μακάριόν ἐστιν ἡ τραγῳδία
ποίημα κατὰ πάντ᾽, εἴ γε πρῶτον οἱ λόγοι
ὑπὸ τῶν θεατῶν εἰσιν ἐγνωρισμένοι,
πρὶν καὶ τιν’ εἰπεῖν ὥστ’ ὑπομνῆσαι μόνον
δεῖ τὸν ποιητήν. Οἰδίπουν γὰρ ἂν φράσω,
τὰ γ’ ἄλλα πάντ’ ἴσασιν ὁ πατήρ Λάιος,
μήτηρ Ἰοκάστη, θυγατέρες, παῖδες τίνες,
τί πείσεθ’ οὗτος, τί πεποίηκεν. ἂν πάλιν
εἴπῃ τις Ἀλκμέωνα, καὶ τὰ παιδία
πάντ’ εὐθὺς εἴρηχ᾽, ὅτι μανεὶς ἀπέκτονε
τὴν μητέρ᾽, ἀγανακτῶν δ’ Ἄδραστος εὐθέως
ἥξει πάλιν τ’ ἄπεισι
ἔπειθ’ ὅταν μηδὲν δύνωντ’ εἰπεῖν ἔτι, 222c
κομιδῇ δ’ ἀπειρήκωσιν ἐν τοῖς δράμασιν,
αἴρουσιν ὥσπερ δάκτυλον τὴν μηχανήν,
καὶ τοῖς θεωμένοισιν ἀποχρώντως ἔχει. 223a
ἡμῖν δὲ ταῦτ’ οὐκ ἔστιν, ἀλλὰ πάντα δεῖ
εὑρεῖν, ὀνόματα καινά, καινά πράγματα,
καινοὺς λόγους κἄπειτα τὰ διῳκημένα
πρότερον, τὰ νῦν παρόντα, τὴν καταστροφήν,
τὴν εἰσβολήν. ἂν ἕν τι τούτων παραλίπῃ
Χρέμης τις ἢ Φείδων τις, ἐκσυρίττεται·
Πηλεῖ δὲ ταῦτ’ ἔξεστι καὶ Τεύκρῳ ποιεῖν.
ἢ Φρουροῦσι· ὦ τόνδ’ ἐποπτεύουσα καὶ κεκτημένη
Βραυρῶνος ἱεροῦ θεοφιλέστατον τόπον, 223b
Λητοῦς Διός τε τοξόδαμνε παρθένε,
ὡς οἱ τραγῳδοί φασιν, οἷς ἐξουσία
ἐστὶν λέγειν ἅπαντα καὶ ποιεῖν μόνοις.
ὦ τάν, ἄκουσον, ἤν τι σοι μέλλω λέγειν.
ἅνθρωπός ἐστι ζῷον ἐπίπονον φύσει,
καὶ πολλὰ λυπήρ’ ὁ βίος ἐν ἑαυτῷ φέρει.
παραψυχὰς οὖν φροντίδων ἀνεύρετο
223c ταύτας· ὁ γὰρ νοῦς τῶν ἰδίων λήθην λαβὼν
πρὸς ἀλλοτρίῳ τε ψυχαγωγηθεὶς πάθει
μεθ’ ἡδονῆς ἀπῆλθε παιδευθεὶς ἅμα.
τοὺς γὰρ τραγῳδοὺς πρῶτον, εἰ βούλει, σκόπει
ὡς ὠφελοῦσι πάντας. ὁ μὲν ὢν γὰρ πένης
πτωχότερον αὑτοῦ καταμαθὼν τὸν Τήλεφον
γενόμενον ἤδη τὴν πενίαν ῥᾷον φέρει,
ὁ νοσῶν δὲ μανικῶς Ἀλκμέων᾽ ἐσκέψατο·
ὀφθαλμιᾷ τις, εἰσὶ Φινεῖδαι τυφλοί, 223d
τέθνηκέ τῳ παῖς, ἡ Νιόβη κεκούφικε.
χωλός τίς ἐστιν, τόν Φιλοκτήτην ὁρᾷ.
γέρων τις ἀτυχεῖ, κατέμαθεν τὸν Οἰνέα.
ἅπαντα γὰρ τὰ μείζον’ ἢ πέπονθέ τις
ἀτυχήματ’ ἄλλοις γεγονότ’ ἐννοούμενος
τὰς αὐτὸς αὑτοῦ συμφορὰς ῥᾷον φέρει.
ὁ δεσπότης δὲ πάντα τὰ παρὰ τοῦ πατρὸς
ἀπέλαβεν ὥσπερ ἔλαβεν. β. ἠγάπησεν ἂν
τὸ ῥῆμα τοῦτο παραλαβὼν Δημοσθένης.
ἀπόλαβε
τουτί. β. τί τοῦτο δ’ ἐστὶν; α. ὃ παρ’ ὑμῶν ἐγὼ
παιδάριον ἔλαβον ἀποφέρων ἥκω πάλιν. 223f
β. πῶς; οὐκ ἀρέσκει σοι τρέφειν; α. οὐκ ἔστι γὰρ
ἡμέτερον. β. οὐδ’ ἡμέτερον. α. ἀλλ’ ἐδώκατε
ὑμεῖς ἐμοὶ τοῦτ᾽. α. οὐδ’ ἐδώκαμεν. β. τί δαί;
β. ἀπεδώκαμεν. β. τὸ μὴ προσῆκόν μοι λαβεῖν;
ἐγὼ δέδωκα γάρ τι ταύταις; εἰπέ μοι.
β. οὐκ, ἀλλ’ ἀπέδωκας ἐνέχυρον δήπου λαβών. 224a
καὶ τὰς παλαιὰς δώσω. β. μὰ τὴν γῆν, μὴ σύ γε
δῷς, ἀλλ’ ἀπόδος. α. καὶ δὴ φέρουσ’ ἐξέρχομαι.
οὐκοῦν κελεύεις νῦν με πάντα μᾶλλον ἢ
τὰ προσόντα φράζειν. β. πάνυ γε. α. δράσω τοῦτό σοι.
καὶ πρῶτα μὲν δὴ παύσεται σοι Βριάρεως
ὀργιζόμενος. β. ὁ ποῖος οὗτος Βριάρεως;
α. ὁ τοὺς καταπέλτας τάς τε λόγχας ἐσθίων, 224b
μισῶν λόγους ἄνθρωπος οὐδὲ πώποτε
ἀντίθετον εἰπὼν οὐδέν, ἀλλ’ Ἄρη βλέπων.
ἐγὼ τέως μὲν ᾠόμην τὰς Γοργόνας
εἶναί τι λογοποίημα πρὸς ἀγορὰν δ’ ὅταν 224d
ἔλθω, πεπίστευκ’ ἐμβλέπων γὰρ αὐτόθι
τοῖς ἰχθυοπώλαις λίθινος εὐθὺς γίνομαι·
ὥστ’ ἐξ ἀνάγκης ἔστ᾽ ἀποστραφέντι μοι
λαλεῖν πρὸς αὐτούς. ἂν ἴδω γὰρ ἡλίκον
ἰχθὺν ὅσου τιμῶσι, πήγνυμαι σαφῶς.
Ἄμφις δ’ ἐν Πλάνῳ·
πρὸς τοὺς στρατηγοὺς ῥᾷόν ἐστι μυρίαις
μοίραις προσελθόντ’ ἀξιωθῆναι λόγου
λαβεῖν τ’ ἀπόκρισιν ὧν ἂν ἐπερωτᾷ τις ἢ
πρὸς τοὺς καταράτους ἰχθυοπώλας ἐν ἀγορᾷ. 224e
οὓς ἂν ἐπερωτήσῃ τις ἀναλαβών· τι τῶν
παρακειμένων, ἔκυψεν ὥσπερ Τήλεφος
πρῶτον σιωπῇ καὶ δικαίως τοῦτό γε·
ἅπαντες ἀνδροφόνοι γάρ εἰσιν ἑνὶ λόγῳ,
ὡσεὶ προσέξων δ’ οὐδὲν οὐδ’ ἀκηκοὼς
ἔκρουσε πουλύπουν τιν᾽· ὁ δ’ ἐπρήσθη
καὶ τότ’ οὐ λαλῶν ὅλα
τὰ ῥήματ᾽, ἀλλὰ συλλαβὴν ἀφελὼν
τοιαῦτ’ ἀκοῦσαι δεῖ τὸν ὀψωνοῦντά τι. 224f
τοὺς μὲν στρατηγοὺς τὰς ὀφρῦς ἐπὰν ᾽ἴδω
ἀνεσπακότας, δεινὸν μὲν ἠγοῦμαι ποεῖν,
οὐ πάνυ τι θαυμάζω δὲ προτετιμημένους
ὑπὸ τῆς πόλεως μεῖζόν τι τῶν ἄλλων φρονεῖν.
τοὺς δ’ ἰχθυοπώλας τοὺς κάκιστ’ ἀπολουμένους
ἐπὰν ᾽ἴδω κάτω βλέποντας, τὰς δ’ ὀφρῦς
ἔχοντας ἐπάνω τῆς κορυφῆς, ἀποπνίγομαι.
ἐὰν δ’ ἐρωτήσῃς
πωλεῖς δύ’ ὄντας,
ὀκτὼ λάβοις ἄν;
ταῦτ’ οὐχὶ πικρότερ’ ἐστὶν αὐτῆς τῆς χολῆς;
Δίφιλος Πολυπράγμονι·
ᾤμην ἐγὼ τοὺς ἰχθυοπώλας τὸ πρότερον
εἶναι πονηροὺς τοὺς Ἀθήνησιν μόνους.
τόδε δ᾽, ὡς ἔοικε, τὸ γένος ὥσπερ θηρίων
ἐπίβουλόν ἐστι τῇ φύσει καὶ πανταχοῦ.
ἐνταῦθα γοῦν ἔστιν τις ὑπερηκοντικώς,
κόμην τρέφων μὲν πρῶτον ἱερὰν τοῦ θεοῦ, 225b
ὡς φησὶν οὐ διὰ τοῦτὸ γ᾽, ἀλλ’ ἐστιγμένος
πρὸ τοῦ μετώπου παραπέτασμ’ αὐτὴν ἔχει.
οὗτος ἀποκρίνετ᾽, ἂν ἐρωτήσῃς
ὁ λάβραξ,
ἔπειτ’ ἐὰν τἀργύριον αὐτῷ καταβάλῃς,
ἐπράξατ’ Αἰγιναῖον· ἂν δ’ αὐτὸν δέῃ
κέρματ’ ἀποδοῦναι, προσαπέδωκεν Ἀττικά.
κατ’ ἀμφότερα δὲ τὴν καταλλαγὴν ἔχει. 225c
οἱ μὲν ποιηταί (φησι) λῆρός εἰσιν οὐδὲ ἓν
καινὸν γὰρ εὑρίσκουσιν, ἀλλὰ μεταφέρει
ἕκαστος αὐτῶν ταὔτ’ ἄνω τε καὶ κάτω.
τῶν δ’ ἰχθυοπωλῶν φιλοσοφώτερον γένος
οὐκ ἔστιν οὐδὲν οὐδὲ μᾶλλον ἀνόσιον.
ἐπεὶ γὰρ αὐτοῖς οὐκέτ’ ἔστ’ ἐξουσία
ῥαίνειν, ἀπείρηται δὲ τοῦτο τῷ νόμῳ,
εἷς τις θεοῖσιν ἐχθρὸς ἄνθρωπος πάνυ
ξηραινομένους ὡς εἶδε τοὺς ἰχθῦς, μάχην 225d
ἐποίησ’ ἐν αὐτοῖς ἐξεπίτηδες εὖ πάνυ.
ἦσαν δὲ πληγαί, καιρίαν δ’ εἰληφέναι
δόξας καταπίπτει καὶ λιποψυχεῖν δοκῶν
ἔκειτο μετὰ τῶν ἰχθύων, βοᾷ δέ τις
ὕδωρ.
τῶν ὁμοτέχνων τις τοῦ μὲν ἀκαρῆ παντελῶς
κατέχει, κατὰ δὲ τῶν ἰχθύων ἁπαξάπαν.
εἴποις γ’ ἂν αὐτοὺς ἀρτίως ἡλωκέναι.
οὐκ ἔστιν οὐδὲν θηρίον τῶν ἰχθύων
ἀτυχέστερον. τὸ μὴ γὰρ ἀποχρῆν ἀποθανεῖν
αὐτοῖς ἁλοῦσιν, εἶτα κατεδηδεσμένοις
εὐθὺς ταφῆναι, παραδοθέντες ἄθλιοι
τοῖς ἰχθυοπώλαις τοῖς κακῶς ἀπολουμένοις
σήπονθ᾽, ἕωλοι κείμενοι δύ’ ἡμέρας
ἢ τρεῖς, μόλις δ’ ἐὰν ποτ’ ὠνητὴν τυφλὸν
λάβωσ᾽, ἔδωκαν τῶν νεκρῶν ἀναίρεσιν
τούτῳ· κομίσας δ’ ἐξέβαλεν οἴκαδε,
τὴν πεῖραν ἐν τῇ ῥινὶ τῆς ὀδμῆς λαβών. 225f
οὐ δεινὸν ἐστι, προσφάτους μὲν ἂν τύχῃ
πωλῶν τις ἰχθῦς, συναγαγόντα τὰς ὀφρῦς
τοῦτον σκυθρωπάζοντὰ θ’ ἡμῖν προσλαλεῖν,
ἐὰν σαπροὺς κομιδῇ δέ, παίζειν καὶ γελᾶν;
τοὐναντίον γὰρ πᾶν ἔδει τούτους ποιεῖν·
τὸν μὲν γελᾶν, τὸν δ’ ἕτερον οἰμώζειν μακρά.
226a νὴ τὴν Ἀθηνᾶν, ἀλλ’ ἐγὼ τεθαύμακα
τοὺς ἰχθυοπώλας, πῶς ποτ’ οὐχὶ πλούσιοι
ἅπαντές εἰσι λαμβάνοντες βασιλικοὺς
φόρους· β. φόρους μόνον; οὐχὶ δεκατεύουσι γὰρ
τὰς οὐσίας ἐν ταῖς πόλεσι καθήμενοι,
ὅλας δ’ ἀφαιροῦνται καθ’ ἑκάστην ἡμέραν;
κἀν τῷ Λέβητι δέ φησιν ὁ αὐτὸς ποιητής·
οὐ γέγονε κρείττων νομοθέτης τοῦ πλουσίου
Ἀριστονίκου
τίθησι γὰρ νυνὶ νόμον,
τῶν ἰχθυοπωλῶν ὅστις ἂν πωλῶν τινι
226b ἰχθὺν ὑποτιμήσας ἀποδῶτ’ ἐλάττονος
ἧς εἶπε τιμῆς, εἰς τὸ δεσμωτήριον
εὐθὺς ἀπάγεσθαι τοῦτον, ἵνα δεδοικότες
τῆς ἀξίας ἀγαπῶσιν ἢ τῆς ἑσπέρας
σαπροὺς ἅπαντας ἀποφέρωσιν οἴκαδε.
κἀνταῦθα καὶ γραῦς καὶ γέρων καὶ παιδίον
πέμπτης ἅπαντες ἀγοράσουσι κατὰ τρόπον.
οὐ γέγονε μετὰ Σόλωνα κρείττων οὐδὲ εἷς
Ἀριστονίκου νομοθέτης ι τὰ τ’ ἄλλα γὰρ 226c
νενομοθέτηκε πολλὰ καὶ παντοῖα δὴ
νυνί τε καινὸν εἰσφέρει νόμον τινὰ
χρυσοῦν, τὸ μὴ πωλεῖν καθημένους ἔτι
τοὺς ἰχθυοπώλας, διὰ τέλους δ᾽ ἑστηκότας·
εἶτ’ εἰς νέωτά φησι γράψειν κρεμαμένους,
καὶ θᾶττον ἀποπέμψουσι τοὺς ὠνουμένους
ἀπὸ μηχανῆς πωλοῦντες ὥσπερ οἱ θεοί.
εἶτ’ οὐ σοφοὶ δῆτ’ εἰσὶν οἱ Σκύθαι σφόδρα,
οἳ γενομένοισιν εὐθέως τοῖς παιδίοις
διδόασιν ἵππων καὶ βοῶν πίνειν γάλα;
β. οὐ μὰ Δία τιτθὰς εἰσάγουσι βασκάνους
καὶ παιδαγωγοὺς αὖθις, ὧν μεῖζον κακὸν
οὐκ ἂν γένοιτο. α. μετά γε μαίας νὴ Δία·
αὗται δ’ ὑπερβάλλουσι. β. μετά γε νὴ Δία
τοὺς μητραγυρτοῦντάς, τὸ πολὺ γὰρ αὖ γένος 226e
μιαρώτατον τοῦτ’ ἐστίν. α. εἰ μὴ νὴ Δία
τοὺς ἰχθυοπώλας τις λέγειν
μιαρωτάτους βούλοιτο. β. μετά γε τοὺς τραπεζίτας· ἔθνος
τούτου γὰρ οὐδέν ἐστιν ἐξωλέστερον.
οὐ πώποτ’ ἰχθῦς οἶδα τιμιωτέρους
ἰδών. Πόσειδον, εἰ δεκάτην ἐλάμβανες
αὐτῶν ἀπὸ τῆς τιμῆς ἑκάστης ἡμέρας,
πολὺ τῶν θεῶν ἂν ἦσθα πλουσιώτατος.
226f ὅμως δὲ τούτων εἴ με προσγελάσειέ τις,
ἐδίδουν στενάξας ὁπόσον αἰτήσειέ με.
γόγγρον μὲν, ὥσπερ ὁ Πρίαμος τὸν Ἕκτορα,
ὅσον εἵλκυσεν τοσοῦτο καταθεὶς ἐπριάμην.
ἀεὶ δὲ καὶ ζῶντ’ ἐστὶ καὶ τεθνηκότα
τἀν τῇ θαλάττῃ πολέμι’ ἡμῖν θηρία.
ἂν ἀνατραπῇ γὰρ πλοῖον, εἶθ᾽, ὡς γίνεται,
ληφθῇ νέων τις, καταπεπώκασ’ εὐθέως. 227a
αὐτοὶ τ’ ἐπὰν ληφθῶσιν ὑπὸ τῶν ἁλιέων,
τεθνεῶτες ἐπιτρίβουσι τοὺς ὠνουμένους.
τῆς οὐσίας γάρ εἰσιν ἡμῶν ὤνιοι,
ὁ πριάμενός τε πτωχὸς εὐθὺς ἀποτρέχει,
Αἰγύπτιος μιαρώτατος τῶν ἰχθύων κάπηλος
Ἑρμαῖος, ὃς βίᾳ δέρων ῥίνας γαλεούς τε πωλεῖ
καὶ τοὺς λάβρακας ἐντερεύων, ὡς λέγουσιν ἡμῖν. 227b
τῶν ζωγράφων μὲν ἡ καλὴ χειρουργία
ἐν τοῖς πίναξιν κρεμαμένη θαυμάζεται·
αὕτη δὲ σεμνῶς ἐκ λοπάδος ἁρπάζεται
ἀπὸ τοῦ ταγήνου τ’ εὐθέως ἀφανίζεται. 227c
ἐπεὶ τίνα δι’ ἄλλην τέχνην, ὦ χρηστὲ σύ,
τὰ στόματα τῶν νεωτέρων κατακάετ’ ἢ
ὠθισμός ἐστι δακτύλων τοιουτοσὶ
ἢ πνιγμός, ἂν μὴ ταχὺ δύνηται καταπιεῖν;
ἀλλ’ οὐ μόνη γὰρ τὰς συνουσίας ποιεῖ
εὔοψος ἀγορά; τίς δὲ συνδειπνεῖ βροτῶν
φρυκτοὺς καταλαβὼν ἢ κορακίνους ὠνίους
ἢ μαινίδ᾽; ὡραῖον δὲ μειρακύλλιον 227d
ποίαις ἐπῳδαῖς ἢ λόγοις ἁλίσκεται
τίσιν, φράσον γάρ, ἄν τις ἀφέλῃ τὴν τέχνην
τὴν τῶν ἀλιέων; ἥδε γὰρ δαμάζεται
ἑφθοῖς προσώποις ἰχθύων χειρουμένη,
ἄγουσ’ ὑπ’ αὐτὰ σώματ’ ἀρίστου πύλας,
ἀσύμβολον κλίνειν τ’ ἀναγκάζει φύσιν.
ὅστις ἀγοράζει πτωχὸς ὢν ὄψον πολὺ 227e
ἀπορούμενός τε τἄλλα πρὸς τοῦτ’ εὐπορεῖ,
τῆς νυκτὸς οὗτος τοὺς ἀπαντῶντας ποεῖ
γυμνούς, ἀναγκάζει τ’ ἐπάν τις ἐκδυθῇ,
τηρεῖν ἕωθεν εὐθὺς ἐν τοῖς ἰχθύσιν
ὃν ἂν δ’ ἴδῃ πρῶτον πένητα καὶ νέον
παρὰ Μικίωνος ἐγχέλεις ὠνούμενον,
ἀπάγειν λαβόμενον εἰς τὸ δεσμωτήριον.
νόμιμον τοῦτ’ ἐστί, βέλτιστ᾽, ἐνθάδε
Κορινθίοισιν, ἂν τιν’ ὀψωνοῦντ’ ἀεὶ 227f
λαμπρῶς ὁρῶμεν, τοῦτον ἀνακρίνειν πόθεν
ζῇ καὶ τί ποιῶν. κἂν μὲν οὐσίαν ἔχῃ
ἧς αἱ πρόσοδοι λύουσι τἀναλώματα,
ἐᾶν ἀπολαύειν τοῦτον ἤδη τὸν βίον
ἐὰν δ’ ὑπὲρ τὴν οὐσίαν δαπανῶν τύχῃ,
ἀπεῖπον αὐτῷ τοῦτο μὴ ποιεῖν ἔτι.
ὃς ἂν δὲ μὴ πίθητ᾽, ἐπέβαλον ζημίαν.
ἐὰν δὲ μηδ’ ὁτιοῦν ἔχων ζῇ πολυτελῶς,
τῷ δημίῳ παρέδωκαν αὐτόν. β. Ἡράκλεις. 228a
α. οὐκ ἐνδέχεται γὰρ ζῆν ἄνευ κακοῦ τινος
τοῦτον, συνιεῖς, ἀλλ’ ἀναγκαίως ἔχει
ἢ λωποδυτεῖν τὰς νύκτας ἢ τοιχωρυχεῖν
ἢ τῶν ποιούντων ταῦτα κοινωνεῖν τισιν
ἢ συκοφαντεῖν κατ’ ἀγορὰν ἢ μαρτυρεῖν
ψευδῆ. τὸ τοιοῦτον ἐκκαθαίρομεν γένος.
β. ὀρθῶς γε νὴ Δί᾽. ἀλλὰ δὴ τί τοῦτ’ ἐμοί;
α. ὁρῶμεν ὀψωνοῦνθ’ ἑκάστης ἡμέρας
οὐχὶ μετρίως, βέλτιστέ, σ᾽, ἀλλ’ ὑπερηφάνως. 228b
οὐκ ἔστιν ἰχθυηρὸν ὑπὸ σοῦ μεταλαβεῖν,
συνῆχας ἡμῶν εἰς τὰ λάχανα τὴν πόλιν,
περὶ τῶν σελίνων μαχόμεθ᾽, ὥσπερ Ἰσθμίοις.
λαγώς τις εἰσελήλυθ᾽. εὐθὺς ἥρπακας.
πέρδικα δ’ ἢ κίχλην γε νὴ Δί᾽ οὐκέτι
ἔστιν δι’ ὑμᾶς οὐδὲ πετομένην ἰδεῖν,
τὸν ξενικὸν οἶνον ἐπιτετίμηκας πολύ.
τοῖσιν δ’ αὖ πίνακας κρειῶν παρέθηκε συβώτης, 228d
δαιτρὸς δὲ κρειῶν πίνακας παρέθηκεν ἀείρας.
ἀπὸ τηγάνου τ’ ἔφασκεν ἀφύας φαγεῖν.
ἐπὶ τηγάνοις καθίσανθ’ ὑφάπτειν τοῦ φλέω.
ὑποδέχεσθαι καὶ μαγίσι καὶ τηγάνοις.
ὀσφρομένην τῶν τηγάνων.
ῥιπὶς δ’ ἐγείρει φύλακας Ἡφαίστου κύνας
θερμῇ παροξύνουσα τηγάνου πνοῇ.
πᾶσα δ’ εὔμορφος γυνὴ
ἐρῶσα φοιτᾷ τηγάνῳ τε συντρυφᾷ. 229a
προσγελῶσά τε
λοπὰς παφλάζει βαρβάρῳ λαλήματι·
πηδῶσι δ’ ἰχθῦς ἐν μέσοισι τηγάνοις.
ἡδὺ δ’ ἀποτηγανίζειν ἄνευ συμβολῶν.
σὺ δ’ ἀποτηγανίζεις.
τήγανον εὖ ἥψησεν ἐν ὀψητῆρι κολύμβῳ,
ὅπου γάρ ἐστιν ὁ κέραμος μισθώσιμος 229c
ὁ τοῖς μαγείροις.
ὀξὶς δὲ πᾶσα καὶ λοπάδιον καὶ χύτρα
χαλκῆ γέγονε· τοὺς δὲ πινακίσκους τοὺς σαπροὺς 229f
τοὺς ἰχθυηροὺς ἀργυροῦς πάρεσθ’ ὁρᾶν.
ὁ δ’ ἰπνὸς γέγον’ ἡμῖν ἐξαπίνης ἐλεφάντινος.
κᾆτ’ ἔλαβον Ἐπικράτης τε καὶ Φορμίσιος
παρὰ τοῦ βασιλέως πλεῖστα δωροδοκήματα,
ὀξύβαφα χρυσᾶ καὶ πινακίσκους ἀργυροῦς. 230a
ἀλλ’ ἔλεος ἐμπέπτωκέ τίς μοι τῶν ὅλων
ὅταν ἀπορουμένους μὲν ἀνθρώπους ἴδω
ἐλευθέρους, μαστιγίας δ’ ἀπ’ ἀργυροῦ
πίνακος ἄγοντος μνᾶν τάριχος ἐνίοτε
δυεῖν ὀβολῶν ἔσθοντας ἢ τριωβόλου 230b
καὶ κάππαριν χαλκῶν τριῶν ἐν τρυβλίῳ
ἄγοντι πεντήκοντα δραχμὰς ἀργυρῷ.
πρότερον δὲ φιάλην ἦν ἀνακειμένην ἰδεῖν
ἐργῶδες ἀμέλει. β. τοῦτο μὲν καὶ νῦν ἔτι·
ἂν γὰρ ἀναθῇ τις, εὐθὺς ἕτερος ἥρπασεν.
τοῖς παισὶ τ’ εἶπα δύο γὰρ ἦγον οἴκοθεν
τἀκπώματ’ εἰς τὸ φανερὸν ἐκνενιτρωμένα 230c
θεῖναι, κύαθος δ’ ἦν ἀργυροῦς (οὗτος μὲν οὖν
ἦγεν δύο δραχμάσ᾽, κυμβίον δὲ τέτταρας
ἴσως ἑτέρας, ψυκτηρίδιον δὲ δέκ’ ὀβολούς, Φιλιππίδου
λεπτότερον.
β. ἀλλὰ ταῦθ’ ὅλως
πρὸς ἀλαζονείαν οὐ κακῶς νενοημέν’ ἦν.
λοιπή τις ὀξίς ἐστι καὶ ψυκτήριον
τῆς εὐπαρύφου λεπτότερον.
παρετέθη τρίπους 230e
πλακοῦντα χρηστόν, ὦ πολυτίμητοι θεοί,
ἔχων ἐν ἀργυρῷ τε τρυβλίῳ μέλι.
σαπρὸν σίλουρον ἀργυροῦς πίναξ ἔχων.
ἀλλ’ ἀμφὶ δείπνοις ὀξίδ’ ἀργυρᾶν ἔχει
δρακοντομίμοις ἠρμένην τορεύμασιν,
οἵαν ποτ’ ἔσχε καὶ Θίβρων ὁ Ταντάλου
μαλακὸν ταλάντοις ἐκταλαντωθεὶς ἀνήρ.
ἄριστον ἐπεχόρευσεν ἐκλελεγμένον, 231a
εἴ τι νέον ἢ ποθεινὸν ὀστρέων γένη
παντοδαπά, λοπάδων παρατεταγμένη φάλαγξ,
ὀπτῶν ἐπῇττε σωρὸς ἀπὸ τοῦ τηγάνου,
τριμμάτια τούτοις ἐν θυΐαις ἀργυραῖς.
καὶ γυλιὸν τιν’ ἀργυρωμάτων.
λουτρόν, θεραπαίνας, ἀργυρώματα.
ἀλλὰ τἀργυρώματα
ἥκω λαβεῖν βουλόμενος. 231b
θάησαί μ’· ἐτεὸν γὰρ ἐν Ἰλίου εὐρέι πύργῳ
ἦν ὅτε καλλικόμῳ μαρνάμεθ’ ἀμφ’ Ἑλένῃ·
καὶ μ’ Ἀντηνορίδης ἐφόρει κρείων Ἑλικάων
νῦν δέ με Λητοΐδου θεῖον ἔχει δάπεδον. 232d
χάλκεός εἰμι τρίπους, Πυθοῖ δ’ ἀνάκειμαι ἄγαλμα.
καὶ μ’ ἐπὶ Πατρόκλῳ θῆκεν πόδας ὠκὺς Ἀχιλλεύς ·
Τυδείδης δ’ ἀνέθηκε βοὴν ἀγαθὸς Διομήδης,
νικήσας ἵπποισι παρὰ πλατὺν Ἑλλήσποντον.
τιμῆὲν μ’ αἰτεῖς δῶρον μανίαν ἀποπαῦσαι· 232f
καὶ σὺ φέρειν τιμῆεν ἐμοὶ γέρας, ᾧ ποτε μήτηρ
Ἀμφιάραον ἔκρυψ’ ὑπὸ γῆν αὐτοῖσι σὺν ἵπποις·
πάγχρυσον φέρε κόσμον ἑλὼν ἀπὸ σῆς ἀλόχοιο
δειρῆς, ὅν ποτε Κύπρις ἔδωχ’ Ἑλένῃ μέγα χάρμα
ὥς σοι Ἀλέξανδρος τίσιν ἐχθίστην ἀποδώσει. 233a
ἀλλ’ ἄλλος ἔστειχ’ ὧδε τοῦδε κατὰ πόδας,
τὸν ῥᾳδίως λαψῇ τὺ κὰτ τὸ νῦν γά θην εὔωνον ἀείσιτον. ἀλλ’ ἔμπας ὅδε
ἄμυστιν ὥσπερ κύλικα πίνει τὸν βίον.
συνδειπνέων τῷ λῶντι, καλέσαι δεῖ μόνον,
καὶ τῷ γα μὴ λεῶντι, κοὐδὲν δεῖ καλεῖν
τηνεὶ δὲ χαρίης τ’ εἰμὶ καὶ ποιέω πολὺν 236a
γέλωτα καὶ τὸν ἱστιῶντ’ ἐπαινέω.
καἴ κά τις ἀντίον τι λῇ τήνῳ λέγειν,
τήνῳ κυδάζομαί τε κἀπ’ ὦν ἠχθόμαν.
κἤπειτα πολλὰ καταφαγών, πόλλ’ ἐμπιὼν
ἄπειμι· λύχνον δ’ οὐχ ὁ παῖς μοι συμφέρει·
ἕρπω δ’ ὀλισθράζων τε καὶ κατὰ σκότος
ἔρημος· αἴ κα δ’ ἐντύχω τοῖς περιπόλοις,
τοῦθ’ οἷον ἀγαθὸν ἐπιλέγω τοῖς θεοῖς ὅτι
οὐ λῶντι πλεῖον, ἀλλὰ μαστιγῶντί με. 236b
ἐπεὶ δὲ χ’ εἵκω οἴκαδις καταφθαρείς,
ἄστρωτος εὕδω, καὶ τὰ μὲν πρᾶτ’ οὐ κοῶ,
ἇς κά μ’ ἔχων ὥκρατος ἀμφέπῃ φρένας.
ὅταν με καλέσῃ πλούσιος δεῖπνον ποιῶν,
οὐ κατανοῶ τὰ τρίγλυφ’ οὐδὲ τὰς στέγας,
οὐδὲ δοκιμάζω τοὺς Κορινθίους κάδους,
ἀτενὲς δὲ τηρῶ τοῦ μαγείρου τὸν καπνόν. 236c
κἂν μὲν σφοδρὸς φερόμενος εἰς ὀρθὸν τρέχῃ,
γέγηθα καὶ χαίρω τε καὶ πτερύττομαι·
ἂν δὲ πλάγιος καὶ λεπτός, εὐθέως νοῶ
ὅτι τοῦτό μοι τὸ δεῖπνον ἀλλ’ οὐδ’ αἷμ’ ἔχει.
ἦν δέ τις ἐν Τρώεσσι Ποδῆς υἱὸς Ἠετίωνος, 236d
ἀφνειὸς τ’ ἀγαθός τε· μάλιστα δέ μιν τίεν Ἕκτωρ
δήμου, ἐπεὶ οἱ ἑταῖρος ἔην φίλος εἰλαπιναστής.
ἀλλὰ δίαιταν ἣν ἔχουσ’ οἱ κόλακες πρὸς ὑμᾶς
λέξομεν ἀλλ’ ἀκούσαθ᾽, ὡς ἐσμὲν ἅπαντα κομψοὶ
ἄνδρες· ὅτοισι πρῶτα μὲν παῖς ἀκόλουθός ἐστιν
ἀλλότριος τὰ πολλά, μικρὸν δέ τι κἀμὸς αὐτοῦ.
ἱματίω δέ μοι δύ’ ἐστὸν χαρίεντε τούτω, 236f
οἷν μεταλαμβάνων ἀεὶ θάτερον ἐξελαύνω
εἰς ἀγοράν. ἐκεῖ δ’ ἐπειδὰν κατίδω τιν’ ἄνδρα
ἠλίθιον, πλουτοῦντα δ᾽, εὐθὺς περὶ τοῦτον εἰμί.
κἄν τι τύχῃ λέγων ὁ πλούταξ, πάνυ τοῦτ’ ἐπαινῶ
καὶ καταπλήττομαι δοκῶν τοῖσι λόγοισι χαίρειν.
εἶτ’ ἐπὶ δεῖπνον ἐρχόμεσθ’ ἄλλυδις ἄλλος ἡμῶν
μᾶζαν ἐπ’ ἀλλόφυλον, οὗ δεῖ χαρίεντα πολλὰ
τὸν κόλακ’ εὐθέως λέγειν ἢ ᾽ κφέρεται θύραζε. 237a
οἶδα δ’ Ἀκέστορ᾽ αὐτὸ τὸν στιγματίαν παθόντα·
σκῶμμα γὰρ εἶπ’ ἀσελγές, εἶτ’ αὐτὸν ὁ παῖς θύραζε
ἐξαγαγὼν ἔχοντα κλοιὸν παρέδωκεν Οἰνεῖ.
οὐκ ἔσθ’ ὅπως οὐκ εἶ παράσιτος, φίλτατε·
ὁ δ’ Ἰσχόμαχος ὁδὶ τρέφων σε τυγχάνει.
δύ’ ἐστί, Ναυσίνικε, παρασίτων γένη,
ἓν μὲν τὸ κοινὸν καὶ κεκωμῳδημένον,
οἱ μέλανες ἡμεῖς. θάτερον ζῇ τοι γένος,
σεμνοπαράσιτον ἔθνος εὖ καλούμενον,
σατράπας παρασίτους καὶ στρατηγοὺς ἐπιφανεῖς
237c ὑποκρινόμενον εὖ τοῖς βίοις, ὀφρῦς ἔχον
χιλιοταλάντους ἀνακυλῖὸν τ’ οὐσίας ι
νοεῖς σὺ τὸ γένος καὶ τὸ πρᾶγμα; ν. καὶ μάλα.
ρ. τούτων δ’ ἑκατέρου τῶν γενῶν ὁ μὲν τύπος
τῆς ἐργασίας εἷς ἐστι, κολακείας ἀγών
ὥσπερ ἐπὶ τῶν βίων δὲ τοὺς μὲν ἡ τύχη
ἡμῶν μεγάλοις προσένειμε, τοὺς δ’ ἐλάττοσι 237d
εἶθ’ οἱ μὲν εὐποροῦμεν, οἱ δ’ ἀλύομεν.
ἆρ’ ἐκδιδάσκω, Ναυσίνικ᾽; ν, οὐκ ἀστόχως·
ἀλλ’ ἂν σ᾽· ἐπαινῶ μᾶλλον, αἰτήσεις μέ τι.
ἔπειτ’ ἐγὼ παράσιτον ἐπιτρέψω τινὶ
κακῶς λέγειν; ἥκιστά γ’ οὐδὲν ἔστι γὰρ
ἐν τοῖς τοιούτοις χρησιμώτερον γένος,
εἰ δ’ ἐστὶ τὸ φιλέταιρον ἕν τι τῶν καλῶν,
ἀνήρ παράσιτος τοῦτο ποιεῖ διὰ τέλους, 237e
ἐρᾷς, συνεραστὴς ἀπροφάσιστος γίγνεται.
πράττεις τι, πράξει συμπαρὼν ὅ τι ἂν δέῃ,
δίκαια ταὐτὰ τῷ τρέφοντι νενομικώς,
ἐπαινέτης θαυμαστὸς οἷος τῶν φίλων,
χαίρουσι δείπνων ἡδοναῖς ἀσυμβόλοις·
τίς δ’ οὐχὶ θνητῶν; ἢ τίς ἥρως ἢ θεὸς
ἀποδοκιμάζει τὴν τοιαύτην διατριβήν;
ἵνα μὴ δὲ πολλὰ μακρολογῶ δι’ ἡμέρας,
τεκμήριόν τι παμμέγεθες οἶμαὶ γ’ ἐρεῖν, 237f
ὁ τῶν παρασίτων ὡς τετίμηται βίος.
γέρα γὰρ αὐτοῖς ταὐτὰ τοῖς τὠλύμπια
νικῶσι δίδοται χρηστότητος εἵνεκα,
σίτησις, οὗ γὰρ μὴ τίθενται συμβολαί,
πρυτανεῖα ταῦτα πάντα προσαγορευτέα.
καὶ Ἀντιφάνης δὲ ἐν Διδύμοις φησίν 238a
ὁ γὰρ παράσιτός ἐστιν, ἂν ὀρθῶς σκοπῇς,
κοινωνὸς ἀμφοῖν, τῆς τύχης καὶ τοῦ βίου.
οὐδεὶς παράσιτος εὔχετ’ ἀτυχεῖν τοὺς φίλους,
τοὐναντίον δὲ πάντας εὐτυχεῖν ἀεί.
ἐστὶν πολυτελὴς τῷ βίῳ τις· οὐ φθονεῖ,
μετέχειν δὲ τούτων εὔχετ’ αὐτῷ συμπαρών.
κἀστὶν φίλος γενναῖος ἀσφαλής θ’ ἅμα,
οὐ μάχιμος, οὐ πάροξυς, οὐχὶ βάσκανος,
ὀργὴν ἐνεγκεῖν ἀγαθός. ἂν σκώπτῃς, γελᾷ· 238b
ἐρωτικός, γελοῖος, ἱλαρὸς τῷ τρόπῳ
πάλιν στρατιώτης ἀγαθὸς εἰς ὑπερβολήν,
ἂν ᾖ τὸ σιτάρκημα δεῖπνον εὐτρεπές.
καὶ Ἀριστοφῶν δὲ ἐν Ἰατρῷ φησι·
βούλομαι δὲ αὐτῷ προειπεῖν οἷός εἰμι τοὺς τρόπους.
ἄν τις ἑστιᾷ, πάρειμι πρῶτος, ὥστ’ ἤδη πάλαι
ζωμὸς καλοῦμαι, δεῖ τιν’ ἄρασθαι μέσον
238c τῶν παροινούντων, παλαιστὴν νόμισον Ἀργεῖόν
μ’ ὁρᾶν.
προσβαλεῖν πρὸς οἰκίαν δεῖ, κριός· ἀναβῆναί τι πρὸς
κλιμάκιον Καπανεύς· ὑπομένειν πληγὰς ἄκμων
κονδύλους πλάττειν δὲ Τελαμών τοὺς καλοὺς πειρᾶν καπνός.
πρὸς μὲν τὸ πεινῆν ἐσθίειν τε μηδὲ ἓν
νόμιζ’ ὁρᾶν Τιθύμαλλον ἢ Φιλιππίδην. 238d
ὕδωρ δὲ πίνειν βάτραχος, ἀπολαῦσαι θύμων
λαχάνων τε κάμπη, πρὸς τὸ μὴ λοῦσθαι ῥύπος,
ὑπαίθριος χειμῶνα διάγειν κόψιχος,
πνῖγος ὑπομεῖναι καὶ μεσημβρίας λαλεῖν
τέττιξ, ἐλαίῳ μηδὲ χρίεσθαι τὸ πᾶν
κονιορτός, ἀνυπόδητος ὄρθρου περιπατεῖν
γέρανος, καθεύδειν μηδὲ μικρὸν νυκτερίς.
Ἀντιφάνης δ’ ἐν Προγόνοις·
τὸν τρόπον μὲν οἶσθά μου 238e
ὅτι τῦφος οὐκ ἔνεστιν, ἀλλὰ τοῖς φίλοις
τοιοῦτὸς εἰμ᾽, ἥδιστε, τύπτεσθαι μύδρος,
τύπτειν κεραυνός, ἐκτυφλοῦν τιν’ ἀστραπή,
φέρειν τιν’ ἄρας ἄνεμος, ἀποπνῖξαι βρόχος,
θύρας μοχλεύειν σεισμός, εἰσπηδᾶν ἀκρίς,
δειπνεῖν ἄκλητος μυῖα, μὴ ᾽ ξελθεῖν φρέαρ,
ἄγχειν, φονεύειν, μαρτυρεῖν, ὅσ’ ἂν μόνον
τύχῃ τις εἰπών, ταῦτ’ ἀπροσκέπτως ποεῖν
ἅπαντα, καὶ καλοῦσὶ μ’ οἱ νεώτεροι 238f
διὰ ταῦτα πάντα σκηπτὸν ἀλλ’ οὐδὲν μέλει
τῶν σκωμμάτων μοι· τῶν φίλων γὰρ ὢν φίλος
ἔργοισι χρηστός, οὐ λόγοις ἔφυν μόνον.
ἀγνοεῖς ἐν ταῖς ἀραῖς
ὅ τι ἔστιν, εἴ τις μὴ φράσει’ ὀρθῶς ὁδὸν 239a
ἢ πῦρ ἐναύσει’ ἢ διαφθείρει’ ὕδωρ,
ἢ δειπνιεῖν μέλλοντα κωλύσαι τινά.
ὁ πρῶτος εὑρὼν τἀλλότρια δειπνεῖν ἀνὴρ
δημοτικὸς ἦν τις, ὡς ἔοικε, τοὺς τρόπους.
ὅστις δ’ ἐπὶ δεῖπνον ἢ φίλον τιν’ ἢ ξένον
καλέσας ἔπειτα συμβολὰς ἐπράξατο,
φυγὰς γένοιτο μηδὲν οἴκοθεν λαβών.
βούλομαι δεῖξαι σαφῶς
ὡς σεμνὸν ἐστι τοῦτο καὶ νενομισμένον
καὶ τῶν θεῶν εὕρημα· τὰς δ’ ἄλλας τέχνας
οὐδεὶς θεῶν κατέδειξεν, ἀλλ’ ἄνδρες σοφοί· τὸ
γὰρ παρασιτεῖν εὗρεν ὁ Ζεὺς ὁ φίλιος,
ὁ τῶν θεῶν μέγιστος ὁμολογουμένως.
οὗτος γὰρ εἰς τὰς οἰκίας εἰσέρχεται
οὐχὶ διακρίνας τὴν πενιχρὰν ἢ πλουσίαν.
οὗ δ’ ἂν καλῶς ἐστρωμένην κλίνην ἴδῃ,
παρακειμένην τε τὴν τράπεζαν πάνθ’ ἃ δεῖ 239c
ἔχουσαν, ἤδη συγκατακλιθεὶς κοσμίως
ἀριστίσας ἑαυτόν, ἐντραγών, πιών,
ἀπέρχετ’ οἴκαδ’ οὐ καταβαλών συμβολάς.
κἀγὼ ποῶ νῦν τοῦτ᾽. ἐπὰν κλίνας ἴδω
ἐστρωμένας καὶ τὰς τραπέζας εὐτρεπεῖς
καὶ τὴν θύραν ἀνεῳγμένην, εἰσέρχομαι
ἐνθάδε σιωπῇ καὶ ποιήσας εὐσταλῆ
ἐμαυτόν, ὥστε μὴ ἐνοχλεῖν τὸν συμπότην,
πάντων ἀπολαύσας τῶν παρατεθέντων, πιών, 239d
ἀπέρχομ’ οἴκαδ’ ὥσπερ ὁ Ζεὺς ὁ φίλιος,
ὅτε τοῦ παρασιτεῖν πρῶτον ἠράσθην μετὰ
Φιλοξένου τῆς Πτερνοκοπίδος νέος ἔτ’ ὤν,
πληγὰς ὑπέμενον κονδύλων καὶ τρυβλίων
ὀστῶν τε τό μέγεθος τοσαύτας ὥστε με 240a
ἐνίοτε τοὐλάχιστον ὀκτὼ τραύματα
ἔχειν. ἐλυσιτέλει γάρ· ἥττων εἰμὶ γὰρ
τῆς ἡδονῆς, ἔπειτα καὶ τρόπον τινὰ
τὸ πρᾶγμά μοι λυσιτελὲς εἶναι νενόμικα.
οἷον φίλερίς τίς ἐστι καὶ μάχεταί τί μοι·
μετεβαλόμην πρὸς τοῦτον ὅσα τ’ εἴρηκέ με
κακῶς ὁμολογῶν εὐθέως οὐ βλάπτομαι.
πονηρὸς ὢν δὲ χρηστὸς εἶναι φησί τις
ἐγκωμιάζων τοῦτον ἀπέλαβον χάριν, 240b
γλαύκου βεβρωκὼς τέμαχος ἑφθὸν τήμερον
αὔριον ἕωλον τοῦτ’ ἔχων οὐκ ἄχθομαι.
τοιοῦτος ὁ τρόπος ἐστὶν ἡ φύσις τέ μου.
κατὰ τὴν στάσιν δὴ στάντες ἀκροάσασθέ μου.
πρὶν ἐγγραφῆναι καὶ λαβεῖν τὸ χλαμύδιον 240c
περὶ τοῦ παρασιτεῖν εἴ τις ἐμπέσοι λόγος,
τὸ τεχνίον αἰεὶ τοῦτό μοι κατεπίνετο,
καὶ παιδομαθὴς πρὸς αὐτὸ τὴν διάνοιαν ἦν.
ὁ δὲ σὸς πένης ἔστ᾽, ὦ γλυκεῖα· τοῦτο δὲ
δέδοιχ’ ὁ θάνατος τὸ γένος, ὥς φασιν, μόνον 240d
ὁ γοῦν Τιθύμαλλος ἀθάνατος περιέρχεται.
ὑπερῃσχυνόμην
μέλλων ἀσύμβολος πάλιν δειπνεῖν πάνυ
αἰσχρὸν γάρ. β. ἀμέλει· τὸν Τιθύμαλλον γοῦν ἀεὶ
ἐρυθρότερον κόκκου περιπατοῦντ’ ἔσθ’ ὁρᾶν
οὕτως ἐρυθριᾷ συμβολὰς οὐ κατατιθείς.
τιθύμαλλον αὐτὸν καὶ παράσιτον ἀποκαλῶν.
ἤδη προσενήνεκται; τί μέλλεις; σπεῦδε
δή, ὦ τάν. ὁ γὰρ Τιθύμαλλος οὕτως ἀνεβίω
κομιδῇ τεθνηκώς, τῶν ἀν’ ὀκτὼ τοὐβολοῦ
θέρμους μαλάξας. οὐκ ἀπεκαρτέρησε γὰρ
ἐκεῖνος, ἀλλ’ ἐκαρτέρησ᾽, ὦ φίλτατε,
πεινῶν.
οἴμοι κακοδαίμων, ὡς ἐρῶ· μὰ τοὺς θεούς,
Τιθύμαλλος οὐδεπώποτ’ ἠράσθη φαγεῖν
οὕτω σφόδρ’ οὐδὲ Κόρμος ἱμάτιον λαβεῖν, 240f
οὐ Νεῖλος ἄλφιτ᾽, οὐ Κόρυδος ἀσύμβολος
κινεῖν ὀδόντας.
ἀρετὴ τὸ προῖκα τοῖς φίλοις ὑπηρετεῖν.
β. λέγεις ἔσεσθαι τὸν Τιθύμαλλον πλούσιον.
εἰ πράξεται γὰρ μισθὸν ἐκ τοῦ σοῦ λόγου
παρ’ οἷσι δειπνεῖ προῖκα, συλλέξει συχνήν. 241a
ἀγορὰν ἰδεῖν εὔοψον εὐποροῦντι μὲν
ἥδιστον, ἂν δ’ ἀπορῇ τις, ἀθλιώτατον.
ὁ γοῦν Κόρυδος ἄκλητος, ὡς ἐμοὶ δοκεῖ,
γενόμενος ὠψώνει παρ’ αὑτὸν οἴκαδε.
ἦν δὲ τὸ πάθος γέλοιον, οἴμοι, τέτταρας
χαλκοῦς ἔχων ἄνθρωπος, ἐγχέλεις ὁρῶν,
θύννεια, νάρκας, καράβους ᾑμωδία. 241b
καὶ ταῦτα πάντῃ μὲν περιελθὼν ἤρετο
ὁπόσου, πυθόμενος δ’ ἀπέτρεχ’ εἰς τὰς μεμβράδας.
ἀλλ’ αἰσχύνομαι
τὸν Κόρυδον, εἰ δόξω συναριστᾶν τισιν
οὕτω προχείρως· οὐκ ἀπαρνοῦμαι δ’ ὅμως.
οὐδὲ γὰρ ἐκεῖνος, ἂν καλῇ τις ἂν τε μή.
ὁ Κόρυδος οὗτος, ὁ τὰ γέλοι’ εἰθισμένος 241c
λέγειν, Βλεπαῖος βούλετ’ εἶναι. β. νοῦν γ’ ἔχων
πλουτεῖ γὰρ ὁ Βλεπαῖος.
κόρυδον τὸν χαλκότυπον πεφύλαξο,
ἦ μὴν σοὶ νομιεῖς αὐτὸν μηδὲν καταλείψειν,
μηδ’ ὄψον κοινῇ μετὰ τούτου πώποτε δαίσῃ
τοῦ Κορύδου· προλέγω σοι· ἔχει γὰρ χεῖρα κραταιάν,
χαλκῆν, ἀκάματον, πολὺ κρείττω τοῦ πυρὸς αὐτοῦ.
πάνυ τοι βούλομαι
οὗτος γελᾶσθαι καὶ γέλοι’ ἀεὶ λέγειν
μετὰ τὸν Κόρυδον μάλιστ’ Ἀθηναίων πολύ.
τῷ κωμῳδογράφῳ, κούφη κόνι, τὸν φιλάγωνα
κισσὸν ὑπὲρ τύμβου ζῶντα Μάχωνι φέροις.
242a οὐ γὰρ ἔχεις κηφῆνα παλίμπλυτον, ἀλλ’ ἄρα τέχνης
ἄξιον ἀρχαίης λείψανον ἠμφίεσαι.
τοῦτο δ’ ὁ πρέσβυς ἐρεῖ·
ἔστιν ὅτ’ ἐν Μούσαις δριμὺ πέφυκε φυτόν.
τὸν Κόρυδον ἠρώτησεν Εὐκράτη ποθ᾽
εἷς τῶν. συμπαρόντων πῶς κέχρητ’ αὐτῷ ποτε 242b
Πτολεμαῖος.
πεπότικε μὲν γὰρ ὥσπερ ἰατρός μ᾽, ἔφη,
ἃ δεῖ· φαγεῖν δὲ σιτί’ οὐ δέδωκέ πω.
εἶθ’ ὁ Μοσχίων
ὁ παραμασήτης ἐν βροτοῖς αὐδώμενος.
πρῶτον μὲν ἦν σοι Καλλιμέδων ὁ Κάραβος,
ἔπειτα Κόρυδος, Κωβίων, Κυρηβίων,
ὁ Σκόμβρος, ἡ Σεμίδαλις. β. Ἡράκλεις φίλε,
ἀγοράσματ᾽, οὐ συμπόσιον εἴρηκας, γύναι.
242e ὑμεῖς γὰρ ἀλλήλους ἀεὶ χλευάζετ᾽, οἶδ’ ἀκριβῶς.
ἂν μὲν γὰρ ᾖ τις εὐπρεπής, ἱερὸν γάμον καλεῖτε.
ἐὰν δὲ μικρὸν παντελῶς ἀνθρώπιον, σταλαγμὸν
λαμπρός τις ἐξελήλυθ᾽, εὐθὺς ὄλολυς οὗτός ἐστι·
λιπαρὸς περιπατεῖ Δημοκλῆς, ζωμὸς κατωνόμασται·
χαίρει τις αὐχμῶν ἢ ῥυπῶν, κονιορτὸς ἀναπέφηνεν 242f
πέφηνεν· ἀκολουθεῖ κόλαξ τῳ, λέμβος ἐπικέκληται·
τὰ πόλλ’ ἄδειπνος περιπατεῖ, κεστρῖνός ἐστι νῆστις·
εἰς τοὺς καλοὺς δ’ ἄν τις βλέπῃ, καπνὸς Θεαγένειος·
ὑφείλετ’ ἄρνα ποιμένος παίζων, Ἀτρεὺς ἐκλήθη·
ἐὰν δὲ κριόν, Φρίξος, ἂν δὲ κωδάριον, Ἰάσων.
διαφέρει Χαιρεφῶντος οὐδὲ γρῦ
ἅνθρωπος ὅστις ἐστίν, ὃς κληθείς ποτε
εἰς ἑστίασιν δωδεκάποδος ὄρθριος
πρὸς τὴν σελήνην ἔτρεχε τὴν σκιὰν ἰδὼν
ὡς ὑστερίζων, καὶ παρῆν ἅμ’ ἡμέρᾳ.
ἐμὲ γὰρ διέτριψεν ὁ
κομψότατος ἀνδρῶν Χαιρεφῶν ἱερὸν γάμον 243b
φάσκων ποιήσειν δευτέρᾳ μετ’ εἰκάδα
καθ’ αὑτόν, ἵνα τῇ τετράδι δειπνῇ παρ’ ἑτέροις·
τὰ τῆς θεοῦ γὰρ πανταχῶς ἔχειν καλῶς.
ὁ Δημοτίων δὲ παραμενεῖν αὑτῷ δοκῶν
τἀργύριον οὐκ ἐφείδετ᾽, ἀλλὰ παρέτρεφε
τὸν βουλόμενον. ὁ Χαιρεφῶν μὲν παντελῶς 243c
οἴκαδε βαδίζειν ᾤετ᾽, ὦ ταλάντατος.
καὶ μὴν ἔτι τοῦτ’ οὐκ ἔστιν ἀνάξιον μόνον,
τὸν παραμασήτην λαμβάνειν δίκρουν ξύλον;
οὔτ’ εὔρυθμος γάρ ἐστιν οὔτ’ ἀχρήματος.
ἐπὶ κῶμον δοκεῖ
ἴωμεν ὥσπερ ἔχομεν. β. οὐκοῦν δᾷδα καὶ
στεφάνους λαβόντες; α. Χαιρεφῶν οὕτως
μεμάθηκε κωμάζειν ἄδειπνος.
πειρώμεθ’ ὑποδύντ’ ἐς τὸ δεῖπνον ἀπιέναι.
εἰς ἑπτάκλινον δ’ ἐστίν, ὡς ἔφραζέ μοι,
ἂν μὴ παράβυστός που γένηται Χαιρεφῶν.
καινὸν γέ φασι Χαιρεφῶντ᾽ ἐν τοῖς γάμοις
ὡς τὸν Ὀφέλαν ἄκλητον εἰσδεδυκέναι.
σπυρίδα λαβὼν γὰρ καὶ στέφανον ὡς ἦν σκότος,
φάσκων παρὰ τῆς νύμφης ὁ τὰς ὄρνεις φέρων 243e
ἥκειν, δεδείπνηχ᾽, ὡς ἔοικεν, εἰσπεσών.
καλῶ δ’ Ἄρη Νίκην τ’ ἐπ’ ἐξόδοις ἐμαῖς,
καλῶ δὲ Χαιρεφῶντα· κἂν γὰρ μὴ καλῶ,
ἄκλητος ἥξει.
ὁδὸν μακρὰν ἐλθόντος ἐπὶ δεῖπνόν ποτε
τοῦ Χαιρεφῶντος εἰς γάμους ἐξ ἄστεος
εἰπεῖν λέγουσι τὸν ποιητὴν Δίφιλον·
εἰς τὰς ἑαυτοῦ, Χαιρεφῶν, σιαγόνας 243f
ἔγκοψον ἥλους ἑκατέρᾳ γε τέτταρας,
ἵνα μὴ παρασείων καὶ μακρὰν ἑκάστοτε
ὁδὸν βαδίζων τὰς γνάθους διαστρέφῃς.
ὁ Χαιρεφῶν κρεᾴδι’ ὠψώνει ποτέ,
καὶ τοῦ μαγείρου, φασίν, ὀστῶδες σφόδρα
αὐτῷ τι προσκόπτοντος ἀπὸ τύχης κρέας
εἶπεν·
τοὐστοῦν.
καὶ μὴν τὸ πρὸς ὀστοῦν φασι κρέας εἶναι γλυκύ.
ὁ Χαιρεφῶν δὲ
γλυκὺ μέν, προσιστάμενον δὲ λυπεῖ πανταχῇ.
κληθεὶς ἐπὶ δεῖπνον ὁ παράσιτος Ἀρχεφῶν
ὑπὸ Πτολεμαίου τοῦ βασιλέως, ἡνίκα
κατέπλευσεν εἰς Αἴγυπτον ἐκ τῆς Ἀττικῆς,
ὄψου πετραίου παρατεθέντος ποικίλου
ἐπὶ τῆς τραπέζης καράβων τ’ ἀληθινῶν,
ἐπὶ πᾶσι λοπάδος τ’ εἰσενεχθείσης ἁδρᾶς, 244c
ἐν ᾗ τεμαχιστοὶ τρεῖς ἐνῆσαν κωβιοί,
οὓς κατεπλάγησαν πάντες οἱ κεκλημένοι,
τῶν μὲν σκάρων ἀπέλαυε τῶν τριγλῶν θ’ ἅμα
καὶ φυκίδων ἐπὶ πλεῖον Ἀρχεφῶν πάνυ,
ἄνθρωπος ὑπὸ τῶν μαινίδων καὶ μεμβράδων
Φαληρικῆς ἀφύης τε διασεσαγμένος,
τῶν κωβιῶν δ’ ἀπέσχετ’ ἐγκρατέστατα,
πάνυ δὴ παραδόξου γενομένου τοῦ πράγματος 244d
καὶ τοῦ βασιλέως πυθομένου τἀλκήνορος
παρεόρακεν Ἀρχεφῶν τοὺς κωβιούς;
ὁ κυρτὸς εἶπε,
Πτολεμαῖ᾽, ἑόρακε πρῶτος, ἀλλ’ οὐχ ἅπτεται,
τοὔψον δὲ σέβεται τοῦτο καὶ δέδοικέ πως·
οὐδ’ ἐστὶν αὐτῷ πάτριον ὄντ’ ἀσύμβολον
ἰχθὺν ἔχοντα ψῆφον ἀδικεῖν οὐδένα.
ἐμοὶ παρασιτεῖν κρεῖττον ἦν τῷ Πηγάσῳ,
ἢ τοῖς Βορεάδαις ἢ εἴ τι θᾶττον ἔτι τρέχει,
ἢ Δημέᾳ Λάχητος Ἐτεοβουτάδῃ.
πέτεται γάρ, οὐχ οἷον βαδίζει τὰς ὁδούς.
Στράτιε, φιλεῖς δήπου με. ς. μᾶλλον τοῦ πατρός·
ὁ μὲν γὰρ οὐ τρέφει με, σὺ δὲ λαμπρῶς τρέφεις.
α. εὔχῃ τ’ ἀεί με ζῆν; ς. ἅπασι τοῖς θεοῖς
ἂν γὰρ πάθῃς τι, πῶς ἐγὼ βιώσομαι; 244f
οἶνος οὐκ ἔνεστιν.
β. αἰτεῖσθ’ ἑταίρους πρόφασιν ἐπὶ κῶμον τινα,
ὅπερ ποιεῖν εἴωθε Γρυλλίων ἀεί.
ἀνοίγετ’ ἤδη τὰς θύρας, ἵνα πρὸς τὸ φῶς
ὦμεν καταφανεῖς μᾶλλον, ἐφοδεύων ἐὰν
βούληθ’ ὁ γυναικονόμος ἀπολαβεῖν τὸν ἀριθμόν,,
κατὰ τὸν νόμον τὸν καινὸν ὅπερ εἴωθε δρᾶν,
τῶν ἑστιωμένων, ἔδει δὲ τοὔμπαλιν
τὰς τῶν ἀδείπνων ἐξετάζειν οἰκίας.
παρὰ τοῖς γυναικονόμοις δὲ τοὺς ἐν τοῖς γάμοις 245c
διακονοῦντας ἀπογεγράφθαι πυθόμενος
πάντας μαγείρους κατὰ νόμον καινόν τινα,
ἵνα πυνθάνωνται τοὺς κεκλημένους ἐὰν
πλείους τις ὧν ἔξεστιν ἑστιῶν τύχῃ,
ἐλθών
τις, ὡς ἔοικε, κιθαρῳδὸς σφόδρα
τὴν οἰκίαν μέλλων ἀνοικοδομεῖν, φίλον 245e
αὑτοῦ λίθους ᾔτησεν ἀποδώσω δ’ ἐγὼ
αὐτῶν πολὺ πλείους, φησίν, ἐκ τῆς δείξεως.ʼ
τὸν ὑδροπότην δὲ Μοσχίωνα λεγόμενον
ἰδόντα φασὶν ἐν Λυκείῳ μετά τινων
παράσιτον ὑπὸ γραὸς τρεφόμενον πλουσίας
δεῖνα, παράδοξόν γε ποιεῖς πρᾶγμ᾽, ὅτι
ἡ γραῦς ποιεῖ σ’ ἐν γαστρὶ λαμβάνειν ἀεί.
νῦν πάντα, φασί, γίνεθ᾽, ἡ μὲν οὐ κύει,
ἐν γαστρὶ δ’ οὗτος λαμβάνει καθ’ ἡμέραν.
εὑρήσεις δὲ τῶν ἐπισιτίων
τούτων τιν’ οἳ δειπνοῦσιν ἐσφυδωμένοι
τἀλλότρι᾽, ἑαυτοὺς ἀντὶ κωρύκων λέπειν
παρέχοντες ἀθληταῖσιν.
σὺ δ’ οὐδὲ θᾶσσον, Σμικυθίων, ἐπισιτιεῖ;
β. τίς δ’ οὗτος ὑμῖν ἐστι; α. τοῦτον πανταχοῦ
ἄγω λαρυγγικὸν τιν’ ἐπὶ μισθῷ ξένον.
ἢν γὰρ ἕν’ ἄνδρ’ ἄδικον σὺ διώκῃς,
ἀντιμαρτυροῦσι
δώδεκα τοῖς ἑτέροις ἐπισίτιοι.
ἐθέλει δ’ ἄνευ
μισθοῦ παρ’ αὐτοῖς καταμένειν ἐπισίτιος.
ἄριστ’ ἀπαλλάττεις ἐπὶ τούτου τοῦ κύβου.
β. ἀστεῖος εἶ. δραχμὴν ὑπόθες. α. κεῖται πάλαι.
β. πῶς ἂν βάλοιμ’ Εὐριπίδην; α. οὐκ ἄν ποτε
Εὐριπίδης γυναῖκα σώσει᾽. οὐχ ὁρᾷς
ἐν ταῖς τραγῳδίαισιν αὐτὰς ὡς στυγεῖ;
τοὺς δὲ παρασίτους ἠγάπα. λέγει γέ τοι 247c
μὴ τοὐλάχιστον τρεῖς ἀσυμβόλους τρέφει,
ὄλοιτο, νόστου μὴ ποτ’ εἰς πάτραν τυχών.
β. πόθεν ἐστὶ ταῦτα, πρὸς θεῶν; α. τί δέ σοι
μέλει;
οὐ γὰρ τὸ δρᾶμα, τὸν δὲ νοῦν σκοπούμεθα.
ὀργίζεται; παράσιτος ὢν ὀργίζεται;
β. οὐχ ἀλλ’ ἀλείψας τὴν τράπεζαν τῇ χολῇ
ὥσπερ τὰ παιδί’ αὑτὸν ἀπογαλακτιεῖ. 247d
τότε φάγοις, παράσιθ᾽. β. ὅρα
ὡς διασέσυρκε τὴν τέχνην. οὐκ οἶσθ’ ὅτι
μετὰ τὸν κιθαρῳδὸν ὁ παράσιτος κρίνεται;
οὐ δεῖ παρασιτεῖν ὄντα δυσάρεστον σφόδρα.
τοῦθ’ ἑταῖρός ἐστιν ὄντως· οὐκ ἐρωτᾷ πηνίκα
δεῖπνόν ἐστιν, ὥσπερ ἕτεροι, καὶ τί δειπνεῖν κωλύει
τοὺς παρόντας, εἶτα δεῖπνον ἕτερον εἰς τρίτην
βλέπει,
εἶτα δ’ ἕτερον εἰς τρίτην βλέπει εἶτα περίδειπνον πάλιν.
ἐγὼ δ’ ἀπόσιτος ὢν τοιαῦτ’ οὐκ ἀνέχομαι. ᾽,
υἱὸς γὰρ οἰκόσιτος ἡδὺ γίνεται.
ταχὺ γὰρ γίνεται
ἐκκλησιαστὴς οἰκόσιτος.
οἰκόσιτον νυμφίον
οὐδὲν δεόμενον προικὸς ἐξευρήκαμεν.
οὐκ οἰκοσίτους τοὺς ἀκροατὰς λαμβάνεις.
ποιμαίνει δ’ ἐπισίτιον, ῥιγῶν δ’ ἐν Μεγαβύζου
δέξετ’ ἐπὶ μισθῷ σῖτον.
ἀστεῖον τὸ μὴ
συνάγειν γυναῖκας μηδὲ δειπνίζειν ὄχλον,
ἀλλ’ οἰκοσίτους τοὺς γάμους πεποιηκέναι.
ἔσῃ περιπατῶν σιτόκουρος.
248b πάντ’ ὀκνηρός, πάντα μέλλων, σιτόκουρος ὁμολογῶν
παρατρέφεσθαι.
οἴμοι τάλας, ἕστηκας ἔτι πρὸς ταῖς θύραις
τὸ φορτίον θείς σιτόκουρον, ἄθλιον,
ἄχρηστον εἰς τὴν οἰκίαν εἰλήφαμεν.
παράσιτον αὐτόσιτον. αὑτὸν γοῦν τρέφων
τὰ πλεῖστα συνερανιστὸς εἶ τῷ δεσπότῃ.
ὕπνος αὐτὸν ὄντα κακόσιτον τρέφει.
ὁ δὲ ὀλιγόσιτος Ἡρακλῆς ἐκεῖ τί δρᾷ;
ὡς ὀλιγόσιτος ἦσθ’ ἄρ᾽, ὃς κατεσθίεις
τῆς ἡμέρας μακρᾶς τριήρους σιτία.
ἒς τ’ ἂν τοὺς ἀφίκωμαι οἳ οὐκ ἴσασι Φίλιππον.
250f μισῶν τραπέζαις ὅστις ἐξογκοῖτ’ ἄγαν.
ἰχὼρ οἷόσπερ τε ῥέει μακάρεσσι θεοῖσιν.
ὡς οἱ μέγιστοι τῶν θεῶν καὶ φίλτατοι
τῇ πόλει πάρεισιν
ἐνταῦθα γὰρ Δήμητρα καὶ Δημήτριον
ἅμα παρῆγ’ ὁ καιρός,
χἠ μὲν τὰ σεμνὰ τῆς Κόρης μυστήρια
ἔρχεθ’ ἵνα ποιήσῃ,
ὁ δ’ ἱλαρός, ὥσπερ τὸν θεὸν δεῖ, καὶ καλὸς
καὶ γελῶν πάρεστι.
σεμνόν τι φαίνεθ᾽, οἱ φίλοι πάντες κύκλῳ,
ἐν μέσοισι δ’ αὐτός, 253e
ὅμοιον ὥσπερ οἱ φίλοι μὲν ἀστέρες,
ἥλιος δ’ ἐκεῖνος,
ὦ τοῦ κρατίστου παῖ Ποσειδῶνος θεοῦ,
χαῖρε, κἀφροδίτης.
ἄλλοι μὲν ἢ μακρὰν γὰρ ἀπέχουσιν θεοὶ
ἢ οὐκ ἔχουσιν ὦτα
ἢ οὐκ εἰσὶν ἢ οὐ προσέχουσιν ἡμῖν οὐδὲ ἕν,
σὲ δὲ παρόνθ’ ὁρῶμεν,
οὐ ξύλινον οὐδὲ λίθινον, ἀλλ’ ἀληθινόν.
εὐχόμεσθα δή σοι·
πρῶτον μὲν εἰρήνην ποίησον, φίλτατε·
κύριος γὰρ εἶ σύ.
τὴν δ’ οὐχὶ Θηβῶν, ἀλλ’ ὅλης τῆς Ἑλλάδος
Σφίγγα περικρατοῦσαν,
ὁ Αἰτωλὸς ὅστις ἐπὶ πέτρας καθήμενος,
ὥσπερ ἡ παλαιά,
τὰ σώμαθ’ ἡμῶν πάντ’ ἀναρπάσας φέρει, 253f
κοὐκ ἔχω μάχεσθαι
Αἰτωλικὸν γὰρ ἁρπάσαι τὰ τῶν πέλας,
νῦν δὲ καὶ τὰ πόρρω·
μάλιστα μὲν δὴ κόλασον αὐτός· εἰ δὲ μή,
τὴν Σφίγγα ταύτην ὅστις ἢ κατακρημνιεῖ
ἢ σπίλον ποιήσει.
παῖ, τὴν μεγάλην δός, ὑποχέας
φιλίας κυάθους τῶν συμπαρόντων· τέτταρας,
τοὺς τρεῖς δ’ ἐγὼ Σωτῆρσιν ἀποδώσεις θεοῖς, ἕν’ Ἀντιγόνου τοῦ βασιλέως νίκης καλῶς,
καὶ τοῦ νεανίσκου κύαθον Δημητρίου
φέρε τὸν τρίτον
φίλας Ἀφροδίτης, χαίρετ᾽, ἄνδρες συμπόται, 254b
ὅσων ἀγαθῶν τὴν κύλικα μεστὴν πίομαι.
οἱ κόλακές εἰσι τῶν ἐχόντων οὐσίας
σκώληκες. εἰς οὖν ἄκακον ἀνθρώπου τρόπον
εἰσδὺς ἕκαστος ἐσθίει καθήμενος,
ἕως ἂν ὥσπερ πυρὸν ἀποδείξῃ κενόν. 254d
ἔπειθ’ ὁ μὲν λέμμ’ ἐστίν, ὁ δ’ ἕτερον δάκνει.
ὁ γὰρ κόλαξ
καὶ στρατηγὸν καὶ δυνάστην καὶ φίλους καὶ τὰς
πόλεις
ἀνατρέπει λόγῳ κακούργῳ μικρὸν ἡδύνας χρόνον.
νῦν δὲ καὶ καχεξία τις ὑποδέδυκε τοὺς ὄχλους,,
αἱ κρίσεις θ’ ἡμῶν νοσοῦσι, καὶ τὸ πρὸς χάριν πολύ. 254f
ταύτην δὲ τὴν κολακείαν τινὲς ἐκτρεπόμενοι τοὔνομα
τὸ γὰρ κολακεύειν νῦν ἀρέσκειν ὄνομ’ ἔχει.
κόλακος δὲ βίος μικρὸν χρόνον ἀνθεῖ·
οὐδεὶς γὰρ χαίρει πολιοκροτάφῳ παρασίτῳ.
ἐν Κύπρῳ φής, εἰπέ μοι, διήγετε
πολὺν χρόνον; β. τὸν πάνθ’ ἕως ἦν ὁ πόλεμος.
α. ἐν τίνι τόπῳ μάλιστα; λέγε γάρ. β. ἐν Πάφῳ·
257e οὗ πρᾶγμα τρυφερὸν διαφερόντως ἦν ἰδεῖν,
ἄλλως τ’ ἄπιστον. α. ποῖον; β. ἐρριπίζετο
ὑπὸ τῶν περιστερῶν, ὑπ’ ἄλλου δ’ οὐδενὸς
δειπνῶν ὁ βασιλεύς. α. πῶς; ἐάσας τἄλλα γὰρ
ἐρήσομαί σε τοῦθ᾽. β. ὅπως; ἠλείφετο
ἐκ τῆς Συρίας ἥκοντι τοιούτῳ μύρῳ
καρποῦ σύχν’ οἵου φασὶ τὰς περιστερὰς
τρώγειν. διὰ τὴν ὀσμὴν δὲ τούτου πετόμεναι 257f
παρῆσαν οἷαί τ’ ἦσαν ἐπικαθιζάνειν
ἐπὶ τὴν κεφαλὴν παῖδες δὲ παρακαθήμενοι
ἐσόβουν. ἀπαίρουσαι δὲ μικρόν, οὐ πολύ,
τὸ μήτ’ ἐκεῖσε μήτε δεῦρο παντελῶς,
οὕτως ἀνερρίπιζον ὥστε σύμμετρον
αὐτῷ τὸ πνεῦμα, μὴ περίσκληρον ποιεῖν. 258a
πεῖραν ἐπεθύμουν θατέρου βίου λαβεῖν,
ὃν πάντες εἰώθασιν ὀνομάζειν ὑγρόν.
τρεῖς ἐν Κεραμεικῷ περιπατήσας ἡμέρας
διδασκάλους ἐξεῦρον οὗ λέγω βίου
ἴσως τριάκοντ’ ἀφ’ ἑνὸς ἐργαστηρίου.
πάλιν ἡ τοῦ βίου
ὑγρότης μέ σου τέθλιφε· τὴν ἀσωτίαν
ὑγρότητα γὰρ νῦν προσαγορεύουσίν τινες. 258d
εἶτ’ ἔστιν ἢ γένοιτ’ ἂν ἡδίων τέχνη
ἢ πρόσοδος ἄλλη τοῦ κολακεύειν εὐφυῶς;
ὁ ζωγράφος πονεῖ τι καὶ πικραίνεται,
ὁ γεωργὸς
ἐν ὅσοις ἐστὶ κινδύνοις πάλιν
πρόσεστι πᾶσιν ἐπιμέλεια καὶ πόνος.
ἡμῖν δὲ μετὰ γέλωτος ὁ βίος καὶ τρυφῆς·
οὗ γὰρ τὸ μέγιστον ἔργον ἐστὶ παιδιά, 258e
ἁδρὸν γελάσαι, σκῶψαὶ τιν᾽, ἐμπιεῖν πολύν,
οὐχ ἡδύ; ἐμοὶ μὲν μετὰ τὸ πλουτεῖν δεύτερον.
εὐδαίμων ἐγώ, μὰ τὸν Δία 258f
τὸν Ὀλύμπιον καὶ τὴν Ἀθηνᾶν, οὐχ ὅτι
ἐν τοῖς γάμοισιν, ἄνδρες, εὐωχήσομαι,
ἀλλ’ ὅτι διαρραγήσομ’ ἂν θεὸς θέλῃ;
τούτου δέ μοι γένοιτο τοῦ θανάτου τυχεῖν.
ἐνιαυσίαν γὰρ δεῖ με τὴν ἑορτὴν ἄγειν.
ὁ Ἐρυθραῖος ἐν τῇ δευτέρᾳ τῶν
ἀλλ’ ἔστι τοῖς σεμνοῖς μὲν αὐθαδέστερος 260d
καὶ τοῖς κόλαξι πᾶσι, τοῖς σκώπτουσι δὲ
ἑαυτὸν εὐόργητος· ἡγεῖται δὲ δὴ
τούτους μόνους ἐλευθέρους, κἂν δοῦλος ᾖ.
ὅτι εἴμ’ ἀλαζὼν τοῦτ’ ἐπιτιμᾷς; ἀλλὰ τί;
νικᾷ γὰρ αὕτη τὰς τέχνας πάσας πολὺ
μετὰ τὴν κολακείαν ἥδε μὲν γὰρ διαφέρει.
ψίθυρός τ’ ἐκαλοῦ καὶ ψωμοκόλαξ.
φθείρεσθ᾽ πίτριπτοι ψωμοκόλακες. 262a
ψωμοκόλαξ τ’ ἔσθ’ οὗτος.
ψωμοκολακεύων καὶ παρεισιὼν ἀεί.
σὲ μὲν καλοῦσι ψωμοκόλαφον δραπέτην.
ὁρᾶν τε κείμενα
ἄμητας ἡμιβρῶτας ὀρνίθειά τε,
ὧν οὐδὲ λειφθέντων θέμις δούλῳ φαγεῖν,
ὥς φασιν αἱ γυναῖκες. 262d
τί γὰρ
ἔχθιον ἢ
καὶ ταῦτ’ ἀγενείῳ μειρακυλλίῳ τινί,
ἢ τὴν ἀμίδα φέρειν ὁρᾶν τε κείμενα
ἄμητας ἡμιβρῶτας ὀρνίθειά τε,
ὧν οὐδὲ λειφθέντων θέμις δούλῳ φαγεῖν,
ὥς φασιν αἱ γυναῖκες, ὃ δὲ χολᾶν ποιεῖ,
γάστριν καλοῦσι καὶ λάμυρον ὃς ἂν φάγῃ
ἡμῶν τι τούτων. 262e
οὐ γὰρ ἦν τότ’ οὔτε Μάνης οὔτε Σηκὶς οὐδενὶ
δοῦλος, ἀλλ’ αὐτὰς ἔδει μοχθεῖν ἅπαντ’ ἐν οἰκίᾳ.
εἶτα πρὸς τούτοισιν ἤλουν ὄρθριαι τὰ σιτία,
ὥστε τὴν κώμην ὑπηχεῖν θιγγανουσῶν τὰς μύλας.
οὐκ ἔστι δούλων, ὦγάθ᾽, οὐδαμοῦ πόλις,
τύχη δὲ πάντῃ μεταφέρει τὰ σώματα.
πολλοὶ δὲ νῦν μὲν εἰσιν οὐκ ἐλεύθεροι,
εἰς αὔριον δὲ Σουνιεῖς, εἶτ’ εἰς τρίτην
ἀγορᾷ κέχρηνται. τὸν γὰρ οἴακα στρέφει
δαίμων ἑκάστῳ.
δωροφόροι καλεοίαθ’ ὑποφρίσσοντες ἄνακτας.
δεσπότου πενέστου ῥυσὰ βουλευτήρια.
λάτρις πενέστης ἁμὸς ἀρχαίων δόμων.
ἥμισυ γάρ τε νόου ἀπαμείρεται εὐρύοπα Ζεὺς 264f
ἀνδρῶν οὓς ἂν δὴ κατὰ δούλιον ἦμαρ ἕλῃσι.
ἴθι μοι, δόμον, οἰκέτα, κλεῖσον ὑπόπτερος,
μή τις ἔλθῃ βροτῶν.
ὡς εὔδουλος, ὡς εὔοικος ἦν,
οἷς δὴ βασιλεὺς Κρόνος ἦν τὸ παλαιόν,
ὅτε τοῖς ἄρτοις ἠστραγάλιζον, μᾶζαι δ’ ἐν ταῖσι
παλαίστραις
Αἰγιναῖαι κατεβέβληντο δρυπεπεῖς βώλοις τε κομῶσαι.
ἔπειτα δοῦλον οὐδὲ εἷς κεκτήσετ’ οὐδὲ δούλην,
ἀλλ’ αὐτὸς αὑτῷ δῆτ’ ἀνὴρ γέρων διακονήσει; 267f
β. οὐ δῆθ’ ὁδοιποροῦντα γὰρ τὰ πάντ’ ἐγὼ ποιήσω.
α. τί δῆτα τοῦτ’ αὐτοῖς πλέον; β. πρόσεισιν αὔθ᾽
ἕκαστον
τῶν σκευαρίων ὅταν καλῇ τι· παρατίθου, τράπεζα·
αὕτη· παρασκεύαζε σαυτήν. μάττε, θυλακίσκε.
ἔγχει, κύαθε. ποὖσθ’ ἡ κύλιξ; διάνιζ’ ἰοῦσα σαυτήν.
ἀνάβαινε, μᾶζα. τὴν χύτραν χρῆν ἐξερᾶν τὰ τεῦτλα.
ἰχθύ, βάδιζ᾽. ἀλλ’ οὐδέπω ᾽ πὶ θάτερ’ ὀπτός εἰμι.
οὔκουν μεταστρέψας σεαυτὸν ἁλὶ πάσεις ἀλείφων; 268a
ἀλλ’ ἀντίθες τοι· ἐγὼ γὰρ αὐτὰ τἄμπαλιν
τὰ θερμὰ λουτρὰ πρῶτον ἄξω τοῖς ἐμοῖς
ἐπὶ κιόνων, ὥσπερ διὰ τοῦ Παιωνίου,
ἀπὸ τῆς θαλάττης, ὥσθ’ ἑκάστῳ ῥεύσεται
εἰς τὴν πύελον ἐρεῖ δὲ θὔδωρ
εἶτ’ ἁλάβαστος εὐθέως ἥξει μύρου
αὐτόματος, ὁ σπόγγος τε καὶ τὰ σάνδαλα.
βέλτιον δὲ τούτων Τηλεκλείδης Ἀμφικτύοσι· 268b
λέξω τοίνυν βίον ἐξ ἀρχῆς ὃν ἐγὼ θνητοῖσι παρεῖχον·
εἰρήνη μὲν πρῶτον ἁπάντων ἦν ὥσπερ ὕδωρ κατὰ χειρός.
ἡ γῆ δ’ ἔφερ᾽ οὐ δέος οὐδὲ νόσους, ἀλλ’ αὐτόματ᾽ ἦν τὰ δέοντα·
οἴνῳ γὰρ ἅπασ’ ἔρρει χαράδρα, μᾶζαι δ’ ἄρτοις ἐμάχοντο
περὶ τοῖς στόμασιν τῶν ἀνθρώπων ἱκετεύουσαι καταπίνειν
εἴ τι φιλοῖεν τὰς λευκοτάτας. οἱ δ’ ἰχθύες οἴκαδ’ ἰόντες 268c
ἐξοπτῶντες σφᾶς αὐτοὺς ἂν παρέκειντ’ ἐπὶ ταῖσι τραπέζαις.
ζωμοῦ δ’ ἔρρει παρὰ τὰς κλίνας ποταμὸς κρέα θερμὰ κυλίνδων
ὑποτριμματίων δ’ ὀχετοὶ τούτων τοῖς βουλομένοισι παρῆσαν,
ὥστ’ ἀφθονία τὴν ἔνθεσιν ἦν ἄρδονθ’ ἁπαλὴν καταπίνειν.
λεκανίσκαισιν δ’ ἂν ψαιστὰ παρῆν ἡδυσματίοις κατάπαστα,
ὀπταὶ δὲ κίχλαι μετ’ ἀμητίσκων εἰς τὸν φάρυγ’ εἰσεπέτοντο 268d
τῶν δὲ πλακούντων ὠστιζομένων περὶ τὴν γνάθον ἦν ἀλαλητός.
μήτρας δὲ τὸμοις καὶ χναυματίοις οἱ παῖδες ἂν ἠστραγάλιζον. οἱ δ’ ἄνθρωποι πίονες ἦσαν τότε καὶ μέγα χρῆμα γιγάντων.
πλούτῳ δ’ ἐκεῖν’ ἦν πάντα συμπεφυρμένα,
ἐν πᾶσιν ἀγαθοῖς πάντα τρόπον εἰργασμένα.
ποταμοὶ μὲν ἀθάρης καὶ μέλανος ζωμοῦ πλέῳ 268f
διὰ τῶν στενωπῶν τονθολνγοῦντες ἔρρεον
αὐταῖσι μυστίλαισι καὶ ναστῶν τρύφη,
ὥστ’ εὐμαρῆ γε καὐτομάτην τὴν ἔνθεσιν
χωρεῖν λιπαρὰν κατὰ τοῦ λάρυγγος τοῖς νεκροῖς.
φύσκαι δὲ καὶ σίζοντες ἀλλάντων τόμοι
παρὰ τοῖς ποταμοῖσιν ἐξεκέχυντ’ ἀντ’ ὀστράκων.
καὶ μὴν παρῆν τεμάχη μὲν ἐξωπτημένα,
καταχυσματίοισι παντοδαποῖσιν εὐτρεπῆ· 269a
σχελίδες δ’ ὁλόκνημοι πλησίον τακερώταται
ἐπὶ πινακίσκοις καὶ δίεφθ’ ἀκροκώλια
ἥδιστον ἀπατμίζοντα καὶ χόλικες βοὸς
καὶ πλευρὰ δελφάκει’ ἐπεξανθισμένα
χναυρότατα παρέκειτ’ ἐπ’ ἀμύλοις καθήμενα,
παρῆν δὲ χόνδρος γἀλακι κατανενιμμένος
ἐν καταχύτλοις λεκάναισι καὶ πύου τόμοι.
β. οἴμ’ ὡς ἀπολεῖς μ’ ἐνταῦθα διατρίβουσ’ ἔτι,
παρὸν κολυμβᾶν ὡς ἔχετ’ εἰς τὸν Τάρταρον. 269b
χαρακισμοῦ;
ἐπιπάστοις 269d
ἐπιβλὺξ
ἀρύτεσθαι.
βαλανεύσει,
πολυτύρων
ὀχετεύσονται θερμῷ σὺν ἔτνει καὶ λειριοπολφανεμώναις.
τὰ δὲ δὴ δένδρη τἀν τοῖς ὄρεσιν χορδαῖς ὀπταῖς
ἐριφείοις 269e
φυλλοροήσει καὶ τευθιδίοις ἁπαλοῖσι κίχλαις τ᾽
ἀναβράστοις.
νειφέτω μὲν ἀλφίτοις.
ψακαζέτω δ’ ἄρτοισιν, ὑέτω δ’ ἔτνει,
ζωμὸς διὰ τῶν ὁδῶν κυλινδείτω κρέα,
πλακοῦς ἑαυτὸν ἐσθίειν κελευέτω. 269f
ὁ μὲν ποταμὸς ὁ Κρᾶθις ἡμῖν καταφέρει
μάζας μεγίστας αὐτομάτας μεμαγμένας,
ὁ δ’ ἕτερος ὠθεῖ κῦμα ναστῶν καὶ κρεῶν
ἑφθῶν τε βατίδων εἰλυομένων αὐτόσε·
τὰ δὲ μικρὰ ταυτὶ ποτάμι’ ἐνμεντευθενὶ
ῥεῖ τευθίσιν ὀπταῖς καὶ φάγροις καὶ καράβοις,
ἐντευθενὶ δ’ ἀλλᾶσι καὶ περικόμμασι, 270a
τῃδὶ δ’ ἀφύαισι, τῇδε δ’ αὖ ταγηνίαις.
τεμάχη δ’ ἄνωθεν αὐτόματα πεπνιγμένα
εἰς τὸ στόμ’ ᾄττει, τὰ δὲ παρ’ αὐτὼ τὼ πόδε.
ἄμυλοι δὲ περινέουσιν ἡμῖν ἐν κύκλῳ.
ἐν κενῇ γὰρ γαστρὶ τῶν καλῶν ἔρως 270c
οὐκ ἔστι· πεινῶσιν γὰρ ἡ Κύπρις πικρά,
ἐν πλησμονῇ τοι Κύπρις, ἐν πεινῶντι δ’ οὔ.
πλήρης μὲν λαχάνων ἀγορή, πλήρης δὲ καὶ ἄρτων,
μακρὰς τίθημι συμβολὰς ἀκροώμενος
πεινῶντι γὰρ ἀνδρὶ μᾶζα τιμιωτέρα
χρυσοῦ τε κἀλέφαντος,
τέτλαθι δή, πενίη, καὶ ἀνάσχεο μωρολογούντων 270f
ὄψων γὰρ πλῆθός σε δαμᾷ καὶ λιμὸς ἀτερπής.
κοὐδ’ εἷς σοὐστὶν τῶν πλουτούντων, μὰ τὸν Ἥφαιστον, προσόμοιος, 271a
καλλιτράπεζος καὶ βουλόμενος λιπαρὸν ψωμὸν καταπίνειν.
ὁρῶ γὰρ θαῦμ’ ἄπιστον, ἰχθύων γένη
περὶ τὴν ἄκραν παίζοντα, κωβιούς, σπάρους,
ψήττας, ἐρυθρίνους, κεστρέας, πέρκας, ὄνους,
θύννους, μελανούρους, σηπίας, αὐλωπίας,
τρίγλας, ἑλεδώνας, σκορπίους,
εἷς οἰωνὸς ἄριστος, ἀμύνεσθαι περὶ δείπνου
Deipnosophistae. Athenaeus. ed. Charles Burton Gulick. Medford, MA. 2010.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The National Endowment for the Humanities; Google Digital Humanities Awards Program.