τὸ μὲν πάρεργον ἔργον ὣς ποιούμεθα,
τὸ δ’ ἔργον ὡς πάρεργον ἐκπονούμεθα.
ταν δ’ εὗρον δαινύντα γάμον πολλοῖσιν ἔτῃσιν
υἱέος ἠδὲ θυγατρὸς ἀμύμονος ᾧ ἐνὶ οἴκῳ,
ἐννῆμαρ ξείνισσε καὶ ἐννέα βοῦς ἱέρευσε.
οὐ χρὴ συμποσίοιο φίλους ἀπέχεσθαι ἑταίρους 186c
δηρὸν ἀνάμνησις δὲ πέλει χαριεστάτη αὕτη.
εὖ σοι γένοιτο, Τηλέφῳ δ’ ἁγὼ νοῶ·
Ἰνὼ δὲ τἀπὶ θάτερ’ ἐξειργάζετο.
κίκλησκεν δὲ γέροντας ἀριστῆας Παναχαιῶν.
μάλιστα καλεῖν ὅστις σέθεν ἐγγύθι ναίει.
τηλοῦ φίλοι ναίοντες οὔκ εἰσιν φίλοι.
τοῖς δ’ ὁ γέρων πάμπρωτος ὑφαίνειν ἤρχετο μῆτιν,
τοῖς δ’ ὁ κόλαξ πάμπρωτος ὑφαίνειν ἤρχετο μῶκον.
αὐτόματος δέ οἱ ἦλθε βοὴν ἀγαθὸς Μενέλαος.
ᾔδεε γὰρ κατὰ θυμὸν ἀδελφεὸν ὡς ἐπονεῖτο,
ᾔδεε γὰρ κατὰ θυμὸν ἀδελφεὸν ὡς ἐπονεῖτο
ἔστα δ’ ἐπὶ λάινον οὐδόν, τοὶ δὲ θοίνας ἔντυον,
ὧδὲ τ’ ἔφα·
αὐτόματοι δ’ ἀγαθῶν δαῖτας εὐόχθους ἐπέρχονται
δίκαιοι
φῶτες.
αὐτόματοι δ’ ἀγαθοὶ ἀγαθῶν ἐπὶ δαῖτας ἴασιν,
αὐτόματοι ἀγαθοὶ δειλῶν ἐπὶ δαῖτας ἴασιν.
ἐν δ’ αὐτὸς κίεν ᾗσι προθυμίῃσι πεποιθώς.
οἰνοβαρές, κυνὸς ὄμματ’ ἔχων, κραδίην δ’ ἐλάφοιο.
αὐτόδιον δ’ ἄρα μιν ταμίη λούσασθαι ἄνωγεν. 178f
ἒς ῥ’ ἀσαμίνθους βάντες ἐυξέστας λούσαντο.
αὐτοὶ δ’ εἰσῆλθον θεῖον δόμον οἱ δὲ ἰδόντες
θαύμαζον κατὰ δῶμα διοτρεφέος βασιλῆος.
ὥστε γὰρ ἠελίου αἴγλη πέλεν ἠὲ σελήνης
δῶμα καθ’ ὑψερεφὲς Μενελάου κυδαλίμοιο.
παῦ᾽· ἀλλὰ δευρὶ κατακλινεὶς προσμάνθανε
ξυμποτικὸς εἶναι καὶ ξυνουσιαστικός.
ἔπειτ’ ἐπαίνεσόν τι τῶν χαλκωμάτων,
ὀροφὴν θέασαι, κρεκάδι’ αὐλῆς θαύμασον.
ἔνθα δὲ πῦρ κείαντες ἐθύσαμεν ἠδὲ καὶ αὐτοὶ
τυρῶν αἰνύμενοι φάγομεν.
θεοῖσι δὲ θῦσαι ἀνώγει
Πάτροκλον ὃν ἑταῖρον ὁ δ’ ἐν πυρὶ βάλλε θυηλάς.
κοῦροι μὲν κρητῆρας ἐπεστέψαντο ποτοῖο, 179d
νώμησαν δ’ ἄρα πᾶσιν ἐπαρξάμενοι δεπάεσσιν.
αὐτὰρ ἐπεὶ σπεῖσὰν τ᾽.
ἄθυστα δὲ ἱρὰ πολλάκις κατεσθίει 179e
οἶνος γὰρ ἀνώγει
ἠλεός, ὃς τ’ ἐφέηκε πολύφρονά περ μάλ’ ἀεῖσαι
καὶ θ’ ἁπαλὸν γελάσαι καὶ τ’ ὀρχήσασθαι ἀνῆκεν 179f
καὶ τι ἔπος προέηκεν ὅπερ τ’ ἄρρητον ἄμεινον·
καὶ θ’ ἁπαλὸν γελάσαι καὶ τ’ ὀρχήσασθαι ἀνῆκεν.
αὐτὰρ ἐπεὶ σπεῖσάν τ’ ἔπιόν θ’ ὅσον ἤθελε θυμός.
μολπὴ τ’ ὀρχηστύς τε· τὰ γάρ τ’ ἀναθήματα δαιτός.
τὸν δ’ εὗρον δαινύντα γάμον πολλοῖσιν ἔτῃσιν,
ὣς οἱ μὲν δαίνυντο καθ’ ὑψερεφὲς μέγα δῶμα
γείτονες ἠδὲ ἔται Μενελάου κυδαλίμοιο
τερπόμενοι μετὰ δέ σφιν ἐμέλπετο θεῖος ἀοιδὸς
φορμίζων δοιὼ δὲ κυβιστητῆρε κατ’ αὐτοὺς
μολπῆς ἐξάρχοντες ἐδίνευον κατὰ μέσσους,
θεαὶ δ’ ἐξῆρχον ἀοιδῆς
Μοῦσαι Πιερίδες,
αὐτὸς ἐξάρχων πρὸς αὐλὸν Λέσβιον παιήονα.
ἐν δὲ χορὸν ποίκιλλε περικλυτὸς Ἀμφιγυήεις,
τῷ ἴκελον οἷὸν ποτ’ ἐνὶ Κνωσσῷ εὐρείῃ
Δαίδαλος ἤσκησεν καλλιπλοκάμῳ Ἀριάδνῃ.
ἔνθα μὲν ἠίθεοι καὶ παρθένοι ἀλφεσίβοιαι
ὠρχεῦντ᾽, ἀλλήλων ἐπὶ καρπῷ χεῖρας ἔχουσαι,
πολλὸς δ’ ἱμερόεντα χορὸν περιίσταθ’ ὅμιλος 181b
τερπόμενος· μετὰ δέ σφιν ἐμέλπετο θεῖος ἀοιδὸς
φορμίζων δοιὼ δὲ κυβιστητῆρε κατ’ αὐτοὺς
μολπῆς ἐξάρχοντες ἐδίνευον κατὰ μέσσους.
Μηριόνη, τάχα κέν σε καὶ ὀρχηστήν περ ἐόντα
ἔγχος ἐμὸν κατέπαυσε διαμπερές, εἲ σ’ ἔβαλόν περ.
Κρῆτα μὲν καλέουσι τρόπον, τὸ δ’ ὄργανον Μολοσσόν. 181c
πολλὸς δ’ ἱμερόεντα χορὸν περιίσταθ’ ὅμιλος
τερπόμενος· δοιὼ δὲ κυβιστητῆρε κατ’ αὐτοὺς
μολπῆς ἐξάρχοντες ἐδίνευον κατὰ μέσσους.
αὐτὰρ Ὀδυσσεὺς 181f
μαρμαρυγὰς θηεῖτο ποδῶν, θαύμαζε δὲ θυμῷ,
κήδεά μοι καὶ μᾶλλον ἐνὶ φρεσὶν ἤπερ ἀοιδαί.
ἄντα σέθεν, τοῦ νῶι θεοῦ ὣς τερπόμεθ’ αὐδῇ.
καὶ νῦν, εἲ τί που ἔστι, πίθοιό μοι· οὐ γὰρ ἔγωγε
τέρπομ’ ὀδυρόμενος μεταδόρπιος.
Τηλέμαχε, ποῖόν σε ἔπος φύγεν ἕρκος ὀδόντων. 187c
οὐ νέμεσις Τρῶας καὶ ἐυκνήμιδας Ἀχαιοὺς
τοιῇδ’ ἀμφὶ γυναικὶ πολὺν χρόνον ἄλγεα πάσχειν
αἰνῶς ἀθανάτῃσι θεῇσ’ εἰς ὦπα ἔοικεν.
ἀλλὰ καὶ ὣς τοίηπερ ἐοῦσ’ ἐν νηυσὶ νεέσθω.
τοὺς ὠχριῶντας, τοὺς ἀνυποδήτους λέγεις,
ὧν ὁ κακοδαίμων Σωκράτης καὶ Χαιρεφῶν.
σίτου δ’ ἅπτεσθον καὶ χαίρετον, αὐτὰρ ἔπειτα
δείπνου παυσαμένω εἰρησόμεθ’ οἵτινες ἐστόν.
ὣς φάτο καί σφιν νῶτα βοὸς παρὰ πίονα θῆκεν 188f
ὄπτ’ ἐν χερσὶν ἑλών, τὰ ῥὰ οἱ γέρα πάρθεσαν αὐτῷ.
Ζηνός που τοιαῦτα δόμοις ἐν κτήματα κεῖται.
Ζηνός που τοιήδε γ’ Ὀλυμπίου ἔνδοθεν αὐλή.
χρυσοῦ τ’ ἠλέκτρου τε καὶ ἀργύρου ἠδ’ ἐλέφαντος.
Ζηνός που τοιαῦτα δόμοις ἐν κτήματα κεῖται,
ὅσσα τάδ’ ἄσπετα πολλά· σέβας μ’ ἔχει εἰσορόωντα.
Ζηνός που τοιήδε γ’ Ὀλυμπίου ἔνδοθεν αὐλὴ
ὅσσατάδ’ ἄσπετα πολλά,
αὐτίκα δ’ αὐλὸς ἀνὰ ῥῖνας παχὺς ἦλθε,
βαθεῖαν εἰς αὐλῶνα περίδρομον στρατοῦ.
κρημνούς τε καὶ σήραγγας ἠδ’ ἐπακτίας
αὐλῶνας.
αὐλὰς θεραπεύειν καὶ σατράπας,
αὐλὰς θεραπεύειν δ’ ἐστίν, ὡς ἐμοὶ δοκεῖ,
ἢ φυγάδος ἢ πεινῶντος ἢ μαστιγίου,
αὐλῆς ἐν χόρτῳ ἔχε δὲ χρύσειον ἄλεισον,
σπένδων αἴθοπα οἶνον ἐπ’ αἰθομένοισ’ ἱεροῖσι.
αὐλῆς ἐν χόρτοισι κυλινδόμενος κατὰ κόπρον.
ἀλλ’ ἐξελθόντες μεγάρων εὖ ναιεταόντων 190a
ἐκ φόνου εἰς αὐλήν.
τέκνα φίλ᾽, ἦ τοι Ζηνὶ βροτῶν οὐκ ἄν τις ἐρίζοι·
ἀθάνατοι γὰρ τοῦ γε δόμοι καὶ κτήματ’ ἔασιν.
ἀθάνατοι γὰρ τοῦ γε δόμοι καὶ κτήματ’ ἔασιν.
ὧν ὄφελον τριτάτην περ ἔχων ἐν δώμασι μοῖραν 190c
ναίειν, οἱ δ’ ἄνδρες σόοι ἔμμεναι οἳ τότ’ ὄλοντο
Τροίῃ ἐν εὐρείῃ ἑκὰς Ἄργεος ἱπποβότοιο.
τῶν πάντων οὐ τόσσον ὀδύρομαι ἀχνύμενός περ, 190d
ὡς ἑνὸς ὅστε μοι ὕπνον ἀπεχθαίρει καὶ ἐδωδήν.
ὀδύρονται νύ που αὐτὸν
Λαέρτης θ’ ὁ γέρων καὶ ἐχέφρων Πηνελόπεια
τηλέμαχός θ᾽, ὃν ἔλειπε νέον γεγαῶτ’ ἐνὶ οἴκῳ.
γρηὶ δέ μιν εἰκυῖα παλαιγενέι προσέειπεν
εἰροκόμῳ, ἣ οἱ Λακεδαίμονι ναιεταούσῃ
ἤσκειν εἴρια καλά.
τῇ δ’ ἄρ’ ἅμ’ Ἀδρήστη κλισίην εὔτυκτον ἔθηκεν ᾽
Ἀλκίππη δὲ τάπητα φέρεν μαλακοῦ ἐρίοιο, 191b
Φυλὼ δ’ ἀργύρεον τάλαρον φέρε, τόν οἱ ἔδωκεν
Ἀλκάνδρη, Πολύβοιο δάμαρ.
τόν ῥὰ οἱ ἀμφίπολος Φυλὼ παρέθηκε φέρουσα
νήματος ἀσκητοῖο βεβυσμένον αὐτὰρ ἐν αὐτῷ
ἠλακάτη τετάνυστο ἰοδνεφὲς εἶρος ἔχουσα.
δῶρόν τοι καὶ ἐγώ, τέκνον φίλε, τοῦτο δίδωμι,
μνῆμ’ Ἑλένης χειρῶν, πολυηράτου ἐς γάμου ὥρην,
σῇ δ’ ἀλόχῳ φορέειν.
τὴν δ’ εὗρ’ ἐν μεγάρῳ· ἡ δὲ μέγαν ἱστὸν ὕφαινε, 191d
δίπλακα μαρμαρέην πολέας δ’ ἐνέπασσεν ἀέθλους
Τρώων θ’ ἱπποδάμων καὶ Ἀχαιῶν χαλκοχιτώνων,
οὓς ἕθεν εἵνεκ’ ἔπασχον ὑπ’ Ἄρηος παλαμάων.
ἀλλ’ ἄγετ’ εἰς εὐνὴν τράπεθ’ ἡμέας, ὄφρα καὶ ἤδη
ὕπνῳ ὑπὸ γλυκερῷ ταρπώμεθα κοιμηθέντες.
ἀλλ’ ἄγε τάμνετε μὲν γλώσσας, κεράσασθε δὲ οἶνον,
ὄφρα Ποσειδάωνι καὶ ἄλλοις ἀθανάτοισιν
σπείσαντες κοίτοιο μεδώμεθα· τοῖο γὰρ ὥρη.
ἤδη γὰρ φάος οἴχεθ’ ὑπὸ ζόφον, οὐδὲ ἔοικε
δηθὰ θεῶν ἐν δαιτὶ θαασσέμεν, ἀλλὰ νέεσθαι.
τί ἔρδων φίλος
σοί τε, καρτερόβροντα Κρονίδα, φίλος δὲ Μοίσαις
εὐθυμίᾳ τε μέλων εἴην,
τοῦτ’ αἴτημί σε. 192a
ἔνθα κ’ ἄυπνος ἀνὴρ δοιοὺς ἐξήρατο μισθούς.
οὐ γὰρ ἔγωγὲ τί φημι τέλος χαριέστερον εἶναι 192d
ἢ ὅταν εὐφροσύνη μὲν ἔχῃ κατὰ δῆμον ἅπαντα,
δαιτυμόνες δ’ ἀνὰ δώματ’ ἀκουάζωνται ἀοιδοῦ,
ἑξείης ἕζοντο κατὰ κλισμούς τε θρόνους τε.
θρήσασθαι πλατάνῳ λασίῃ ὕπο. 192f
σὸν δὲ πλεῖον δέπας αἰεὶ
ἕστηχ’ ὥσπερ ἐμοί, πιέειν ὅτε θυμὸς ἀνώγοι.
πλησάμενος δ’ οἴνοιο δέπας δείδεκτ’ Ἀχιλῆα.
σιτονδ’ αἰδοίη ταμίη παρέθηκε φέρουσα,
εἴδατα πόλλ’ ἐπιθεῖσα, χαριζομένη παρεόντων
δαιτρὸς δὲ κρειῶν πίνακας παρέθηκεν ἀείρας.
ἀμφίπολοι δ’ ἀπεκόσμεον ἔντεα δαιτός,
κατεσκεύασεν δ’ ὁ Φιλοπάτωρ καὶ ποτάμιον
209c τίς τόδε σέλμα πέλωρον ἐπὶ χθονὸς εἵσατο; ποῖος
κοίρανος ἀκαμάτοις πείσμασιν ἠγάγετο;
πῶς δὲ κατὰ δρυόχων ἐπάγη σανίς, ἢ τίνι γόμφοι
τμηθέντες πελέκει τοῦτ’ ἔκαμον τὸ κύτος,
ἢ κορυφαῖς Αἴτνας παρισούμενον ἢ τινι νάσων
ἃς Αἰγαῖον ὕδωρ Κυκλάδας ἐνδέδεται,
τοίχοις ἀμφοτέρωθεν ἰσοπλατές; ἦ ῥα Γίγαντες 209d
τοῦτο πρὸς οὐρανίας ἔξεσαν ἀτραπιτούς.
ἄστρων γὰρ ψαύει καρχήσια καὶ τριελίκτους
θώρακας μεγάλων ἐντὸς ἔχει νεφέων.
πείσμασι δ’ ἀγκύρας ἀπερείδεται οἷσιν Ἀβύδου
Ξέρξης καὶ Σηστοῦ δισσὸν ἔδησε πόρον.
μανύει στιβαρᾶς κατ’ ἐπωμίδος ἀρτιχάρακτον
γράμμα, τίς ἐκ χέρσου τάνδ’ ἐκύλισε τρόπιν
φατὶ γὰρ ὡς Ἱέρων Ἱεροκλέος Ἑλλάδι πάσᾳ 209e
καὶ νάσοις καρπὸν πίονα δωροφορῶν·
Σικελίας σκαπτοῦχος ὁ Δωρικός, ἀλλά, Πόσειδον,
σῷζε κατὰ, γλαυκῶν σέλμα τόδε ῥοθίων.
εἰ μὲν φράσω τἀληθές, οὐχὶ σ’ εὐφρανῶ· ·
τούσδε θανόντας ἔχει ξείνους τάφος, οἳ περὶ Δῆλον
μαρνάμενοι ψυχὰς ὤλεσαν ἐν πελάγει,
τὴν ἱερὰν ὅτε νῆσον Ἀθηναῖοι κεράιζον,
κοινὸν
πῶς ἂν πλουτήσαιμι, Διὸς καὶ Λητοῦς υἱέ;
εἰ τὸ μέσον κτήσαιο Κορίνθου καὶ Σικυῶνος.
Σώκρατες, οὐκ ἔλαθές με πόθῳ δηχθεὶς φρένα τὴν
σὴν
παιδὸς Δεινομάχης καὶ Κλεινίου. ἀλλ’ ὑπάκουσον,
εἰ βούλει σοι ἔχειν εὖ παιδικά· μηδ’ ἀπιθήσῃς
ἀγγέλῳ, ἀλλὰ πιθοῦ καί σοι πολὺ βέλτιον ἔσται.
κἀγὼ ὅπως ἤκουσα, χαρᾶς ὕπο σῶμα λιπάνθη
219d ἱδρῶτι, βλεφάρων δὲ γόος πέσεν οὐκ ἀθελήτῳ.
στέλλου πλησάμενος θυμὸν Μούσης κατόχοιο,
ᾗ τόνδ’ αἱρήσεις, ὠσὶν δ’ ἐνίει ποθέουσιν.
ἀμφοῖν γὰρ φιλίας ἥδ’ ἀρχή τῇδε καθέξεις
αὐτόν, προσβάλλων ἀκοαῖς ὀπτήρια θυμοῦ.
τίπτε δεδάκρυσαι, φίλε Σώκρατες; ἦ σ’ ἀνακινεῖ
στέρνοις ἐνναίων σκηπτὸς πόθος ὄμμασι θραυσθεὶς
παιδὸς ἀνικήτου, τὸν ἐγὼ τιθασόν σοι ὑπέστην
ποιῆσαι;
ἀνὴρ γὰρ ἕλκων οἶνον ὡς ὕδωρ ἵππος
σκυθιστὶ φωνεῖ, οὐδὲ κόππα γινώσκων
κεῖται δ’ ἄναυδος ἐν πίθῳ κολυμβήσας, 221b
κάθυπνος ὡς μήκωνα φάρμακον πίνων,
φεύγετ᾽, Ἀριστάρχειοι, ἐπ’ εὐρέα νῶτα θαλάττης
Ἑλλάδα, τῆς ξουθῆς δειλότεροι κεμάδος,
γωνιοβόμβυκες, μονοσύλλαβοι, οἷσι μέμηλε
τὸ σφὶν καὶ τὸ σφῷν καὶ τὸ μὶν ἠδὲ τὸ νίν.
τοῦθ’ ὑμῖν εἴη δυσπέμφελον· Ἡροδίκῳ δὲ
Ἑλλὰς ἀεὶ μίμνοι καὶ θεόπαις Βαβυλών.
ἡδονὴν ἔχει,
ὅταν τις εὕρῃ καινὸν ἐνθύμημά τι,
δηλοῦν ἅπασιν οἱ δ’ ἑαυτοῖσιν σοφοὶ
πρῶτον μὲν οὐκ ἔχουσι τῆς τέχνης κριτήν,
εἶτα φθονοῦνται, χρὴ γὰρ εἰς ὄχλον φέρειν
ἅπανθ’ ὅσ’ ἄν τις καινότητ’ ἔχειν δοκῇ.
Deipnosophistae. Athenaeus. ed. Charles Burton Gulick. Medford, MA. 2010.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The National Endowment for the Humanities; Google Digital Humanities Awards Program.