ λεπτὰς τάσδε καὶ τὴν τρυγόνα
χωρὶς Θεανοῖ δεῦρ’ ἔθηκ’ ἀντιρρόπους.
ὁ Μισγόλας οὐ προσιέναι σοι φαίνεται
ἀνθοῦσι τοῖς νέοισιν ἠρεθισμένος.
ὦ μῆτερ, ἱκετεύω σε, μὴ ᾽ πίσειέ μοι
τὸν Μισγόλαν οὐ γὰρ κιθαρῳδός εἰμ’ ἐγώ.
ἡ Πυθιονίκη δ’ ἀσμένως σε δέξεται
καὶ σοῦ κατέδεται τυχὸν ἴσως ἃ νῦν ἔχεις
λαβὼν παρ’ ἡμῶν δῶρ’ ἄπληστός ἐστι γάρ. 339e
ὅμως δὲ δοῦναί σοι κέλευσον σαργάνας
αὐτὴν ταρίχους εὐπόρως γὰρ τυγχάνει
ἔχουσα καὶ σύνεστι σαπέρδαις δυσὶν
καὶ ταῦτ’ ἀνάλτοις καὶ πλατυρρύγχοις τισί.
εἶθ’ ὁ Καλλιμέδων ἄφνω
ὁ Κάραβος προσῆλθεν. ἐμβλέπων δέ μοι,
ὡς γοῦν ἐδόκει, πρὸς ἕτερον ἄνθρωπόν τινα
ἐλάλει. συνιεὶς δ’ οὐδὲν εἰκότως ἐγὼ
ὧν ἔλεγεν ἐπένευον διακενῆς· τῷ δ’ ἄρα 340a
βλέπουσι χωρὶς καὶ δοκοῦσιν αἱ κόραι.
Φαρμακοπώλῃ·
τῷ Καλλιμέδοντι γὰρ θεραπεύω τὰς κόρας
ἤδη τετάρτην ἡμέραν. β. ἦσαν κόραι
θυγατέρες αὐτῷ; α. τὰς μὲν οὖν τῶν ὀμμάτων,
ἃς οὐδ’ ὁ Μελάμπους, ὃς μόνος τὰς Προιτίδας 340b
ἔπαυσε μαινομένας, καταστήσειεν ἄν.
ἀγορανομήσεις, ἂν θεοὶ θέλωσι, σύ,
ἵνα Καλλιμέδοντ᾽ εἰς τοὔψον, εἰ φιλεῖς ἐμέ,
παύσῃς καταιγίζοντα δὶς τῆς ἡμέρας.
β. ἔργον τυράννων, οὐκ ἀγορανόμων λέγεις.
μάχιμος γὰρ ἁνήρ, χρήσιμος δὲ τῇ πόλει. 340c
εἴ τινας μᾶλλον φιλῶ
ξένους ἑτέρους ὑμῶν, γενοίμην ἔγχελυς,
ἵνα Καλλιμέδων ὁ Κάραβος πρίαιτό με.
καὶ Καλλιμέδων μετ’ Ὀρφέως ὁ Κάραβος.
ἧττόν τ’ ἀποσταίην ἂν ὧν προειλόμην
ἢ Καλλιμέδων γλαύκου προοῖτ᾽.ἂν κρανίον. 340d
ἕτεροι δὲ θεοῖσι συμπεπλεγμένοι
μετὰ Καράβου σύνεισιν, ὃς μόνος βροτῶν
δύναται καταπιεῖν ἐκ ζεόντων λοπαδίων
ἅθρους τεμαχίτας, ὥστ’ ἐνεῖναι μηδὲ ἕν.
πᾶς δὲ φιλοτίμως πρὸς αὐτὸν τῶν νεανίσκων
ἔχει ἐγχέλειον, παρατέθεικε τῷ πατρί. 340e
‘τευθὶς ἦν χρηστή, πατρίδιον·’ ‘πῶς ἔχεις πρὸς κάραβον;’
‘ψυχρός ἐστιν, ἄπαγε,’ φησί· ‘ῥητόρων οὐ γεύομαι.’
Ἀγύρριος δὲ παρατεθέντος καράβου
ὡς εἶδεν αὐτὸν
εἴπας — τί ἐποίει; τὸν πατέρα κατήσθιεν.
ὑπερβολῇ λέγουσι τὸν Φιλόξενον
τῶν διθυράμβων τὸν ποιητὴν γεγονέναι 341b
ὀψοφάγον. εἶτα πουλύποδα πηχῶν δυεῖν
ἐν ταῖς Συρακούσαις ποτ’ αὐτὸν ἀγοράσαι
καὶ σκευάσαντα καταφαγεῖν ὅλον σχεδὸν
πλὴν τῆς κεφαλῆς. ἁλόντα δ’ ὑπὸ δυσπεψίας
κακῶς σφόδρα σχεῖν, εἶτα δ’ ἰατροῦ τινος
πρὸς αὐτὸν εἰσελθόντος, ὃς φαύλως πάνυ
ὁρῶν φερόμενον αὐτὸν εἶπεν
ἀνοικονόμητόν ἐστι διατίθου ταχύ,
Φιλόξεν· ἀποθανῇ γὰρ ὥρας ἑβδόμης,
341c κἀκεῖνος εἶπε· ᾽ τέλος ἔχει τὰ πάντα μοι,
ἰατρέ φησί, ᾽ καὶ δεδιῴκηται πάλαι·
τοὺς διθυράμβους σὺν θεοῖς καταλιμπάνω
ἠνδρωμένους καὶ πάντας ἐστεφανωμένους·
οὓς ἀνατίθημι ταῖς ἐμαυτοῦ συντρόφοις
Μούσαις Ἀφροδίτην καὶ Διόνυσον ἐπιτρόπους.
ταῦθ’ αἱ διαθῆκαι διασαφοῦσιν. ἀλλ’ ἐπεὶ
ὁ Τιμοθέου Χάρων σχολάζειν οὐκ ἐᾷ
οὑκ τῆς Νιόβης, χωρεῖν δὲ πορθμίδὲ ἀναβοᾷ,
341d καλεῖ δέ μοῖρα νύχιος, ἧς κλύειν χρεών,
ἵν’ ἔχων ἀποτρέχω πάντα τἀμαυτοῦ κάτω,
τοῦ πουλύποδὸς μοι τὸ κατάλοιπον ἀπόδοτε.᾽
φιλόξενός ποθ᾽, ὡς λέγουσ᾽, ὁ Κυθήριος
ηὔξατο τριῶν σχεῖν τὸν λάρυγγα πήχεων, ᾽
ὅπως καταπίνω φησίν, ὅτι πλεῖστον χρόνον
καὶ πάνθ’ ἅμα μοι τὰ βρώμαθ’ ἡδονὴν ποῇ.᾽
δισσαῖς γὰρ ἐν μέσαισιν ἰχθύων φοραῖς
ἧσται, τὸν Αἴτνης ἐς μέσον λεύσσων σκοπόν.
α. Δημοσθένης τάλαντα πεντήκοντ’ ἔχει,
β. μακάριος, εἴπερ μεταδίδωσι μηδενί.
α. καὶ Μοιροκλῆς εἴληφε χρυσίον πολύ.
β. ἀνόητος ὁ διδούς, εὐτυχὴς δ’ ὁ λαμβάνων,
α. εἴληφε καὶ Δήμων τι καὶ Καλλισθένης.
β. πένητες ἦσαν, ὥστε συγγνώμην ἔχω.
α. ὅ τ’ ἐν λόγοισι δεινὸς Ὑπερείδης ἔχει. 342a
β. τοὺς ἰχθυοπώλας οὗτος ἡμῶν πλουτιεῖ· ᾽
ὀψοφάγος γάρ, ὥστε τοὺς λάρους εἶναι Σύρους.
τόν τ’ ἰχθυόρρουν ποταμὸν Ὑπερείδην περᾷς,
ὃς ἠπίαις φωναῖσιν, ἔμφρονος λόγου
κόμποις παφλάζων, ὑπτίοις πυκνώμασι
πρὸς πᾶν ἀπαντῶν κλῇθρ’ ὅταν λύσας ἔχῃ,
μισθωτὸς ἄρδει πεδία τοῦ δεδωκότος.
ἄλλον δ’ ἰχθὺν
μεγέθει πίσυνόν τινα τοῖσδε τόποις
ἥκει κομίσας
Γλαῦκός τις ἐν πόντῳ γ’ ἁλούς,
ὁ σῖτον ὀψοφάγων,
καὶ λίχνων ἀνδρῶν ἀγάπημα φέρων κατ’ ὤμων.
τίνα τῷδ’ ἐνέπω τὴν σκευασίαν;
πότερον χλωρῷ τρίμματι βρέξας
ἢ τῆς ἀγρίας
ἅλμης πάσμασι σῶμα λιπάνας
πυρὶ παμφλέκτῳ παραδώσω;
ἔφα τις, ὡς ἐν ἅλμῃ
θερμῇ τοῦτο φάγοι γ’ ἑφθὸν ἀνὴρ 342c
Μοσχίων φίλαυλος.
βοᾷ δ’ ὄνειδος ᾽ἴδιον, ὦ Καλλία.
ἦ σὺ μὲν ἀμφί τε σῦκα καὶ ἀμφὶ ταρίχι’ ἀγάλλῃ,
τοῦ δ’ ἐν ἅλμῃ παρατεθέντος
οὐ γεύῃ χαρίεντος ὄψου,
ὀφθαλμὸν ὤρυττέν τις ὥσπερ ἰχθύος
μάτων προσελθών.
τοῦ κεστρέως κατεδήδοκεν τὸ κρανίον
ἀναρπάσας Μάτων ἐγὼ δ’ ἀπόλλυμαι.
εὔθυνος δ’ ἔχων
σανδάλια καὶ σφραγῖδα καὶ μεμυρισμένος
ἐλογίζετ’ ὄψων πραγμάτιον οὐκ οἶδὲ ὅ τι· 342f
Φοινικίδης δὲ Ταυρέας θ’ ὁ φίλτατος,
ἄνδρες πάλαι ὀψοφάγοι τοιοῦτοί τινες
οἷοι καταβροχθίζειν ἐν ἀγορᾷ τὰ τεμάχη,
ὁρῶντες ἐξέθνῃσκον ἐπὶ τῷ πράγματι
ἔφερόν τε δεινῶς τὴν ἀνοψίαν πάνυ.
κύκλους δὲ συναγείροντες ἔλεγον τοιάδε, ·
ὡς οὐ βιωτόν ἐστιν οὐδ’ ἀνασχετὸν
τῆς μὲν θαλάττης ἀντιποιεῖσθαί τινας 343a
ὑμῶν ἀναλίσκειν τε πολλὰ χρήματα,
ὄψου δὲ μηδὲν ἐνθάδ’ εἰσπλεῖν μηδὲ γρῦ.
τί οὖν ὄφελος τῶν νησιάρχων; ἔστι δὴ
νόμῳ κατακλεῖσαι τοῦτο, παραπομπὴν ποιεῖν
τῶν ἰχθύων, νυνδὶ Μάτων συνήρπακεν
τοὺς ἁλιέας, καὶ δὴ Διογείτων νὴ Δία
ἅπαντας ἀναπέπεικεν ὡς αὑτὸν φέρειν,
κοὐ δημοτικόν γε τοῦτο δρᾷ τοσαῦτα φλῶν.
γάμοι δ’ ἐκείνοις καὶ πότοι νεανικοὶ
ἦσαν 343b
Φοινικίδης δ’ ὡς εἶδεν ἐν πλήθει νέων
μεστὴν ζέουσαν λοπάδα Νηρείων τέκνων,
ἐπίσχετ’ ὀργῇ χεῖρας ἠρεθισμένας· ·
τίς φησιν εἶναι δεινὸς ἐκ κοινοῦ φαγεῖν;
τίς ἐκ μέσου τὰ θερμὰ δεινὸς ἁρπάσαι;
ποῦ Κόρυδος ἢ Φυρόμαχος ἢ Νείλου βία;
ἴτω πρὸς ἡμᾶς, καὶ τάχ’ ἂν οὐδὲν μεταλάβοι. 343c
ὁ μὲν Μενέλαος ἐπολέμησ’ ἔτη δέκα
τοῖς Τρωσὶ διὰ γυναῖκα τὴν ὄψιν καλήν,
Φοινικίδης δὲ Ταυρέᾳ δι’ ἔγχελυν. 343e
μή με Λεοντῆος τραγικοῦ κιναρηφάγου ηχος
λεύσσων Ὑψιπύλης ἐς κακὸν ἦτορ ὅρα.
ἤμην γάρ ποτ’ ἐγὼ Βάκχῳ φίλος, οὐδὲ τιν’ ὧδε
γῆρυν χρυσολόβοις οὔασιν ἠγάσατο.
νῦν δέ με χυτρόποδες, κέραμοι καὶ ξηρὰ τάγηνα 344a
χήρωσαν φωνῆς, γαστρὶ χαριζόμενον.
τὰ δ᾽ ἀντιτείνοντ’ αὐτόπρεμν’ ἀπόλλυται,
Ἰνὼ δὲ τἀπὶ θάτερ’ ἐξειργάζετο.
εἰ δ’ ἦν τὸ γένος τῶν ἀνθρώπων τῶν νῦν τοιόνδε
μάχεσθαι,
καὶ βατὶς αὐτῶν ἡγεῖτ᾽ ὀπτὴ μεγάλη καὶ πλευρὸν
ὕειον,
τοὺς μὲν ἄρ’ ἄλλους οἰκουρεῖν χρῆν, πέμπειν δὲ
Νόθιππον ἑκόντα.
εἷς γὰρ μόνος ὢν κατεβρόχθισεν ἂν τὴν Πελοπόννησον ἅπασαν.
α. ὁδὶ μὲν Ἀναγυράσιος Ὀρφώς ἐστί σοι,
β. οἶδ᾽, ᾧ φίλος Μυννίσκος ἔσθ’ ὁ Χαλκιδεύς.
α. καλῶς λέγεις.
Λάμπωνα, τὸν οὐ βροτῶν
ψῆφος δύναται φλεγυρὰ δείπνου φίλων ἀπείργειν,
νῦν δ’ αὖθις ἐρυγγάνει. 344f
βρύκει γὰρ ἅπαν τὸ παρόν, τρίγλης δὲ κᾂν μάχοιτο.
Φαίδων δὲ φύσκι’ ἐνείκαι
χορδὰς θ’ ὁ ψάλτης· ἐστὶ γὰρ ὀψοφάγος.
ἑφθὸς ὁ κάλλιχθυς· νῦν ἔμβαλε τὴν βαλανάγραν, 345a
ἔλθῃ μὴ Πρωτεὺς Ἆγις ὁ τῶν λοπάδων·
γίνεθ’ ὕδωρ καὶ πῦρ καὶ ὃ βούλεται, ἀλλ’ ἀπόκλειε
ἥξει γὰρ τοιαῦτα μεταπλασθεὶς τυχὸν ὡς Ζεὺς
χρυσορόης ἐπὶ τήνδ’ Ἀκρισίου λοπάδα.
ὀψοφάγει, Κλειοῖ· καταμύομεν· ἢν δὲ θελήσῃς, 345b
ἔσθε μόνη. δραχμῆς ἐστιν ὁ γόγγρος ἅπας.
θὲς μόνον ἢ ζώνην ἢ ἐνώτιον ἤ τι τοιοῦτον
σύσσημον. τὸ δ’ ὁρᾶν μαινομένου λέγομεν.
ἡμετέρη σὺ Μέδουσα· λιθούμεθα πάντες ἀπλάτου
οὐ Γοργοῦς, γόγγρου δ’ οἱ μέλεοι λοπάδι.
οὐδ’ ὀψοφαγεῖν οὐδὲ κιχλίζειν.
οὐδ᾽ ὀψοφάγος οὐδ’ ἀδολέσχης.
ὀψοφάγος εἰμί. τοῦτο δ’ ἐστὶ τῆς τέχνης 346a
θεμέλιος ἡμῖν· προσπεπονθέναι τι δεῖ
τὸν μὴ τὰ παραδοθέντα· λυμανούμενον.
ὁ πεφροντικὼς αὑτοῦ γάρ οὐκ ἔσται κακός,
ἔπειτ’ ἐπὰν ᾖ καθαρὰ τᾀσθητήρια,
οὐκ ἂν διαμάρτοις. ἕψε καὶ γεύου πυκνά,
ἅλας οὐκ ἔχει· προσένεγκ᾽. ἔτ’ ἐπιδεῖταί τινος
ἑτέρου· πάλιν γεύου σὺ μέχρι ἂν ἡδὺς ᾖ·
ὥσπερ λύραν ἐπίτειν’ ἕως ἂν ἁρμόσῃ.
εἶθ’ ὁπόταν ἤδη πάντα συμφωνεῖν δοκῇ
εἴσαγε τὸ διὰ πασῶν, 346b νικολαίδας μυκόνιος
τούτῳ δ’ ὁπόταν ναέται χώρας
ἰχθὺν τιν’ ἕλωσ’ οὐχ ἡμέριον,
τῆς περικλύστου δ’ ἁλίας Κρήτης
μείζω μεγέθει, λοπὰς ἐστ’ αὐτῷ
δυνατὴ τούτους χωρεῖν ἑκατόν. 347a
καὶ περιοίκους εἶναι ταύτῃ
Σινδούς, Λυκίους, Μυγδονιώτας,
Κραναούς, Παφίους. τούτους δ’ ὕλην
κόπτειν, ὁπόταν βασιλεὺς ἕψῃ
τὸν μέγαν ἰχθὺν καὶ προσάγοντας
καθ’ ὅσον πόλεως ἕστηκεν ὅρος,
τοὺς δ’ ὑποκαίειν. λίμνην δ᾽ ἐπάγειν
ὕδατος μεστὴν εἰς τὴν ἅλμην,
τοὺς δ’ ἅλας αὐτῷ ζεύγη προσάγειν
μηνῶν ὀκτὼ συνεχῶς ἑκατόν. 347b
περιπλεῖν δ’ ἐπὶ τοῖς ἄμβωσιν ἄνω
πέντε κέλητας πεντασκάλμους,
περιαγγέλλειν τ᾽·
Λυκίων πρύτανι; ψυχρὸν τουτί·
παύου φυσῶν, Μακεδὼν ἄρχων ·
σβέννυ, Κέλθ᾽, ὡς μὴ προσκαύσῃς.
τοιαῦθ’ ὑθλῶν δειπνεῖ καὶ ζῇ
θαυμαζόμενος μετὰ μειρακίων,
οὐ γινώσκων ψήφων ἀριθμούς,
σεμνὸς σεμνῶς χλανίδ’ ἕλκων.
εἲ τί σοι ψελλόν τε καὶ δυσεύρετον,
ἐπαναδίπλαζε καὶ σαφῶς ἐκμάνθανε·
σχολὴ δὲ πλείων ἢ θέλω πάρεστί μοι,
ἐν ταῖς γεννικαῖς εὐωχίαις,
ἀμύλων παρόντων ἐσθίουσ’ ἑκάστοτε
ἄνηθα καὶ σέλινα καὶ φλυαρίας
καὶ κάρδαμ’ ἐσκευασμένα,
Στρατόνικος ἀπεδήμησεν εἰς Πέλλαν ποτέ,
παρὰ πλειόνων ἔμπροσθε τοῦτ᾽ ἀκηκοὼς
ὡς σπληνικοὺς εἴωθεν ἡ πόλις ποιεῖν.
ἐν τῷ βαλανείῳ καταμαθὼν οὖν πλείονας
γυμναζομένους τῶν μειρακίσκων παρὰ τὸ πῦρ,
κομψῶς τό τε χρῶμα καὶ τὸ σῶμ’ ἠσκηκότας,
διαμαρτάνειν ἔφασκε τοὺς εἰρηκότας
αὑτῷ καταμαθὼν δ᾽, ἡνίκ’ ἐξῄει πάλιν
διηπόρησα φησίν, ᾽ εἰ μήτηρ σε μὲν
δέκα μῆνας εἶχε κἀκράτει τῆς κοιλίας,
πόλις δ’ ἔχουσὰ σ’ ἡμέραν ἀλγεῖ μίαν
ἡ Νικοκρέοντος εἰσιοῦσ’ Ἀξιοθέα
γυνὴ μετὰ παιδίσκης ἅβρας εἰς τὸν πότον
ἀπεψόφησε κᾆτα τῷ Σικυωνίῳ
349f ἀμυγδάλην ἐπιβᾶσα συνέτριβεν συνεὶς
Στρατόνικος εἶπεν ᾽ οὐχ ὅμοιος ὁ ψόφος
ὑπὸ νύκτα τῆς φωνῆς δὲ ταύτης οὕνεκα
ἐν τῷ πελάγει διέλυσε τὴν παρρησίαν.
ἐπιδεικνυμένου πόθ᾽, ὡς ἔοικεν, ἐν Ἐφέσῳ
ἀφυοῦς κιθαρῳδοῦ τὸν μαθητὴν τοῖς φίλοις,
παρὼν κατὰ τύχην ὁ Στρατόνικος τοῦτ’ ἔφη· ᾽
ὃς αὐτὸς αὑτὸν οὐ κιθαρίζει φαῦλος ὤν,
ἄλλους κιθαρίζων φαυλότατος ὢν δείκνυται.
τῷ δ’ ἕτερον μὲν ἔδωκε πατήρ, ἕτερον δ’ ἀνένευσε.
ἄρδοι τις ἣν ἕκαστος εἰδείη τέχνην,
ἐγὼ ʽ φησιν᾽
κἂν μὴ παραθῶσι θερμά, τἀγαθὸν Πλάτων
ἁπανταχοῦ φησ’ ἀγαθὸν εἶναι, μανθάνεις;
τὸ δ’ ἡδὺ πάντως ἡδὺ κἀκεῖ κἀνθάδε. 354e
ὥσπερ ἐπειδὰν δειπνῶμέν που, τότε πλεῖστα
λαλοῦμεν ἅπαντες.
ἐρῶντι δέ, Κτήσων, τί μᾶλλον συμφέρει
ὧν νῦν φέρων πάρειμι; κήρυκας, κτένας, 356f
βολβοὺς μέγαν τε πουλύπουν ἰχθῦς θ’ ἁδρούς.
ἐγὼ περὶ τὴν ὀψωνίαν μὲν οὐ πάνυ
ἐσπούδακ’ οὐδ’ αὖ συνέτεμον λίαν πόνον
ὡς ἄν τις, ἄλλως ἐξενεχθεὶς ἐν πότῳ,
ἐμοῦ διαβάλοι κραιπάλην Ἑλληνικῶς.
α. καὶ μὴν ἑστιάσω τήμερον
ὑμᾶς ἐγώ σὺ δ’ ἀγοράσεις ἡμῖν λαβών, 358e
πίστ᾽, ἀργύριον. π. ἄλλως γὰρ οὐκ ἐπίσταμαι
χρηστῶς ἀγοράζειν. α. φράζε δή, Φιλούμενε,
ὄψῳ τίνι χαίρεις; φ. πᾶσι. α. καθ’ ἕκαστον λέγε,
ἰχθὺν τίν’ ἡδέως φάγοις ἄν; φ. εἰς ἀγρὸν
ἦλθεν φέρων ποτ’ ἰχθυοπώλης μαινίδας
καὶ τριγλίδας, καὶ νὴ Δί᾽ ἤρεσεν σφόδρα
ἡμῖν ἅπασιν. α. εἶτα καὶ νῦν, εἰπέ μοι,
τούτων φάγοις ἄν; φ. κἄν τις ἄλλος μικρὸς ᾖ·
τοὺς γὰρ μεγάλους τούτους ἅπαντας νενόμικα
ἀνθρωποφάγους ἰχθῦς. α. τί φής, ὦ φίλτατε;
358f ἀνθρωποφάγους, πῶς; π. οὓς ἂν ἄνθρωπος φάγοι
δῆλον ὅτι· ταῦτα δ’ ἐστὶν ʽ Ἑλένης βρώματα, ἅ φησιν οὗτος, μαινίδας καὶ τριγλίδας.
παππία, βούλει δραμὼν 359a
εἰς τὴν ἀγορὰν κἆτ’ ἀγοράσαι μοι—β. φράζε τί.
α. ἰχθῦς φρονοῦντας, ὦ πάτερ· μὴ μοι βρέφη.
β. οὐκ οἶσθ’ ὁτιὴ τἀργύριόν ἐστ’ ἰσάργυρον;
ἀλλ’ ἀγόρασον εὐτελῶς·
ἅπαν γὰρ ἱκανόν ἐστι. β. φράζ᾽, ὦ δέσποτα.
α. μὴ πολυτελῶς, ἀλλὰ καθαρείως, ὅ τι ἂν ᾖ 359b
ὁσίας ἕνεκ’ ἀρκεῖ τευθίδια, σηπίδια·
κἂν κάραβός τις ᾖ λαβεῖν, εἷς ἀρκέσει
ἢ δύ᾽· ἐπὶ τὴν τράπεζαν ἐγχελύδια
Θήβηθεν ἐνίοτ’ ἔρχεται· τούτων λαβέ.
ἀλεκτρυόνιον, φάττιον, περδίκιον,
τοιαῦτα, δασύπους ἄν τις εἰσέλθῃ, φέρε.
β. ὡς μικρολόγος εἶ. α. σὺ δέ γε λίαν πολυτελής·
πάντως κρέ’ ἡμῖν ἔστι. β. πότερ’ ἔπεμψέ τις;
α. οὔκ, ἀλλ’ ἔθυσεν ἡ γυνή· τὸ μοσχίον
τὸ τῆς Κορώνης αὔριον δειπνήσομεν. 359c
ἀλλ’ ἀντιβολῶ σ᾽, ἐπίταττέ μοι μὴ πόλλ’ ἄγαν,
μηδ’ ἄγρια λίαν μηδ’ ἐπηργυρωμένα,
μέτρια δέ, τῷ θείῳ σεαυτοῦ. β. πῶς ἔτι
μετριώτερ᾽, ὦ δαιμόνι᾽; α. ὅπως; σύντεμνε καὶ
ἐπεξαπάτα με· τούς μὲν ἰχθῦς μοι κάλει 359d
ἰχθύδι’ ὄψον δ’ ἂν λέγῃς ἕτερον, κάλει
ὀψάριον. ἥδιον γὰρ ἀπολοῦμαι πολύ.
τὸ μοσχίον
τὸ τῆς Κορώνης αὔριον δειπνήσομεν.
ἐσθλοί, κορώνῃ χεῖρα πρόσδοτε κριθέων
τῇ παιδὶ τἀπόλλωνος ἢ λέκος πυρῶν
ἢ ἄρτον ἢ ἤμαιθον ἢ ὅ τι τις χρῄζει,
δότ᾽, ὦγαθοί, τι τῶν ἕκαστος ἐν χερσὶν
ἔχει κορώνῃ· χἄλα λήψεται χόνδρον
φιλεῖ γὰρ αὕτη πάγχυ ταῦτα δαίνυσθαι· 359f
ὁ νῦν ἅλας δοὺς αὖθι κηρίον δώσει.᾽
ὦ παῖ, θύρην ἄγκλινε· πλοῦτος ἤκουσε,
καὶ τῇ κορώνῃ παρθένος φέρει σῦκα.
θεοί, γένοιτο πάντ’ ἄμεμπτος ἡ κούρη
κἀφνειὸν ἄνδρα κὠνομαστὸν ἐξεύροι·
καὶ τῷ γέροντι πατρὶ κοῦρον εἰς χεῖρας
καὶ μητρὶ κούρην εἰς τὰ γοῦνα κατθείη, 360a
θάλος τρέφειν γυναῖκα τοῖς κασιγνήτοις.
ἐγὼ δ’ ὅκου πόδες φέρουσιν, εὐφθόγγοις·
ἀμείβομαι Μούσῃσι πρὸς θύρῃσ’ ᾄδων
καὶ δόντι καὶ μὴ δόντι πλέονα τῶν αἰτέω,
ἀλλ᾽, ὦγαθοί, ἐπορέξαθ’ ὧν μυχὸς πλουτεῖ·
δός, ὧ ἄναξ, δὸς καὶ σὺ πότνα μοι νύμφη·
νόμος κορώνῃ χεῖρα δοῦν· ἐπαιτούσῃ.
τοιαῦτ’ ἀείδω, δός τι καὶ καταχρήσει. 360b
ἦλθ᾽, ἦλθε χελιδὼν
καλὰς ὧρας ἄγουσα,
καὶ καλοὺς ἐνιαυτούς,
ἐπὶ γαστέρα λευκά,
κἠπὶ νῶτα μέλαινα,
παλάθαν σὺ προκύκλει
ἐκ πίονος οἴκου
οἴνου τε δέπαστρον
τυρῶν· τε κάνυστρον.
καὶ πύρωνα χελιδὼν
καὶ λεκιθίταν
οὐκ ἀπωθεῖται, πότερ᾽· ἀπίωμες ἢ λαβώμεθα;
εἰ μέν τι δώσεις· εἰ δὲ μή, οὐκ ἐάσομες,
ἢ τὰν θύραν φέρωμες ἢ τὸ ὑπέρθυρον
ἢ τὰν γυναῖκα τὰν ἔσω καθημέναν·
360d μικρὰ μὲν ἐστι, ῥᾳδίως νιν οἴσομες.
ἂν δὴ φέρῃς τι,
μέγα δή τι φέροις.
ἄνοιγ’ ἄνοιγε τὰν θύραν χελιδόνι·
οὐ γὰρ γέροντές ἐσμεν, ἀλλὰ παιδία.
εἰλάπιν’ ἠὲ γάμος; ἐπεὶ οὐκ ἔρανος τάδε γ’ ἐστίν.
ἀπώλεσας τὸν οἶνον ἐπιχέας ὕδωρ.
λέβητες χάλκιοι,
κρατῆρες, ὀδελοί. τοῖς γα μὰν ὑπωδέλοις
παιδάρια βαλλίζοντ᾽, ἀγαστὸν χρῆμ᾽, ἐνῆς.
καὶ γὰρ ἐπὶ κῶμον ἀνθρώπων ὁρῶ
πλῆθος προσιὸν ὡς τῶν καλῶν τε κἀγαθῶν
ἐνθάδε συνόντων. μὴ γένοιτό μοι μόνῳ
νύκτωρ ἀπαντῆσαι καλῶς πεπραγόσιν
ὑμῖν περὶ τὸν βαλλισμὸν οὐ γὰρ ἄν ποτε 362d
θοἰμάτιον ἀπενέγκαιμι μὴ φύσας πτερά.
τίς δαίς, τίς δὲ ὅμιλος ὅδ’ ἔπλετο; τίπτε δέ σε
χρεών;
εἰλάπιν’ ἠὲ γάμος; ἐπεὶ οὐκ ἔρανος τάδε γ’ ἐστίν,
τὰ πρὸ τοῦ δύ’ ἄνδρες ἔλεγον, εἷς ἐγὼν ἀποχρέω. 362e
ὁρῶ δὲ θιάσους τρεῖς γυναικείων χορῶν.
ἀλλ’ ἄρα τόν γε κύνες τε καὶ οἰωνοὶ κατέδαψαν. 363b
ἔπειτὰ γ’ εἰσιόντ᾽, ἐὰν λυπούμενος
τύχῃ τις ἡμῶν, ἐκολάκευσεν ἡδέως,
ἐφίλησεν οὐχὶ συμπιέσασα τὸ στόμα
ὥσπερ πολέμιον, ἀλλὰ τοῖσι στρουθίοις
χανοῦσ’ ὁμοίως, ἧσε, παρεμυθήσατο,
ἐποίησὲ θ’ ἱλαρὸν εὐθέως τ’ ἀφεῖλε πᾶν
αὐτοῦ τὸ λυποῦν κἀπέδειξεν ἵλεων. 363d
ἦλθε δ’ Ἀθήνη
ἱρῶν ἀντήσουσα.
Αἰθίοπας μετεκίαθε τηλόθ’ ἐόντας,
ἀντιόων ταύρων τε καὶ ἀρνειῶν ἑκατόμβης.
χθιζὸς ἒβη μετὰ δαῖτα, θεοὶ δ’ ἅμα πάντες ἕποντο.
ἀλλὰ καὶ σιγῆν ἀγαθὸν ὅκκα παρέωντι κάρρονες.
νῦν δ’ ἔρχεσθ’ ἐπὶ δεῖπνον, ἵνα ξυνάγωμεν Ἄρηα,
μηδὲ σὺ γ’ ἄνδρα φίλον καλέσας ἐπὶ δαῖτα θάλειαν 364b
ἄχθου ὁρῶν παρεόντα· κακὸς γὰρ ἀνὴρ τόδε ῥέζει·
ἀλλὰ μάλ’ εὔκηλος τέρπου φρένα τέρπε τ’ ἐκεῖνον.
ἀχθόμεθ’ ἢν ἔλθῃ καὶ ὑποβλέπομεν παρεόντα
χὤττι τάχιστα θύραζ’ ἐξελθεῖν βουλόμεθ’ αὐτόν. 364c
εἶτα γνούς πως τοῦθ’ ὑποδεῖται, κᾆτά τις εἶπε
τῶν ξυμπινόντων ᾽ἤδη σύ; τί οὐχ ὑποπίνεις;
οὐχ ὑπολύσεις αὐτόν; ὁ δ’ ἄχθεται αὐτὸς ὁ θύων
τῷ κατακωλύοντι καὶ εὐθὺς ἔλεξ’ ἐλεγεῖα· ᾽
μηδένα μήτ’ ἀέκοντα μένειν κατέρυκε παρ’ ἡμῖν
μήθ’ εὕδοντ’ ἐπέγειρε, Σιμωνίδη. οὐ γὰρ ἐπ᾽
οἴνοις
τοιαυτὶ λέγομεν δειπνίζοντες φίλον ἄνδρα;
364d μηδὲ πολυξείνου δαιτὸς δυσπέμφελον εἶναι
ἐκ κοινοῦ· πλείστη τε χάρις δαπάνη τ’ ὀλιγίστη.
εἶτ’ οὐχ ὅμοια πράττομεν καὶ θύομεν
ὅπου γε τοῖς θεοῖς μὲν ἠγορασμένον
δραχμῶν ἄγω προβάτιον ἀγαπητὸν δέκα,
αὐλητρίδας δὲ καὶ μύρον καὶ ψαλτρίας,
τὸν μέλανα Θάσιον, ἐγχέλεις, τυρόν, μέλι 364e
μικροῦ ταλάντου· γίνεται τε κατὰ λόγον
δραχμῶν μὲν ἀγαθὸν ἄξιον λαβεῖν δέκα
ἡμᾶς, ἐὰν καὶ καλλιερηθῇ τοῖς θεοῖς,
τούτων δὲ πρὸς ταῦτ’ ἀντανελεῖν τὴν ζημίαν,
πῶς οὐχὶ τὸ κακὸν τῶν ἱερῶν διπλάζεται;
ἐγὼ μὲν οὖν ὤν γε θεὸς οὐκ εἴασα τὴν
ὀσφὺν ἂν ἐπὶ τὸν βωμὸν ἐπιθεῖναί ποτε,
εἰ μὴ καθήγιζέν τις ἅμα τὴν ἔγχελυν,
ἵνα Καλλιμέδων ἀπέθανεν, εἷς τῶν συγγενῶν. 364f
νυνὶ τέ με
ὁ δεσπότης προὔπεμψεν οἴνου κεράμιον
τῶν ἔνδοθεν κομιοῦντ᾽. β. ἐκεῖθεν; μανθάνω·
ἐπιδόσιμον παρὰ τἄλλα τοῦτ’ ἔσται. α. φιλῶ
αἰσθητικὴν γραῦν.
Λάχης, ἐγὼ δὲ πρὸς σέ. πρόαγε. β. ποῖ;
α. ὅποι μ’ ἐρωτᾶς; ὡς Φιλουμένην, παρ’ ᾗ
τἀπιδόσιμ’ ἡμῖν ἐστιν ἧς ἐχθὲς πιεῖν
κυάθους ἀκράτου μ’ ἐβιάσω σὺ δώδεκα.
συσκευασάμενος δεῖπνον ἐς τὸ σπυρίδιον
ἐβάδιζεν ὡς πρὸς Ὠφελίαν.
ἐν τοῖσι συνδείπνοις ἐπαινῶν Αἰσχύλον.
κατάκεισο κἀκείνας κάλει.
συναγώγιμον ποιῶμεν. ἀλλ’ εὖ οἶδ’ ὅτι
κυμινοπρίστης ὁ τρόπος ἐστί σου πάλαι.
καὶ συναγώγιμον
συμπόσιον ἐπιπληροῦσιν.
καὶ νῦν ὑπὲρ τούτων συνάγουσι κατὰ μόνας.
ἐπλήρωσέν τε τὸ συναγώγιον.
ἥξω φέρουσα συμβολὰς τοίνυν ἅμα.
β. πῶς συμβολάς; α. τὰς ταινίας οἱ Χαλκιδεῖς
καὶ τοὺς ἀλαβάστους συμβολὰς καλοῦσι, γραῦ.
ἤδη γάρ ποτ’ ἐγὼ γενόμην κούρη τε κόρος τε,
θάμνος τ’ οἰωνός τε καὶ ἐξ ἁλὸς ἔμπορος ἰχθύς.
Deipnosophistae. Athenaeus. ed. Charles Burton Gulick. Medford, MA. 2010.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The National Endowment for the Humanities; Google Digital Humanities Awards Program.