ὁ πλεῖστα πίνων πλεῖστα κεὐφρανθήσεται.
τί δ’ ἂν Ἕλληνες μικροτράπεζοι,
φυλλοτρῶγες δράσειαν; ὅπου
τέτταρα λήψῃ κρέα μίκρ’ ὀβολοῦ.
παρὰ δ’ ἡμετέροις προγόνοισιν ὅλους 130f
βοῦς ὤπτων, ὗς, ἐλάφους, ἄρνας·
τὸ τελευταῖον δὲ ὁ μάγειρος ὅλον
τέρας ὀπτήσας μεγάλῳ βασιλεῖ
θερμὴν παρέθηκε κάμηλον.
πρ. εἶτ’ ἐξένιζε παρετίθει θ’ ἡμῖν ὅλους 131a
ἐκ κριβάνου βοῦς. δικ. καὶ τίς εἶδε πώποτε
βοῦς κριβανίτας; τῶν ἀλαζονευμάτων.
πρ. καὶ ναὶ μὰ Δί᾽ ὄρνιν τριπλάσιον Κλεωνύμου
παρέθηκεν ἡμῖν ὄνομα δ’ ἦν αὐτῷ φέναξ.
κἂν ταῦτα ποιῆθ’ ὥσπερ φράζω,
λαμπροῖς δείπνοις δεξόμεθ’ ὑμᾶς,
οὐδὲν ὁμοίοις τοῖς Ἰφικράτους
τοῖς ἐν Θρᾴκῃ· καίτοι φασὶν 131b
βουβαυκαλόσαυλα γενέσθαι·
κατὰ τὴν ἀγορὰν μὲν ὑπεστρῶσθαι
στρώμαθ’ ἁλουργῆ μέχρι τῆς ἀκάτου,
δειπνεῖν δ’ ἄνδρας βουτυροφάγους,
αὐχμηροκόμας μυριοπληθεῖς·
τοὺς δὲ λέβητας χαλκοῦς εἶναι
μείζους λάκκων δωδεκακλίνων
αὐτὸν δὲ Κότυν περιεζῶσθαι
ζωμόν τε φέρειν ἐν χοὶ χρυσῇ
καὶ γευόμενον τῶν κρατήρων
πρότερον μεθύειν τῶν πινόντων.
αὐλεῖν δ’ αὐτοῖς Ἀντιγενείδαν,
ἀργᾶν δ’ ᾄδειν καὶ κιθαρίζειν
Κηφισόδοτον τὸν Ἀχαρνῆθεν 131c
μέλπειν δ’ ᾠδαῖς
τοτὲ μὲν Σπάρτην τὴν εὐρύχορον,
τοτὲ δ’ αὖ Θήβας τὰς ἑπταπύλους,
τὰς ἁρμονίας μεταβάλλοντας,
φερνάς τε λαβεῖν δύο μὲν ξανθῶν
ἵππων ἀγέλας αἰγῶν τ’ ἀγέλην
χρυσοῦν τε σάκος
φιάλην τε λεπαστὴν
χιόνος τε πρόχουν κέρχνων τε χύτραν
βολβῶν τε σιρὸν δωδεκάπηχυν
καὶ πουλυπόδων ἑκατόμβην.
ταῦτα μὲν οὕτως φασὶ ποιῆσαι
Κότυν ἐν Θρᾴκῃ, γάμον Ἰφικράτει.
τούτων δ’ ἔσται πολὺ σεμνότερον
καὶ λαμπρότερον παρὰ δεσποσύνοις 131d
τοῖς ἡμετέροις. τί γὰρ ἐλλείπει
δόμος ἡμέτερος, ποίων ἀγαθῶν;
οὐ σμύρνης ἐκ Συρίας ὀδμαὶ
λιβάνου τε πνοαί, τερενοχρῶτες
μαζῶν ὄψεις, ἄρτων, ἀμύλων,
πουλυποδείων, χολίκων, δημοῦ,
φυσκῶν, ζωμοῦ, τεύτλων, θρίων,
λεκίθου, σκορόδων, ἀφύης, σκόμβρων,
ἐνθρυμματίδων, πτισάνης, ἀθάρης,
κυάμων, λαθύρων, ὤχρων, δολίχων,
μέλιτος, τυροῦ, χορίων, πυῶν,
καρύων, χόνδρου,
κάραβοι ὀπτοί, τευθίδες ὀπταί,
κεστρεὺς ἑφθός, σηπίαι ἑφθαί,
μύραιν’ ἑφθή, κωβιοὶ ἑφθοί, 131e
θυννίδες ὀπταί, φυκίδες ἑφθαί,
βάτραχοι, πέρκαι,
συνόδοντες, ὄνοι, βατίδες, ψῆτται,
γαλεός, κόκκυξ, θρίσσαι, νάρκαι,
ῥίνης τεμάχη, σχαδόνες, βότρυες,
σῦκα, πλακοῦντες, μῆλα, κράνειαι,
ῥόαι, ἕρπυλλος, μήκων, ἀχράδες,
κνῆκος, ἐλᾶαι, στέμφυλ᾽, ἄμητες,
πράσα, γήτειον, κρόμμυα, φυστή,
βολβοί, καυλοί, σίλφιον, ὄξος,
μάραθ᾽, ᾠά, φακῆ, τέττιγες, ὀποί·
κάρδαμα, σήσαμα, κήρυκες, ἅλες,
πίνναι, λεπάδες, μύες, ὄστρεια,
κτένες, ὄρκυνες· καὶ πρὸς τούτοις
ὀρνιθαρίων ἄφατον πλῆθος, 131f
νηττῶν, φαττῶν, χῆνες, στρουθοί,
κίχλαι, κόρυδοι, κίτται, κύκνοι,
πελεκάν, κίγκλοι, γέρανος β. τουδὶ
τοῦ χάσκοντος διατειναμένη
διὰ τοῦ πρωκτοῦ καὶ τῶν πλευρῶν
διακόψειεν τὸ μέτωπον.
α. οἶνοι δέ σοι, λευκός,
γλυκύς, αὐθιγενής, ἡδύς, καπνίας.
μάγειρ᾽, ὁ θύων ἐστὶ δειπνίζων τ’ ἐμὲ
Ῥόδιος, ἐγὼ δ’ ὁ κεκλημένος Περίνθιος.
οὐδέτερος ἡμῶν ἥδεται τοῖς Ἀττικοῖς
δείπνοις. ἀηδία γάρ ἐστιν Ἀττικὴ 132a
ὥσπερ ξενική· παρέθηκε πίνακα γὰρ μέγαν
ἔχοντα μικροὺς πέντε πινακίσκους ἄνω·
τούτων ὁ μὲν ἔχει σκόροδον, ὁ δ’ ἐχίνους δύο,
ὁ δὲ θρυμματίδα γλυκεῖαν, ὁ δὲ κόγχας δέκα,
ὁ δ’ ἀντακαίου μικρόν, ἐν ὅσῳ δ’ ἐσθίω,
ἕτερος ἐκεῖν᾽, ἐν ὅσῳ δ’ ἐκεῖνος, τοῦτ’ ἐγὼ
ἠφάνισα. βούλομαι δὲ γ᾽, ὦ βέλτιστε σύ,
κἀκεῖνο καὶ τοῦτ᾽, ἀλλ’ ἀδύνατα βούλομαι 132b
οὔτε στόματα γὰρ οὔτε χεῖρας πέντ’ ἔχω.
ὄψιν μὲν οὖν ἔχει τὰ τοιαῦτα ποικίλην,
ἀλλ’ οὐδέν ἐστι τοῦτο πρὸς τὴν γαστέρα·
κατέπασα γὰρ τὸ χεῖλος, οὐκ ἐνέπλησα δέ.
τί οὖν ἔχεις; β. ὄστρεια πολλά. α. πίνακά μοι
τούτων παραθήσεις αὐτὸν ἐφ’ ἑαυτοῦ μέγαν.
ἔχεις ἐχίνους; β. ἕτερος ἔσται σοι πίναξ·
αὐτὸς γὰρ αὐτὸν ἐπριάμην ὀκτὼ ὀβολῶν.
α. ὀψάριον αὐτὸ τοῦτο παραθήσεις μόνον.
ἵνα ταὐτὰ πάντες, μὴ τὸ μὲν ἐγώ, τὸ δ’ ἕτερος 132c
πόσοι τὸ πλῆθός εἰσιν οἱ κεκλημένοι 132d
εἰς τοὺς γάμους, βέλτιστε, καὶ πότερ’ Ἀττικοὶ
ἅπαντες ἢ κἀκ τοὐμπορίου τινές; β. τί δαὶ
τοῦτ’ ἐστὶ πρὸς σὲ τὸν μάγειρον; α. τῆς τέχνης
ἡγεμονία τίς ἐστιν αὕτη σοι, πάτερ,
τὸ τῶν ἐδομένων τὰ στόματα προειδέναι.
οἷον Ῥοδίους κέκληκας· εἰσιοῦσι δὸς
εὐθὺς ἀπὸ θερμοῦ τὴν μεγάλην αὐτοῖς σπάσαι
ἀποζέσας σίλουρον ἢ λεβίαν, ἐφ’ ᾧ
χαριεῖ πολὺ μᾶλλον ἢ μυρίνην προσεγχέας. 132e
β. ἀστεῖον ὁ σιλουρισμός. α. ἂν Βυζαντίους,
ἀψινθίῳ σφιν δεῦσον ὅσα γ’ ἂν παρατιθῇς,
κάθαλα ποιήσας πάντα κἀσκοροδισμένα.
διὰ γὰρ τὸ πλῆθος τῶν παρ᾽· αὐτοῖς ἰχθύων
πάντες βλιχανώδεις εἰσὶ καὶ μεστοὶ λάπης. Μένανδρος δ’ ἐν Τροφωνίῳ·
ξένου τὸ δεῖπνόν ἐστιν ὑποδοχή. β. τίνος;
ποδαποῦ; διαφέρει τῷ μαγείρῳ τοῦτο γάρ.
οἷον τὰ νησιωτικὰ ταυτὶ ξενύδρια,
ἐν προσφάτοις ἰχθυδίοις τεθραμμένα
132f καὶ παντοδαποῖς, τοῖς ἁλμίοις μὲν οὐ πάνυ
ἁλίσκετ᾽, ἀλλ’ οὕτω παρέργως ἅπτεται·
τὰς δ’ ὀνθυλεύσεις καὶ τὰ κεκαρυκευμένα
μᾶλλον προσεδέξατ᾽. Ἀρκαδικὸς τοὐναντίον
ἀθάλαττος ὢν τοῖς λοπαδίοις ἁλίσκεται·
Ἰωνικὸς πλούταξ, ὑποστάσεις ποιῶν
κάνδαυλον, ὑποβινητιῶντα βρώματα.
ὦ πρεσβῦτα, πότερα φιλεῖς τὰς δρυπεπεῖς ἑταίρας
ἢ σὺ τὰς ὑποπαρθένους ἁλμάδας ὡς ἐλάας
στιφράς;
ἰχθὺς τί σοι
ἐφαίνεθ’ οὑφθός; β. μικρὸς ἦν, ἀκήκοας;
ἅλμη τε λευκὴ καὶ παχεῖ’ ὑπερβολῇ,
κοὐχὶ λοπάδος προσῶζεν οὐδ’ ἡδυσμάτων. 133b
ἐβόων δ’ ἅπαντες, ὡς ἀγαθὴν ἅλμην ποιεῖς,
πρὸς θεῶν, ἔραμαι τέττιγα φαγεῖν
καὶ κερκώπην θηρευσαμένη
καλάμῳ λεπτῷ.
σοῦ δ’ ἐγὼ λαλιστέραν
οὐπώποτ’ εἶδον οὔτε κερκώπην, γύναι,
οὐ κίτταν, οὐκ ἀηδόν᾽, οὐ χελιδόνα,
οὐ τρυγόν᾽, οὐ τέττιγα.
πίναξ ὁ πρῶτος τῶν μεγάλων ἡγήσεται
ἔχων ἐχῖνον, ὠμοτάριχον, κάππαριν,
θρυμματίδα, τέμαχος, βολβὸν ἐν ὑποτρίμματι.
γογγυλίδος δισσὴ γὰρ ἰδ’ ἐκ ῥαφάνοιο γενέθλη
μακρή τε στιφρή τε φαείνεται ἐν πρασιῇσι.
καὶ τὰς μὲν θ’ αὕηνον ἀποπλύνας βορέῃσι,
προσφιλέας χειμῶνι καὶ οἰκουροῖσιν ἀεργοῖς·
θερμοῖς δ’ ἰκμανθεῖσαι ἀναζώουσ’ ὑδάτεσσι.
τμῆγε δὲ γογγυλίδος ῥίζας (καὶ ἀκαρφέα φλοιὸν
ἦκα καθηράμενοσ) λεπτουργέας, ἠελίῳ δὲ
αὐήνας ἐπὶ τυτθὸν ὁτὲ ʼν ζεστῷ ἀποβάπτων
ὕδατι δριμείῃ πολέας ἐμβάπτισον ἅλμῃ, 133e
ἄλλοτε δ’ αὖ λευκὸν γλεῦκος συστάμνισον ὄξει
ἶσον ἴσῳ, τὰς δ’ ἐντὸς ἐπιστύψας ἁλὶ κρύψαις.
πολλάκι δ’ ἀσταφίδας προχέαις τριπτῆρι λεήνας
σπέρματὰ τ’ ἐνδάκνοντα σινήπυος. εἰν ἑνὶ δὲ τρὺξ
ὄξεος ἰκμάζουσα καὶ ὠμοτέρην ἐπὶ κόρσην
ὥριον ἁλμαίην αμυσαι κεχρηόσι δαίτης.
ἔστιν ἔνδον ὄξος ὀξύ σοι;
β. ὑπολαμβάνω, παιδάριον ὀπὸν εἰλήφαμεν.
ἄριστα τούτοις πάντα πιέσω καὶ πυκνά,
ἡ φυλλὰς ἡ δριμεῖα περιοισθήσεται·
τῶν πρεσβυτέρων γὰρ ταῦτα τῶν ἡδυσμάτων
ἀναστομοῖ τάχιστα τᾀσθητήρια,
τό τε νωκαρῶδες καὶ κατημβλυωμένον
ἐσκέδασε κἀποίησεν ἡδέως φαγεῖν. 134a
τοῦτο γάρ νῦν ἐστί σοι
ἐν ταῖς Ἀθήναις ταῖς καλαῖς ἐπιχώριον
ἅπαντες ὀρχοῦντ’ εὐθὺς ἂν οἴνου μόνον
ὀσμὴν ἴδωσι· συμφορὰν σύ γ’ εἰσορᾶν
φαίης ἂν εἰς συμπόσιον εἰσελθὼν ἄφνω.
καὶ τοῖς μὲν ἀγενείοις ἴσως ἔπεστί τις
χάρις· ἀλλ’ ἐπὰν δὴ τὸν γόητα Θεόδοτον
ἢ τὸν παραμασύντην ἴδω τὸν ἀνόσιον 134b
βαυκιζόμενον τὰ λευκὰ τ’ ἀναβάλλονθ’ ἅμα,
ἥδιστ’ ἂν ἀναπήξαιμ’ ἐπὶ τοῦ ξύλου λαβών.
οὐχ ὁρᾷς ὀρχούμενον
ταῖς χερσὶ τὸν βάκηλον; οὐδ’ αἰσχύνεται
ὁ τὸν Ἡράκλειτον πᾶσιν ἐξηγούμενος,
ὁ τὴν Θεοδέκτου μόνος ἀνευρηκὼς τέχνην, 134c
ὁ τὰ κεφάλαια συγγράφων Εὐριπίδῃ.
λόγος γάρ ἐστ’ ἀρχαῖος οὐ κακῶς ἔχων·
οἶνον λέγουσι τοὺς γέροντας, ὦ πάτερ,
πείθειν χορεύειν οὐ θέλοντας.
ἀπὸ συμβολῶν ἔπινον ὀρχεῖσθαι μόνον
βλέποντες, ἄλλο δ’ οὐδέν, ὄψων ὀνόματα 134d
καὶ σιτίων ἔχοντες, Ὄψων, Κάραβος
καὶ Κωβιός, Σεμίδαλις.
δεῖπνα μοι ἔννεπε, Μοῦσα, πολύτροφα καὶ μάλα πολλά,
ἦλθον γὰρ κἀκεῖσε, πολὺς δέ μοι ἕσπετο λιμός,
οὗ δὴ καλλίστους ἄρτους ἴδον ἠδὲ μεγίστους,
λευκοτέρους χιόνος, ἔσθειν δ’ ἀμύλοισιν ὁμοίους
τάων καὶ Βορέης ἠράσσατο πεσσομενάων
αὐτὸς δὲ Ξενοκλῆς ἐπεπωλεῖτο στίχας ἀνδρῶν,
στῆ δ’ ἄρ’ ἐπ’ οὐδὸν ἰών. σχεδόθεν δέ οἱ ἦν παράσιτος
Χαιρεφόων, πεινῶντι λάρῳ ὄρνιθι ἐοικώς, 134f
νήστης, ἀλλοτρίων εὖ εἰδὼς δειπνοσυνάων.
τῷ δὲ μάγειροι μὲν φόρεον πλῆσάν τε τραπέζας,
οἷς ἐπιτετράφαται μέγας οὐρανὸς ὀπτανιάων
ἠμὲν ἐπισπεῦσαι δείπνου χρόνον ἠδ’ ἀναμεῖναι
ἔνθ’ ἄλλοι πάντες λαχάνοις ἐπὶ χεῖρας ἴαλλον,
ἀλλ’ ἐγὼ οὐ πιθόμην, ἀλλ’ ἤσθιον εἴδατα πάντα, 135a
βολβοὺς ἀσπάραγόν τε καὶ ὄστρεα μυελόεντα,
ὠμοτάριχον ἐῶν χαίρειν, Φοινίκιον ὄψον.
αὐτὰρ ἐχίνους ῥῖψα καρηκομόωντας ἀκάνθαις·
οἱ δὲ κυλινδόμενοι καναχὴν ἔχον ἐν ποσὶ παίδων
ἐν καθαρῷ, ὅθι κύματ’ ἐπ’ ἠιόνος κλύζεσκε·
πολλὰς δ’ ἐκ κεφαλῆς προθελύμνους εἷλκον ἀκάνθας.
ἡ δὲ Φαληρικὴ ἦλθ’ ἀφύη, Τρίτωνος ἑταίρη,
ἄντα παρειάων σχομένη ῥυπαρὰ κρήδεμνα..,
135b τοὺς δ’ ὁ Κύκλωψ ἐφίλει καὶ ἐν οὔρεσιν ἐξεπεφύκει
πίνας ἦλθε φέρων κατὰ τρύβλια ἠχήεντα,
ἃς κατὰ φυκότριχος πέτρης λευκὸν τρέφει ὕδωρ
ψῆττά τε χονδροφυὴς καὶ τρίγλη μιλτοπάρῃος.
τῇ δ’ ἐγὼ ἐν πρώτοις ἐπέχον κρατερώνυχα χεῖρα
οὐδ’ ἔφθην τρώσας μιν, ἄασε δὲ Φοῖβος Ἀπόλλων.
ὡς δὲ ἴδον Στρατοκλῆ, κρατερὸν μήστωρα φόβοιο, 135c
τρίγλης ἱπποδάμοιο κάρη μετὰ χερσὶν ἔχοντα,
ἂψ δ’ ἑλόμην χάρμῃ, λαιμὸν δ’ ἄπληστον ἄμυξα.
ἦλθε δὲ Νηρῆος θυγάτηρ, Θέτις ἀργυρόπεζα,
σηπίη εὐπλόκαμος, δεινὴ θεὸς αὐδήεσσα,
ἣ μόνη ἰχθὺς οὖσα τὸ λευκὸν καὶ μέλαν οἶδε.
καὶ Τιτυὸν ἔιδον, λίμνης ἐρικυδέα γόγγρον
κείμενον ἐν λοπάδεσσ᾽· ὁ δ’ ἐπ’ ἐννέα κεῖτο τραπέζας.
τῷ δὲ μετ’ ἴχνια βαῖνε θεὰ λευκώλενος ἰχθὺς 135d
ἔγχελυς, ἣ Διὸς εὔχετ’ ἐν ἀγκοίνῃσι μιγῆναι,
ἐκ Κωπῶν, ὅθεν ἐγχέλεων γένος ἀγροτεράων,
παμμεγέθης, ἣν οὔ κε δύ’ ἀνέρες ἀθλητῆρες,
οἷοι ἄρ’ Ἀστυάναξ τε καὶ Ἀντήνωρ ἐγένοντο,
ῥηιδίως ἐπ’ ἄμαξαν ἀπ’ οὔδεος ὀχλίσσειαν
τρισπίθαμοι γὰρ ταί γε καὶ ἐννεαπήχεες ἦσαν
εὖρος, ἀτὰρ μῆκός γε γενέσθην ἐννεόργυιοι.
πολλὰ δ’ ἄναντα κάταντα κατὰ στέγος ἦλθ’ ὁ μάγειρος,
σείων ὀψοφόρους πίνακας κατὰ δεξιὸν ὦμον. 135e
τῷ δ’ ἅμα τεσσαράκοντα μέλαιναι χύτραι ἕποντο,
αὐτὰρ ἀπ’ Εὐβοίας λοπάδες τόσαι ἐστιχόωντο.
Ἶρις δ’ ἄγγελος ἦλθε ποδήνεμος, ὠκέα τευθίς,
πέρκη τ’ ἀνθεσίχρως καὶ ὁ δημοτικὸς μελάνουρος,
ὃς καὶ θνητὸς ἐὼν ἕπετ’ ἰχθύσιν ἀθανάτοισιν.
οἴη δ’ αὖ θύννου κεφαλὴ θαλαμηιάδαο
νόσφιν ἀφειστήκει, κεχολωμένη οὕνεκα τευχέων
αἰρομένων· τὸ δὲ πῆμα θεοὶ θέσαν ἀνθρώποισι. 135f
ῥίνη θ᾽, ἣν φιλέουσι περισσῶς τέκτονες ἄνδρες,
τρηχεῖ’ ἀλλ’ ἀγαθὴ κουροτρόφος οὐ γὰρ ἔγωγε
ἧς σαρκὸς δύναμαι γλυκερώτερον ἄλλο ἰδέσθαι.
ὀπταλέος δ’ εἰσῆλθε πελώριος ἱππότα κεστρεὺς
οὐκ οἶος· ἅμα τῷ γε δυώδεκα σαργοὶ ἕποντο.
κυανόχρως δ’ ἀμίας ἐπὶ τοῖς μέγας, ὅς τε θαλάσσης
πάσης βένθεα οἶδε, Ποσειδάωνος ὑποδμώς, 136a
καρῖδὲς θ᾽, αἳ Ζηνὸς Ὀλυμπίου εἰσὶν ἀοιδή,
αἳ δὴ γήραι κυφαὶ ἔσαν, χρησταὶ δὲ πάσασθαι.
χρύσοφρυς, ὃς κάλλιστος ἐν ἄλλοις ἵσταται ἰχθύς,
κάραβος, ἀστακὸς αὖτε λιλαίετο θωρήσσεσθαι
ἐν μακάρων δείπνοις. τοῖς δαιτυμόνες χέρ’ ἐφέντες
ἐν στόμασὶν τ’ ἔθεσαν καὶ ἀπήγαγον ἄλλυδις ἄλλον.
τῶν δ’ ἄρ’ ἔλοψ κρείων δουρικλυτὸς ἡγεμόνευεν, 136b
οὗ πλήρης περ ἐὼν κρατερῶς παλάμῃ ἐπορέχθην
γεύσασθ’ ἱμείρων τὸ δὲ γ’ ἀμβροσίη μοι ἔδοξεν,
οἵην δαίνυνται μάκαρες θεοὶ αἰὲν ἐόντες.
μύραιναν δ’ ἐπέθηκε φέρων, προκάλυμμα τραπέζης,
ζώνην θ᾽, ἣν φορέεσκεν ἀγαλλομένη περὶ δειρήν,
εἰς λέχος ἡνίκ’ ἔβαινε Δρακοντιάδῃ μεγαθύμῳ
σάνδαλα δ’ αὖ παρέθηκεν ἀειγενῆ ἀθανατάων, 136c
βούγλωσσὸν θ᾽, ὃς ἔναιεν ἐν ἅλμῃ μορμυρούσῃ,
κίχλας δ’ ἑξείης ἡβήτορας ὑψιπετήεις
καὶ πέτρας κάτα βοσκομένας, ὑάδας θ’ ὑδατινούς.
ἐν δ’ ἀναμὶξ σαργοί τε καὶ ἵππουροι γλάνιές τε,
μόρμυρος ἄντα δ’ ἐῆν, γαλέη, σπάρος οὓς ὁ μάγειρος
σίζοντας παρέθηκε φέρων, κνίσωσε δὲ δῶμα.
τῶν ἔλεγεν δαίνυσθαι· ἐμοὶ δέ γε θηλυτεράων
εἶναι βρώματ’ ἔδοξεν ἔπειθ’ ὥρμαινον ἐπ’ ἄλλα. 136d
κεῖτο δέ τις βατάνη, ἧς οὐδεὶς ἥπτετο δειπνῶν,
ἐν καθαρῷ ὅθι περ λοπάδων διεφαίνετο χῶρος
ἑξῆς κόσσυφος ἦλθ’ ἐμοί, ὃς γεύσασθαι ἕτοιμος
ἥμην· οὐδ’ ἄρ’ ἄθικτος ἔην, πόθεον δὲ καὶ ἄλλοι.
κωλῆν δ’ ὡς ἔιδον, ὡς ἔτρεμον, ἐν δὲ σίναπυ
κεῖτ’ ἀγχοῦ γλυκερὸν χρυσὸς ὥς, πλείον’ ἐρῦκον.
γευσάμενος δ’ ἔκλαιον, ὅτ’ αὔριον οὐκ ἔτι ταῦτα
ὄψομαι, ἀλλά με τυρῷ δεῖ καὶ μάζῃ ὀτρηρῇ 136e
νηδὺς δ’ οὐχ ὑπέμεινε, βιάζετο γάρ ῥ’ ἀχέεσσι·
δάμνα μιν ζωμός τε μέλας ἀκροκώλιὰ θ’ ἑφθά.
παῖς δέ τις ἐκ Σαλαμῖνος ἄγεν τρισκαίδεκα νήσσας,
λίμνης ἐξ ἱερῆς, μάλα πίονας· ἃς ὁ μάγειρος
θῆκε φέρων, ἵν’ Ἀθηναίων κατέκειντο φάλαγγες
Χαιρεφόων δ’ ἐνόησεν ἅμα πρόσσω καὶ ὀπίσσω
ὄρνιθας γνῶναι καὶ ἐναίσιμα σιτίζεσθαι. 136f
ἤσθιε δ’ ὥστε λέων, παλάμῃ δ’ ἔχε τὸ σκέλος ἀμνοῦ,
ὄφρα οἱ οἴκαδ’ ἰόντι πάλιν ποτιδόρπιον εἴη.
χόνδρος δ’ ἡδυπρόσωπος, ὃν Ἥφαιστος κάμεν ἕψων,
Ἀττικῷ ἐν κεράμῳ πέττων τρισκαίδεκα μῆνας,
αὐτὰρ ἐπεὶ δόρποιο μελίφρονος ἐξ ἔρον ἕντο,
χεῖρας νιψαμένοισιν ἀπ’ ᾽ Ὠκεανοῖο ῥοάων
ὡραῖος παῖς ἦλθε φέρων μύρον ἴρινον ἡδύ, 137a
ἄλλος δ’ αὖ στεφάνους ἐπὶ δεξιὰ πᾶσιν ἔδωκεν,
οἳ ῥόδον ἀμφεπλέκοντο διάνδιχα κοσμηθέντες.
κρητὴρ δὲ Βρομίου ἐκεράννυτο, πίνετο δ’ οἶνος
Λέσβιος, οὗ δὴ πλεῖστον ἀνὴρ ὑπὲρ ἄνδρα πεπώκει.
δεύτεραι αὖτε τράπεζαι ἐφωπλίζοντο γέμουσαι 137b
ἐν δ’ αὐταῖσιν ἐπῆν ἄπιοι καὶ πίονα μῆλα,
ῥοιαί τε σταφυλαί τε, θεοῦ Βρομίοιο τιθῆναι,
πρόσφατος ἥν θ’ ἁμάμαξυν ἐπίκλησιν καλέουσι.
τῶν δ’ ἐγὼ οὐδενὸς ἦσθον ἁπλῶς, μεστὸς δ’ ἀνεκείμην.
ὡς δὲ ἴδον ξανθόν, γλυκερόν, μέγαν, ἔγκυκλον,
ἁδρὸν
Δήμητρος παῖδ’ ὀπτὸν ἐπεισελθόντα πλακοῦντα, 137c
πῶς ἂν ἔπειτα πλακοῦντος ἐγὼ θείου ἀπεχοίμην.. ..
οὐδ’ εἴ μοι δέκα μὲν χεῖρες, δέκα δὲ στόματ’ εἶεν,
γαστὴρ δ’ ἄρρηκτος, χάλκεον δέ μοι ἦτορ ἐνείη.
πόρναι δ’ εἰσῆλθον, κοῦραι δύο θαυματοποιοί,
ἃς Στρατοκλῆς ἤλαυνε ποδώκεας ὄρνιθας ὥς.
ἔγωγε δύο λαβεῖν μαγείρους βούλομαι 137d
οὓς ἂν σοφωτάτους δύνωμ’ ἐν τῇ πόλει.
μέλλοντα δειπνίζειν γὰρ ἄνδρα Θετταλὸν
οὐκ Ἀττικηρῶς οὐδ’ ἀπηκριβωμένως
λιμῷ με παρατεῖναι τὸν ἄνδρα δεῖ καθ’ ἓν
ἕκαστον αὐτῷ παρατιθέντα μεγαλείως δέ
τάδ’ οὐ Κόρινθος οὐδὲ Λαίς, ὦ Σύρε,
οὐδ’ εὐτραπέζων Θετταλῶν ξένων τροφαί,
ὧν οὐκ ἄμοιρος ἥδε χεὶρ ἐγίνετο. 137e
ἆρ’ ἀληθῶς τοῖς ξένοισιν ἔστιν, ὡς λέγουσ᾽, ἐκεῖ
πᾶσι τοῖς ἐλθοῦσιν ἐν τῇ κοπίδι θοινᾶσθαι καλῶς,
ἐν δὲ ταῖς λέσχαισι φύσκαι προσπεπατταλευμέναι
κατακρέμανται τοῖσι πρεσβύταισιν ἀποδάκνειν ὀδάξ;
καὶ γένηται τοῖσδε σάμερον κοπίς.
ἐκάλεσε γάρ τύ τις
ἐπ’ αἶκλον ἀέκων, τὺ δὲ ἑκὼν ᾤχεο τρέχων. 139c
ποττὰν κοπίδ᾽, οἰῶ, σώμαι
ἐν Ἀμυκλαῖον παρ’ Ἀπέλλω,
εἷ βάρακες πολλαὶ κἄρτοι
καὶ δωμὸς τοι μάλα ἁδύς,
κἠπὶ τᾷ μύλᾳ δρυφῆται κἠπὶ ταῖς συναικλίαις,
φυλλὰς ἡ δείπνων κατάλυσις ἥδε καθάπερ σχημάτων.
ἐν Λακεδαίμονι
γέγονας· ἐκείνων τῶν νόμων μεθεκτέον
ἐστίν. βάδιζ’ ἐπὶ δεῖπνον εἰς τὰ φιδίτια,
ἀπόλαυε τοῦ ζωμοῦ, φορεῖν τοὺς βύστακας
μὴ καταφρόνει· μηδ’ ἕτερ’ ἐπιζήτει καλά·
ἐν τοῖς δ’ ἐκείνων ἔθεσιν ἴσθ’ ἀρχαικός.
εἶτ’ οὐχ ὅμοια πράττομεν καὶ θύομεν
ὅπου γε τοῖς θεοῖς μὲν ἠγορασμένον 146e
δραχμῶν ἄγω προβάτιον ἀγαπητὸν δέκα,
αὐλητρίδας δὲ καὶ μύρον καὶ ψαλτρίας,
Μενδαῖον, Θάσιον, ἐγχέλεις, τυρόν, μέλι
μικροῦ ταλάντου, γίνεταί τε κατὰ λόγον
ὡς θύουσι δ’ οἱ τοιχωρύχοι,
κίστας φέροντες σταμνία τ’ οὐχὶ τῶν θεῶν
ἕνεκ᾽, ἀλλ’ ἑαυτῶν. ὁ λιβανωτὸς εὐσεβὲς 146f
καὶ τὸ πόπανον· τοῦτ’ ἔλαβεν ὁ θεὸς ἐπὶ τὸ πῦρ
ἅπαν ἐπιτεθέν. οἱ δὲ τὴν ὀσφὺν ἄκραν
καὶ τὴν χολήν, ὅτι ἔστ’ ἄβρωτα, τοῖς θεοῖς
ἐπιθέντες αὐτοὶ τἄλλα καταπίνουσι.
εἰς δ’ ἔφερον διπλόοι παῖδες λιπαρῶπα τράπεζαν 147a
ἄμμ᾽, ἑτέραν δ’ ἕτεροις, ἄλλοι δ’ ἑτέραν, μέχρι οὗ πλήρωσαν οἶκον.
ταὶ δὲ πρὸς ὑψιλύχνους ἔστιλβον αὐγὰς
εὐστέφανοι λεκάναις παροψίσι τ’ ὀξυβάφων πλήρεις σύν τε χλιδῶσαι
παντοδαποῖσι τέχνας εὑρήμασι πρὸς βιοτάν, ψυχᾶς δελεασματίοισι.
πάρφερον ἐν κανέοις μάζας χιονόχροας, ἄλλοι δ’
τοῖς δ’ ἔπι πρῶτα παρῆλθ’ οὐ κάκκαβος, ὦ φιλότας, ἀλλ’ ἁλοπαγές τι μέγιστον.
πάντ’ ἔπαθεν λιπαρόν τ’ ἐς ἐγχέλεά τινες ἄριστον
γογγροπροσωποτόμων πλῆρες θεοτερπές. ἐπ’ αὐτῷ δ᾽
ἄλλο παρῆλθε τόσον, βατὶς δ’ ἐνέης ἰσόκυκλος. 147b
μικρὰ δὲ κακκάβι’ ἦς ἔχοντα τὸ μὲν γαλεοῦ τι,
ναρκίον ἄλλο ..
παρῆς ἕτερον πίων ἀπὸ τευθιάδων καὶ σηπιοπουλυποδείων..
ἁπαλοπλοκάμων. θερμὸς μετὰ ταῦτα παρῆλθεν
ἰσοτράπεζος ὅλος νῆστις συνόδων πυρός
ἔπειτα βαθμοὺς ἀτμίζων ἐπὶ τῷ δ’ ἐπίπασται
τευθίδες, ὦ φίλε, κἀξανθισμέναι καρῖδες αἱ κυφαὶ παρῆλθον.
θρυμματίδες δ’ ἐπὶ ταύταις εὐπέταλοι χλωραί θ’ ἁδυφάρυγγες
147c πύρνων τε στεγαναὶ φύσται μέγαθος κακκάβου γλυκυόξεις.
ὀμφαλὸς θοίνας καλεῖται παρὰ γ’ ἐμὶν καὶ τίν, σαφ’ οἶδα.
ὕστατα, ναὶ μὰ θεοὺς ὑπερμέγεθες τέμαχος θύννου μόλεν ὀπτὸν ἐκεῖθεν
θερμοῦ ὅθι γλυφάνοις τετμημένον εὐθὺς ἀπ᾽ αὐτὰς
τὰς ὑπογαστριδίας. διανεκέως ἐπαμύνειν
εἴπερ ἐμίν τε μέλοι καὶ τίν, μάλα κεν κεχαροίμεθ᾽.
ἀλλ’ ὅθεν ἐλλίπομεν, θοίνα παρέης· ὅσα γ᾽ ἀλλέξαι δυνατά, κρατέω κἄγωγ’ ἔτι, κοὒ κε λέγοι τις
πάνθ’ ἃ παρῆν ἐτύμως ὔμμιν παρέπαισε δὲ θερμὸν 147d
σπλάγχνον ἔπειτα δὲ νῆστις
δέλφακος οἰκετικᾶς καὶ νῶτος ἐσῆλθε καὶ ὀσφὺς καὶ μινυρίγματα θερμά.
καὶ κεφάλαιον ὅλον διάπτυχες ἑφθὸν ἁπερπευθηνος γαλακτοτρόφου πνικτᾶς ἐρίφου παρέθηκε, ·
εἶτα δίεφθ’ ἀκροκώλια σχελίδας τε μετ’ αὐτῶν
λευκοφορινοχρόους, ῥύγχη, κεφάλαια πόδας τε χναυμάτιόν τε σεσιλφιωμένον.
ἑφθὰ τ’ ἔπειτα κρέ’ ὀπτὰ τ’ ἄλλ’ ἐρίφων τε καὶ ἀρνῶν,
ἃ θ’ ὑπερωμόκρεως χορδὰ γλυκίστα 147e
μιξεριφαρνογενής, ἃν δὴ φιλέοντι θεοί, τοῦτ᾽, ὦ φιλότας, ἔσθοις κε· λαγῷὰ τ’ ἔπειτ’ ἀλεκτρυόνων τε νεοσσοί,
περδίκων φάσσεων τε χύδαν ἤδη δὲ παρεβάλλετο θερμὰ πολλά
καὶ μαλακοπτυχέων ἄρτων, ὁμοσύζυγα δὲ ξανθὸν τ’ ἐπεισῆλθεν μέλι καὶ γάλα σύμπακτον, τό κε τυρὸν ἅπας τις
ἦμεν ἔφασχ’ ἁπαλόν, κἠγὼν ἐφάμαν. ὅτε δ’ ἤδη
βρωτύος ἠδὲ ποτᾶτος ἐς κόρον ᾖμεν ἑταῖροι,
τῆνα μὲν ἐξαπάειρον δμῶες, ἔπειτα δὲ παῖδες νίπτρ’ ἔδοσαν κατὰ χειρῶν.
ἐς Οἰδίπου δὲ παῖδε, διπτύχω κόρω,
Ἄρης κατέσκηψ᾽, ἔς τε μονομάχου πάλης
ἀγῶνα νῦν ἑστᾶσιν.
ὁ μὴ πεπλευκὼς οὐδὲν ἑόρακεν κακὸν 155a
τῶν μονομαχούντων ἐσμὲν ἀθλιώτεροι.
κεστρεὺς ἂν εἴην ἕνεκα νηστείας ἄκρας.
οὐ μὲν γάρ τι χέρειον ἐν ὥρῃ δεῖπνον ἑλέσθαι.
καὶ ὁ καλὸς δ’ Ἀριστοφάνης ἐν Κωκάλῳ ἔφη ·
ἀλλ’ ἐστίν, ὦ πάτερ, κομιδῇ μεσημβρία, 156c
ἡνίκα γε τοὺς νεωτέρους δειπνεῖν χρεών.
ὄμνυμι δ’ ὑμῖν, ἄνδρες, αὐτὸν τὸν θεόν,
ἐξ οὗ τὸ μεθύειν πᾶσιν ἡμῖν γίνεται, 156d
ἦ μὴν ἑλέσθαι τοῦτον ἂν ζῆν τὸν βίον
ἢ τὴν Σελεύκου τοῦ βασιλέως ὑπεροχήν.
ῥοφεῖν φακῆν ἐσθ’ ἡδὺ μὴ δεδοικότα,
μαλακῶς καθεύδειν ἄθλιον δεδοικότα.
Ζεῦ, μὴ λάθοι σε τῶνδ’ ὃς αἴτιος φακῶν
φακός σε δαίμων καὶ φακὴ τύχη λάβοι.
τὸ δειπνάριον ἀνθηρὸν ἦν, γλαφυρὸν σφόδρα·
φακῆς κατ’ ἄνδρα τρυβλίον μεστὸν μέγα. 157a
β. πρώτιστον οὐκ ἀνθηρόν. α. ἐπὶ ταύτῃ φέρων
εἰς τὸ μέσον ἐπεχόρευσε σαπέρδης μέγας
ὑπό τι δυσώδης. β. οὗτος ἱερὸς ἀνθίας,
ὃς πολλὰ χαίρειν ταῖς κίχλαις ἤδη λέγει.ʼ
Θεόπομπος οὖν ἐν ε Φιλιππικῶν
τραγικὸν γὰρ ἡ φακῆ ᾽στιν, ἦς καὶ φασιν Ἀγάθαρχὸν ποτὲ γεγραφέναι ῥοφοῦντ’ ᾽ Ὀρέστην τῆς νόσου πεπαυμένον,
εἰς δὲ φακῆν ἔμβαλλε δυωδέκατον κοριάννου.
μὴ πρὸ φακῆς λοπάδ’ αὔξων
εἰς στάσιν ἄμμε βάλῃς.
μηδέποτ’ ἐλαίαν ἔσθι᾽, ἀκαλήφην ἔχων.
χειμῶνος ὥρᾳ βολβοφακῆν, βαβαί, βαβαί.
βολβοφακῆ δ’ οἷον ἀμβροσίη ψύχους κρυόεντος. 158c
πτισάνην διδάσκεις αὐτὸν ἕψειν ἢ φακῆν;
ὅστις φακῆν ἥδιστον ὄψων λοιδορεῖς,
χύτρα δὲ φακέας ἥψετο.
εὖ δ’ ἐγίνεθ’ εἰ φακῆν
ἕψειν μ’ ἐδίδασκε τῶν ἐπιχωρίων τις εἷς.
158e οὐκ ἂν δυναίμην εἰσορῶν χαλκήλατον
μέγαν κολοσσὸν φάκινον ἄρτον ἐσθίειν. ᾽
Δήμητρος ἀκτῆς πώματός θ’ ὑδρηχόου;
ἅπερ πάρεστι καὶ πέφυχ’ ἡμᾶς τρέφειν.
ὧν οὐκ ἀπαρκεῖ πλησμονή· τρυφῇ γέ τοι
ἄλλων ἐδεστῶν μηχανὰς θηρεύομεν.
ἀρκεῖ μετρία βιοτά μοι
σώφρονος τραπέζης· 158f
τὸ δ’ ἄκαιρον ἅπαν ὑπερβάλλον τε μὴ προσείμαν.
Καπανεὺς ὅδ’ ἐστὶν ᾧ βίος μὲν ἦν πολύς, 159a
ἥκιστα δ’ ὄλβῳ γαῦρος ἦν· φρόνημα δὲ
οὐδέν τι μεῖζον εἶχεν ἢ πένης ἀνήρ,
ψέγων τραπέζαις εἴ τις ἐξογκοῖτ’ ἄγαν,
τἀρκοῦν ἐπαινῶν οὐ γὰρ ἐν γαστρὸς βορᾷ
τὸ χρηστὸν εἶναι, μέτρια δ’ ἐξαρκεῖν ἔφη.
ὦ χρυσέ, δεξίωμα κάλλιστον βροτοῖς,
ὡς οὔτε μήτηρ ἡδονὰς τοιάσδ’ ἔχει,
οὐ παῖδες ἐν δόμοισιν, οὐ φίλος πατήρ,
οἵας σὺ χοἰ σὲ δώμασιν κεκτημένοι, 159c
εἰ δ’ ἡ Κύπρις τοιοῦτον ὀφθαλμοῖς ὁρᾷ,
οὐ θαῦμ’ Ἔρωτας μυρίους αὐτὴν ἔχειν.
μὴ πλοῦτον εἴπῃς· οὐχὶ θαυμάζω θεὸν
ὃν χὡ κάκιστος ῥᾳδίως ἐκτήσατο. 159d
ἐστὶν δὲ ποδαπὸς τὸ γένος οὗτος; β. πλούσιος·
τούτους δὲ πάντες φασὶν εὐγενεστάτους,
πένητα δ’ εὐπάτριδ’ οὐδὲ εἷς ὁρᾷ.
φέρε δὴ κατακλινῶ· σὺ δὲ τράπεζαν ἔκφερε
καὶ κύλικα κἀντραγεῖν, ἵν’ ἥδιον πίω.
β. ἰδοὺ κύλιξ σοι καὶ τράπεζα καὶ φακοί.
α. μή μοι φακούς, μὰ τὸν Δί᾽, οὐ γὰρ ἥδομαι. 159f
ἢν γὰρ τράγῃ τις, τοῦ στόματος ὄζει κακόν.
οὔτε μοι ἡ Τεΐη μᾶζ’ ἁνδάνει οὔτε καρύκκη
ἡ Λυδῶν, λειτῇ δὲ καὶ αὐαλέῃ ἐνὶ κόγχῳ
Ἑλλήνων ἡ πᾶσα περισσοτρύφητος ὀιζύς.
Ἐρέτριαν ὡρμήθημεν εἰς λευκάλφιτον
παραινέσαι δὲ σφῷν τι βούλομαι σοφὸν
ὅταν φακῆν ἕψητε, μὴ ᾽ πιχεῖν μύρον.
Ἴθακος Ὀδυσσεύς, τοὐπὶ τῇ φακῇ μύρον,
πάρεστι· θάρσει, θυμέ.
κογχίον τε μικρὸν ἀλλᾶντός τε προστετμημένον.
παρ’ οἷς ἔθος ἐστίν, ἡνίκ’ ἂν προτέρημά τι
ἐν τοῖς πολέμοις λάβωσι, θύειν τοῖς θεοῖς
τοὺς αἰχμαλώτους, τοὺς Γαλάτας μιμούμενος
κἀγὼ κατακαύσειν ηὐξάμην τοῖς δαίμοσι
διαλεκτικοὺς τρεῖς τῶν παρεγγεγραμμένων.
καὶ μὴν φιλοσοφεῖν φιλολογεῖν τ᾽ ἀκηκοὼς 160f
ὑμᾶς ἐπιμελῶς καρτερεῖν θ’ αἱρουμένους,
τὴν πεῖραν ὑμῖν λήψομαι τῶν δογμάτων,
πρῶτον· καπνίζων εἶτ’ ἐὰν ὀπτωμένων
ἴδω τιν’ ὑμῶν συσπάσαντα τὸ σκέλος,
Ζηνωνικῷ πραθήσεθ’ οὗτος κυρίῳ
ἐπ’ ἐξαγωγῇ, τὴν φρόνησιν ἀγνοῶν.
τῶν Πυθαγοριστῶν δ’ ἔτυχον ἄθλιοί τινες
ἐν τῇ χαράδρᾳ τρώγοντες ἅλιμα καὶ κακὰ
τοιαῦτα συλλέγοντες ἐν τῷ κωρύκῳ.
πρῶτον μὲν ὥσπερ πυθαγορίζων ἐσθίει
ἔμψυχον οὐδέν, τῆς δὲ πλείστης τοὐβολοῦ
μάζης μελαγχρῆ μερίδα λαμβάνων λέπει. 161b
οἱ πυθαγορίζοντες γάρ, ὡς ἀκούομεν,
οὔτ’ ὄψον ἐσθίουσιν οὔτ’ ἄλλ’ οὐδὲ ἓν
ἔμψυχον, οἶνὸν τ’ οὐχὶ πίνουσιν μόνοι.
β. Ἐπιχαρίδης μέντοι κύνας κατεσθίει,
τῶν Πυθαγορείων εἷς. α. ἀποκτείνας γέ που·
οὐκ ἔτι γάρ ἐστ’ ἔμψυχον.
πυθαγορισμοὶ καὶ λόγοι
λεπτοὶ διεσμιλευμέναι τε φροντίδες
τρέφουσ’ ἐκείνους, τὰ δὲ καθ’ ἡμέραν τάδε· 161c
ἄρτος καθαρὸς εἷς ἑκατέρῳ, ποτήριον
ὕδατος· τοσαῦτα ταῦτα. β. δεσμωτηρίου
λέγεις δίαιταν πάντες οὕτως οἱ σοφοὶ
διάγουσι καὶ τοιαῦτα κακοπαθοῦσί που;
α. τρυφῶσιν οὗτοι πρὸς ἑτέρους, ἆρ’ οἶσθ’ ὅτι
Μελανιππίδης ἑταῖρός ἐστι καὶ Φάων
καὶ Φυρόμαχος καὶ Φᾶνος, οἳ δι’ ἡμέρας
δειπνοῦσι πέμπτης ἀλφίτων κοτύλην μίαν;
ἡ δ’ ἑστίασις ἰσχάδες καὶ στέμφυλα 161d
καὶ τυρὸς ἔσται· ταῦτα γὰρ θύειν νόμος
τοῖς Πυθαγορείοις. β. νὴ Δί᾽, ἱερεῖον μὲν οὖν
ὁποῖον ἂν κάλλιστον, ὦ βέλτιστ᾽, ἔχῃ.
ἔδει θ’ ὑπομεῖναι μικροσιτίαν, ῥύπον,
ῥῖγος, σιωπήν, στυγνότητ᾽, ἀλουσίαν.
κοσμίως ποιῶν τὴν ἔνθεσιν
μικρὰν μὲν ἐκ τοῦ πρόσθε, μεστὴν δ’ ἔνδοθεν
τὴν χεῖρα, καθάπερ αἱ γυναῖκεσ—κατέφαγε πάμπολλα καὶ παχύτατα,
τὰς προσφόρους ὑμῖν τροφάς,
σκορόδια, τυρόν, κρόμμυα, κάππαριν
ἅπαντα ταῦτ’ ἐστὶν δραχμῆς.
πρὸς τῶν θεῶν, οἰόμεθα τοὺς πάλαι ποτὲ 161f
τοὺς Πυθαγοριστὰς γινομένους ὄντως ῥυπᾶν
ἑκόντας ἢ φορεῖν τρίβωνας ἡδέως;
οὐκ ἔστι τούτων οὐδέν, ὡς ἐμοὶ δοκεῖ·
ἀλλ’ ἐξ ἀνάγκης, οὐκ ἔχοντες οὐδὲ ἕν,
τῆς εὐτελείας πρόφασιν εὑρόντες καλὴν
ὅρους ἔπηξαν τοῖς πένησι χρησίμους.
ἐπεὶ παράθες αὐτοῖσιν ἰχθῦς ἢ κρέας,
κἂν μὴ κατεσθίωσι καὶ τοὺς δακτύλους,
ἐθέλω κρέμασθαι δεκάκις. 162a
ὀφρυανασπασίδαι, ῥινεγκαταπηξιγένειοι,
σακκογενειοτρόφοι καὶ λοπαδαρπαγίδαι,
εἱματανωπερίβαλλοι, ἀνηλιποκαιβλεπέλαιοι,
νυκτιλαθραιοφάγοι, νυκταπαταμπλάκιοι,
μειρακιεξαπάται καὶ συλλαβοπευσιλαληταί, 162b
δοξοματαιόσοφοι, ζηταρετησιάδαι.
ἅδ’ ἐγὼ ἁ τλάμων Ἀρετὰ παρὰ τῇδε κάθημαι
ἡδονῇ, αἰσχίστως κειραμένη πλοκάμους,
θυμὸν ἄχει μεγάλῳ βεβολημένα, εἴπερ ἅπασιν 163b
ἁ κακόφρων Τέρψις κρεῖσσον ἐμοῦ κέκριται.
τῶν φιλοσόφων τοὺς σώφρονας ἐνταυθοῖ καλῶ,
τοὺς ἀγαθὸν αὑτοῖς οὐ διδόντας οὐδὲ ἕν,
τοὺς τὸν φρόνιμον ζητοῦντας ἐν τοῖς περιπάτοις
καὶ ταῖς διατριβαῖς ὥσπερ ἀποδεδρακότα.
ἄνθρωπ’ ἀλάστωρ, διὰ τί συμβολὰς ἔχων
νήφεις; τί τηλικοῦτον ἀδικεῖς τοὺς θεούς; 163c
τί τἀργύριον, ἄνθρωπε, τιμιώτερον
σαυτοῦ τέθεικας ἢ πέφυκε τῇ φύσει;
ἀλυσιτελὴς εἶ τῇ πόλει πίνων ὕδωρ·
τὸν γὰρ γεωργὸν καὶ τὸν ἔμπορον κακοῖς.
ἐγὼ δὲ τὰς προσόδους μεθύων καλὰς ποῶ.
ἔπειθ’ ἕωθεν περιάγεις τὴν λήκυθον
καταμανθάνων τοὔλαιον, ὥστε περιφέρειν
ὡρολόγιον δόξεις τι, οὐχὶ λήκυθον.
ἀλλ’ οὐ πολλοὶ ἴσασι βροτῶν τόδε θεῖον ἔδεσμα
οὐδ’ ἔσθειν ἐθέλουσιν, ὅσοι κεπφαττελεβώδη
ψυχὴν κέκτηνται θνητῶν εἰσὶν τ’ ἀπόπληκτοι,
ὡς ἀνθρωποφάγου τοῦ θηρίου ὄντος· ἅπας δὲ
ἰχθὺς σάρκα φιλεῖ βροτέην, ἄν που περικύρσῃ·
ὥστε πρέπει καθαρῶς ὁπόσοι τάδε μωρολογοῦσι
τοῖς λαχάνοις προσάγειν καὶ πρὸς Διόδωρον ἰόντας 163e
τὸν σοφὸν ἐγκρατέως μετ’ ἐκείνου πυθαγορίζειν.
τῷ περὶ θηροπέπλου μανίας ὕβρεώς τε περιστάσιμον
στοὰν ἔχοντι Πυθαγόρου πελάτᾳ.
μαστιγίαι, κέντρωνες, ἀλλοτριοφάγοι.
βιβλίον
ἐντεῦθεν ὅ τι βούλει προσελθὼν γὰρ λαβέ· 164c
ἔπειτ’ ἀναγνώσει πάνυ γε διασκοπῶν
ἀπὸ τῶν ἐπιγραμμάτων ἀτρέμα τε καὶ σχολῇ.
Ὀρφεὺς ἔνεστιν, Ἡσίοδος, τραγῳδίαι,
Χοιρίλος, Ὅμηρος, Ἐπίχαρμος, συγγράμματα
παντοδαπά. δηλώσεις γὰρ οὕτω τὴν φύσιν
ἐπὶ τί μάλισθ’ ὥρμηκε. ηπ. τουτὶ λαμβάνω.
λιν. δεῖξον τί ἐστι πρῶτον, ηπ. ὀψαρτυσία,
ὥς φησι τοὐπίγραμμα. λιν. φιλόσοφός τις εἶ,
εὔδηλον, ὃς παρεὶς τοσαῦτα γράμματα 164d
Σίμου τέχνην ἔλαβες. ηπ. ὁ Σῖμος δ’ ἐστὶ τίς;
λιν. μάλ’ εὐφυὴς ἄνθρωπος, ἐπὶ τραγῳδίαν
ὥρμηκε νῦν καὶ τῶν μὲν ὑποκριτῶν πολὺ
κράτιστός ἐστιν ὀψοποιός, ὡς δοκεῖ
τοῖς χρωμένοις, τῶν δ᾽ ὀψοποιῶν ὑποκριτής
κάκιστός ἐστι τοῖς θεωμένοις..,
λιν. βούλιμός ἐσθ’ ἅνθρωπος. ηπ. ὅτι βούλει λέγε·
πεινῶ γάρ, εὖ τοῦτ’ ἴσθι.
ὡς εὖ καὶ ταχέως ἀπετείσατο καὶ παραχρῆμα.
οὐ μέντοι παρὰ κωφὸν ὁ τυφλὸς ἔοικε λαλῆσαι,
αἰεὶ γ’ ὁ Χαιρεφῶν τιν’ εὑρίσκει τέχνην
καὶ νῦν πορίζεται γε τὰ δεῖπν’ ἀσύμβολα.
ὅπου γάρ ἐστιν ὁ κέραμος μισθώσιμος
ὁ τοῖς μαγείροις, εὐθὺς ἐξ ἑωθινοῦ
ἕστηκεν ἐλθών κἂν ἴδῃ μισθούμενον 165a
εἰς ἑστίασιν, τοῦ μαγείρου πυθόμενος
τὸν ἑστιῶντα, τῆς θύρας χασμωμένης
ἂν ἐπιλάβηται, πρῶτος εἰσελήλυθεν.
ἐπὶ δεῖπνον εἰς Κόρινθον ἐλθὼν Χαιρεφῶν
ἄκλητος· ἤδη γὰρ πέτεται διαπόντιος·
οὕτω τι τἀλλότρι’ ἐσθίειν ἐστὶ γλυκύ. 165b
Εὐριπίδου τἄρ’ ἐστὶν οὐ κακῶς ἔχον,
τἀλλότρια δειπνεῖν τὸν καλῶς εὐδαίμονα.
ἐστὶν δ’ αὐτούς γε φυλάττεσθαι τῶν νῦν χαλεπώτατον ἔργον. 165c
ἔχουσι γάρ τι κέντρον ἐν τοῖς δακτύλοις,
μισάνθρωπον ἄνθος ἥβης·
εἶθ’ ἡδυλογοῦσιν ἅπασιν ἀεὶ κατὰ τὴν ἀγορὰν περιόντες,
ἐπὶ τοῖς δὲ βάθροις ὅταν ὦσιν, ἐκεῖ τούτοις οἷς
ἡδυλογοῦσι
μεγάλας ἀμυχὰς καταμύξαντες καὶ συγκρούσαντες
ἅπαντες
γελῶσι.
γνώσει δὲ τάδ’ ὡς ἔτυμ᾽, οὐδὲ μάτην 165d
χαριτογλωσσεῖν ἔνι μοι.
Διόδωρος οὑπίτριπτος ἐν ἔτεσιν δύο
σφαῖραν ἀπέδειξε τὴν πατρῴαν οὐσίαν
οὕτως ἰταμῶς ἅπαντα κατεμασήσατο.
σχολῇ γε, νὴ τὸν ἥλιον, σχολῇ λέγεις.
Ἐπιχαρίδης ὁ μικρὸς ἐν πένθ’ ἡμέραις
σφαῖραν ἐποίησε τὴν πατρῴαν οὐσίαν
οὕτως συνεστρόγγυλεν ἰταμῶς καὶ ταχύ.
εἰ μὴ συνήθης, Φαίδιμ᾽, ὢν ἐτύγχανεν
ὁ Χαβρίου Κτήσιππος, εἰσηγησάμην
νόμον ἂν τιν’ οὐκ ἄχρηστον, ὡς ἐμοὶ δοκεῖ,
ὥστ’ ἐπιτελεσθῆναὶ ποτ’ αὐτῷ τοῦ πατρὸς
τὸ μνῆμα κατ’ ἐνιαυτὸν ἕνα.., λίθον
ἁμαξιαῖον, καὶ σφόδρ’ εὐτελὲς λέγω.
οὐδ’ ὁ Χαβρίου Κτήσιππος ἔτι τρὶς κείρεται, 166a
ἐν ταῖς γυναιξὶ λαμπρός, οὐκ ἐν ἀνδράσιν.
καίτοι νέος ποτ’ ἐγενόμην κἀγώ, γύναι·
ἀλλ’ οὐκ ἐλούμην πεντάκις τῆς ἡμέρας
τότ᾽, ἀλλὰ νῦν· οὐδὲ χλανίδ’ εἶχον, ἀλλὰ νῦν
οὐδὲ μύρον εἶχον, ἀλλὰ νῦν καὶ βάψομαι
καὶ παρατιλοῦμαι νὴ Δία καὶ γενήσομαι
Κτήσιππος, οὐκ ἄνθρωπος, ἐν ὀλίγῳ χρόνῳ, 166b
κᾆθ’ ὡς ἐκεῖνος κατέδομαι καὶ τοὺς λίθους
ἁπαξάπαντας, οὐ γὰρ οὖν τὴν γῆν μόνην.
ὦ φιλτάτη Γῆ μῆτερ, ὡς σεμνὸν σφόδρ’ εἶ
τοῖς νοῦν ἔχουσι κτῆμα πολλοῦ τ’ ἄξιον,
ὡς δῆτ’ ἐχρῆν εἴ τις πατρῴαν παραλαβὼν 166c
γῆν καταφάγοι, πλεῖν τοῦτον ἤδη διὰ τέλους
καὶ μηδ’ ἐπιβαίνειν γῆς, ἵν’ οὕτως ᾔσθετο
οἷον παραλαβὼν ἀγαθὸν οὐκ ἐφείσατο.
ὁ Πυθόδηλος οὑτοσὶ
ὁ Βαλλίων προσέρχετ’ ἐπικαλούμενος,
μεθύουσά τ’ ἐξόπισθεν ἡ σοφωτάτη
Ἀποτυμπανισχὰς κατὰ πόδας πορεύεται, 166d
ὄρνις κεκλήσῃ (φησί). β. διὰ τί, πρὸς τῆς Ἑστίας;
πότερον καταφαγὼν τὴν πατρῴαν οὐσίαν,
ὥσπερ Πολύευκτος ὁ καλός; α. οὐ δῆτ᾽, ἀλλ’ ὅτι
ἄρρην ὑπὸ θηλειῶν κατεκόπης.
πίνουσ’ ἑκάστης ἡμέρας δι’ ἡμέρας,
εἰ μηδέ χέσαι γ’ αὐτῷ σχολὴ γενήσεται
μηδ’ εἰς ἀσώτιον τραπέσθαι μηδ’ ἐὰν
αὐτῷ ξυναντᾷ τις, λαλῆσαι μηδὲ ἕν.
ζωμήρυσιν φέροις, ὀβελίσκους δώδεκα,
κρεάγραν, θυίαν, τυροκνῆστιν παιδικήν,
στελεόν, σκαφίδας τρεῖς, δορίδα, κοπίδας τέτταρας.
οὐ μὴ πρότερον οἴσεις, θεοῖσιν ἐχθρὲ σύ, 169c
τὸ λεβήτιον, τἀκ τοῦ νίτρου πάλιν ὑστερεῖς;
καὶ τὴν κύβηλιν, τὴν ταγηνιστηρίαν·
τὴν κακκάβην γὰρ κᾶε. β. τοῦ διδασκάλου;
κἄγειν ἐκεῖθεν κακκάβην.
πάντ’ ἔστιν ἡμῖν ἥ τε γὰρ συνώνυμος
τῆς ἔνδον οὔσης ἔγχελυς Βοιωτία
μιχθεῖσα κοίλοις ἐν βυθοῖσι κακκάβης 169d
χλιαίνετ᾽, αἴρεθ᾽, ἕψεται, παφλάζεται.
ἔπειτα πουλύπους τετμημένος
ἐν βατανίοισιν ἑφθός.
οὕτως δ’ ὀψοποιεῖν εὐφυῶς
περὶ τὴν Σικελίαν αὐτὸς ἔμαθον ὥστε τοὺς
δειπνοῦντας εἰς τὰ βατάνι’ ἐμβάλλειν ποῶ
ἐνίοτε τοὺς ὀδόντας ὑπὸ τῆς ἡδονῆς.
169e πατάνια, σεῦτλον, σίλφιον, χύτρας, λύχνους,
κορίαννα, κρόμμυ᾽, ἅλας, ἔλαιον, τρυβλίον.
ὁ μάγειρος οὗτος Πατανίων προσελθέτω.
πλείους Στρατονίκου τοὺς μαθητάς μοι δοκεῖ
ἕξειν Πατανίων.
ἄλλος ἐπὶ τούτῳ μέγας
ἥξει τις ἰσοτράπεζος εὐγενής β. τίνα
λέγεις; α. Καρύστου θρέμμα, γηγενής, ζέων 169f
β. εἶτ’ οὐκ ἂν εἴποις; ὕπαγε. α. κάκκαβον λέγω·
σὺ δ’ ἴσως ἂν εἴποις λοπάδ᾽ . β. ἐμοὶ δὲ τοὔνομα
οἴει διαφέρειν, εἴτε κάκκαβόν τινες
χαίρουσιν ὀνομάζοντες εἴτε σίττυβον,
πλὴν ὅτι λέγεις ἀγγεῖον οἶδα;
τρυβλία δὲ καὶ βατάνια καὶ κακκάβια καὶ
λοπάδια καὶ πατάνια ποικιλόθροα καὶ οὐδ’ ἂν λέγων λέξαιμι.
μὴ προφάσεις ἐνταῦθά μοι, μηδ’
β. ἀλλὰ λέγ’ ὅτου δεῖ, λήψομαι γὰρ πάντ’ ἐγώ.
α. ὀρθῶς γε· πρῶτον μὲν λάβ’ ἐλθὼν σήσαμα.
β. ἀλλ’ ἔστιν ἔνδον. α. ἀσταφίδα κεκομμένην,
μάραθον, ἄνηθον, νᾶπυ, καυλόν, σίλφιον,
κορίαννον αὖον, ῥοῦν, κύμινον, κάππαριν, 170b
ὀρίγανον, γήτειον, σκόροδον, θύμον,
σφάκον, σίραιον, σέσελι, πήγανον, πράσον.
κύκλῳ δεήσει περιτρέχειν με καὶ βοᾶν,
ἄν του δέωμαι. δεῖπνον αἰτήσεις με σὺ
ἤδη παρελθών; οὐκ ἔχων δὲ τυγχάνω
οὐκ ὄξος, οὐκ ἄνηθον, οὐκ ὀρίγανον,
οὐ θρῖον, οὐκ ἔλαιον, οὐκ ἀμυγδάλας,
οὐ σκόροδον, οὐ σίραιον, οὐχὶ γήθυον, 170c
οὐ βολβόν, οὐ πῦρ, οὐ κύμινον, οὐχ ἅλας,
οὐκ ᾠόν, οὐ ξύλ᾽, οὐ σκάφην, οὐ τήγανον,
οὐχ ἱμονιάν, οὐ λάκκον εἶδον, οὐ φρέαρ·
οὐ στάμνος ἔστι· διακενῆς δ’ ἕστηκ’ ἐγὼ
ἔχων μάχαιραν, προσέτι περιεζωσμένος.
τῆς ὀριγάνου
πρώτιστον ὑποθεὶς εἰς λοπάδα νεανικὴν
τὸ τρίμμ’ ἐπιπολῆς εὐρύθμως διειμένον
ὄξει, σιραίῳ χρωματίσας καὶ σιλφίῳ,
πυκνῷ πατάξας.
ἐπιφαγεῖν
μηδὲν ἄλλ’ ἢ κρόμμυον λέποντα καὶ τρεῖς ἁλμάδας.
πρὸ τοῦ δ’ ὑπὸ τῆς πενίας ἅπαντ’ ἐπήσθιεν.
προσέλαβον ἐλθὼν τουτονὶ
τραπεζοποιόν, ὃς πλυνεῖ σκεύη, λύχνους 170e
ἑτοιμάσει, σπονδὰς ποιήσει, τἄλλ’ ὅσα
τούτῳ προσήκει.
εἰς αὔριόν με δεῖ λαβεῖν αὐλητρίδα.
τραπεζοποιὸν, δημιουργὸν λήψομαι·
ἐπὶ τοῦτ’ ἀπέστειλ’ ἐξ ἀγροῦ μ’ ὁ δεσπότης.
περὶ τοὐπτάνιον οὐ γίνεθ’ ἡ σκευωρία·
τραπεζοποιὸς ἐστ’ ἐπὶ τοῦ διακονεῖν.
ὡς ὀλίγα λοιπὰ τῶν ἐπιτραπεζωμάτων.
φειδωλὸς ἦν καὶ μέτριος ἀγοραστής.
ὡς οὑψώνης διατρίβειν
ἡμῖν τἄριστον ἔοικε.
στρ. πῶς οὐ δέχονται δῆτα τῇ νουμηνίᾳ
ἁρχαὶ τὰ πρυτανεῖ᾽, ἀλλ’ ἕνῃ τε καὶ νέᾳ;
φειδ. ὅπερ οἱ προτένθαι γὰρ δοκοῦσιν μοι παθεῖν
ἵν’ ὡς τάχιστα τὰ πρυτανεῖ’ ὑφελοίατο, 171d
διὰ τοῦτο προὐτένθευσαν ἡμέρᾳ μιᾷ.
μὴ θαυμάσῃς·
τῶν γὰρ προτενθῶν ἐσμέν, ἀλλ’ οὐκ οἶσθα σύ.
βούλεσθε δῆτ’ ἐγὼ φράσω τίς εἰμ’ ἐγώ;
ἡ τῶν προτενθῶν Δορπία καλουμένη.
προγεύσεταί σοι πρῶτον ἡ γραῦς τοῦ ποτοῦ.
μάγειρ᾽, ἀηδής μοι δοκεῖς εἶναι σφόδρα,
πόσας τραπέζας μέλλομεν ποιεῖν, τρίτον
ἤδη μ’ ἐρωτᾷς, χοιρίδιον ἓν θύομεν,
ὀκτὼ ποιήσοντες τραπέζας δ’ ἢ μίαν, 172b
τί σοι διαφέρει τοῦτο; παράθες σήμερον.
οὐκ ἔστι κανδύλους ποεῖν οὐδ’ οἷα σὺ
εἴωθας εἰς ταὐτὸν καρυκεύειν μέλι,
σεμίδαλιν, ᾠά· πάντα γὰρ τἀναντία
νῦν ἐστιν ὁ μάγειρος γὰρ ἐγχύτους ποεῖ,
πλακοῦντας ὀπτᾷ, χόνδρον ἕψει καὶ φέρει
μετὰ τὸ τάριχος, εἶτα θρῖον καὶ βότρυς·
ἡ δημιουργὸς δ’ ἀντιπαρατεταγμένη
κρεᾴδι’ ὀπτᾷ καὶ κίχλας τραγήματα.
ἔπειθ’ ὁ δειπνῶν μὲν τραγηματίζεται, 172c
μυρισάμενος δὲ καὶ στεφανωσάμενος πάλιν
δειπνεῖ μελίπηκτα ταῖς κίχλαις.
τέτταρες δ’ αὐλητρίδες
ἔχουσι μισθὸν καὶ μάγειροι δώδεκα
καὶ δημιουργοὶ μέλιτος αἰτοῦσαι σκάφας.
τί τοῦτο, παῖ; διακονικῶς γὰρ νὴ Δία, 172d
προελήλυθας. β. ναί· πλάττομεν γὰρ πλάσματα,
τὴν νύκτα τ’ ἠγρυπνήκαμεν καὶ νῦν ἔτι
ἀποίητα πάμπολλ’ ἐστὶν ἡμῖν.
σασαμίδας χόνδρον τε καὶ ἐγκρίδας,
ἄλλα τε πέμματα καὶ μέλι χλωρόν.
ὃς δουρὶ πάντας
νίκασε νέους δινάεντα βαλὼν Ἄναυρον
ὕπερ πολυβότρυος ἐξ Ἰωλκοῦ·
οὕτω γὰρ Ὅμηρος ἠδὲ Στασίχορος ἄεισε λαοῖς. 172f
θρῴσκων μὲν γὰρ Ἀμφιάραος, ἄκοντι δὲ νίκασεν
Μελέαγρος.
αὐτὰρ ἐπεὶ ῥ’ ὤπτησε καὶ εἰν ἐλεοῖσιν ἔθηκε. 173b
Φοίνικα μεγάλου κύριον βαλλαντίου
ναύκληρον ἐν τῷ λιμένι ποιήσας ἄπλουν 173c
καὶ φορμιῶσαι ναῦς ἀναγκάσας δύο,
εἰς Δῆλον ἐλθεῖν ἠθέλησ’ ἐκ Πειραιῶς,
πάντων ἀκούων διότι παρασίτῳ τόπος
οὗτος τρία μόνος ἀγαθὰ κεκτῆσθαι δοκεῖ,
εὔοψον ἀγοράν, παντοδαπὸν ὁρμοῦντ’ ὄχλον,
αὐτοὺς παρασίτους τοῦ θεοῦ τοὺς Δηλίους.
καρυκκοποιοὺς προσβλέπων βδελύττομαι,
ἀλλ’ ὦ Δελφῶν πλείστας ἀκονῶν,
Φοῖβε, μαχαίρας
καὶ προδιδάσκων τοὺς σοὺς προπόλους.
τίς ὑποκεκρυμμένος μένει,
σαραβάκων κοπίδων συνομώνυμε; 173e
ἐγὼ δὲ τὸν γίγγραν γε τὸν σοφώτατον.
β. τίς δ’ ἔσθ’ ὁ γίγγρας; α. καινὸν ἐξεύρημά τι
ἡμέτερον, ὃ θεάτρῳ μὲν οὐδεπώποτε
ἔδειξ᾽, Ἀθήνησιν δὲ κατακεχρημένον 175b
ἐν συμποσίοις ἤδη ᾽ στί· β. διὰ τί δ’ οὐκ ἄγεις
εἰς τὸν ὄχλον αὐτό; α. διότι φυλὴν περιμένω
σφόδρα φιλονικοῦσαν λαχεῖν τιν᾽. οἶδα γὰρ
ὅτι πάντα πράγματ’ ἀνατριαινώσει κρότοις.
οὕτω γὰρ ἐπὶ τοῖς μέλεσι τοῖς Εὐριπίδου
ἄμφω νοσοῦσιν, ὥστε τἄλλ’ αὐτοῖς δοκεῖν
εἶναι μέλη γιγγραντὰ καὶ κακὸν μέγα.
οὔτε τοῦ Σιδωνίου νάβλα
λαρυγγόφωνος ἐκκεχόρδωται τύπος.
νάβλας ἐν ἄρθροις γραμμάτων οὐκ εὐμελής,
ᾧ λωτὸς ἐν πλευροῖσιν ἄψυχος παγεὶς
175d ἔμπνουν ἀνίει μοῦσαν. ἐγρέτου δέ τις
τὸν ἡδονῆς μελῳδὸν εὐάζων χορόν.
ἔδει παρεῖναι, Παρμένων, αὐλητρίδ’ ἢ
νάβλαν τιν᾽. π. ὁ δὲ νάβλας τί ἐστιν;
α οὐκ οἶδας, ἐμβρόντητε σύ;
π. μὰ Δία. α. τί φής; οὐκ οἶσθα νάβλαν; οὐδὲν οὖν
οἶσθ’ ἀγαθόν. οὐδὲ σαμβυκίστριαν;
οἴχωκε γὰρ κροτητὰ πηκτίδων μέλη,
λύραι μόναυλοί θ’ οἷς ἐχαίρομεν τέως
ναούς τ’ ἐρημοῖ πισσοκωνίας Ἄρης.
ἀναρπάσας μόναυλον εὐθὺς πῶς δοκεῖς
κούφως ἀνήλλετο. 176a
ἀναλαβὼν
μόναυλον ηὔλουν τὸν ὑμέναιον.
τὸν μόναυλον ποῖ τέτροφας; οὗτος Σύρε.
β. ποῖον μόναυλον; α. τὸν κάλαμον.
καὶ τὸ μόναυλον μέλος ἤχησε.
τοῦτο Θέων ὁ μόναυλος ὑπ’ ἠρίον ὁ γλυκὺς οἰκεῖ
αὐλητής, μίμων ἡ ʼν θυμέλῃσι Χάρις, 176d
τυφλὸς ὑπαὶ γήρως εἶχεν καὶ Σκίρπαλον υἱόν,
νήπιον ὅντ’ ἐκάλει Σκίρπαλον Εὐπαλάμου,
ἀείδων αὐτοῦ τὰ γενέθλια· τοῦτο γὰρ εἶχεν
τὴν παλαμῶν ἀρετὴν τοὔνομα σημανέων.
ηὔλει δὴ Γλαύκης μεμεθυσμένα παίγνια Μουσέων
ἢ τὸν ἐν ἀκρήτοις Βάτταλον ἡδυπότην
ἢ καὶ Κώταλον ἢ καὶ Πάκαλον, ἀλλὰ Θέωνα
τὸν καλαμαυλήτην εἴπατε
τίς ἐρασμίην
τρέψας θυμὸν ἐς ἥβην τερένων ἡμιόπων ὑπ’ αὐλῶν
ὀρχεῖται;
τὸν δ’ ἡμίοπον καὶ τὸν ἐλάσσονα
ταχέως ὁ μέγας καταπίνει.
μαγάδι λαλήσω μικρὸν ἅμα σοι καὶ μέγα.
οὐδ’ ἀπὸ πασσαλόφιν κρέμασαν, ὅθι περ τετάνυστο
σκινδαψὸς τετράχορδος ἀνηλακάτοιο γυναικός.
σκινδαψὸν λυρόεντα μέγαν χείρεσσι τινάσσων, 183b
οἰσύινον προμάλοιο τετυγμένον αἰζήεντος·
ἐγὼ δὲ βαρβίτους, τριχόρδους, πηκτίδας,
κιθάρας, λύρας, σκινδαψοὺς ἐξηρτυόμαν.
πηκτὶς δὲ Μούσῃ γαυριῶσα βαρβάρῳ 183c
δίχορδος εἰς σὴν χεῖρά πως κατεστάθη.
Σεμέλα δὲ χορεύει·
καὶ ὑπαυλεῖ σφιν σοφὸς κιθάρᾳ παριαμβίδας·
ἃ δὲ γεγάθει
πυκινῶν κρεγμῶν ἀκροαζομένα.
πολὺς δὲ Φρύξ τρίγωνος ἀντίσπαστὰ τε
Λυδῆς ἐφυμνεῖ πηκτίδος συγχορδίᾳ,
ὃς καλῶς μὲν τυμπανίζει
καὶ διαψάλλει τριγώνοις.
ὅστις αὐλοῖς καὶ λύραισι κατατέτριμμαι χρώμενος,
εἶτά με σκάπτειν κελεύεις; 184f
οὐ τουτονὶ μέντοι σὺ κιθαρίζειν ποτὲ
αὐλεῖν τ’ ἐδίδαξας;
185a ἐπὶ δ’ αὐλὸς ἀλέκτωρ Λύδιον ὕμνον ἀχέων.
ῥοθεῖ δέ τοι σῦριγξ Ἰδαῖος ἀλέκτωρ.
ἔκτυπον ἄγων βαρὺν αὐλὸν τρέχοντι ῥυθμῷ,
Deipnosophistae. Athenaeus. ed. Charles Burton Gulick. Medford, MA. 2010.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The National Endowment for the Humanities; Google Digital Humanities Awards Program.