κεῖτ’ ἔντοσθ’ ἄντροιο τανυσσάμενος διὰ μήλων,
χορὸς δ’ ἀναύδων ἰχθύων ἐπερρόθει,
σαίνοντες οὐραίοισι
πολὺς γὰρ ὅμιλος ποντίου κύκλου σοβῶν
ἐνάλιος θεωρία,
χραίνοντες οὐραίοισιν εὐδίαν ἁλός,
ὅστις ἀγοράζων ὄψον
ἐξὸν ἀπολαύειν ἰχθύων ἀληθινῶν
ῥαφανῖδας ἐπιθυμεῖ πρίασθαι, μαίνεται·
ἐφῆκεν ἑλλοῖς ἰχθύσιν διαφθοράν,
ἐν δ’ αὐτῇ πλωτοὶ χρυσώπιδες ἰχθύες ἑλλοὶ
νήχοντες παίζουσι δι’ ὕδατος ἀμβροσίοιο. 277e
ὅτε δ’ ἦσθες ἀμίας παχείας.
πρωὶ μὲν γ’ ἀτενὲς ἀπ’ ἀοῦς ἀφύας ἀπεπυρίζομες
στρογγύλας καὶ δελφακίνας ὀπτὰ κρέα καὶ πωλύπους,
καὶ γλυκὺν γ’ ἐπ’ ὦν ἐπίομες οἶνον. β. οἰβοιβοῖ
τάλας.
α. περὶ γα μὰν αἴκλου τί κὰ τις καὶ λέγοι. β. φοῦ
τῶν κακῶν. 278a
α. ὅκα παρῇ τρίγλα τε μία παχῆα κἀμίαι δύο
διατετμαμέναι μέσαι φάσσαι τε τοσσαῦται παρῆν
σκορπίοι τε.
τὴν δ’ ἀμίαν φθινοπώρου, ὅταν πλειὰς καταδύνῃ,
πάντα τρόπον σκεύαζε, τί σοι τάδε μυθολογεύω;
οὐ γὰρ μὴ σὺ διαφθείρῃς οὐδ’ ἂν ἐπιθυμῇς.
εἰ δ’ ἐθέλεις καὶ τοῦτο δαήμεναι, ὦ φίλε Μόσχε,
ὅντινα χρή σε τρόπον κείνην διαθεῖναι ἄριστα, 278c
ἐν συκῆς φύλλοις καὶ ὀριγάνῳ οὐ μάλα πολλῇ·
μὴ τυρόν, μὴ λῆρον· ἁπλῶς δ’ οὕτως θεραπεύσας
ἐν συκῆς φύλλοις σχοίνῳ κατάδησον ἄνωθεν,
εἶθ’ ὑπὸ θερμὴν ὦσον ἔσω σποδόν, ἐν φρεσὶ καιρὸν
γιγνώσκων ὁπότ’ ἔστ’ ὀπτή, καὶ μὴ κατακαύσῃς.
ἔστω δ’ αὕτη σοι Βυζαντίου ἐξ ἐρατεινοῦ,
εἴπερ ἔχειν ἀγαθὴν ἐθέλεις, κἂν ἐγγὺς ἁλῷ που
τοῦδε τόπου, κεδνὴν λήψει· τηλοῦ δὲ θαλάσσης 278d
Ἑλλησποντιάδος χείρων, κἂν κλεινόν· ἀμείψῃς
Αἰγαίου πελάγους ἔναλον πόρον, οὐκ ἔθ’ ὁμοία
γίγνεται, ἀλλὰ καταισχύνει τὸν πρόσθεν ἔπαινον.
ἵππον Θεσσαλικὴν Λακεδαιμονίην τε γυναῖκα,
ἄνδρας δ’ οἳ πίνουσιν ὕδωρ καλῆς Ἀρεθούσης.
ἀπολώλεκας τὸ μειράκιόν μου παραλαβών,
ἀκάθαρτε, καὶ πέπεικας ἐλθεῖν ἐς βίον
ἀλλότριον αὑτοῦ· καὶ πότους ἑωθινοὺς
πίνει διὰ σὲ νῦν, πρότερον οὐκ εἰθισμένος.
β. εἶτ’ εἰ μεμάθηκε, δέσποτα, ζῆν, ἐγκαλεῖς;
α. ζῆν δ’ ἐστὶ τὸ τοιοῦθ᾽; β. ὡς λέγουσιν οἱ
σοφοί·
ὁ γοῦν Ἐπίκουρός φησιν εἶναι τἀγαθὸν
τὴν ἡδονὴν δήπουθεν οὐκ ἔστιν δὲ ἔχειν 279b
ταύτην ἑτέρωθεν, ἐκ δὲ τοῦ ζῆν δὴ καλῶς
εὖ ζῶσ’ ἅπαντες, ἦ τυχὸν δώσεις ἐμοί;
α. ἑόρακας οὖν φιλόσοφον, εἰπέ μοι, τινὰ
μεθύοντ’ ἐπὶ τούτοις θ’ οἷς λέγεις κηλούμενον;
β. ἅπαντας· οἱ γὰρ τὰς ὀφρῦς ἐπηρκότες
καὶ τὸν φρόνιμον ζητοῦντες ἐν τοῖς περιπάτοις
καὶ ταῖς διατριβαῖς ὥσπερ ἀποδεδρακότα
οὕτως, ἐπὰν γλαυκίσκος αὐτοῖς παρατεθῇ,
ἴσασιν οὗ δεῖ πρῶτον ἅψασθαι τόπου 279c
καὶ τὴν κεφαλὴν ζητοῦσιν ὥσπερ πράγματος,
ὥστ’ ἐκπεπλῆχθαι πάντας.
ἐξὸν γυναῖκ’ ἔχοντα κατακεῖσθαι καλὴν
καὶ Λεσβίου χυτρῖδε λαμβάνειν δύο·
ὁ φρόνιμος οὗτός· ἐστι, τοῦτο τἀγαθόν.
Ἐπίκουρος ἔλεγε ταῦθ’ ἃ νῦν ἐγὼ λέγω.
εἰ τοῦτον ἔζων πάντες ὃν ἐγὼ ζῶ βίον, 279d
Ἡγήσιππος δ’ ἐν Φιλεταίροις·
Ἐπίκουρος ὁ σοφὸς ἀξιώσαντός τινος
εἰπεῖν πρὸς αὐτὸν ὅτι ποτ’ ἐστὶ τἀγαθὸν
ὃ διὰ τέλους ζητοῦσιν, εἶπεν ἡδονήν.
β. εὖ γ᾽, ὦ κράτιστ’ ἄνθρωπε καὶ σοφώτατε·
τοῦ γὰρ μασᾶσθαι κρεῖττον οὐκ ἔστ’ οὐδὲ ἓν
ἀγαθὸν α. πρόσεστιν ἡδονῇ γὰρ τἀγαθόν.
ἀσπάζονται δὲ οὐ μόνον οἱ Ἐπικούρειοι τὴν ἡδονήν,
γαστρὶ χαριζόμενος, τῆς οὐ λαμυρώτερον οὐδέν.
τὰς γὰρ ἡδονὰς
ὅταν προδῶσιν ἄνδρες, οὐ τίθημ’ ἐγὼ
ζῆν τοῦτον, ἀλλ’ ἔμψυχον ἡγοῦμαι νεκρόν. 280c
πλούτει τε γὰρ κατ’ οἶκον, εἰ βούλει, μέγα
καὶ ζῆ τύραννον σχῆμ’ ἔχων ἐὰν δ’ ἀπῇ
τούτων τὸ χαίρειν, τἄλλ’ ἐγὼ καπνοῦ σκιᾶς
οὐκ ἂν πριαίμην ἀνδρὶ πρὸς τὴν ἡδονήν.
τί δεῖ γὰρ ὄντα θνητόν, ἱκετεύω, ποιεῖν
πλὴν ἡδέως ζῆν τὸν βίον καθ’ ἡμέραν,
ἐὰν ἔχῃ τις ὁπόθεν; ἀλλὰ δεῖ σκοπεῖν
τοῦτ’ αὐτὸ τἀνθρώπει’ ὁρῶντα πράγματα, 280d
εἰς αὔριον δὲ μηδὲ φροντίζειν ὅ τι ἔσται· περίεργόν ἐστιν ἀποκεῖσθαι πάνυ
ἕωλον ἔνδον τἀργύριον.
θνητῶν δ’ ὅσοι
ζῶσιν κακῶς ἔχοντες ἄφθονον βίον,
ἐγὼ μὲν αὐτοὺς ἀθλίους εἶναι λέγω.
οὐ γὰρ θανών γ’ ἄνθρωποι ἔγχελυν φάγοις
οὐδ’ ἐν νεκροῖσι πέττεται γαμήλιος.
ὦ πάντες ἄνθρωποι, τί τὸ ζῆν ἡδέως 280e
παρέντες ἐπιμελεῖσθε τοῦ κακῶς ποιεῖν
πολεμοῦντες ἀλλήλους; πότερα πρὸς τῶν θεῶν
ἐπιστατεῖ τις τοῦ βίου νυνὶ τύχη
ἄγροικος ἡμῶν οὔτε παιδείαν ὅλως
εἰδυῖα, τί τὸ κακὸν ποτ᾽· ἢ τί τἀγαθὸν
ἔστ’ ἀγνοοῦσα παντελῶς, εἰκῆ τέ πως
ἡμᾶς κυλίνδουσ’ ὅντιν’ ἂν τύχῃ τρόπον;
οἶμαί γε. τίς γὰρ μᾶλλον ἂν προείλετο
Ἕλλην ἀληθῶς οὖσα λεπομένους ὁρᾶν 280f
αὐτοὺς ὑφ’ αὑτῶν καὶ καταπίπτοντας νεκρούς,
ἐξὸν ἱλαρούς, παίζοντας, ὑποπεπωκότας,
αὐλουμένους ὡς δεῖ; λέγ’ αὐτή, γλυκυτάτη,
ἔλεγχ’ ἄγροικον οὖσαν ἡμῶν τὴν τύχην.
οὐ τοῦτο τὸ ζῆν ἐστι τὸν καλούμενον
θεῶν ἀληθῶς βίον; ὅσῳ δ’ ἡδίονα
τὰ πράγματ’ ἐν ταῖς πόλεσιν ἦν ἂν ἢ τὰ νῦν,
εἰ μεταβαλόντες τὸν βίον διήγομεν 281a
πίνειν Ἀθηναίους ἅπαντας τοὺς μέχρι
ἐτῶν τριάκοντ᾽, ἐξιέναι τοὺς δ’ ἱππέας
ἐπὶ κῶμον εἰς Κόρινθον ἡμέρας δέκα
στεφάνους ἔχοντας καὶ μύρον πρὸ ἡμέρας,
τοὺς τὴν ῥάφανον πωλοῦντας ἕψειν Μεγαρέων,
εἰς τὸ βαλανεῖον ἀπιέναι τοὺς συμμάχους,
κεραννύναι τὸν οἶνον Εὐβοεῖς. τρυφὴ
καὶ βίος ἀληθῶς. ἀλλ’ ἀπαιδεύτῳ τύχῃ 281b
δουλεύομεν.
ἡνίκ’ ἐχρῆν δύνειν, νῦν ἄρχεται ἡδύνεσθαι·
ὥρη ἐρᾶν, ὥρη δὲ γαμεῖν, ὥρη δὲ πεπαῦσθαι.
φυκίδας ἀλφηστήν τε καὶ ἐν χροιῇσιν ἐρυθρὸν
σκορπίον.
μύες ἀλφησταί τε κορακῖνοί τε κοριοειδέες.
καὶ σκιφίας χρόμις θ᾽, ὃς ἐν τῷ ἦρι κὰτ τὸν
Ἀνάνιον ἰχθύων πάντων ἄριστος, ἀνθίας δὲ χείματι.
ἔαρι μὲν χρόμιος ἄριστος, ἀνθίας δὲ χειμῶνι,
τῶν καλῶν δ’ ὄψων ἄριστον καρὶς ἐκ συκέης φύλλου.
ἡδὺ δ’ ἐσθίειν χιμαίρης φθινοπωρισμῷ κρέας·
δέλφακος δ᾽, ὅταν τραπέωσι καὶ πατέωσιν, ἐσθίειν
καὶ κυνῶν αὕτη τόθ’ ὥρη καὶ λαγῶν κἀλωπέκων
ὄιος αὖτ’ ὅταν θέρος τ’ ᾖ κἠχέται βαβράζωσιν.
εἶτα δ’ ἐστὶν ἐκ θαλάσσης θύννος οὐ κακὸν βρῶμα,
ἀλλὰ πᾶσιν ἰχθύεσσιν ἐμπρεπὴς ἐν μυττωτῷ 282c
βοῦς δὲ πιανθείς, δοκέω μέν, καὶ μεσέων νυκτῶν
ἡδὺς
κἠμέρης.
τόν τε πολυτίματον ἔλοφ’ ὁ δ’ αὐτὸς χαλκὸς ὤνιος,
ἕνα μόνον, καὶ κῆνον ὁ Ζεὺς ἔλαβε κἠκελήσατο 282e
κατθέμειν αὐτῷ τὲ οἱ καὶ τᾷ δάμαρτι θωτέρω.
πομπίλος, ὃς ναύτῃσιν ἀδημονέουσι κελεύθους
μήνυσεν φιλέρωσι καὶ ἄφθογγός περ ἀμύνων.
πηδαλίῳ ἄκρῳ ἔπι πομπίλος ἁνιοχεύων
ἧστ’ ἀκάτω κατόπισθε θεῆς ὕπο πόμπιμος ἰχθύς.
πομπίλος, ὃν καλέουσιν ἁλίπλοοι ἱερὸν ἰχθύν,
κωβιοὶ εἰνάλιοι καὶ πομπίλοι, ἱεροὶ ἰχθῦς. 283d
πομπίλε, ναύτῃσιν πέμπων πλόον εὔπλοον ἰχθύ,
πομπεύσαις πρύμναθεν ἐμὰν ἁδεῖαν ἑταίραν.
τῷ ῥὰ ποτ’ ᾽ Ὠκυρόην νύμφην, περικαλλέα κούρην,
Χησιὰς εὐπατέρεια τέκεν φιλότητι μιγεῖσα, ᾽
ὠκυρόην, ᾗ κάλλος ἀπείριτον ὤπασαν Ὧραι·
πατρὸς ἐμοῖο φίλου συμφράδμονα θυμὸν ἀέξων,
πομπίλε, δυσκελάδου δεδαὼς θοὰ βένθεα πόντου,
σῷζέ με·
πομπίλον ὠκυάλων νηῶν αἰανὸν ὁδουρόν.
καἴ τις ἀνὴρ αἰτεῖται ἐπαγροσύνην τε καὶ ὄλβον,
ἐξ; ἁλὸς ᾧ λ, ζωή, τὰ δὲ δίκτυα κείνῳ ἄροτρα,
σφάζων ἀκρόνυχος ταύτῃ θεῷ ἱερὸν ἰχθύν,
ὃν λεῦκον καλέουσιν, ὁ γάρ θ’ ἱερώτατος ἄλλων, 284b
καί κε λίνα στήσαιτο καὶ ἐξερύσαιτο θαλάσσης
ἔμπλεα.
ἀκτῇ ἐπὶ προβλῆτι καθήμενος ἱερὸς ἰχθύν,
ἢ μᾶλλον χρύσειον ἐπ’ ὀφρύσιν ἱερὸν ἰχθὺν
ἢ πέρκας ὅσα τ’ ἄλλα φέρει βυθὸς ἄσπετος ἅλμης.
ἱερὸς δέ τοι, ἱερὸς ὕκης.
ἄγρης μοῖραν ἔλειπον, ἔτι ζώοντας ἰούλους
ἠὲ γενειῆτιν τρίγλην ἢ περκάδα κίχλην
ἢ δρομίην χρύσειον ἐπ’ ὀφρύσιν ἱερὸν ἰχθύν. 284e
Βοσπόρου ἐκπλεύσαντα τὰ λευκότατ᾽, ἀλλὰ προσέστω
μηδὲν ἐκεῖ στερεᾶς σαρκὸς Μαιώτιδι λίμνῃ
ἰχθύος αὐξηθέντος, ὃν ἐν μέτρῳ οὐ θέμις εἰπεῖν
ὥστ’ οὔτ’ ἀφύη νῦν ἔστ’ ἔθ’ ἁπλῶς.
τὴν ἀφύην μίνθου πᾶσαν πλὴν τὴν ἐν Ἀθήναις·
τὸν γόνον ἐξαυδῶ, τὸν ἀφρὸν καλέουσιν Ἴωνες·
καὶ λαβὲ πρόσφατον αὐτὸν ἐν εὐκόλποισι Φαλήρου 285c
ἀγκῶσιν ληφθένθ’ ἱεροῖς. κἀν τῇ περικλύστῳ
ἐστὶ Ῥόδῳ γενναῖος, ἐὰν ἐπιχώριος ἔλθῃ.
ἂν δέ που ἱμείρῃς αὐτοῦ γεύσασθαι, ὁμοῦ χρὴ
κνίδας ὀψωνεῖν, τὰς ἀμφικόμους ἀκαλήφας
εἰς ταὐτὸν μίξας δ’ αὐτὰς ἐπὶ τηγάνου ὄπτα,
εὐώδη τρίψας ἄνθη λαχάνων ἐν ἐλαίῳ.
νῦν δ’ οὐδ’ ἀφύην κινεῖν δοκεῖς.
πρὸς τῆς ἀφύης τῆς ἡδίστης.
ὥστ’ οὔτ’ ἀφύη νῦν ἔστιν ἁπλῶς.
μηδὲ τὰ Φαληρικὰ τὰ μικρὰ τάτάδ’ ἀφύδια.
ἐν δὲ Ῥόδῳ γαλεὸν τὸν ἀλώπεκα· κἂν ἀποθνῄσκειν
μέλλῃς, ἂν μή σοι πωλεῖν θέλῃ, ἅρπασον αὐτόν,
ὃν καλέουσι Συρακόσιοι κύνα πίονα· κᾆτα
ὕστερον ἤδη πάσχ’ ὅτι σοι πεπρωμένον ἐστίν. 286b
κίθαρος ὀπτὸς καὶ βατὶς θύννου τε κεφάλαιον τοδί,
ἐγχέλεια, κάραβοι, λινεύς, ἄχαρνος οὑτοσί.
παρὰ τῷδε Καλλίᾳ πολλὴ θυμηδία,
ἵνα πάρα μὲν κάραβοι καὶ βατίδες καὶ λαγῲ
καὶ γυναῖκες εἱλίποδες.
ἦν δὲ νάρκαι, βατίδες, ἦν δὲ καὶ ζύγαιναι, πρήστιες, 286c
κἀμίαι τε καὶ βάτοι ῥίναι τε τραχυδέρμονες.
τὰς πλευρὰς οἷόν περ βατίς,
τὰν δ’ ὀπισθίαν ἔχεις, Θεάγενες, οἷόν περ βάτος,
τὰν δὲ κεφαλὰν ὀστέων οἷόν περ ἔλαφος, οὐ βατίς,
τὰν δὲ λαπάραν σκορπίος παίσαι θαλάττιος τεοῦ.
ὦ βατίδες, ὦ γλαύκων κάρα.
βάτραχον ἔνθ’ ἂν ἴδῃς, ὀψώνει
καὶ γαστρίον αὐτοῦ
σκεύασον..
καὶβατίδ’ ἑφθὴν ἔσθε μέσου χειμῶνος ἐν ὥρῃ,
κἀπ’ αὐτῇ τυρὸν καὶ σίλφιον ἅττα τε σάρκα 286e
μὴ πίειραν ἔχῃ πόντου τέκνα, τῷδε τρόπῳ χρὴ
σκευάζειν. ἤδη σοὶ ἐγὼ τάδε δεύτερον αὐδῶ.
πότερον ἐγὼ
τὴν βατίδα τεμάχη κατατεμὼν ἕψω; τί φής;
ἢ Σικελικῶς ὀπτὴν ποιήσω; β. Σικελικῶς.
ἔτι δὲ πὸτ τούτοισι βῶκες, σμαρίδες, ἀφύαι, κάμμαροι.
ἢ λευκὴν συνόδοντα βόηκάς τε τριγκούς τε.
ἀλλ’ ἔχουσα γαστέρα
μεστὴν βοάκων ἀπεβάδιζον οἴκαδε.
ἀλλὰ φωνὴν οὐκ ἔχειν
ἰχθὺν γέ φασι τὸ παράπαν,
νὴ τὼ θεώ,
οὐκ ἔστιν ἰχθὺς ἄλλος οὐδεὶς ἢ βόαξ.
ὦ χρυσοκέφαλοι βεμβράδες θαλάσσιαι.
βαμβραδόνες τε καὶ κίχλαι, λαγοί, δράκοντες 287c τ’ ἄλκιμοι.
ἠβαιῇ καρῖδι καὶ εἴ ποτε βεμβράδι, κείνῃ
ζωῇ ἔπ’ ἀγρώσσοις, τάδε δὴ σκέψαιο δέλετρα.
ὃ γέ τοι Σικελὸς ταῖς μεμβραφύαις προσέοικεν ὁ
καρκινοβήτης.
βεμβράδας φέρων ὀβολοῦ.
οὔτ’ ἀφύη νῦν ἔστ’ ἔθ’ ἁπλῶς οὔτ’ αὖ βεμβρὰς
κακοδαίμων.
ταῖς πολιόχρωσι βεμβράσιν τεθραμμένη.
Ἡράκλεις, τῶν βεμβράδων.
ἄτοπά γε κηρύττουσιν ἐν τοῖς ἰχθύσι
κηρύγμαθ᾽, οὗ καὶ νῦν τις ἐκεκράγει μέγα
μέλιτος γλυκυτέρας μεμβράδας φάσκων ἔχειν.
εἰ τοῦτο τοιοῦτ’ ἐστίν, οὐδὲν κωλύει
τοὺς μελιτοπώλας αὖ λέγειν βοᾶν θ’ ὅτι
πωλοῦσι τὸ μέλι σαπρότερον τῶν μεμβράδων.
ὃς τοῖς τετραδισταῖς μὲν παρέθηκεν ἐσθίειν
πρώην λέκιθον καὶ μεμβράδας καὶ στέμφυλα.
ἐπιπονώτερον
ἔργον μὰ τὸν Διόνυσον οὐκ εἴληφ’ ἐγὼ
ἀφ’ οὗ παρασιτῶ, ὁ μεμβράδας μοι κρεῖττον ἦν
ἔχειν μετ’ Ἀττικιστὶ δυναμένου λαλεῖν.
ὀνησιφόρον ἦν τοῦτο. 288a
ἆγε δὴ τρίγλας τε κυφὰς κἀχαρίστους βαιόνας.
εἶτα λαβεῖν ψῆτταν μεγάλην καὶ τὴν ὑπότρηχυν
βούγλωσσον, ταύτην δὲ θέρευς, περὶ Χαλκίδα κεδνήν.
βούγλωσσοί τε καὶ κίθαρος ἐνῆς.
αἰολίαι πλῶτές τε κυνόγλωσσοὶ τ᾽, ἐνῆν δὲ σκιαθίδες.
ὡς ἵμερός μ’ ὑπῆλθε γῇ τε κοὐρανῷ
λέξαι μολόντι τοὔψον ὡς ἐσκεύασα.
νὴ τὴν Ἀθηνᾶν, ἡδὺ γ’ ἔστ’ εὐημερεῖν
ἐν ἅπασιν ἰχθὺς ἁπαλὸς οἷος γέγονέ μοι,
οἷον παρατέθεικ᾽, οὐ πεφαρμακευμένον
τυροῖσιν οὐδ’ ἄνωθεν ἐξηνθισμένον,
ἀλλ’ οἷος ἦν ζῶν κὠπτὸς ὢν τοιοῦτος ἦν. 288e
οὕτως ἁπαλὸν ἔδωκα καὶ πρᾷον τὸ πῦρ
ὀπτῶν τὸν ἰχθύν, οὐδὲ πιστευθήσομαι
ὅμοιον ἐγένετ᾽, ὄρνις ὁπόταν ἁρπάσῃ
τοῦ καταπιεῖν μεῖζόν τι· περιτρέχει κύκλῳ
τηροῦσα τοῦτο, καταπιεῖν δ’ ἐσπούδακεν,
ἕτεραι διώκουσιν δὲ ταύτην ταὐτὸν ἦν.
τὴν ἡδονὴν ὁ πρῶτος αὐτῶν καταμαθὼν 288f
τῆς λοπάδος ἀνεπήδησε κἄφευγεν κύκλῳ
τὴν λοπάδ’ ἔχων, ἄλλοι δ’ ἐδίωκον κατὰ πόδας,
ἐξῆν ὀλολύζειν· οἱ μὲν ἥρπασάν τι γάρ,
οἱ δ’ οὐδέν, οἱ δὲ πάντα, καίτοι παρέλαβον
ἰχθῦς ποταμίους ἐσθίοντας βόρβορον.
εἰ δ’ ἔλαβον ἄρα τι σπάνιον ἢ ᾽κ τῆς Ἀττικῆς
γλαυκίσκον, ὦ Ζεῦ σῶτερ, ἢ ᾽ξ Ἄργους κάπρον 289a
ἢκ τῆς Σικυῶνος τῆς φίλης ὃν τοῖς θεοῖς
φέρει Ποσειδὼν γόγγρον εἰς τὸν οὐρανόν,
ἅπαντες οἱ φαγόντες ἐγένοντ’ ἂν θεοί.
ἀθανασίαν εὕρηκα· τοὺς ἤδη νεκροὺς
ὅταν μόνον ὀσφρανθῶσι ποιῶ ζῆν πάλιν.
οὐ Μενεκράτης μὲν ἔφασκεν εἶναι Ζεὺς θεός,
Νικόστρατος δ’ Ἁργεῖος ἕτερος Ἡρακλῆς;
ἀθανασίαν ηὕρηκα τοὺς ἤδη νεκρούς,
ὅταν μόνον ὀσφρανθῶσι, ποιῶ ζῆν πάλιν.
βέλτιστε, πολλοῖς πολλὰ περὶ μαγειρικῆς
εἰρημέν’ ἐστὶν ἢ λέγων φαίνου τι δὴ
καινὸν παρὰ τοὺς ἔμπροσθεν ἢ μὴ κόπτε με.
β. οὐκ ἀλλὰ τὸ πέρας τῆς μαγειρικῆς, Σύρε,
εὑρηκέναι πάντων νόμιζε μόνον ἐμέ.
οὐ γὰρ παρέργως ἔμαθον ἐν ἔτεσιν δυεῖν
ἔχων περίζωμ᾽, ἀλλ’ ἅπαντα τὸν βίον
ζητῶν κατὰ μέρη τὴν τέχνην ἐξήτακα· 290c
εἴδη λαχάνων ὅσ’ ἐστί, βεμβράδων τρόπους,
φακῆς γένη παντοδαπά. τὸ πέρας σοι λέγω·
ὅταν ἐν περιδείπνῳ τυγχάνω διακονῶν,
ἐπὰν τάχιστ’ ἔλθωσιν ἐκ τῆς ἐκφορᾶς
τὰ βάπτ’ ἔχοντες, τοὐπίθημα τῆς χύτρας
ἀφελὼν ἐποίησα τοὺς δακρύοντας γελᾶν
τοιοῦτος ἔνδοθέν τις ἐν τῷ σώματι
διέδραμε γαργαλισμὸς ὡς ὄντων γάμων.
α. φακῆν παρατιθείς, εἰπέ μοι, καὶ βεμβράδας; 290d
β. τὰ πάρεργά μου ταῦτ’ ἔστιν, ἢν δὲ δὴ λάβω
τὰ δέοντα καὶ τοὐπτάνιον ἁρμόσωμ’ ἅπαξ,
ὅπερ ἐπὶ τῶν ἔμπροσθε Σειρήνων, Σύρε,
ἐγένετο, καὶ νῦν ταὐτὸ τοῦτ’ ὄψει πάλιν,
ὑπὸ τῆς γὰρ ὀσμῆς οὐδὲ εἷς δυνήσεται
ἁπλῶς διελθεῖν τὸν στενωπὸν τουτονί
ὁ δὲ παριὼν πᾶς εὐθέως πρὸς τὴν θύραν
ἑστήξετ’ ἀχανής, προσπεπατταλευμένος,
ἄφωνος, ἄχρι ἂν τῶν φίλων βεβυσμένος
τὴν ῥῖν’ ἕτερός τις προσδραμὼν ἀποσπάσῃ.
α. μέγας εἶ τεχνίτης. β. ἀγνοεῖς πρὸς ὃν λαλεῖς· 290e
πολλοὺς ἐγὼ σφόδρ’ οἶδα τῶν καθημένων,
οἳ καταβεβρώκασ’ ἕνεκ’ ἐμοῦ τὰς οὐσίας.
ὑποδεικνύεις μὲν ἦθος ἀστεῖον πάνυ
καὶ πρᾷον, ὀλίγωρον δὲ πεποίηκάς τι. β. πῶς;
α. ἐν τῇ τέχνῃ τίνες ἐσμὲν οὐκ ἐξήτακας.
ἢ πρότερον ἐπύθου τῶν ἀκριβῶς εἰδότων
οὕτω τ’ ἐμισθώσω με; β. μὰ δγ, ἐγώ μὲν οὐ.
α. καὶ μὴν ἴσως ὅσον μαγείρου διαφέρει
μάγειρος οὐκ οἶσθ᾽. β. εἴσομαι δὲ γ’ ἢν λέγῃς.
α. τὸ γὰρ παραλαβόντ’ ὄψον ἠγορασμένον
291a πότερ’ ἀποδοῦναι σκευάσαντα μουσικῶς
διακόνου ᾽ στ’ οὐ τοῦ τυχόντος; β. Ἡράκλεις.
α. ὁ μάγειρός ἐσθ’ ὁ τέλειος ἑτέρα διάθεσις.
πολλὰς τέχνας λάβοις ἂν ἐνδόξους πάνυ,
ὧν τὸν μαθεῖν βουλόμενον ὀρθῶς οὐκ ἔνι
ταύταις προσελθεῖν εὐθύς, ἀλλ’ ἔμπροσθε δεῖ
ζωγραφίας ἧφθαι. ταῦτα καὶ μαγειρικῆς
πρότερον μαθεῖν δεῖ τῆς τέχνης ἑτέρας τέχνας., 291b
ὧν εἰδέναι σοι κρεῖττον ἦν μοι πρὶν λαλεῖν,
ἀστρολογικήν, γεωμετρικήν, ἰατρικήν.
τῶν ἰχθύων γὰρ τὰς δυνάμεις καὶ τὰς τέχνας
ἐντεῦθεν εἴσῃ· παρακολουθήσεις χρόνοις,
πότ’ ἄωρός ἐσθ’ ἕκαστος ἢ πόθ’ ὥριμος,
τῶν ἡδονῶν γὰρ μεγάλα τὰ διαστήματα·
ἐνίοτε κρείττων γίνεται θύννου βόαξ.
β. ἔστω. γεωμετρικῇ δὲ καὶ σοὶ πρᾶγμα τί;
α. τοὐπτάνιον ἡμεῖς σφαῖραν εἶναι τιθέμεθα
τοῦτο διελέσθαι καὶ τόπον λαβόνθ’ ἕνα 291c
μερίσαι κατ’ εἶδος τῆς τέχνης ἐπιδέξια,
ἐκεῖθεν ἐνταῦθ’ ἐστὶ μετενηνεγμένα.
β. οὗτος, πέπεισμαι, κἂν τὰ λοιπὰ μὴ λαλῇς
περὶ τῆς ἰατρικῆς δέ; α. τῶν γὰρ βρωμάτων
πνευματικὰ κἂν δύσπεπτα καὶ τιμωρίαν 291d
ἔχοντ’ ἔνι’ ἔστιν, ὁ οὐ τροφήν. δειπνῶν δὲ πᾶς·
τἀλλότρια γίνετ’ ὀξύχειρ κοὐκ ἐγκρατής· τοῖς
δὴ τοιούτοις βρώμασιν τὰ φάρμακα
εὕρητ’ ἐκεῖθεν, μεταφορὰ δ’ ἐστὶν τέχνης.
ἤδη τὸ μετὰ νοῦ καὶ τὸ συμμέτρως ἔχον
περὶ τακτικῆς ἕκαστα ποῦ τεθήσεται·
ἀριθμῷ τὸ πλῆθος εἰδέναι μαγειρικῆς.
οὐδεὶς ἕτερός σοι πρὸς ἔμ’ ἐκεῖ γραφήσεται.,
β. μίκρ’ ἀντάκουσον ἐν μέρει κἀμοῦ. α. λέγε.
β. σὺ μηδὲν ἐνόχλει μήτε σαυτὸν μήτ’ ἐμέ,
ἀπραγμόνως δὲ διαγενοῦ τὴν ἡμέραν.
ἐάσαθ’ οὕτως ὡς ἔχει. τὸ πῦρ μόνον
ποιεῖτε τοῖς ὀπτοῖσι μήτ’ ἀνειμένον τὸ.
γὰρ τοιοῦτ’ οὐκ ὀπτόν, ἀλλ’ ἑφθὸν ποιεῖ
μήτ’ ὀξύ· κατακάει γὰρ ὅσ’ ἂν ἔξω λάβῃ
τοῦτο πάλιν, εἰς τὴν σάρκα δ’ οὐκ ἐνδύεται.
μάγειρός ἐστιν οὐκ ἐὰν ζωμήρυσιν
ἔχων τις ἔλθῃ καὶ μάχαιραν πρός τινα,
οὐδ’ ἄν τις εἰς τὰς λοπάδας ἰχθῦς ἐμβάλῃ, 291f
ἀλλ’ ἔστι τις φρόνησις ἐν τῷ πράγματι.
οὐ μὴ παραλάβω σ’ οὐδαμοῦ, Δράκων, ἐγὼ
ἐπ’ ἔργον, οὗ μὴ διατελεῖς τὴν ἡμέραν
τραπεζοποιῶν ἐν ἀγαθοῖς πολλοῖς χύδην,
οὐ γὰρ βαδίζω πρότερον ἂν μὴ δοκιμάσω 292a
τίς. ἐσθ’ ὁ θύων ἢ πόθεν συνίσταται
τὸ δεῖπνον ἢ κέκληκεν ἀνθρώπους τίνας.
ἔστιν δ’ ἁπάντων τῶν γενῶν μοι διαγραφή,
εἰς ποῖα μισθοῦν ἢ φυλάττεσθαί με δεῖ.
οἷον τὸ κατὰ τοὐμπόριον, εἰ βούλει, γένος.
ναύκληρος ἀποθύει τις εὐχήν, ἀποβαλὼν
τὸν ἱστὸν ἢ πηδάλια συντρίψας νεώς,
ἢ φορτί’ ἐξέρριψ’ ὑπέραντλος γενόμενος·
ἀφῆκα τὸν τοιοῦτον οὐδὲν ἡδέως
ποιεῖ γὰρ οὗτος, ἀλλ’ ὅσον νόμου χάριν 292b
ὁμοῦ δὲ τοῖς σπονδαῖσι διαλογίζεται
τοῖς συμπλέουσιν ὁπόσον ἐπιβάλλει μέρος
τιθείς, τὰ θ’ αὑτοῦ σπλάγχν᾽ ἕκαστος ἐσθίει.
ἀλλ’ ἕτερος εἰσπέπλευκεν ἐκ Βυζαντίου
τριταῖος, ἀπαθής, εὐπορηκώς, περιχαρὴς
εἰς δέκ’ ἐπὶ τῇ μνᾷ γεγονέναι καὶ δώδεκα,
λαλῶν τὰ ναῦλα καὶ τὰ δάνει’ ἐρυγγάνων,
ἀφροδίσι’ ὑπὸ κόλλοψι μαστροποῖς ποιῶν,
ὑπὸ τοῦτον ὑπέμυξ’ εὐθὺς ἐκβεβηκότα,
τὴν δεξιὰν ἐνέβαλον, ἐμνήσθην Διὸς 292c
σωτῆρος, ἐμπέπηγα τῷ διακονεῖν.
τοιοῦτος ὁ τρόπος, μειράκιον ἐρῶν πάλιν
τὰ πατρῷα βρύκει καὶ σπαθᾷ; πορεύομαι,
ἀπὸ συμβολῶν συνάγοντα, νὴ Δί᾽, ἕτερά που
ἐνέβαλεν εἰς τὸν κέραμον ἐνευρημένα
τὰ κράσπεδ’ ἀποθλιβέντα καὶ κεκραγότα·
ὀψάριον ἀγοραῖον ποιεῖν τίς βούλεται;
ἐῶ βοᾶν πληγὰς γὰρ ἔτι προσλαμβάνειν
ἐλθόντα καὶ τὴν νύχθ’ ὅλην διακονεῖν.
τὸ μισθάριον γὰρ ἂν ἀπαιτῇς,
ἔνεγκε πρῶτον
οὐκ εἶχε.
πρῶτος μαγείρων
τοιαῦτα καταλέξαιμ’ ἄν. οὗ δὲ νῦν σ’ ἄγω,
πορνεῖόν ἐστιν, πολυτελῶς Ἀδώνια
ἄγουσ’ ἑταίρα μεθ’ ἑτέρων πορνῶν χύδην
σαυτὸν ἀποσάξεις τόν τε κόλπον ἀποτρέχων.
πρῶτον ὠμῶν κειμένων
τῶν ἰχθύων πάρεισιν οἱ κεκλημένοι.
δίδου κατὰ χειρός.
τὰς λοπάδας ἐπιθεὶς ἐπὶ τὸ πῦρ τοὺς ἄνθρακας
ἔρραν’ ἐλαίῳ πάντα καὶ ποιῶ φλόγα,
ἐν ᾧ τὸ λάχανον αἵ τε τῶν παροψίδων
τὸν ἄνδρα δριμύτητες εὐφραίνουσί μου,
ἑφθὸν τὸν ἰχθὺν ἀποδίδωμ’ ἔχοντα τοὺς 292f
χυμοὺς ἐν αὑτῷ τήν τε τῆς ἅλμης ἀκμήν,
εἰς ἣν ἂν ἐμβάψαιτο πᾶς ἐλεύθερος.
ἐλᾳδίου κοτύλης τε παραναλωμένης
σέσωκ’ ἐμοὶ τρίκλινα πεντήκοντ’ ἴσως.
εἰδώς σε πάντων διαφέροντα τῇ τέχνῃ
τῇ τ’ ὀξύτητι μετὰ Θίβρωνα, Δαίδαλε,
τὸν ἐξ Ἀθηνῶν, τὸν καλούμενον Πέρας,
δοὺς μισθὸν ὃν μ’ ᾔτησας ἥκω δεῦρ’ ἄγων.
καρῖδας ἔλαβον πρῶτον· ἀπεταγήνισα 293b
ταύτας ἁπάσας. γαλεὸς εἴληπται μέγας·
ὤπτησα τὰ μέσα, τὴν δὲ λοιπὴν γρυμέαν
ἕψω ποιήσας τρῖμμα συκαμίνινον.
γλαύκου φέρω κεφάλαια παμμεγέθη δύο,
ἐν λοπάδι μεγάλῃ ταῦτα, λιτῶς προσαγαγὼν
χλόην, κύμινον, ἅλας, ὕδωρ, ἐλᾴδιον.
λάβρακα μετὰ ταῦτ’ ἐπριάμην καλὸν σφόδρα·
ἔσται δι’ ἅλμης λιπαρὸς ἑφθὸς ἐν χλόῃ,
ἀποδοὺς ὅσ’ ἐστὶν ἀπ’ ὀβελίσκων ὀπτανά. 293c
τρίγλας καλὰς ἠγόρασα καὶ κίχλας καλάς·
ἔρριψα ταύτας ἐπὶ τὸν ἄνθραχ’ ὡς ἔχει
ἅλμῃ τε λιπαρᾷ παρατίθημ’ ὀρίγανον.
ταύταις προσέλαβον σηπίας καὶ τευθίδας·
ἀστεῖον ἑφθή τευθὶς ὠνθυλευμένη
καὶ πτερύγι’ ἁπαλῶς σηπίας ὠπτημένα..
τριμμάτιον ᾠκείωσα τούτοις ἀνθινὸν
παντοδαπόν. ἑψήτ’ ἦν δὲ μετὰ ταύτας τινά·
ὀξυλίπαρον τούτοις ἔδωκα χυμίον.
293d γόγγρον ἐπὶ τούτοις ἐπριάμην παχὺν σφόδρα·
κατέπνιξ’ ἐν ἅλμῃ τοῦτον εὐανθεστέρᾳ.
κωβίδι’ ἄττα καὶ πετραῖα δή τινα
ἰχθύδια, τούτων ἀποκνίσας τὰ κρανία
ἐμόλυν’ ἀλεύρῳ αὐτὰ τοιούτῳ τινὶ
πέμπω τε ταῖς καρῖσι τὴν αὐτὴν ὁδόν.
ἀμίαν τε χήραν, θηρίον καλὸν σφόδρα,
θρίοισι ταύτην ἅλις ἐλᾳδίῳ διεὶς
ἐσπαργάνωσα περιπάσας ὀρίγανον 293e
ἐνέκρυψὰ θ’ ὥσπερ δαλὸν εἰς πολλὴν τέφραν.
ἀφύην θ’ ἅμ’ αὐτῇ παρέλαβον Φαληρικὴν
εἷς κύαθος ἐνταῦθ’ ὕδατος ἐπιχυθεὶς πολύ·
τεμὼν δὲ λεπτὴν τῆς χλόης καὶ πλείονα,
κἂν ᾖ δικότυλος λήκυθος, καταστρέφω.
τί λοιπόν; οὐδὲν ἄλλο. τοῦτ’ ἐσθ’ ἡ τέχνη,
οὐκ ἐξ ἀπογραφῆς οὐδὲ δι’ ὑπομνημάτων.
γόγγρου μὲν γὰρ ἔχεις κεφαλήν, φίλος, ἐν Σικυῶνι
πίονος, ἰσχυροῦ, μεγάλου καὶ πάντα τὰ κοῖλα· εἶτα
χρόνον πολὺν ἕψε χλόῃ περίπαστον ἐν ἅλμῃ 294a
καὶ γόγγρος σπουδαῖος ἁλίσκεται, ὅστε τοσοῦτον
τῶν ἄλλων πάντων ὄψων κρατεῖ οὗτος ὅσον περ
θύννος ὁ πιότατος τῶν φαυλοτάτων κορακίνων.
γόγγρου δ’ ὁμοῦ σωρευτὰ πιμελῆς μέλη
ὑπεργέμοντα.
δραχμῶν τριῶν γλαυκίσκον
γόγγρου κεφάλαια καὶ τὰ πρῶτα τεμάχια
δραχμῶν πάλιν πέντ᾽· ὦ ταλαιπώρου βίου.
δραχμῆς τραχήλους· ἀλλὰ νὴ τὸν ἥλιον,
κἀμοὶ τράχηλον ἕτερον εἴ ποθεν λαβεῖν
ἦν καὶ πρίασθαι δυνατόν, ὃν ἔχω τοῦτον ἂν
πρὶν εἰσενεγκεῖν ταῦτα δεῦρ’ ἀπηγξάμην 294c
οὐδεὶς δεδιακόνηκεν ἐπιπονώτερον.
ἅμα μὲν πρίασθαι πολλὰ καὶ πολλοῦ σφόδρα,
ἅμα δ’ εἴ τι χρηστὸν ἀγοράσαιμ᾽, ἀπωλλύμην.
οἴμοι.
ἐν δὲ Ῥόδῳ γαλεὸν τὸν ἀλώπεκα· κἂν ἀποθνῄσκειν
μέλλῃς, ἂν μή σοι πωλεῖν θέλῃ, ἅρπασον αὐτόν·
ὃν καλέουσι Συρακόσιοι κύνα πίονα· κᾆτα
ὕστερον ἤδη πάσχ’ ὅτι σοι πεπρωμένον ἐστίν.
γαλεοὺς καὶ βατίδας ὅσα τε τῶν γενῶν
ἐν ὀξυλιπάρῳ τρίμματι σκευάζεται.
σκορπίοι τε ποικίλοι σαῦροί τε, γλαῦκοι πίονες.
ὕκην ἢ κάλλιχθυν, ὁτὲ χρόμιν, ἄλλοτε δ’ ὀρφὸν 295c
ἢ γλαῦκον περόωντα κατὰ μνία σιγαλόεντα.
ἀλλά μοι ὀψώνει γλαύκου κεφαλὴν ἐν Ὀλύνθῳ
καὶ Μεγάροις· σεμνῆς γὰρ ἁλίσκεται ἐν τενάγει γῆς.
Βοιώτιαι μὲν ἐγχέλεις, μῦς Ποντικοί,
θύννοι γλαῦκοι Μεγαρικοί, μαινίδες Καρύστιαι, 295d
φάγροι δ’ Ἐρετρικοί, Σκύριοι δὲ κάραβοι.
οὐκοῦν τὸ μὲν γλαυκίδιον, ὥσπερ ἄλλοτε,
ἕψειν ἐν ἅλμῃ φημί. β. τὸ δὲ λαβράκιον;
α. ὀπτᾶν ὅλον. β. τὸν γαλεόν; α. ἐν ὑποτρίμματι
ζέσαι. β. τὸ δὲ ἐγχέλειον; α. ἅλες, ὀρίγανον.
ὕδωρ. β. ὁ γόγγρος; α. ταὐτόν. β. ἡ βατίς; α.
χλόη.
β. πρόσεστι θύννου τέμαχος. α. ὀπτήσεις. β.
κρέας
ἐρίφειον; α. ὀπτόν. β. θάτερον; α. τἀναντία.
β. ὁ σπλήν; α. σεσάχθω. β. νῆστις; 295e
Εὔβουλος Καμπυλίωνι·
τὴν τ’ εὐπρόσωπον λοπάδα
τοῦδε τοῦ θαλαττίου
Γλαύκου φέρουσαν εὐγενέστερον
λάβρακὰ θ’ ἑφθὸν ἅλμῃ μίαν.
ὁ πρῶτος εὑρὼν πολυτελὲς τμητὸν μέγα
γλαύκου πρόσωπον τοῦ τ’ ἀμύμονος δέμας
θύννου τὰ τ’ ἄλλα βρώματ’ ἐξ ὑγρᾶς ἁλὸς
Νηρεὺς κατοικεῖ τόνδε πάντα τὸν τόπον.
γλαῦκοι δ’ ὅλοι, ῥαχιστὰ κρανίων μέρη
εὔσαρκα.
ἔχειν καθαρείως ἐγχελύδιόν τι καὶ
γλαυκινιδίου κεφάλαια καὶ λαβρακίου
τεμάχια.
ἔστω δ’ ἡμῖν κεστρεὺς τμητός,
νάρκη πνικτή, πέρκη σχιστή,
τευθὶς σακτή, συνόδων ὀπτός,
γλαύκου προτομή, γόγγρου κεφαλή,
βατράχου γαστήρ, θύννου λαγόνες,
βατίδος νῶτον, κέστρας ὀσφύς,
ψητταρικίσκος, μαινίς, καρίς,
τρίγλη, φυκίς·
τῶν τοιούτων μηδὲν ἀπέστω. 296a
Ναυσικράτης Ναυκλήροις· ..
δύο μέν, φασιν, ἁπαλοὶ καὶ καλοὶ
παῖδες θεοῦ τοῦ ναυτίλοισι πολλάκις
ἤδη φανέντος πελαγίοις ἐν ἀγκάλαις,
ὃν καὶ τὰ θνητῶν φασιν ἀγγέλλειν πάθη.
β. Γλαῦκον λέγεις. α. ἔγνωκας.
Ἀνθηδών νὺ τίς ἐστιν ἐπὶ πλευροῖο θαλάσσης
ἀντίον Εὐβοίης σχεδὸν Εὐρίποιο ῥοάων·
ἔνθεν ἐγὼ γένος εἰμί· πατήρ δέ με γείνατο Κωπεύς.
ἣν Ἠελίῳ φαέθοντι
ἐν μακάρων νήσοισι λιτὴ φύει εἴαρι γαίη·
ἠέλιος δ’ ἵπποις θυμήρεα δόρπον ὀπάζει
ὕλην αἰενάουσαν, ἵνα δρόμον ἐκτελέσωσιν
ἄτρυτοι, καὶ μὴ τιν’ ἕλοι μεσσηγὺς ἀνίη.
καὶ θεῶν ἄγρωστιν εὗρες, ἣν Κρόνος κατέσπειρε.
Ἐρυθραίης ἀπὸ πέτρης,
ἢ τοὺς ἀλκυόνων παῖδας ἔτ’ ἀπτερύγους,
τῇ νύμφῃ δύσπιστος ἀθύρματα, δάκρυ δ’ ἐκείνου
καὶ Σειρὴν γείτων παρθένος οἰκτίσατο 297c
ἀκτὴν γὰρ κείνην ἀπενήχετο καὶ τὰ σύνεγγυς
Αἴτνης.
τείροντ’ ἐγχέλυές τε καὶ ἰχθύες οἱ κατὰ δίνας.
τοῦ δ’ ἐγὼ ἀντίος εἶμι, καὶ εἰ πυρὶ χεῖρας ἔοικε,
ἔγχελυν αἰνῶ μὲν πᾶσαν, πολὺ δ’ ἐστὶ κρατίστη
Ῥηγίου ἀντιπέρας πορθμοῦ· ληφθεῖσα θαλάσσης 298f
ἔνθα σὺ τῶν ἄλλων πάντων, Μεσσήνιε, θνητῶν
βρῶμα τιθεὶς τοιόνδε διὰ στόματος πλεονεκτεῖς,
οὐ μὴν ἀλλὰ κλέος γ’ ἀρετῆς μέγα κάρτα φέρουσι
Κωπαῖαι καὶ Στρυμόνιαι· μεγάλαι τε γάρ εἰσι
καὶ τὸ πάχος θαυμασταί. ὅλως δ’ οἶμαι βασιλεύει 299a
πάντων τῶν περὶ δαῖτα καὶ ἡδονῇ ἡγεμονεύει
ἔγχελυς, ἣ φύσει ἐστὶν ἀπήρινος μόνος ἰχθύς
πολλὰς δὲ τυφλὰς ἐγχέλυας ἐδέξω.
σκέψασθε φησί παῖδες τὴν κρατίστην ἔγχελυν.
ἔγχελυν Βοιωτίαν.
καὶ λεῖος ὥσπερ ἔγχελυς.
θύννος, ὀρφώς, γλαῦκος, ἔγχελυς, κύων.
ὅπερ γὰρ οἱ τὰς ἐγχέλεις θηρώμενοι πέπονθας
τὰς εἰκοῦς τῶν ἐγχέλεων τὰς ἐμὰς μιμούμενοι.,
οὐ χαίρω δὲ βατίσιν, οὐδ’ ἐγχέλεσιν.
ἐγχέλεων ἀνεψιός.
ὥσπερ ἔγχελυς κατὰ γλοιοῦ.
ἐρῳδιὸς γὰρ ἔγχελυν Μαιανδρίην
τρίορχον εὑρὼν ἐσθίοντ’ ἀφείλετο.
ὅπερ γὰρ οἱ τὰς ἐγχέλεις θηρώμενοι πέπονθας
ὅταν γὰρ ἡ λίμνη καταστῇ, λαμβάνουσιν οὐδὲν,
299d ἐὰν δ’ ἄνω τε καὶ κάτω τὸν βόρβορον κυκῶσιν,
αἱροῦσι· καὶ σὺ λαμβάνεις, ἢν τὴν πόλιν ταράττῃς,
τείροντ’ ἐγχέλυές τε καὶ ἰχθύες.
τὰ τ’ ἄλλα δεινούς φασι τοὺς Αἰγυπτίους
εἶναι τὸ νομίσαι τ’ ἰσόθεον τὴν ἔγχελυν
πολὺ τῶν θεῶν γάρ ἐστι τιμιωτέρα.
τῶν μὲν γὰρ εὐξαμένοισιν ἔσθ’ ἡμῖν τυχεῖν,
τούτων δὲ δραχμὰς τοὐλάχιστον δώδεκα
ἢ πλέον ἀναλώσασιν ὀσφρέσθαι μόνον
οὕτως ἔσθ’ ἅγιον παντελῶς τὸ θηρίον.
οὐκ ἂν δυναίμην συμμαχεῖν ὑμῖν ἐγώ·
οὔτ’ οἱ τρόποι γὰρ ὁμονοοῦσ’ οὔτ’ οἱ νόμοι
ἡμῶν, ἀπ’ ἀλλήλων δὲ διέχουσιν πολύ.
βοῦν προσκυνεῖς, ἐγὼ δὲ θύω τοῖς θεοῖς·
τὴν ἔγχελυν μέγιστον ἡγεῖ δαίμονα,
ἡμεῖς δὲ τῶν ὄψων μέγιστον παρὰ πολὺ 300a
οὐκ ἐσθίεις ὕει᾽, ἐγὼ δὲ γ’ ἥδομαι
μάλιστα τούτοις· κύνα σέβεις, τύπτω δ’ ἐγώ,
τοὔψον κατεσθίουσαν ἡνίκ’ ἂν λάβω.
τοὺς ἱερέας ἐνθάδε μὲν ὁλοκλήρους νόμος
εἶναι, παρ’ ὑμῖν δ᾽, ὡς ἔοικ᾽, ἀπηργμένους.
τὸν αἰέλουρον κακὸν ἔχοντ’ ἐὰν ἴδῃς
κλαίεις, ἐγὼ δ’ ἥδιστ’ ἀποκτείνας δέρω.
δύναται παρ’ ὑμῖν μυγαλῆ, παρ’ ἐμοὶ δὲ γ’ οὔ.
πῶς ἂν μὲν οὖν σώσειεν ἶβις ἢ κύων;
ὅπου γὰρ εἰς τοὺς ὁμολογουμένους θεοὺς
ἀσεβοῦντες οὐ διδόασιν εὐθέως δίκην,
τίν’ αἰελούρου βωμὸς ἐπιτρίψειεν ἄν;
νύμφα ἀπειρόγαμος τεύτλῳ περὶ σῶμα καλυπτὰ
λευκόχρως παρέσται,
ἔγχελυς, ὦ μέγα μοι μέγα σοι φάος ὅσσον ἐναργές.
μετὰ ταῦτα θύννων μεγαλόπλουτ’ ἐπεισέπλει
ὑπογάστρι’ ὀπτῶν αἵ τ’ ἐχιδνοσώματοι
Βοιώτιαι παρῆσαν ἐγχέλεις θεαὶ
τεῦτλ’ ἀμπεχόμεναι.
τεῦτλ’ ἀμπεχομένης παρθένου Βοιωτίας
Κωπᾷδος· ὀνομάζειν γὰρ αἰδοῦμαι θεάν.
καὶ σοῦ γ’ ἐπώνυμός τις ἐν φήμαις βροτῶν
Θρῇκας κατάρδων ποταμὸς ὠνομασμένος 300d
Στρυμών, μεγίστας ἐγχέλεις κεκτημένος.
ἐλθὼν Εὐλῆος πηγὰς ἔπι δινήεντος
τὸν δ’ ἔλοπ’ ἔσθε μάλιστα Συρακούσαις ἐνὶ κλειναῖς,
τόν γε κρατιστεύονθ᾽. οὗτος γὰρ αὖ ἐστιν ἐκεῖθεν
τὴν ἀρχὴν γεγονώς· ὥσθ’ ἡνίκ’ ἂν ἢ περὶ νήσους
ἢ περὶ τὴν Ἀσίην που ἁλῷ γῆν ἢ περὶ Κρήτην,
λεπτὸς καὶ στερεὸς καὶ κυματοπλὴξ ἀφικνεῖται.
οὐχ ἑψητῶν λοπάς ἐστιν.
καὶ τὴν μὲν ἀφύην καταπέπωκεν ἐντυχὼν
ἑψητός.
ὦ Χάριτες, αἷσι μέλουσιν ἑψητοί.
ἀγαπῶν τε κἂν ἑψητὸν ἐν τεύτλοις ἕνα
διὰ δωδεκάτης ἑψόμενον ἡμέρας ἴδῃ.
καὶ γὰρ ἑψητοί τινες
παρῆσαν ἡμῖν δαιδαλεῖοί πως. 301b
τῶν οὖν κορακίνων πεῖραν οὐχὶ λαμβάνεις
οὐδὲ τριχίδων οὐδ’ οἷον ἑψητῶν τινῶν;
οὐδὲν μὰ Δί᾽ ἐρῶ λοπάδος ἑψητῶν.
τὸ παιδίον δ’ εἰσῆλθεν ἑψητοὺς φέρον.
βεμβράδ᾽, ἀφύην, ἑψητόν.
ἑψητὸν ἀγοράζειν τινά. 301c
301d καὶ λεβίαν λαβέ, Μόσχε, τὸν ἥπατον ἐν περικλύστῳ
Δήλῳ καὶ Τήνῳ.
σκόμβρος,
θύννος, κωβιός, ἠλακατῆνες.
κωβιός, ἠλακατῆνες,
κυνὸς οὐραῖον.
ἀμφὶ δὲ τὴν ἱεράν τε καὶ εὐρύχορον Σάμον ὄψῃ
θύννον ἁλισκόμενον σπουδῇ μέγαν, ὃν καλέουσιν
ὄρκυν, ἄλλοτε δ’ αὖ κῆτος. τούτου δὲ θέρευς χρὴ
ὀψωνεῖν ἃ πρέπει ταχέως καὶ μὴ περὶ τιμῆς 302a
ἐστὶ δὲ γενναῖος Βυζαντίῳ ἔν τε Καρύστῳ·
ἐν Σικελῶν δὲ κλυτῇ νήσῳ Κεφαλοιδὶς ἀμείνους
πολλῷ τῶνδε τρέφει θύννους καὶ Τυνδαρὶς ἀκτή.
ἂν δὲ ποτ’ Ἰταλίας ἱερᾶς Ἱππώνιον ἔλθῃς
Περσεφόνης ἕδος εὐστεφάνου, πολὺ δή, πολὺ πάντων
ἐνταῦθ’ εἰσὶν ἄριστοι ἔχουσί τε τέρματα νίκης,
οἱ δ’ ἐπὶ τῶνδε τόπων πεπλανημένοι εἰσὶν ἐκεῖθεν
πολλὰ περάσαντες πελάγη βρυχίου διὰ πόντου 302b
ὥστ’ αὐτοὺς ἡμεῖς θηρεύομεν ὄντας ἀώρους.
θύννοι τε διοιστρήσοντι Γαδείρων δρόμον.
μετὰ ταῦτα θύννων μεγαλόπλουτ’ ἐπεισέπλει
ὑπογάστρι’ ὀπτῶν.
οὐκ ἔγχελυν Βοιωτίαν, οὐ γλαῦκον, οὐχὶ θύννου
ὑπογάστριον.
ὑπογάστριον θύννου τι κἀκροκώλιον 302e
δραχμῆς ὕειον.
ὑπογάστριά θ’ ἡδέα θύννων.
ταῦτα γὰρ οἱ πένητες οὐκ ἔχοντες ἀγοράσαι
ὑπογάστριον θύννακος οὐδὲ κρανίον
λάβρακος οὐδὲ γόγγρον οὐδὲ σηπίας,
ἃς οὐδὲ μάκαρας ὑπερορᾶν οἶμαι θεούς.
ἰχθύων δὲ δὴ
ὑπογάστρι᾽, ὦ Δάματερ,
ὅστις ὠψώνηκ’ ἴσως
ταύταις μεγαλείως ταῖς κάκιστ’ ἀπολουμέναις
ὑπογάστρι’ ἐλθὼν ἃς Ποσειδῶν ἀπολέσαι
βράττειν τε γεννικῶς παρασκευάζεται
πλευρὰν μετ’ αὐτῶν.
καὶ τοὺς ἁλιέας δ’ εἰς τὸ βάραθρον ἐμβάλω·
ἀπελευθέρων ὀψάρια θηρεύουσί μοι, 303a
τριχίδια καὶ σηπίδια καὶ φρυκτούς τινας.
β. οὗτος πρότερον κεφαλὴν εἰ λάβοι θύννου
ἐνόμιζεν ἐγχέλεια καὶ θύννας ἔχειν.
καὶ μὴν διέφθαρταί γε τοὔψον παντελῶς· 303b
κλεῖδες μὲν ὀπταὶ δύο παρεσκευασμέναι.
β. αἷς τὰς θύρας κλείουσι; α. θύννειοι μὲν οὖν.
β. σεμνὸν τὸ βρῶμα. α. καὶ τρίτη Λακωνική.
σφύρας δέχεσθαι κἀπιχαλκεύειν μύδρους
ὡς ἀστενακτὶ θύννος ὣς ἠνείχετο
ἄναυδος.
τὸ σκαιὸν ὄμμα παραβαλὼν θύννου δίκην,
καὶ θάλαττα βορβορώδης, ἣ τρέφει θύννον μέγαν.
ἐγὼ γάρ εἰμι θυννὶς ἡ μέλαινά σοι
καὶ θύννος, ὀρφώς, γλαῦκος, ἔγχελυς, κύων.
καὶ θύννης οὐραῖον ἔχειν—τὴν θυννίδα φωνῶ
τὴν μεγάλην, ἧς μητρόπολις Βυζάντιόν ἐστιν.
εἶτα τεμὼν αὐτὴν ὀρθῶς ὄπτησον ἅπασαν
ἁλσὶ μόνον λεπτοῖσι πάσας καὶ ἐλαίῳ ἀλείψας.
θερμὰ τ’ ἔδειν τεμάχη βάπτων δριμεῖαν ἐς ἅλμην
καὶ ξήρ’ ἂν ἐθέλῃς ἔσθειν γενναῖα πέλονται,
ἀθανάτοισι θεοῖσι φυὴν καὶ εἶδος ὅμοια.
303f ἂν δ’ ὄξει ῥάνας παραθῇς, ἀπόλωλεν ἐκείνη.
τῆς τε βελτίστης μεσαῖον θυννάδος Βυζαντίας
τέμαχος ἐν τεύτλου λακιστοῖς κρύπτεται στεγάσμασιν.
ὁ μὲν ἐν ἀγρῷ τρεφόμενος
θαλάττιον μὲν οὗτος οὐδὲν ἐσθίει 304a
πλὴν τῶν παρὰ γῆν, γόγγρον τιν’ ἢ νάρκην τιν’ ἢ
θύννης τὰ πρὸς γῆς. β. ποῖα; α. τὰ κάτωθεν λέγω· ·
β. τούτους φάγοις ἄν; γ. τοὺς γὰρ ἄλλους νενόμικα
ἀνθρωποφάγους ἰχθῦς. β. τὸ δεῖνα δ’ ἐσθίεις;
γ· τὸ τί; β. τὰ Βοιωτῶν λοιπά ; γ. Κωπᾷδας λέγεις;
ἀγρίως γε· παρὰ λίμνην γεωργῶν τυγχάνω.
τὰ δ’ ἐγχέλεια γράψομαι λιποταξίου·
ὁ μὲν γὰρ αὐτῶν ἡσυχῇ τε καὶ ῥύβδην
θυννίδα τε καὶ μυττωτὸν ἡμέρας πάσας
δαινύμενος, ὥσπερ Λαμψακηνὸς εὐνοῦχος,
κατέφαγε δὴ τὸν κλῆρον ὥστε χρὴ σκάπτειν
πέτρας τ’ ὀρείας σῦκα μέτρια τρώγων
καὶ κρίθινον κόλλικα, δούλιον χόρτον.
κὠξύρυγχοι ῥαφίδες ἵππουροί τε καὶ χρυσόφρυες. 304d
ἠὲ μέγαν συνόδοντα ἢ ἀρνευτὴν ἵππουρον.
ἵππουρος δὲ Καρύστιός ἐστιν ἄριστος ·
ἄλλως τ’ εὔοψον σφόδρα χωρίον ἐστὶ Κάρυστος.
κορακῖνοι δὲ κοριοειδέες,
πίονες χἰππίδια λεῖα, φυκιοφάγοι κουρίδες.
ἢ σκάρον ἢ κῶθον τροφίην καὶ ἀναιδέα λίην
χάννους τ’ ἐγχέλυάς τε καὶ ἐννυχίην πίτυνον,
ὁ ἢ μύας ἢ ἵππους ἠὲ γλαύκην κορύδυλιν.
ἢ ὕκην ἢ ἵππον ἢ ὃν κίχλην καλέουσιν.
κεῖνο δὲ δὴ σκέπτοιο, τό κεν καὶ ἰουλίδα μάργον
πολλὸν ἀποτροπόῳτο καὶ ἰοβόλον σκολόπενδραν.
καὶ δὲ σύ γε μνήσαιο δελείατος ὅττι παρ’ ἄκρα
δήεις αἰγιαλοῖο γεώλοφα· οἱ μὲν ἴουλοι
κέκληνται, μέλανες, γαιηφάγοι, ἔντερα γαίης.
ἠὲ καὶ ἑρπήλας δολιχήποδας, ὁππότε πέτραι
ἀμμώδεις κλύζωνται ἐπ’ ἄκρῃ κύματος ἀγῇ,
ἔνθεν ὀρύξασθαι θέμεναὶ τ’ εἰς ἄγγος ἀολλεῖς.
τρίγλην δ’ εἰ μὲν ἐδηδοκοίη τένθου τινὸς ἀνδρός.
305c γλαύκους ἢ ὀρφῶν ἔναλον γένος ἠὲ μελάγχρων
κόσσυφον ἢ κίχλας ἁλιειδέας.
βαμβραδόνες τε καὶ κίχλαι λαγοὶ δράκοντές τ’ ἄλκιμοι.
οἷς ἤδη κίχλην οἰνώδεα, τὴν καλαμῆες 305d
σαῦρον κικλήσκουσι καὶ αἰολίην, ὀρφίσκον,
πιότατον κεφαλῇ.
ἢ σκάρον ἢ κίχλην πολυώνυμον.
αὐτὰρ ἐς Ἀμβρακίαν ἐλθὼν εὐδαίμονα χώραν
τὸν κάπρον ἂν ἐσίδῃς ὠνοῦ καὶ μὴ κατάλειπε,
κἂν ἰσόχρυσος ἔῃ, μή σοι νέμεσις καταπνεύσῃ
δεινὴ ἀπ’ ἀθανάτων τὸ γάρ ἐστιν νέκταρος ἄνθος,
τούτου δ’ οὐ θέμις ἐστὶ φαγεῖν θνητοῖσιν ἅπασιν 305f
οὐδ’ ἐσιδεῖν ὄσσοισιν, ὅσοι μὴ πλεκτὸν ὕφασμα
σχοίνου ἑλειοτρόφου κοῖλον χείρεσσιν ἔχοντες
εἰώθασι δονεῖν ψήφους αἴθωνι λυγισμῷ
ἄρθρων μηλείων τ’ ἐπ’ ἄγρην δωρήματα βάλλειν.
κίθαρος γεγενῆσθαι κἀγοράζειν κίθαρος ὤν.
β. ἀγαθὸν γ’ ὁ κίθαρος καὶ πρὸς Ἀπόλλωνος πάνυ.
α. ι ἐκεῖνο θράττει μ᾽, ὅτι λέγουσιν, ὦ ᾽ γαθή,
ἔνεστιν ἐν κιθάρῳ τι κακόν.
ἦν δ’ ὑαινίδες τε βούγλωσσοί τε καὶ κίθαρος ἐνῆς.
κίθαρος ὀπτὸς καὶ βατὶς θύννου τε κεφάλαιον τοδί.
κίθαρον δὲ κελεύω,
ἂν μὲν λευκὸς ἔῃ στερεός τε μέγας τε πεφύκῃ,
ἕψειν εἰς ἅλμην καθαρὰν κατὰ φύλλα καθέντα·
ἂν δ’ ᾖ πυρρὸς ἰδεῖν καὶ μὴ λίαν μέγας, ὀπτᾶν
ὀρθῇ κεντήσαντα δέμας νεοθῆγι μαχαίρᾳ,
καὶ πολλῷ τυρῷ καὶ ἐλαίῳ τοῦτον ἄλειφε
χαίρει γὰρ δαπανῶντας ὁρῶν, ἐστὶν δ’ ἀκόλαστος.
τοῖσί κεν ἄρμενα πάντα παροπλίσσαιο δέλετρα,
κουρύλον ἢ πειρῆνα ἢ εἰναλίην ἕρπηλαν.
ἢ μύας ἢ ἵππους ἠὲ γλαύκην κορύδυλιν.
ἔτι δὲ πὸτ τούτοισι βῶκες, σμαρίδες, ἀφύαι, κάμμοροι.
ἄλλοτε καρχαρίην, ὁτὲ δὲ ῥόθιον ψαμαθῖδα. σώφρων
αἰολίαι πλῶτές τε κυνόγλωσσοὶ τ᾽, ἐνῆν δὲ σκιαθίδες. ι
τοῦ κεστρέως κατεδήδοκεν τὸ κρανίον
ἀναρπάσας Μάτων ἐγὼ δ’ ἀπόλλυμαι. 307d
κεστρέα δ’ Αἰγίνης ἐξ ἀμφιρύτης ἀγόραζε,
ἀνδράσι τ’ ἀστείοισιν ὁμιλήσεις.
ἅλλεται δ’ ὑφ’ ἡδονῆς
κεστρεύς.
νήστεις κεστρέας, κεφάλους.
κεστρεῖς ἔχων ἀλλ’ οὐ στρατιώτας τυγχάνεις
νήστεις.
ἐγὼ δὲ κεστρεὺς νῆστις οἴκαδ’ ἀποτρέχω.
ἐγὼ δ’ ἰὼν πειράσομαι
εἰς τὴν ἀγορὰν ἔργον λαβεῖν ἧττόν γ’ ἂν οὖν
νῆστις καθάπερ κεστρεὺς ἀκολουθήσεις ἐμοί.
Μίδας δὲ κεστρεύς ἐστι· νῆστις περιπατεῖ.
ἠγόρασα νῆστιν κεστρέ’ ὀπτὸν οὐ μέγαν.
ἆρ’ ἔνδον ἀνδρῶν κεστρέων ἀποικία;
ὡς μὲν γάρ ἐστε νήστιδες, γιγνώσκεται.
τὰ πόλλ’ ἄδειπνος περιπατεῖ, κεστρῖνός ἐστι νῆστις.
ὃς νῦν τετάρτην ἡμέραν βαπτίζεται,
νῆστιν πονήρου κεστρέως τρίβων βίον.
οὗτοι δεδειπνήκασιν ὁ δὲ τάλας ἐγὼ 308a
κεστρεὺς ἂν εἴην ἕνεκα νηστείας ἄκρας.
καὶ στῆτ’ ἐφεξῆς,
κεστρέων νῆστις χορός,
λαχάνοισιν ὥσπερ χῆνες ἐξενισμένοι.
ἐξιόντι γὰρ ἁλιεὺς ἀπήντησεν φέρων μοι κεστρέας,
ἰχθῦς ἀσίτους καὶ πονηροὺς ἒν γ’ ἐμοί,
τὰ πρὸ τοῦ δύ’ ἄνδρες ἔλεγον, εἷς ἐγὼν ἀποχρέω,
ῥηιδίως ἕλκοιο καὶ αἰολίην κορακῖνον.
αἰολίαι πλῶτές τε κυνόγλωσσοί τε.
μύες ἀλφησταί τε κορακῖνοί τε κοριοειδέες,
αἰολίαι πλῶτές τε κυνόγλωσσοί τε.
τοῖς σοῖσι συνὼν κορακινιδίοις
καὶ μαινιδίοις.
ὅστις κορακῖνον ἐσθίει θαλάττιον
γλαύκου παρόντος, οὗτος οὐκ ἔχει φρένας.
ἢ σκάρον ἢ κῶθον τροφίην καὶ ἀναιδέα λίην.
τρυγόνες τ’ ὀπισθόκεντροι καὶ μάλ’ ἁδροὶ κωβιοί.
ἥκω πολυτελῶς ἀγοράσας εἰς τοὺς γάμους,
λιβανωτὸν ὀβολοῦ τοῖς θεοῖς καὶ ταῖς θεαῖς
πάσαισι, τοῖς δ’ ἥρωσι τὰ ψαίστ’ ἀπονεμῶ.
ἡμῖν δὲ τοῖς θνητοῖς ἐπριάμην κωβιούς.
ὡς προσβαλεῖν δ’ ἐκέλευσα τὸν τοιχωρύχον, 309e
τὸν ἰχθυοπώλην,
τὸν δῆμον αὐτῶν εἰσὶ γὰρ Φαληρικοί.
ἄλλοι δ’ ἐπώλουν, ὡς ἔοικ᾽, Ὀτρυνικούς.
τῶν ἰχθυοπωλῶν ἀρτίως τις τεττάρων
δραχμῶν ἐτίμα κωβιούς σφόδρα.
κἀγλαοὶ κόκκυγες, οὓς παρσχίζομες 309f
πάντας, ὀπτᾶντες δὲ χἀδύναντες αὐτοὺς χναύομες.
ἄλλοτ’ ἐρυθρὸν
κόκκυγ’ ἢ ὀλίγας πεμφηρίδας, ἄλλοτε σαῦρον, 310a
τῆμος δ’ ἠέλιος μὲν ἐν αἰθέρι μώνυχας ἵππους
ἄρτι παραγγέλλοι μέσσατον ἦμαρ ἔχων,
δείπνου δὴ λήγοιμεν, ὅσου τινὰ θυμὸς ἀνώγοι,
παντοίων ἀγαθῶν γαστρὶ χαριζόμενοι. 310b
χέρνιβα δ’ αἶψα θύραζε φέροι, στεφανώματα δ’ εἴσω
εὐειδὴς ῥαδινῇς χερσὶ Λάκαινα κόρη.
εἰ θείης, Ἀκάδημε, ἐφίμερον ὕμνον ἀείδειν,
ἆθλον δ’ ἐν μέσσῳ παῖς καλὸν ἄνθος ἔχων
σοί τ’ εἴη καὶ ἐμοὶ σοφίης πέρι δηρισάντοιν
γνοίης χ’ ὅσσον ὄνων κρέσσονες ἡμίονοι.
ἐν δὲ Τορωναίων ἄστει τοῦ καρχαρία χρὴ
τοῦ κυνὸς ὀψωνεῖν ὑπογάστρια κοῖλα κάτωθεν.
εἶτα κυμίνῳ ταῦτα πάσας ἁλὶ μὴ συχνῷ ὄπτα·
ἄλλο δ’ ἐκεῖσε, φίλη κεφαλή, μηδὲν προσενέγκῃς,
εἰ μὴ γλαυκὸν ἔλαιον. ἐπειδὰν δ’ ὀπτὰ γένηται, 310d
ἤδη τριμμάτιόν τε φέρειν καὶ ἐκεῖνα ἐτ’ αὐτοῦ.
ὅσσα δ’ ἂν ἐν λοπάδος κοίλης πλευρώμασιν ἕψῃς
μήθ’ ὕδατος πηγὴν ἱερὴν μήτ’ οἴνινον ὅξος
συμμίξῃς ἀλλ’ αὐτὸ μόνον κατάχευον ἔλαιον
αὐχμηρόν τε κύμινον ὁμοῦ, δ’ εὐώδεα φύλλα.
ἕψε δ’ ἐπ’ ἀνθρακιῆς φλόγα τούτοις μὴ προσενεγκὼν~
καὶ κίνει πυκινῶς, μὴ προσκαυθέντα λάθῃ σε.
ἀλλ’ οὐ πολλοὶ ἴσασι βροτῶν τόδε θεῖον ἔδεσμα 310e
οὐδ’ ἔσθειν ἐθέλουσιν, ὅσοι κεπφαττελεβώδη
ψυχὴν κέκτηνται θνητῶν εἰσὶν τ᾽ ἀπόπληκτοι
ὡς ἀνθρωποφάγου τοῦ θηρίου ὄντος. ἅπας δὲ
ἰχθὺς σάρκα φιλεῖ βροτέην, ἄν που περικύρσῃ.
λάβραξ ὁ πάντων ἰχθύων σοφώτατος. Ἀλκαῖος
λάμβανε δ’ ἐκ Γαίσωνος ὅταν Μίλητον ἵκηαι,
κεστρέα τὸν κέφαλον καὶ τὸν θεόπαιδα λάβρακα.
εἰσὶ γὰρἐνθάδ’ ἄριστοι· ὁ γὰρ τόπος ἐστὶ τοιοῦτος.
πιότεροι δ’ ἕτεροι πολλοὶ Καλυδῶνί τε κλεινῇ Ἀμβρακίᾳ
τ’ ἐνὶ πλουτοφόρῳ Βόλβῃ τ’ ἐνὶ λίμνῃ· 311b ἀλλ’ οὐκ εὐώδη γαστρὸς κέκτηνται ἀλοιφὴν
οὐδ’ οὕτω δριμεῖαν. ἐκεῖνοι δ’ εἰσίν, ἑταῖρε,
τὴν ἀρετὴν θαυμαστοί. ὅλους δ’ αὐτοὺς ἀλεπίστους
ὀπτήσας μαλακῶς γλίσχρης προσένεγκε δίχ’ ἅλμης.
μηδὲ προσέλθῃ σοί περὶ τοὔψον τοῦτο πονοῦντι
μήτε Συρακόσιος μηδεὶς μήτ’ Ἰταλιώτης.
οὐ γὰρ ἐπίστανται χρηστοὺς σκευαζέμεν ἰχθῦς, 311c
ἀλλὰ διαφθείρουσι κακῶς τυροῦντες ἅπαντα
ὄξει τε ῥαίνοντες ὑγρῷ καὶ σιλφίου ἅλμῃ.
τῶν δὲ πετραίων ἰχθυδίων τῶν τρισκαταράτων
πάντων εἰσὶν ἄριστοι ἐπισταμένως διαθεῖναι
καὶ πολλὰς ἰδέας κομψῶς παρὰ δαιτὶ δύνανται
ὀψαρίων τεύχειν γλίσχρων ἡδυσματολήρων.
ἀλλ’ οὐ λάβρακας καταφαγὼν Μιλησίους κλονήσεις.
οὐ κρανίον λάβρακος, οὐχὶ κάραβον πρίασθαι,
μὴ πολυτελῶς, ἀλλὰ καθαρείως· ὅ τι ἂν ᾖ
ὁσίας ἕνεκα, σηπίδια ἢ τευθίδια
πλεκτάνια μικρά πουλύποδος, νῆστίν τινα,
μήτραν, χόρια, πῦον, λάβρακος κρανίον
εὐμέγεθες.
Αἰγύπτιος μιαρώτατος τῶν ἰχθύων κάπηλος,
Ἕρμαιος, ὃς βίᾳ δέρων ῥίνας γαλεούς τε πωλεῖ
καὶ τοὺς λάβρακας ἐντερεύων.
τὸν δὲ λάτον τὸν κλεινὸν ἐν Ἰταλίῃ πολυδένδρῳ
ὁ Σκυλλαῖος ἔχει πορθμός, θαυμαστὸν ἔδεσμα.
τοὺς μαιώτας καὶ σαπέρδας καὶ γλάνιδας.
κἂν ᾖ γαλεός, κἂν λειόβατος, κἂν ἔγχελυς.
οὔτε οἱ γόγγρων τι παχέων οὔτε μυραινᾶν ἀπῆς.
βατίς τε καὶ σμύραινα
πρόσεστιν. 312d
μυραίνης δ’ ἔκπαγλον, ἐπεὶ μογεροὺς ἁλιῆας
πολλάκις ἐμβρύξασα κατεπρήνιξεν ἐπάκτρων
εἰς ἅλα φυζηθέντας, ἐχετλίου ἐξαναδῦσα·
εἰ ἔτυμον κείνην γε σὺν οὐλοβόροις ἐχίεσσι 312e
θόρνυσθαι, προλιποῦσαν ἁλὸς νόμον, ἠπείροισιν.
Ἰταλίας τε μεταξὺ κατὰ στενοκύμονα πορθμὸν
ἡ πλωτὴ μύραινα καλουμένη ἄν ποτε ληφθῇ,
ὠνοῦ τοῦτο γάρ ἐστιν ἐκεῖ θαυμαστὸν ἔδεσμα.
ὅκχ’ ὁρῇ βῶκάς τε πολλοὺς καὶ σμαρίδας.
τοὺς γὰρ μεγάλους τούτους ἅπαντας νενόμικα
ἀνθρωποφάγους ἰχθῦς. β. τί φής, ὦ φίλτατε,
ἀνθρωποφάγους; πῶς; γ. οὓς ἂν ἄνθρωπος
φάγοι 313c
δηλονότι· ταῦτα δ’ ἐστὶν Ἑκάτης βρώματα,
ἅ φησιν οὗτος, μαινίδας καὶ τριγλίδας.
ὅπως σε πείσῃ μηδὲ ]δὲ εἷς, πρὸς τῶν θεῶν,
τοὺς βόακας, ἄν ποτ’ ἔλθῃ, λευκομαινίδας καλεῖν.
σκορπίον ἢ πέρκαισι καθηγητὴν μελάνουρον
ἦν δὲ σαργῖνοί τε μελάνουροί τε.
ἢ ψόρον ἢ σάλπας ἢ αἰγιαλῆα δράκοντα.
καὶ χελιδόνες τε μύρμαι θ᾽, οἵ τε κολιᾶν μέζονες
ἐντί.
μόρμυρος αἰγιαλεὺς κακὸς ἰχθὺς οὐδὲ ποτ’ ἐσθλός. 314a
κεστρέα τὸν θαυμαστὸν ὅταν χειμὼν ἀφίκηται,
νάρκη γὰρ ἑφθὴ βρῶμα χάριεν γίγνεται.
νάρκησε δὲ χεὶρ ἐπὶ καρπῷ.
ὑπελήλυθὲν τέ μου
νάρκα τις ὅλον τὸ δέρμα,
καὶ νάρκην ἑφθὴν ἐν ἐλαίῳ ἠδὲ καὶ οἴνῳ
καὶ χλόῃ εὐώδει καὶ βαιῷ ξύσματι τυροῦ,
νάρκην μὲν οὖν, ὥς φασιν, ὠνθυλευμένην
ὀπτᾶν ὅλην.
ἔπειτα νάρκην ἔλαβον, ἐνθυμούμενος 314e
ὅτι δεῖ γυναικὸς ἐπιφερούσης δακτύλους
ἁπαλοὺς ὑπ’ ἀκάνθης μηδὲ ἓν τούτους παθεῖν
ἀλλὰ λαβὲ ξιφίου τέμαχος Βυζάντιον ἐλθὼν
οὐραίου γ’ αὐτὸν τὸν σφόνδυλον. ἐστὶ δὲ κεδνὸς 314f
κἀν πορθμῷ πρὸς ἄκραισι Πελωριάδος προβολαῖσι.
ὀρφῶς. καλεῖται δὲ καὶ ὀρφός, ὡς Πάμφιλος.
τοῖσί κεν εὐμαρέως θαλάμης ἄπο μακρὸν ἀείροις
σκορπίον ἢ ὀρφὸν περιτρηχέα· τῶν γάρ ἐπ’ ἄκρης
γλαύκους ἢ ὀρφῶν ἔναλον γένος ἠὲ μελάγχρουν
κόσσυφον.
ἱερεὺς γὰρ ἦλθ’ αὐτοῖσιν ὀρφώς του θεῶν.
τέμαχος ὀρφὼ χλιαρόν.
315c σὲ γάρ, γραῦ, συγκατῴκισεν σαπρὰν
ὀρφῷσι σελαχίοις τε καὶ φάγροις βοράν.
ἢν μὲν ὠνῆταί τις ὀρφώς, μεμβράδας δὲ μὴ ᾽θέλῃ.
μεγαλοχάσμονάς τε χάννας κἠκτραπελογάστορας ὄνους
τὸν δ’ ὄνον Ἀνθηδών, ὁ τὸν καλλαρίαν καλέουσιν,
ἐκτρέφει εὐμεγέθη, σομφὴν δ’ ἄρ’ ἔχει τινὰ σάρκα
κἄλλως οὐχ ἡδεῖαν ἔμοιγ᾽, ἄλλοι δὲ λίην νιν
αἰνοῦσιν· χαίρει γὰρ ὁ μὲν τούτοις, ὁ δ’ ἐκείνοις.
ὡς δ’ ὅτε πουλύποδος θαλάμης ἐξελκομένοιο
καὶ ταῦτ’ ἔχοντα πουλύπους καὶ σηπίας.
τὸν πουλύπουν μοι ἔθηκε.
πληγαὶ λέγονται πουλύπου πιλουμένου.
ἠλίθιον εἶναι νοῦν τε πουλύποδος ἔχειν.
δεῖ μέν, ὡς ἔοικε, πολλῶν πουλύπων.
ὥσπερ τοὺς πουλύποδας πρώτιστα σέ.
ἔδω δ’ ἐμαυτὸν ὡς πουλύπους.
ἀνὴρ πολίτης πουλύπους ἐς τοὺς τρόπους.
ἐνθρύσκοισι καὶ βρακάνοις
καὶ στραβήλοις ζῆν ὁπόταν δ᾽
ἤδη πεινῶσιν σφόδρα 316f
ὡσπερεὶ τοὺς πουλύποδας
νύκτωρ περιτρώγειν αὑτῶν τοὺς δακτύλους;
πουλύπους
ἔχων ἁπάσας ὁλομελεῖς τὰς πλεκτάνας.
β. οὐ περιβεβρωκὼς αὑτόν ἐστι, φίλτατε.
πουλύπου ὀργὴν ἴσχε πολυπλόκου, ὃς ποτὶ πέτρῃ
τῇ προσομιλήσῃ τοῖος ἰδεῖν ἐφάνη.
πουλύποδός μοι, τέκνον, ἔχων νόον, Ἀμφίλοχ᾽ ἥρως, 317b
τοῖσιν ἐφαρμόζου τῶν κεν κατὰ δῆμον ἵκηαι.
περὶ δὲ Τροιζῆνα τὸ παλαιόν,
κόγχος ἐγώ, Ζεφυρῖτι, πάλαι τέρας. ἀλλὰ σὺ νῦν με,
Κύπρι, Σεληναίης ἄνθεμα πρῶτον ἔχεις,
ναυτίλον ὃς πελάγεσσιν ἐπέπλεον, εἰ μὲν ἀῆται,
τείνας οἰκείων λαῖφος ἀπὸ προτόνων,
εἰ δὲ Γαληναίη, λιπαρὴ θεός, οὖλος ἐρέσσων 318c
ποσσί νιν, ὥστ’ ἔργῳ τοὔνομα συμφέρεται,
ἔστ’ ἔπεσον παρὰ θῖνας Ἰουλίδας, ὄφρα γένωμαι
σοὶ τὸ περίσκεπτον παίγνιον, Ἀρσινόη,
μηδέ μοι ἐν θαλάμῃσιν ἔθ᾽, ὡς πάρος εἰμὶ γὰρ
ἄπνους,
τίκτηται νοτερῆς ὤεον ἁλκυόνης.
Κλεινίου ἀλλὰ θυγατρὶ δίδου χάριν οἶδε γὰρ ἐσθλὰ
ῥέζειν καὶ Σμύρνης ἐστὶν ἀπ’ Αἰολίδος. 318d
τοῦτο καὶ ἐν πόντῳ καὶ ἐπὶ χθονὶ τῆς Φιλαδέλφου
Κύπριδος ἱλάσκεσθ’ ἱερὸν Ἀρσινόης,
ἣν ἀνακοιρανέουσαν ἐπὶ Ζεφυρίτιδος ἀκτῆς
πρῶτος ὁ ναύαρχος θήκατο Καλλικράτης.
ἡ δὲ καὶ εὐπλοΐην δώσει καὶ χείματι μέσσῳ
τὸ πλατὺ λισσομένοις ἐκλιπανεῖ πέλαγος,
καὶ τὸν πετραῖον πλεκτάναις ἀναίμοσι
στυγῶ μεταλλακτῆρα πουλύπουν χροός.
πώλυποί τε σηπίαι τε καὶ ποταναὶ τευθίδες
χἀ δυσώδης βολβιτὶς γραῖαί τ’ ἐριθακώδεες. 318f Ἀρχέστρατος
πούλυποι ἔν τε Θάσῳ καὶ Καρίᾳ εἰσὶν ἄριστοι·
καὶ Κέρκυρα τρέφει μεγάλους πολλοὺς τε τὸ
πλῆθος.
πουλύποδες, γαλεοί τε κύνες.
πάγουροι. τούτων μέμνηται Τιμοκλῆς ἢ
εἶθ’ ἁλιεὺς ὢν ἄκρος σοφίαν
ἐπὶ μὲν παγούροις τοῖς ὁ θεοῖς ἐχθροῖσι καὶ
ἰχθυδίοις εὕρηκα παντοδαπὰς τέχνας,
γέροντα βούγλωττον δὲ μὴ ταχέως πάνυ
συναρπάσομαι; καλὸν γ’ ἂν εἴη.
ἔνθ’ ἡ πάροικος πηλαμὺς χειμάζεται,
πάραυλος Ἑλλησποντίς.ὡραία ὡραία θέρους
τῷ Βοσπορίτῃ· τῷδε γὰρ θαμίζεται.
κομαρίδας τε καὶ κύνας, κέστρας τε πέρκας τ’ αἰόλας.
ἄλλοτε δ’ αὖ πέρκας, ὁτὲ δὲ στροφάδας παρά πέτρην 319c
φυκίδας ἀλφηστήν τε καὶ ἐν χροιῇσιν ἐρυθρὸν
σκορπίον.
πέρκη. καὶ ταύτης Ἐπίχαρμος ἐν Ἥβας γάμῳ
κὠξύρυγχοι ῥαφίδες ἵππουροί τε.
καὶ σελάχη μέντοι κλεινή Μίλητος ἄριστα 319e
ἐκτρέφει· ἀλλὰ τί χρὴ ῥίνης λόγον ἢ πλατυνώτου
λειοβάτου ποιεῖσθαι; ὁμῶς κροκόδειλον ἂν ὀπτὸν
δαισαίμην ἀπ’ ἰπνοῦ, τερπνὸν παίδεσσιν Ἰώνων.
ἁλιέων, ὁ σπάρους
καὶ σκάρους, τῶν οὐδὲ τὸ σκᾶρ θεμιτὸν ἐκβαλεῖν
θεοῖς. 320a
σκάρον ἐξ Ἐφέσου ζήτει, χειμῶνι δὲ τρίγλας
ἔσθι’ ἐνὶ ψαφαρῇ ληφθέντας Τειχιοέσσῃ
Μιλήτου κώμῃ Καρῶν πέλας ἀγκυλοκώλων
καὶ σκάρον ἐν παράλῳ Καλχηδόνι τὸν μέγαν ὄπτα,
πλύνας εὖ· χρηστὸν δὲ καὶ ἐν Βυζαντίῳ ὄψει
καὶ μέγεθος κυκλίᾳ ἴσον ἀσπίδι νῶτα φοροῦντα.
τοῦτον ὅλον θεράπευε τρόπον τοιόνδε· λαβών νιν,
ἡνίκ’ ἂν εὖ τυρῷ καὶ ἐλαίῳ πάντα πυκασθῇ,
κρίβανον ἐς θερμὸν κρέμασον κἄπειτα κατόπτα.
πάσσειν δ’ ἁλσὶ κυμινοτρίβοις καὶ γλαυκῷ ἐλαίῳ
ἐκ χειρὸς κατακρουνίζων θεοδέγμονα πηγήν. 320c
αὐτὸς ὁ Ποτιδὰν ἄγων γαύλοισιν ἐν Φοινικικοῖς
εἷκε καλλίστους ἄδην, λᾳταγὸς ἁλιέων, σπάρους
καὶ σκάρους, τῶν οὐδὲ τὸ σκᾶρ θεμιτὸν ἐκβαλεῖν θεοῖς. 320d
ἢ σπάρον ἢ ὕκας ἀγεληίδας.
φυκίδας ἀλφηστήν τε καὶ ἐν χροιῇσιν ἐρυθρὸν
σκορπίον ἢ πέρκαισι καθηγητὴν μελάνουρον.
σκορπίοι τε ποικίλοι γλαῦκοί τε, σαῦροι πίονες.
ἐν δὲ Θάσῳ τὸν σκορπίον ὠνοῦ, ἐὰν ᾖ
μὴ μείζων πυγόνος· μεγάλου δ’ ἀπὸ χεῖρας ἴαλλε.
καὶ χελιδόνες τε μύρμαι θ᾽, οἵ τε κολιᾶν μείζονες
ἐντὶ καὶ σκόμβρων, ἀτὰρ τᾶν θυννίδων γα μείονες.
κόσσυφον ἢ κίχλας ἁλιειδέας, ἄλλοτε δ’ ἄλλῃ
σαργὸν ἐπικέλσοντα, ὁ λινοπληγέστατον ἰχθύν.
αἰ δὲ λῇς, σαργοί τε χαλκίδες τε καὶ τοὶ πόντιοι . . . 321c
ἦν δὲ σαργῖνοί τε μελάνουροί τε καὶ τὸ φίνταται
ταινίαι λεπταὶ μέν, ἁδῆαι δέ.
ἡνίκα δ’ ἂν δύνοντος ἐν οὐρανῷ ᾽ Ὠρίωνος
μήτηρ οἰνοφόρου βότρυος χαίτην ἀποβάλλῃ,
τῆμος ἔχειν ὀπτὸν σαργὸν τυρῷ κατάπαστον,
εὐμεγέθη, θερμόν, δριμεῖ δεδαιγμένον ὄξει·
σκληρὸς γὰρ φύσει ἐστίν. ἅπαντα δέ μοι θεράπευε 321d
τὸν στερεὸν τοιῷδε τρόπῳ μεμνημένος ἰχθύν.
τὸν δ’ ἀγαθὸν μαλακόν τε φύσει καὶ πίονα σάρκα
ἁλσὶ μόνον λεπτοῖσι πάσας καὶ ἐλαίῳ ἀλείψας·
τὴν ἀρετὴν γάρ ἔχει τῆς τέρψιος αὐτὸς ἐν αὑτῷ.
Σάλπη. Ἐπίχαρμος Ἥβας γάμῳ·
ἀόνες φάγροι τε λάβρακές τε καὶ τὸ πίονες
σκατοφάγοι σάλπαι βδελυχραί, ἁδέαι δ’ ἐν τῷ θέρει. 321e Ἀριστοτέλης
σάλπην δὲ κακὸν μὲν ἔγωγε
ἰχθὺν εἰς ἀεὶ κρίνω βρωτὴ δὲ μάλιστα
ἐστὶ θεριζομένου σίτου, λαβὲ δ’ ἐν Μυτιλήνῃ
αὐτήν.
σάλπαι τ’ ἰσομήκεες ἰχθῦς,
ἅς τε βόας πορκῆες ἁλίζωοι καλέουσιν,
οὕνεκα γαστέρι φῦκος ἀεὶ ἀλέουσιν ὀδοῦσιν.
ἐκήρυξεν βόαξ,
σάλπης δ’ ἐσάλπιγξ’ ἕπτ’ ὀβολοὺς μισθὸν φέρων.
συναγρίδας μαζούς τε συνόδοντάς τ’ ἐρυθροποικίλους.
ἢ λευκὴν συνόδοντα βόηκάς τε τρικκούς τε.
τοῖσί κε θηρήσαιο φαγεῖν λελιημένος ἰχθὺν
ἠὲ μέγαν συνόδοντα ἢ ἀρνευτὴν ἵππουρον.
αὐτὰρ τὸν σινόδοντα μόνον ζήτει παχὺν εἶναι·
ἐκ πορθμοῦ δὲ λαβεῖν πειρῶ καὶ τοῦτον, ἑταῖρε.
ταὐτὰ δὲ ταῦτα κυρῶ φράζων καὶ πρὸς σέ, Κλέαινε.
τίς δ’ ἐγχέλειον ἂν φάγοι
ἢ κρανίον σινόδοντος;
ἐπίστασαι τὸν σαῦρον ὡς δεῖ σκευάσαι; 322d
β. ἀλλ’ ἂν διδάσκῃς. α. ἐξελὼν τὰ βράγχια,
πλύνας, περικόψας τὰς ἀκάνθας τὰς κύκλῳ
παράσχισον χρηστῶς διαπτύξας θ’ ὅλον
τῷ σιλφίῳ μάστιξον εὖ τε καὶ καλῶς
τυρῷ τε σάξον ἁλσὶ τ’ ἠδ’ ὀριγάνῳ.
θύννου τεμάχη, γλάνιδος, γαλεοῦ,
ῥίνης, γόγγρου, κεφάλου, πέρκης, 322e
σαῦρος, φυκίς, βρίγκος, τρίγλη,
κόκκυξ, φάγρος, μύλλος, λεβίας,
σπάρος, αἰολίας, θρᾷττα, χελιδών,
καρίς, τευθίς, ψῆττα, δρακαινίς,
πουλυπόδειον, σηπία, ὀρφώς,
κωβιός, ἀφύαι, βελόναι, κεστρεῖς.
τῶν καρχαριῶν
νάρκη, βάτραχος, πέρκη, σαῦρος,
τριχίας, φυκίς, βρίγκος, τρίγλη,
κόκκυξ.
σκεπινός. τούτου μνημονεύων Δωρίων ἐν τῷ
σκίαινα. Ἐπίχαρμος Ἥβας γάμῳ·
αἰολίαι πλῶτές τε κυνόγλωσσοὶ τ᾽, ἐνῆν δὲ σκιαθίδες.
τοῖσί κε θηρήσαιο λαβεῖν λελιημένος ἰχθὺν
ἠὲ μέγαν συνόδοντα ἢ ἀρνευτὴν ἵππουρον
ἠὲ φάγρον λοφίην, ὁτὲ δ’ ἀγρόμενον σκιαδῆα.
συαγρίδες. τούτων μνημονεύει Ἐπίχαρμος ἐν 323a
χαλκίδας τε καὶ κύνας κέστρας τε πέρκας τ’ αἰόλας.
ἡ σφύραινα δ’ ἐστὶ τίς;
κέστραν μὲν ὔμμες ὡττικοὶ κικλήσκετε.
πάνυ συχνὴ
σφύραινα. β. κέστραν ἀττικιστὶ δεῖ λέγειν.
κέστραι τε καὶ λάβρακες. 323c
κέστρας τε πέρκας τ’ αἰόλας.
σηπία. Ἀριστοφάνης Δαναίσι·
καὶ ταῦτ’ ἔχοντα σηπίας καὶ πουλύπους.
πώλυποι τε σηπίαι τε καὶ ποταναὶ τευθίδες.
σηπίαι Ἀβδήροις τε Μαρωνείᾳ τ’ ἐνὶ μέσσῃ.
ἰχθὺς ἐώνηταί τις ἢ σηπίδιον;
ὀσμύλια καὶ μαινίδια καὶ σηπίδια.
ἀλλ’ ἔντραγε
τὴν σηπίαν τηνδὶ λαβοῦσα καὶ τοδὶ
τὸ πουλυπόδειον.
σηπίας τόσας
δραχμῆς μιᾶς τρίς τῶν δὲ τὰς μὲν πλεκτάνας
καὶ τὰ πτερύγια συντεμὼν ἑφθὰς ποῶ.
τὸ δ’ ἄλλο σῶμα κατατεμὼν πολλοὺς κύβους
σμήσας τε λεπτοῖς ἁλσὶ δειπνούντων ἅμα
ἐπὶ τὸ τάγηνον σίζον ἐπεισιὼν φέρω.
ἆγε δὴ τρίγλας τε κυφὰς κἀχαρίστους βαιόνας.
τρίγλη δ’ οὐκ ἐθέλει νεύρων ἐπιήρανος εἶναι·
παρθένου Ἀρτέμιδος γὰρ ἔφυ καὶ στύματα μισεῖ,
δέσποιν’ Ἑκάτη τριοδῖτι,
τρίμορφε, τριπρόσωπε,
τρίγλαις κηλευμένα.
κἀν Θάσῳ ὀψώνει τρίγλην κοὐ χείρονα λήψῃ
ταύτης· ἐν δὲ Τέῳ χείρω, κεδνὴ δὲ καὶ αὐτή·
ἐν δ’ Ἐρυθραῖς ἀγαθὴ θηρεύεται αἰγιαλῖτις.
οὐδ’ Αἰξωνίδ᾽ ἐρυθρόχρων ἐσθίειν ἔτι τρίγλην
οὐδὲ τρυγόνος οὐδὲ δεινοῦ φυὴν μελανούρου.
μετ’ αὐτῶν δ’ εἰσὶν ἐκπρεπεῖς φύσιν
αἱ ξανθοχρῶτες, αἷς κλύδων Αἰξωνικὸς
πασῶν ἀρίστας ἐντόπους παιδεύεται· 325f
αἷς καὶ θεὰν τιμῶσι φωσφόρον κόρην,
δείπνων ὅταν πέμπωσι δῶρα ναυτίλοι.
β. τρίγλας λέγεις.
Ταινίαι. καὶ τούτων Ἐπίχαρμος μέμνηται·
καὶ ταὶ φίνταται
ταινίαι λεπταὶ μέν, ἁδῆαι δὲ κὠλίγου πυρός.
μήτηρ τις αὐτῷ Θρᾷττα ταινιόπωλις,
ἀλκύονας κίγκλους τε καὶ ἀπλοΐῃ τράχουρον. 326b
καὶ νεαροῦ μεγάλου τ’ αὐλωπία ἐν θέρει ὠνοῦ
κρανί’ ὅταν Φαέθων πυμάτην ἁψῖδα διφρεύῃ·
καὶ παράθες θερμὸν ταχέως καὶ τρίμμα μετ’ αὐτοῦ.
ὄπτα δ’ ἀμφ’ ὀβελίσκον ἑλὼν ὑπογάστριον αὐτοῦ.
τευθίδες ἐν Δίῳ τῷ Πιερικῷ παρὰ χεῦμα
Βαφύρα· καὶ ἐν Ἀμβρακίᾳ παμπληθέας ὄψει.
τευθίδες, σπίναι, βατίς, χῆμος, ἀφύαι, 326e
κρεᾴδι’ , ἐντερίδια· ἀλλὰ τὰς μὲν τευθίδας,
τὰ πτερύγι’ αὐτῶν συντεμών, στεατίου
μικρὸν παραμίξας, περιπάσας ἡδύσμασι
λεπτοῖσι χλωροῖς ὠνθύλευσα.
ὗες. Ἐπίχαρμος ἐν Ἥβας γάμῳ·
ἦν δ’ ὑαινίδες τε βούγλωσσοί τε καὶ κίθαρος ἐνῆς.
χαλκίδες θ’ ὕες τε ἱέρακές τε χὠ πίων κύων, 326f
κανθαρίδα προφανεῖσαν ὕαινάν τε τρίγλην τε.
ἐν δ’ Αἴνῳ καὶ τῷ Πόντῳ τὴν ὗν ἀγόραζε,
ἣν καλέουσί τινες θνητῶν ψαμμῖτιν ὀρυκτήν.
τούτου τὴν κεφαλὴν ἕψειν μηδὲν προσενεγκὼν
ἥδυσμ᾽, ἀλλ’ ἐς ὕδωρ μόνον ἐνθεὶς καὶ θαμὰ κινῶν
ὕσσωπον παράθες τρίψας, κἂν ἄλλο τι χρῄζῃς, 327a
δριμὺ διεὶς ὄξος· κᾆτ’ ἔμβαπτ’ εὖ καὶ ἐπείγου
οὕτως ὡς πνίγεσθαι ὑπὸ σπουδῆς καταπίνων.
τὴν λοφιὰν δ’ ὀπτᾶν αὐτῆς καὶ τἄλλα τὰ πλεῖστα.
ἄλλοτε καρχαρίην, ὁτὲ δὲ ῥόθιον ψαμαθῖδα.
δὲ οἱ ἱερὸς ὕκης.
ἢ σπάρον ἢ ὕκας ἀγεληίδας ἢ ἐπὶ φάγρον
πέτρῃ ἀλωόμενον.
οὐδ’ ὕκης ἰχθὺς ἔσχατος ἐξέφυγε.
ἀόνες φάγροι τε καὶ λάβρακες. 327d
ὀρφῷσι σελαχίοις τε καὶ φάγροις βοράν.
Δήλῳ τ’ Εἰρετρίᾳ τε κατ’ εὐλιμένους ἁλὸς οἴκους. 327e
τὴν κεφαλὴν δ’ αὐτοῦ μόνον ὠνοῦ καὶ μετ’ ἐκείνης
οὐραῖον τὰ δὲ λοιπὰ δόμον, φίλε, μηδ’ ἐσενέγκῃς.
πολλοὺς ἥδη μεγάλους τε φάγρους ἐγκάψας.
κᾆτ’ εἰς ἀγορὰν ἐλθόντες ἁδροὺς
ὀψωνοῦσιν μεγάλους τε φάγρους
καὶ Κωπᾴδων ἁπαλῶν τεμάχη
στρογγυλοπλεύρων.
χάνναι. Ἐπίχαρμος ἐν Ἥβας γάμῳ·
μεγαλοχάσμονάς τε χάννας κἠκτραπελογάστορας
ὄνους.
χάννους τ’ ἐγχέλυάς τε καὶ ἐννυχίην πύτινον.
καὶ σκιφίας χρόμις θ᾽, ὃς ἐν τῷ ἦρι κὰτ τὸν
Ἀνάνιον ἰχθύων πάντων ἄριστος.
ὕκην ἢ κάλλιχθυν, ὁτὲ χρόμιν, ἄλλοτε δ’ ὀρφόν.
τὸν χρόμιν ἐν Πέλλῃ λήψῃ μέγαν ἐστὶ δὲ πίων
ἂν θέρος ᾖ καὶ ἐν Ἀμβρακίᾳ.
χρύσοφρυς. Ἄρχιππος ἐν Ἰχθύσιν· 328b
ἱεροὺς Ἀφροδίτης χρυσόφρυς Κυθηρίας.
δραχμῶν ἑκατὸν ἰχθῦς ἐώνημαι μόνον
ὀκτὼ λάβρακας, χρυσόφρυς δὲ δώδεκα.
χρύσοφρυν ἐξ Ἐφέσου τὸν πίονα μὴ παράλειπε, 328c
ὃν κεῖνοι καλέουσιν ἰωνίσκον λαβὲ δ’ αὐτὸν
θρέμμα Σελινοῦντος σεμνοῦ, πλῦνον δέ νιν ὀρθῶς,
εἶθ’ ὅλον ὀπτήσας παράθες, κἂν ᾖ δεκάπηχυς.
χαλκίδες θ’ ὕες τε ἱέρακές τε χὠ πίων κύων. 328d
σὺ δ’ ἂν καὶ χαλκίδ’ ἐκείνῃ
αὕτως ἀμπείραις ὀλίγην καὶ μαινίδα.
ἐκεῖνος ἦν φειδωλός, ὃς ἐπὶ τοῦ βίου
πρὸ τοῦ πολέμου μὲν τριχίδας ὠψώνησ’ ἅπαξ,
ὅτε τἀν Σάμῳ δ’ ἦν, ἡμιωβελίου κρέα.
αἱ τριχίδες εἰ γενοίαθ’ ἑκατὸν τοὐβολοῦ.
τριχίας δὲ καὶ τὰς πρημνάδας τὰς θυννίδας
ἐπὶ δεῖπνον ἡκούσας ὑπερπληθεῖς
ἁλιευόμενός ποτ’ αὐτὸν εἷλον ἀνδράχνῃ
μετὰ πρημνάδων κἄπειτ’ ἀφῆχ’ ὅτι ἦν βόαξ.
ὡς δ’ ὁπότ’ ἀμφ’ ἀγέλῃσι νεηγενέεσσιν ἰώπων
ἢ φάγροι ἢ σκῶπες ἀρείονες ἠὲ καὶ ὀρφός. 329b
ὦ κακοδαίμων ὅστις ἐν ἅλμῃ πρῶτον τριχίδων ἀπεβάφθη.
καὶ γὰρ πρότερον δὶς ἀνθρακίδων ἅλμην πιών.
μύλλος, λεβίας, σπάρος, αἰολίας,
θρᾷττα χελιδών, καρίς, τευθίς.
καὶ συμπαίζει καριδαρίοις
μετὰ περκιδίων καὶ θρᾳττιδίων.
δήμου δ’ Ἁλαιεύς ἐστιν. β. ἓν γὰρ τοῦτό μοι
κατάλοιπόν ἐστιν, καὶ κακῶς ἀκούσομαι.
α. τί δῆτα τοῦτο; β. θρᾷτταν ἢ ψῆττὰν τιν’ ἢ
μύραιναν ἢ κακὸν τί μοι δώσει μέγα
θαλάττιον.
ὑαινίδες τε βούγλωσσοί τε καὶ κίθαρος.
εἶτα λαβεῖν ψῆτταν μεγάλην καὶ τὴν ὑπότρηχυν 330b
βούγλωσσον, ταύτην δὲ θέρευς, περὶ Χαλκίδα κεδνήν.
αἱ ξανθοχρῶτες, ἃς κλύδων Αἰξωνικὸς
πασῶν ἀρίστας ἐντόπους παιδεύεται·
αἷς καὶ θεὰν τιμῶσι φωσφόρον κόρην,
δείπνων ὅταν πέμπωσι δῶρα ναυτίλοι.
β. τρίγλαν λέγεις γαλακτοχρῶτα Σικελὸς ὃν
πήγνυσοχλος ῥόμβος.
πρὸς τούτοισιν δὲ παρέσται σοι
θύννου τέμαχος, κρέα δελφακίων
χορδαὶ τ’ ἐρίφων ἧπάρ τε κάπρου
κριοῦ τ’ ὄρχεις χόλικές τε βοὸς
κρανία τ’ ἀρνῶν νῆστις τ’ ἐρίφου
γαστήρ τε λαγώ, φύσκη, χορδή,
πνεύμων ἀλλᾶς τε.
Deipnosophistae. Athenaeus. ed. Charles Burton Gulick. Medford, MA. 2010.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The National Endowment for the Humanities; Google Digital Humanities Awards Program.