ἀπομνημονεῦσαι·
δεῖπνα μοι ἔννεπε,
Μοῦσα, πολύτροφα καὶ μάλα πολλά,
ἃ
Ξενοκλῆς ῥήτωρ ἐν
Ἀθήναις δείπνισεν ἡμᾶς·
134e
ἦλθον γὰρ κἀκεῖσε, πολὺς δέ μοι ἕσπετο λιμός,
οὗ δὴ καλλίστους ἄρτους ἴδον ἠδὲ μεγίστους,
λευκοτέρους χιόνος, ἔσθειν δ’ ἀμύλοισιν ὁμοίους
τάων καὶ
Βορέης ἠράσσατο πεσσομενάων
αὐτὸς δὲ
Ξενοκλῆς ἐπεπωλεῖτο στίχας ἀνδρῶν,
στῆ δ’ ἄρ’ ἐπ’ οὐδὸν ἰών. σχεδόθεν δέ οἱ ἦν παράσιτος
Χαιρεφόων, πεινῶντι λάρῳ ὄρνιθι ἐοικώς,
134f
νήστης, ἀλλοτρίων εὖ εἰδὼς δειπνοσυνάων.
τῷ δὲ μάγειροι μὲν φόρεον πλῆσάν τε τραπέζας,
οἷς ἐπιτετράφαται μέγας οὐρανὸς ὀπτανιάων
ἠμὲν ἐπισπεῦσαι δείπνου χρόνον ἠδ’ ἀναμεῖναι
ἔνθ’ ἄλλοι πάντες λαχάνοις ἐπὶ χεῖρας ἴαλλον,
ἀλλ’ ἐγὼ οὐ πιθόμην, ἀλλ’ ἤσθιον εἴδατα πάντα,
135a
βολβοὺς ἀσπάραγόν τε καὶ ὄστρεα μυελόεντα,
ὠμοτάριχον ἐῶν χαίρειν,
Φοινίκιον ὄψον.
αὐτὰρ ἐχίνους ῥῖψα καρηκομόωντας ἀκάνθαις·
οἱ δὲ κυλινδόμενοι καναχὴν ἔχον ἐν ποσὶ παίδων
ἐν καθαρῷ, ὅθι κύματ’ ἐπ’ ἠιόνος κλύζεσκε·
πολλὰς δ’ ἐκ κεφαλῆς προθελύμνους εἷλκον ἀκάνθας.
ἡ δὲ
Φαληρικὴ ἦλθ’ ἀφύη,
Τρίτωνος ἑταίρη,
ἄντα παρειάων σχομένη ῥυπαρὰ κρήδεμνα..,
135b
τοὺς δ’ ὁ
Κύκλωψ ἐφίλει καὶ ἐν οὔρεσιν ἐξεπεφύκει
πίνας ἦλθε φέρων κατὰ τρύβλια ἠχήεντα,
ἃς κατὰ φυκότριχος πέτρης λευκὸν τρέφει ὕδωρ
ψῆττά τε χονδροφυὴς καὶ τρίγλη μιλτοπάρῃος.
τῇ δ’ ἐγὼ ἐν πρώτοις ἐπέχον κρατερώνυχα χεῖρα
οὐδ’ ἔφθην τρώσας μιν, ἄασε δὲ
Φοῖβος
Ἀπόλλων.
ὡς δὲ ἴδον
Στρατοκλῆ, κρατερὸν μήστωρα φόβοιο,
135c
τρίγλης ἱπποδάμοιο κάρη μετὰ χερσὶν ἔχοντα,
ἂψ δ’ ἑλόμην χάρμῃ, λαιμὸν δ’ ἄπληστον ἄμυξα.
ἦλθε δὲ
Νηρῆος θυγάτηρ,
Θέτις ἀργυρόπεζα,
σηπίη εὐπλόκαμος, δεινὴ θεὸς αὐδήεσσα,
ἣ μόνη ἰχθὺς οὖσα τὸ λευκὸν καὶ μέλαν οἶδε.
καὶ
Τιτυὸν ἔιδον, λίμνης ἐρικυδέα γόγγρον
κείμενον ἐν λοπάδεσσ᾽· ὁ δ’ ἐπ’ ἐννέα κεῖτο τραπέζας.
τῷ δὲ μετ’ ἴχνια βαῖνε θεὰ λευκώλενος ἰχθὺς
135d
ἔγχελυς, ἣ
Διὸς εὔχετ’ ἐν ἀγκοίνῃσι μιγῆναι,
ἐκ Κωπῶν, ὅθεν ἐγχέλεων γένος ἀγροτεράων,
παμμεγέθης, ἣν οὔ κε δύ’ ἀνέρες ἀθλητῆρες,
οἷοι ἄρ’
Ἀστυάναξ τε καὶ
Ἀντήνωρ ἐγένοντο,
ῥηιδίως ἐπ’ ἄμαξαν ἀπ’ οὔδεος ὀχλίσσειαν
τρισπίθαμοι γὰρ ταί γε καὶ ἐννεαπήχεες ἦσαν
εὖρος, ἀτὰρ μῆκός γε γενέσθην ἐννεόργυιοι.
πολλὰ δ’ ἄναντα κάταντα κατὰ στέγος ἦλθ’ ὁ μάγειρος,
σείων ὀψοφόρους πίνακας κατὰ δεξιὸν ὦμον.
135e
τῷ δ’ ἅμα τεσσαράκοντα μέλαιναι χύτραι ἕποντο,
αὐτὰρ ἀπ’
Εὐβοίας λοπάδες τόσαι ἐστιχόωντο.
Ἶρις δ’ ἄγγελος ἦλθε ποδήνεμος, ὠκέα τευθίς,
πέρκη τ’ ἀνθεσίχρως καὶ ὁ δημοτικὸς μελάνουρος,
ὃς καὶ θνητὸς ἐὼν ἕπετ’ ἰχθύσιν ἀθανάτοισιν.
οἴη δ’ αὖ θύννου κεφαλὴ θαλαμηιάδαο
νόσφιν ἀφειστήκει, κεχολωμένη οὕνεκα τευχέων
αἰρομένων· τὸ δὲ πῆμα θεοὶ θέσαν ἀνθρώποισι.
135f
ῥίνη θ᾽, ἣν φιλέουσι περισσῶς τέκτονες ἄνδρες,
τρηχεῖ’ ἀλλ’ ἀγαθὴ κουροτρόφος οὐ γὰρ ἔγωγε
ἧς σαρκὸς δύναμαι γλυκερώτερον ἄλλο ἰδέσθαι.
ὀπταλέος δ’ εἰσῆλθε πελώριος ἱππότα κεστρεὺς
οὐκ οἶος· ἅμα τῷ γε δυώδεκα σαργοὶ ἕποντο.
κυανόχρως δ’ ἀμίας ἐπὶ τοῖς μέγας, ὅς τε θαλάσσης
πάσης βένθεα οἶδε,
Ποσειδάωνος ὑποδμώς,
136a
καρῖδὲς θ᾽, αἳ
Ζηνὸς
Ὀλυμπίου εἰσὶν ἀοιδή,
αἳ δὴ γήραι κυφαὶ ἔσαν, χρησταὶ δὲ πάσασθαι.
χρύσοφρυς, ὃς κάλλιστος ἐν ἄλλοις ἵσταται ἰχθύς,
κάραβος, ἀστακὸς αὖτε λιλαίετο θωρήσσεσθαι
ἐν μακάρων δείπνοις. τοῖς δαιτυμόνες χέρ’ ἐφέντες
ἐν στόμασὶν τ’ ἔθεσαν καὶ ἀπήγαγον ἄλλυδις ἄλλον.
τῶν δ’ ἄρ’ ἔλοψ κρείων δουρικλυτὸς ἡγεμόνευεν,
136b
οὗ πλήρης περ ἐὼν κρατερῶς παλάμῃ ἐπορέχθην
γεύσασθ’ ἱμείρων τὸ δὲ γ’ ἀμβροσίη μοι ἔδοξεν,
οἵην δαίνυνται μάκαρες θεοὶ αἰὲν ἐόντες.
μύραιναν δ’ ἐπέθηκε φέρων, προκάλυμμα τραπέζης,
ζώνην θ᾽, ἣν φορέεσκεν ἀγαλλομένη περὶ δειρήν,
εἰς λέχος ἡνίκ’ ἔβαινε
Δρακοντιάδῃ μεγαθύμῳ
σάνδαλα δ’ αὖ παρέθηκεν ἀειγενῆ ἀθανατάων,
136c
βούγλωσσὸν θ᾽, ὃς ἔναιεν ἐν ἅλμῃ μορμυρούσῃ,
κίχλας δ’ ἑξείης ἡβήτορας ὑψιπετήεις
καὶ πέτρας κάτα βοσκομένας, ὑάδας θ’ ὑδατινούς.
ἐν δ’ ἀναμὶξ σαργοί τε καὶ ἵππουροι γλάνιές τε,
μόρμυρος ἄντα δ’ ἐῆν, γαλέη, σπάρος οὓς ὁ μάγειρος
σίζοντας παρέθηκε φέρων, κνίσωσε δὲ δῶμα.
τῶν ἔλεγεν δαίνυσθαι· ἐμοὶ δέ γε θηλυτεράων
εἶναι βρώματ’ ἔδοξεν ἔπειθ’ ὥρμαινον ἐπ’ ἄλλα.
136d
κεῖτο δέ τις βατάνη, ἧς οὐδεὶς ἥπτετο δειπνῶν,
ἐν καθαρῷ ὅθι περ λοπάδων διεφαίνετο χῶρος
ἑξῆς κόσσυφος ἦλθ’ ἐμοί, ὃς γεύσασθαι ἕτοιμος
ἥμην· οὐδ’ ἄρ’ ἄθικτος ἔην, πόθεον δὲ καὶ ἄλλοι.
κωλῆν δ’ ὡς ἔιδον, ὡς ἔτρεμον, ἐν δὲ σίναπυ
κεῖτ’ ἀγχοῦ γλυκερὸν χρυσὸς ὥς, πλείον’ ἐρῦκον.
γευσάμενος δ’ ἔκλαιον, ὅτ’ αὔριον οὐκ ἔτι ταῦτα
ὄψομαι, ἀλλά με τυρῷ δεῖ καὶ μάζῃ ὀτρηρῇ
136e
νηδὺς δ’ οὐχ ὑπέμεινε, βιάζετο γάρ ῥ’ ἀχέεσσι·
δάμνα μιν ζωμός τε μέλας ἀκροκώλιὰ θ’ ἑφθά.
παῖς δέ τις ἐκ
Σαλαμῖνος ἄγεν τρισκαίδεκα νήσσας,
λίμνης ἐξ ἱερῆς, μάλα πίονας· ἃς ὁ μάγειρος
θῆκε φέρων, ἵν’
Ἀθηναίων κατέκειντο φάλαγγες
Χαιρεφόων δ’ ἐνόησεν ἅμα πρόσσω καὶ ὀπίσσω
ὄρνιθας γνῶναι καὶ ἐναίσιμα σιτίζεσθαι.
136f
ἤσθιε δ’ ὥστε λέων, παλάμῃ δ’ ἔχε τὸ σκέλος ἀμνοῦ,
ὄφρα οἱ οἴκαδ’ ἰόντι πάλιν ποτιδόρπιον εἴη.
χόνδρος δ’ ἡδυπρόσωπος, ὃν
Ἥφαιστος κάμεν ἕψων,
Ἀττικῷ ἐν κεράμῳ πέττων τρισκαίδεκα μῆνας,
αὐτὰρ ἐπεὶ δόρποιο μελίφρονος ἐξ ἔρον ἕντο,
χεῖρας νιψαμένοισιν ἀπ’ ᾽
Ὠκεανοῖο ῥοάων
ὡραῖος παῖς ἦλθε φέρων μύρον ἴρινον ἡδύ,
137a
ἄλλος δ’ αὖ στεφάνους ἐπὶ δεξιὰ πᾶσιν ἔδωκεν,
οἳ ῥόδον ἀμφεπλέκοντο διάνδιχα κοσμηθέντες.
κρητὴρ δὲ
Βρομίου ἐκεράννυτο, πίνετο δ’ οἶνος
Λέσβιος, οὗ δὴ πλεῖστον ἀνὴρ ὑπὲρ ἄνδρα πεπώκει.
δεύτεραι αὖτε τράπεζαι ἐφωπλίζοντο γέμουσαι
137b
ἐν δ’ αὐταῖσιν ἐπῆν ἄπιοι καὶ πίονα μῆλα,
ῥοιαί τε σταφυλαί τε, θεοῦ
Βρομίοιο τιθῆναι,
πρόσφατος ἥν θ’ ἁμάμαξυν ἐπίκλησιν καλέουσι.
τῶν δ’ ἐγὼ οὐδενὸς ἦσθον ἁπλῶς, μεστὸς δ’ ἀνεκείμην.
ὡς δὲ ἴδον ξανθόν, γλυκερόν, μέγαν, ἔγκυκλον,
ἁδρὸν
Δήμητρος παῖδ’ ὀπτὸν ἐπεισελθόντα πλακοῦντα,
137c
πῶς ἂν ἔπειτα πλακοῦντος ἐγὼ θείου ἀπεχοίμην.. ..
οὐδ’ εἴ μοι δέκα μὲν χεῖρες, δέκα δὲ στόματ’ εἶεν,
γαστὴρ δ’ ἄρρηκτος, χάλκεον δέ μοι ἦτορ ἐνείη.
πόρναι δ’ εἰσῆλθον, κοῦραι δύο θαυματοποιοί,
ἃς
Στρατοκλῆς ἤλαυνε ποδώκεας ὄρνιθας ὥς.