σπείρειας κυάμων Αἰγύπτιον, ὄφρα θερείης
ἀνθέων μὲν στεφάνους ἀνύσῃς, τὰ δὲ πεπτηῶτα
ἀκμαίου καρποῖο κιβώρια δαινυμένοισιν 72b
εἰς χέρας ἠιθέοισι πάλαι ποθέουσιν ὀρέξῃς.
ῥίζας δὲ ἐν θοίνῃσιν ἀφεψήσας προτίθημι.
κυάμου λέψας κολοκάσιον ἐντμήξας τε.
σικυὸν τρώγουσα, γύναι, τὴν χλαῖναν ὕφαινε.
καὶ σικυὸν εἶδον, γαίης ἐρικυδέος υἱόν,
κείμενον ἐν λαχάνοις· ὁ δ’ ἐπ’ ἐννέα κεῖτο τραπέζας.
ὡς δ’ ὅτ’ ἀέξηται σικυὸς δροσερῷ ἐνὶ χώρῳ.
κἀντραγεῖν σικύδιον.
οἷα δ’ ἡ χώρα φέρει 74e
διαφέροντα πάσης, Ἱππόνικε, τῆς οἰκουμένης,
τὸ μέλι, τοὺς ἄρτους, τὰ σῦκα. β. σῦκα μέν, νὴ τὸν Δία,
πάνυ φέρει.
ὁ συκοφάντης οὐ δικαίως τοὔνομα 74f
ἐν τοῖσι μοχθηροῖσίν ἐστι κείμενον.
ἔδει γὰρ ὅστις χρηστὸς ἦν ἡδύς τ’ ἀνήρ,
τὰ σῦκα προστεθέντα δηλοῦν τὸν τρόπον
νυνὶ δὲ πρὸς μοχθηρὸν ἡδὺ προστεθὲν
ἀπορεῖν πεποίηκε διὰ τί τοῦθ’ οὕτως ἔχει.
συκᾶς φυτεύω, πάντα πλὴν Λακωνικῆς·
τοῦτο γὰρ τὸ σῦκον ἐχθρόν ἐστι καὶ τυραννικόν.
οὐ γὰρ ἦν ἂν μικρόν, εἰ μὴ μισόδημον ἦν σφόδρα,
τό τε θειοφανὲς μητρῷον ἐμοὶ
μελέδημ’ ἰσχάς,
Φρυγίας εὑρήματα συκῆς
ὦ δαιμόνιε, πύρεττε μηδὲν φροντίσας
καὶ τῶν φιβάλεων τρῶγε σύκων τοῦ θέρους
κἀμπιμπλάμενος κάθευδε τῆς μεσημβρίας·
κᾆτα σφακέλιζε καὶ πέπρησο καὶ βόα. 75c
ὡς καλοὶ καὶ φιβάλεῳ.
πρώτιστα δὲ
τῶν μυρρινῶν ἐπὶ τὴν τράπεζαν βούλομαι,
ἃς διαμασῶμ’ ὅταν τι βουλεύειν δέῃ,
τὰς φιβάλεως δὲ πάνυ καλὰς στεφανωτρίδας
εἶτ’ ἔρχεται 75d
χελιδονείων μετ’ ὀλίγον σκληρῶν ἁδρὸς
πινακίσκος.
76a ἦλθον μακρὴν θάλασσαν οὐκ ἄγων σῦκα
Καναῖα φόρτον.
πλὴν τὸ γ’ οἰνάριον πάνυ
ἦν ὀξὺ καὶ πονηρόν, ὥστ’ ᾐσχυνόμην.
τὰ λοιπὰ μὲν γὰρ ὀξαλείους χωρία 76b
συκᾶς φέρει, τοὐμὸν δὲ καὶ τὰς ἀμπέλους.
ἔα Πάρον καὶ σῦκα κεῖνα καὶ θαλάσσιον βίον.
τὰς λευκερινεὼς δὲ χωρὶς ἰσχάδας.
ἢ προσπηγνύναι
κράδαις ἐριναῖς.
ἀλλ’ οὐχ ὅμοιὰ γ’ ἐρινοῖς οὐδαμῶς.
πέπων ἐρινὸς ἀχρεῖος ὢν
ἐς βρῶσιν ἄλλους ἐξερινάζεις λόγῳ.
καὶ τί δεῖ
λέγειν ἔθ’ ἡμᾶς τοὺς τὰ σῦχ’ ἑκάστοτε
ἐν τοῖς συρίχοις πωλοῦντας; οἳ κάτωθε μὲν
τὰ σκληρὰ καὶ μοχθηρὰ τῶν σύκων ἀεὶ
τιθέασιν, ἐπιπολῆς δὲ πέπονα καὶ καλά. 76e
εἶθ’ ὁ μὲν ἔδωκεν ὡς τοιαῦτ’ ὠνούμενος
τιμήν, ὁ δ’ ἐγκάψας τὸ κέρμ’ εἰς τὴν γνάθον
ἐρίν’ ἀπέδοτο σῦκα πωλεῖν ὀμνύων,
ἐρινὸν οὖν τιν’ αὐτῆς πλησίον
νενόηκας ὄντα;
τῷ δ’ ἐν ἐρινεός ἐστι μέγας φύλλοισι τεθηλώς.
τῶν φιβάλεων μάλιστ’ ἂν ἢ τῶν κοράκεων.
ὑμᾶς δὲ τέως θρῖα λαβόντας
διφόρου συκῆς.
ἔστι γὰρ παρ’ αὐτὴν τὴν δίφορον συκῆν κάτω.
78c συκῆν μέλαιναν ἀμπέλου κασιγνήτην.
ἢν δ’ ἡμῶν σῦκόν τις ἴδῃ διὰ χρόνου νέον ποτέ,
τὠφθαλμὼ τούτῳ περιμάττομεν τὼ τῶν παιδίων,
εἴ τις καθείρξαι χρυσὸν ἐν δόμοις πολλὸν
καὶ σῦκα βαιὰ καὶ δύ’ ἢ τρεῖς ἀνθρώπους,
γνοίη χ’ ὅσῳ τὰ σῦκα τοῦ χρυσοῦ κρέσσω.
κάμνοντα δ’ αὐτὸν τοῦ θέρους ἰδών ποτε
ἔτρωγ’ ἵνα κάμνοι, σῦκα τῆς μεσημβρίας.
νὴ τὸν Δί᾽, ἠσθένουν γάρ, ὦ βέλτιστε σύ,
φαγοῦσα πρῴην σῦκα τῆς μεσημβρίας.
ἐὰν δὲ γ’ ἡμῶν σῦκά τις μεσημβρίας
τραγὼν καθεύδῃ χλωρά, πυρετὸς εὐθέως
ἥκει τρέχων οὐκ ἄξιος τριωβόλου
κᾆθ’ οὗτος ἐπιπεσὼν ἐμεῖν ποιεῖ χολήν.
σῦκον μετ’ ἰχθύν, ὄσπρεον μετὰ κρέα.
σῦκα φίλ’ ὀρνίθεσσι, φυτεύειν δ’ οὐκ ἐθέλουσι.
πολλὰ μὲν κυδώνια μᾶλα ποτερρίπτουν ποτὶ δίφρον ἄνακτι,
πολλὰ δὲ μύρσινα φύλλα
καὶ ῥοδίνους στεφάνους ἴων τε κορωνίδας οὔλας,
κυδωνίοις μήλοισιν εἰς τὰ τιτθία.
ὥριον οἷά τε μῆλον, ὅ τ’ ἀργιλώδεσιν ὄχθαις
πορφύρεον ἐλαχείῃ ἐνιτρέφεται Σιδόεντι.
αὐτίχ’ ὅ γ’ ἢ Σιδόεντος ἠὲ Πλείστου ἀπὸ κήπων
μῆλα ταμὼν χνοάοντα τύπους ἐνεμάσσετο Κάδμου. 82b
ᾗχι μοι ὡραίων πολὺ φίλτερος ἡ δὲ ἀριμήλων
πορφυρέων, Ἐφύρῃ τὰ τ’ ἀέξεται ἠνεμοέσσῃ.
ὦ τὰ μὲν κομψοί, τὰ δὲ φαυλότεροι
φαυλίων μήλων. 82c
μᾶλα μὲν ἐν κόλποισι Διωνύσοιο φυλάσσων,
κρατὶ δ’ ἔχων λεύκαν, Ἡρακλέος ἱερὸν ἔρνος.
καὶ περὶ μὲν ὄψου γ’ ἠλίθιον τὸ καὶ λέγειν
ὥσπερ πρὸς ἀπλήστους, ἀλλὰ ταυτὶ λάμβανε, 84b
παρθένε, τὰ μῆλα. β. καλά γε. α. καλὰ δῆτ᾽,
ὦ θεοί·
νεωστὶ γὰρ τὸ σπέρμα τοῦτ’ ἀφιγμένον
εἰς τὰς Ἀθήνας ἐστὶ παρὰ τοῦ βασιλέως.
β. παρ’ Ἑσπερίδων ᾤμην σε, νὴ τὴν Φωσφόρον, 84c
φήσειν τὰ χρυσᾶ μῆλα ταῦτ’ εἶναι· τρία
μόνον ἐστίν. α. ὀλίγον τὸ καλόν ἐστι πανταχοῦ
καὶ τίμιον.
β. παρ’ Ἑσπερίδων ᾤμην σε, νὴ τὴν Ἄρτεμιν,
ξ φήσειν τὰ χρυσᾶ μῆλα ταῦτ’ εἶναι· τρία
μόνον ἐστίν. α. ὀλίγον τὸ καλόν ἐστι πανταχοῦ
καὶ τίμιον. β. τούτων μὲν ὀβολόν, εἰ πολύ,
τίθημι· λογιοῦμαι γάρ. α. αὗται δὲ ῥόαι.
β. ὡς εὐγενεῖς. α. τὴν γὰρ Ἀφροδίτην ἐν Κύπρῳ
δένδρον φυτεῦσαι τοῦτό φασιν ἓν μόνον.
β. Βέρβεια πολυτίμητε κᾆτα τρεῖς μόνας
καὶ τάσδ’ ἐκόμισας; α. οὐ γάρ εἶχον πλείονας.
ἄγει δὲ παντοδαπὰ κογχύλια,
λεπάδας, ἀστάκους, κραβύζους, κικιβάλους, τηθυνάκια, 85d
βαλάνους, πορφύρας, ὄστρεια συμμεμυκότα,
τὰ διελεῖν μέν ἐστι χαλεπά, καταφαγῆμεν δ᾽
εὐμαρέα·
μύας ἀναρίτας τε κάρυκάς τε καὶ σκιφύδρια,
τὰ γλυκέα μὲν ἐντ’ ἐπέσθειν, ἐμπαγῆμεν δ’ ὀξέα,
τούς τε μακρογογγύλους σωλῆνας· ἁ μέλαινά τε
κόγχος, ἅπερ κογχοθηρᾶν παισὶν ἐστ’ ἰσωνία·
θάτεραι δὲ γάιαι κόγχοι τε κἀμαθίτιδες, 85e
ταὶ κακοδόκιμοι τε κἠύωνοι, τὰς ἀνδροφυκτίδας
πάντες ἄνθρωποι καλέονθ᾽, ἁμὲς δὲ λεύκας τοὶ θεοί.
κόγχος, ἅπερ κογχοθηρᾶν παισὶν ἐστ’ ἰσωνία
κόγχος, ἃν τέλλιν καλέομες· ἐστὶ δ’ ἅδιστον κρέας.
πέτρας καὶ πολιᾶς θαλάσσας τέκνον,
ἐκ δὲ παίδων χαύνοις φρένας ἁ θαλασσία λεπάς.
ἀλλ’ ἴσχε· τελλίνης γὰρ ἐξαίφνης μέ τις
ἀκοὰς μελῳδὸς ἦχος εἰς ἐμὰς ἔβη.
τὰν τέλλιν μάν, τὸν ἀναρίταν θᾶσαι δὴ καὶ λεπὰς ὅσσα.
προσφὺς ὅκως τις χοιράδων ἀναρίτης.
λεπάσιν, ἐχίνοις, ἐσχάραις, βελόναις τε τοῖς κτεσίν τε·
κῆρυξ θαλάσσης τρόφιμος, υἱὸς πορφύρας.
ἁλίας στραβήλου τῆσδε, τέκνον, εἴ τινα
δυναίμεθ’ εὑρεῖν
τὰ κομψὰ μὲν δὴ ταῦτα νωγαλεύματα,
κόγχαι τε καὶ σωλῆνες αἵ τε καμπύλαι
καρῖδες ἐξήλλοντο δελφίνων δίκην. 86e
ἡ μὲν δὴ πίννῃσι καὶ ὀστρείοισιν ὁμοίη.
πουλυπόδειον, σηπιδάριον, κάραβον, ἀστακόν,
ὄστρειον,
χήμας, λεπάδας, σωλῆνας, μῦς, πίννας, κτένας
ἐκ Μιτυλήνης·
αἴρετ’ ἀνθρακίδας, τρίγλη, σαργός, κεστρεύς,
πέρκη, κορακῖνοι. 86f
ἀνέχασκον εἷς ἕκαστος ἐμφερέστατα 87a
ὀπτωμέναις κόγχαισιν ἐπὶ τῶν ἀνθράκων.
κόγχοι μύες κὤστρεια.
κόγχος ἦν βάπτων αὐλῶν ὁμοίως.
ὥρα περαίνειν· ἐγχέλεια, καράβους,
κόγχας, ἐχίνους προσφάτους, μηκώνια,
πίνας, τραχήλους, μύας.
ἔχε τὸν πρῶτον πάντων
ἴφυα φῦναι
εἶθ’ ἑξῆς τὰς κραναὰς ἀκαλήφας.
κἂν ἀκαλήφαις τὸν ἴσον χρόνον ἐστεφανῶσθαι.
ὄστρει᾽, ἀκαλήφας καὶ λεπάδας παρέθηκέ μοι.
ἀλλ’ ὦ τηθῶν ἀνδρειοτάτη καὶ μητριδίων ἀκαληφῶν.
λεπάσιν, ἐχίνοις, ἐσχάραις, βελόναις τε τοῖς κτεσίν τε. 91a
91c δαρδάπτοντα, μιστύλλοντα, διαλείχοντά μου
τὸν κάτω σπατάγγην.
καρκίνοι θ’ ἵκοντ’ ἐχῖνοὶ θ᾽, οἳ καθ’ ἁλμυρὰν ἅλα
νεῖν μὲν οὐκ ἴσαντι, πεζᾷ δὲ ἐμπορεύονται μόνοι.
ἀλλ’ ἔν τε χέρσῳ τὰς λέοντος ᾔνεσα 91e
ἢ τὰς ἐχίνου μᾶλλον οἰζυρὰς τέχνας·
ὃς εὖτ’ ἂν ἄλλων κρεισσόνων ὁπμὴν μάθῃ,
στρόβιλος ἀμφάκανθον εἱλίξας δέμας
κεῖται δακεῖν τε καὶ θιγεῖν ἀμήχανος.
ἠὲ καὶ ὄστρεα τόσσα βυθοὺς ἅτε βόσκεται ἅλμης,
νηρῖται στρόμβοι τε πελωριάδες τε μύες τε,
γλίσχρ’ Ἁλοσύδνης τέκνα καὶ αὐτῆς φωλεὰ πίνης.
τοὺς μῦς Αἶνος ἔχει μεγάλους, ὄστρεια δ’ Ἄβυδος,
τὰς ἄρκτους Πάριον, τοὺς δὲ κτένας ἡ Μιτυλήνη·
πλείστους δὲ ᾽ Ἀμβρακία παρέχει καὶ ἄπλατα μετ᾽
αὐτῶν
Μεσσήνῃ δὲ πελωριάδας στενοπορθμίδι κόγχας
κἀν Ἐφέσῳ λήψει τὰς λείας οὔ τι πονηράς.
92e τήθεα Καλχηδών, τοὺς κήρυκας δ’ ἐπιτρίψαι
ὁ Ζεύς, τούς τε θαλασσογενεῖς καὶ τοὺς ἀγοραίους,
πλὴν ἑνὸς ἀνθρώπου· κεῖνος δὲ μοί ἐστιν ἑταῖρος
Λέσβον ἐριστάφυλον ναίων, Ἀγάθων δὲ καλεῖται.
χήμας, λεπάδας, σωλῆνας, μῦς, πίννας, κτένας ἐκ
Μηθύμνης.
πίννῃσι καὶ ὀστρείοισιν ὁμοίη.
ὄστρεια συμπεφυκότα.
Μαράγδων δὲ μνημονεύει Μένανδρος ἐν Παιδίῳ· μάραγδον εἶναι ταῦτ’ ἔδει καὶ σάρδια.
τί μ᾽, ὦγάθ᾽, οὐ πλύνειν ἐᾷς τὰς κοιλίας
πωλεῖν τε τοὺς ἀλλᾶντας, ἀλλὰ καταγελᾷς;
ἐγὼ δὲ ἤνυστρον βοὸς καὶ κοιλίαν ὑείαν
καταβροχθίσας κἆτ’ ἐκπιὼν τὸν ζωμὸν ἀναπόνιπτος
λαρυγγιῶ τοὺς ῥήτορας καὶ Νικίαν ταράξω,
ἡ δ’ Ὀβριμοπάτρα γ’ ἑφθὸν ἐκ ζωμοῦ κρέας
καὶ χόλικος ἠνύστρου τε καὶ γαστρὸς τόμον.
περὶ σιαγόνος βοείας μαχόμενος,
σιαγόνας τε δὴ μαλθακὰς τίθησι.
ἔκ μου χορδὴν
τοῖς φροντισταῖς παραθέντων.
ὡς λεπτός, ἦ δ’ ὅς, ἔσθ’ ὁ τῆς χορδῆς τόμος.
χορδαρίου τόμος ἧκεν καὶ περικομμάτιον.
ἐκτεμὼν χορδῆς μεσαῖον.
ἑφθῶν μὲν σχεδὸν
τρεῖς μνᾶς. β. λέγ’ ἄλλο. α. ῥυγχίον, κωλῆν, πόδας 95b
τέτταρας ὑείους, β. Ἡράκλεις. α. βοὸς δὲ τρεῖς.
τῶν Αἰσχύλου πολὺ μᾶλλον εἶναί μοι δοκεῖ
ἰχθύδι’ ὀπτᾶν. β. τί σὺ λέγεις; ἰχθύδια;
συσσίτιον μέλλεις νοσηλεύειν. ὅσον
ἀκροκώλι’ ἕψειν ῥύγχη, πόδας.
δεινὸν μὲν γὰρ ἔχονθ’ ὑὸς
ῥύγχος, ὦ φίλε Κινησία.
ῥύγχος φορῶν ὕειον ᾐσθόμην τότε. ᾽
ζωμὸν ποιῶ
θερμὸν ἰχθὺν ἐπαναπλάττων, ἡμίβρωτα λείψανα
συντιθείς, οἴνῳ διαίνων, ἔντερ’ ἁλὶ καὶ σιλφίῳ
σφενδονῶν, ἀλλᾶντα τέμνων, παραφέρων χορδῆς
τόμον,
ῥύγχος εἰς ὄξος πιέζων, ὥστε πάντας ὁμολογεῖν
τῶν γάμων κρείττω γεγονέναι τὴν ἕωλον ἡμέραν.
ἐγευσάμην χορδῆς ὁ δύστηνος τέκνων
πῶς ἐσίδω ῥύγχος περικεκαυμένον;
ὡς οὐχὶ τουτὶ ῥύγχος ἀτεχνῶς ἐσθ’ ὑός;
κρύψαι δὲ ῥύγχος
ἄκρον γᾶς ὑπένερθεν.
καὶ ταῦτ’ ἔχων τὸ ῥύγχος οὑτωσὶ μακρόν,
ὁ γὰρ θεὸς τὸ ῥύγχος ὡς ἡμᾶς στρέφει.
καὶ μὴν τὸ δεῖν᾽, ἀκροκώλια δή σοι τέτταρα 95f
ἥψησα τακερά.
ἀκροκώλι᾽, ἄρτοι, κάραβοι.
ἔπειτα κἀκροκώλιον
ὕειον Ἀφροδίτῃ; γελοῖον. β. ἀγνοεῖς·
ἐν τῇ Κύπρῳ δ’ οὕτω φιληδεῖ ταῖς ὑσίν,
ὦ δέσποθ᾽, ὥστε σκατοφαγεῖν ἀπεῖρξε
τὸ ζῷον, τοὺς δὲ βοῦς ἠνάγκασεν.
σχελίδες δ’ ὁλόκνημοι πλησίον τακερώταται
ἐπὶ πινακίσκοις καὶ δίεφθ’ ἀκροκώλια.
ἠριστηκότων
σχεδόν τι δ’ ἡμῶν ἐξ ἀκροκωλίου τινός,
ἡμίοπτα μὲν
τὰ κρεᾴδι’ ἐστί, τὸ περίκομμ’ ἀπόλλυται, 96b
ὁ γόγγρος ἑφθός, τὰ δ’ ἀκροκώλι’ οὐδέπω.
ὅπως παρασκευάζεται τὸ δεῖπνον εἴπαθ’ ἡμῖν.
β. καὶ δῆθ’ ὑπάρχει τέμαχος ἐγχέλειον ὑμῖν, τευθίς, ἄρνειον κρέας, φύσκης τόμος,
ποὺς ἑφθός, ἧπαρ, πλευρόν, ὀρνίθεια πλήθει πολλά, τυρὸς ἐν μέλιτι, μερὶς κρεῶν.
χοιρίων
σκέλη καπύρ᾽. β. ἀστεῖόν γε, νὴ τὴν Ἑστίαν,
ἄριστον. α. ἑφθὸς τυρὸς ἐπεδόνει πολύς. 96c
πόδας ἐπεὶ δέοι πριάμενον καταφαγεῖν ἑφθοὺς ὑός.
ἅλις ἀφύης μοι· παρατέταμαι γὰρ τὰ λιπαρὰ
κάπτων.
ἀλλὰ φέρετ’ ἀπόβασιν ἡπάτιον ἢ καπριδίου νέου
κόλλοπὰ τιν’ εἰ δὲ μή, πλευρὸν ἢ γλῶτταν ἢ
σπληνὸς ἢ νῆστιν ἢ δέλφακος ὀπωρινῆς
ἠτριαίαν φέρετε δεῦρο μετὰ κολλάβων
χλιαρῶν. 96d
νόμος δὲ λείψαν’ ἐκβάλλειν κυσίν,
ὡς ἀν’ ἐχινόποδας καὶ ἀνὰ τρηχεῖαν ὄνωνιν
τὸ δὲ τυραννεῖν ἐστιν;
ἢ τί ποτε τὸν σπουδαῖον ἀκολουθεῖν ἐρεῖς
ἐν τῷ Λυκείῳ μετὰ σοφιστῶν, νὴ Δία,
λεπτῶν, ἀσίτων, συκίνων, λέγονθ’ ὅτι
τὸ πρᾶγμα τοῦτ’ οὐκ ἔστιν, εἴπερ γίνεται, 99a
οὐδ’ ἔστι γάρ πω γινόμενον ὃ γίνεται,
οὐτ’ εἰ πρότερον ἦν, ἔστιν ὅ γε νῦν γίνεται,
ἔστιν γὰρ οὐκ ὂν οὐδέν ὃ δὲ μὴ γέγονέ πω,
οὐκ ἔσθ’ ἕωσπερ γέγονε, ὅ γε μή γέγονέ πω.
ἐκ τοῦ γὰρ εἶναι γέγονεν εἰ δ’ οὐκ ἦν ὅθεν,
πῶς ἐγένετ’ ἐξ οὐκ ὄντος; οὐχ οἷόν τε γάρ.
εἰ δ’ αὖ ποθέν ποι γέγονεν, οὐκ ἔσται
κηποι δεποτις εἴη, πόθεν γενήσεται
τοὐκ ὂν εἰς οὐκ ὂν εἰς οὐκ ὂν γὰρ οὐ δυνήσεται. 99b
ταυτὶ δ’ ὅ τι ἐστὶν οὐδ’ ἂν Ἀπόλλων μάθοι.
θάρσει, μέγας σοι τοῦδ’ ἐγὼ φόβου μοχλός.
ναῦται δ’ ἐμηρύσαντο νηὸς ἰσχάδα.
ἧσθε πανημέριοι χορταζόμενοι γάλα λευκόν.
θεράπευε καὶ χόρταζε τῶν μονῳδιῶν.
σίτοισι παγχόρτοισιν ἐξενίζομεν. 100a
ἐγὼ κεχόρτασμαι μέν, ἄνδρες, οὐ κακῶς,
ἀλλ’ εἰμὶ πλήρης, ὥστε καὶ μόλις πάνυ
ὑπεδησάμην ἅπαντα δρῶν τὰς ἐμβάδας.
γαστρισμὸς ἔσται δαψιλής· τὰ προοίμια
ὁρῶ χορτασθήσομαι.
νὴ τὸν Διόνυσον, ἄνδρες, ἤδη στρηνιῶ.
εἰς τὴν ἑσπέραν χορτάζομαι
ἐν ἅπασιν ἀγαθοῖς. 100b
ὑπὲρ πάτρας μὲν πᾶς τις ἀποθνῄσκειν θέλει,
ὑπὲρ δὲ μήτρας Καλλιμέδων ὁ Κάραβος
ἑφθῆς ἴσως προσεῖτ’ ἂν ἀποθανεῖν.
ἔμμητρον ἂν ᾖ τὸ ξύλον, βλάστην ἔχει·
μητρόπολίς ἐστιν, οὐχὶ πατρόπολις πόλις·
μήτραν τινὲς πωλοῦσιν ἥδιστον κρέας·
μητρᾶς ὁ Χῖὸς ἐστι τῷ δήμῳ φίλος.
οὑμὸς διδάσκαλος δὲ μήτραν σκευάσας
παρέθηκε Καλλιμέδοντι κἀσθίονθ’ ἅμα
ἐποίησε πηδᾶν, ὅθεν ἐκλήθη Κάραβος. 100e
οἵων δ’ ἐπιθυμεῖ βρωμάτων, ὡς μουσικῶν
ἤνυστρα, μήτρας, χόλικας.
τὴν στοὰν διεξέπαιεν Ἀμφικλῆς· μήτρας δύο
κρεμαμένας δείξας ἐκεῖνον πέμπε, φησίν, ἂν ἴδῃς.
ἡπάτια, νῆστις, πλεύμονες, μήτρα.
ἐκεῖσε δ’ οὐ πλέω
ὅθεν διεσπάσθημεν, ἐρρῶσθαι λέγων
ἅπασιν, ἵπποις, σιλφίῳ, συνωρίσιν,
καυλῷ, κέλησι, μασπέτοις, πυρετοῖς, ὀπῷ. 101a
ἀλλὰ λοπὰς μ’ εὔφραιν’ ἢ μήτρης καλὰ πρόσωπα
ἐκβολάδος, δέλφαξ δ’ ἐν κλιβάνῳ ἡδέα ὄζων.
ἀλλ’ οἷα μήτρα καλλίκαρπος ἐκβολὰς
δίεφθα λευκανθεῖσα τυροῦται δέμας,
μήτρας ὑείας οὐκ ἀφεψηθεὶς τόμος, 101b
τὴν δηξίθυμον ἐντὸς ὀξάλμην ἔχων.
μήτρας ὑείας ἑφθὸν ὡς φάγῃς τόμον,
δριμεῖαν ὠθῶν πηγανῖτιν εἰς χολήν.
ἀεὶ δὲ στεφάνοισι κάρα παρὰ δαῖτα πυκάζου
παντοδαποῖς, οἷς ἂν γαίας πέδον ὄλβιον ἀνθῇ,
καὶ στακτοῖσι μύροις ἀγαθοῖς χαίτην θεράπευε
καὶ σμύρναν λίβανόν τε πυρὸς μαλακὴν ἐπί τέφραν
βάλλε πανημέριος, Συρίης εὐώδεα καρπόν.
ἐμπίνοντι δέ σοι φερέτω τοιόνδε τράγημα,
γαστέρα καὶ μήτραν ἑφθὴν ὑὸς ἔν τε κυμίνῳ
ἒν τ’ ὄξει δριμεῖ καὶ σιλφίῳ ἐμβεβαῶσαν
ὀρνίθων τ’ ὀπτῶν ἁπαλὸν γένος, ὧν ἂν ὑπάρχῃ
ὥρη. τῶν δὲ Συρακοσίων τούτων ἀμέλησον, 101d
οἳ πίνουσι μόνον βατράχων τρόπον οὐδὲν ἔδοντες.
ἀλλὰ σὺ μὴ πείθου κείνοις, ἃ δ’ ἐγὼ λέγω ἔσθε
βρωτά. τὰ δ’ ἄλλα γ’ ἐκεῖνα τραγήματα πάντα
πέφυκε
πτωχείας παράδειγμα κακῆς, ἑφθοὶ τ’ ἐρέβινθοι
καὶ κύαμοι καὶ μῆλα καὶ ἰσχάδες. ἀλλὰ πλακοῦντα
αἴνει Ἀθήνησιν γεγενημένον εἰ δὲ μή, ἄν που
αὐτὸν ἔχῃς ἑτέρωθι, μέλι ζήτησον ἀπελθὼν 101e
Ἀττικόν, ὡς τοῦτ’ ἐστὶν ὃ ποιεῖ κεῖνον ὑβριστήν.
οὕτω τοι δεῖ ζῆν τὸν ἐλεύθερον ἢ κατὰ τῆς γῆς
καὶ κατὰ τοῦ βαράθρου καὶ Ταρτάρου ἐς τὸν ὄλεθρον
ἥκειν καὶ κατορωρύχθαι σταδίους ἀναρίθμους.
102a Ἐπικούρου δέ με
ὁρᾷς μαθητὴν ὄντα τοῦ σοφοῦ, παρ’ ᾧ
νοεῖς τὸν τύπον; β. Ἄπολλον. α. καί τι φαίνεται τέχνη;
εἶτ’ οὐδὲν εἰκῇ παρατίθημι, μανθάνεις,
βρῶμ᾽, ἀλλὰ μείξας πάντα κατὰ συμφωνίαν.
β. πῶς; α. ἔστιν αὑτοῖς ἃ διὰ τεττάρων ἔχει
κοινωνίαν, διὰ πέντε, διὰ πασῶν πάλιν
ταῦτα προσάγω πρὸς αὐτὰ τὰ διαστήματα
καὶ ταῖς ἐπιφοραῖς εὐθὺς οἰκείως πλέκω.
ἐνίοτ’ ἐφεστὼς παρακελεύομαι ᾽ πόθεν
ἅπτει; τί τούτῳ μιγνύειν μέλλεις; ὅρα· 103b
διάφωνον ἕλκεις ι οὐχ ὑπερβήσῃ;᾽ σοφὸν
Ἐπίκουρος οὕτω κατεπύκνου τὴν ἡδονὴν
ἐμασᾶτ’ ἐπιμελῶς. οἶδε τἀγαθὸν μόνος
ἐκεῖνος οἷόν ἐστιν οἱ δ’ ἐν τῇ στοᾷ
ζητοῦσι συνεχῶς, οἷὸν ἐστ’ οὐκ εἰδότες.
οὐκοῦν ὃ γ’ οὐκ ἔχουσιν, ἀγνοοῦσι δέ,
οὐδ’ ἂν ἑτέρῳ δοίησαν. β. οὕτω συνδοκεῖ·
ἀφῶμεν οὖν τὰ λοιπά· δῆλα δὴ πάλαι.
ἀπολώλεκας τὸ μειράκιόν μου παραλαβών,
ἀκάθαρτε, καὶ πέπεικας ἐλθεῖν εἰς βίον
ἀλλότριον αὑτοῦ· καὶ πότους ἑωθινοὺς
πίνει διὰ σὲ νῦν, πρότερον οὐκ εἰθισμένος.
β. εἶτ’ εἰ μεμάθηκε, δέσποτα, ζῆν, ἐγκαλεῖς;
α. ζῆν δ’ ἐστὶ τὸ τοιοῦθ᾽; β. ὡς λέγουσιν οἱ σοφοί.
ὁ γοῦν Ἐπίκουρός φησιν εἶναι τἀγαθὸν
τὴν ἡδονὴν δήπουθεν οὐκ ἔστιν δ’ ἔχειν 103d
ταύτην ἑτέρωθεν, ἐκ δὲ τοῦ ζῆν δὴ καλῶς
εὖ ζῶσ’ ἅπαντες, ἢ τυχὸν δώσεις ἐμοί;
α. ἑόρακας οὖν φιλόσοφον, εἰπέ μοι, τινὰ
μεθύοντ’ ἐπὶ τούτοις θ’ οἷς λέγεις κηλούμενον;
β. ἅπαντας· οἱ γοῦν τὰς ὀφρῦς ἐπηρκότες
καὶ τὸν φρόνιμον ζητοῦντες ἐν τοῖς περιπάτοις
καὶ ταῖς διατριβαῖς ὥσπερ ἀποδεδρακότα
οὕτως, ἐπὰν γλαυκίσκος αὐτοῖς παρατεθῇ,
ἴσασιν οὗ δεῖ πρῶτον ἅψασθαι τόπου 103e
καὶ τὴν κεφαλὴν ζητοῦσιν ὥσπερ πράγματος,
ὥστ’ ἐκπεπλῆχθαι πάντας.
ὅστις ἄνθρωπος δὲ φὺς
ἀσφαλές τι κτῆμ’ ὑπάρχειν τῷ βίῳ λογίζεται,
πλεῖστον ἡμάρτηκεν. ἢ γάρ εἰσφορά τις ἥρπακεν
τἄνδοθεν πάντ’ ἢ δίκῃ τις περιπεσὼν ἀπώλετο 103f
ἢ στρατηγήσας προσῶφλεν ἢ χορηγὸς αἱρεθεὶς
ἱμάτια χρυσᾶ παρασχὼν τῷ χορῷ ῥάκος φορεῖ
ἢ τριηραρχῶν ἀπήγξατ’ ἢ πλέων ἥλωκέ ποι
ἢ βαδίζων ἢ καθεύδων κατακέκοφθ’ ὑπ’ οἰκετῶν.
οὐ βέβαιον οὐδέν ἐστι, πλὴν ὅσ’ ἂν καθ’ ἡμέραν 104a
εἰς ἑαυτὸν ἡδέως τις εἰσαναλίσκων τύχῃ,
οὐδὲ ταῦτα σφόδρα τι· καὶ γὰρ τὴν τράπεζαν ἁρπάσαι
κειμένην ἄν τις προσελθών ἀλλ’ ὅταν τὴν ἔνθεσιν
ἐντὸς ἤδη τῶν ὀδόντων τυγχάνῃς κατεσπακώς,
τοῦτ’ ἐν ἀσφαλεῖ νόμιζε τῶν ὑπαρχόντων μόνον.
ἐκ τούτων
ἄνθρωπ᾽, ἀπολεῖς με. τῶν γὰρ ἐκ τῆς ποικίλης
στοᾶς λογαρίων ἀναπεπλησμένος νοσεῖς· 104c
‘ἀλλότριὸν ἐσθ’ ὁ πλοῦτος ἀνθρώπῳ, πάχνη·
σοφία δ’ ἴδιον, κρύσταλλος, οὐδεὶς πώποτε
ταύτην λαβὼν ἀπώλεσ’.’ ὦ τάλας ἐγώ,
οἵῳ μ’ ὁ δαίμων φιλοσόφῳ συνῴκισεν
ἐπαρίστερ’ ἔμαθες, ὦ πόνηρε, γράμματα·
ἀνέστροφέν σου τὸν βίον τὰ βιβλία·
πεφιλοσόφηκας γῇ τε κοὐρανῷ λαλῶν,
οἷς οὐδέν ἐστιν ἐπιμελὲς τῶν σῶν λόγων.
τοῖς ἰχθυοπώλαις ἐστὶν ἐψηφισμένον,
ὥς φασι, χαλκῆν Καλλιμέδοντος εἰκόνα
στῆσαι Παναθηναίοισιν ἐν τοῖς ἰχθύσιν,
ἔχουσαν ὀπτὸν κάραβον ἐν τῇ δεξιᾷ,
ὡς αὐτὸν ὄντ’ αὐτοῖσι τῆς τέχνης μόνον 104e
σωτῆρα, τοὺς ἄλλους δὲ πάντας ζημίαν.
ἰχθὺς ἐωνηταί τις ἢ σηπίδιον
ἢ τῶν πλατειῶν καρίδων ἢ πουλύπους
ἢ νῆστις ὀπτᾶτ’ ἢ γαλεὸς ἢ τευθίδες;
β. μὰ τὸν Δί᾽, οὐ δῆτ᾽, α. οὐδὲ βατίς; β. οὒ 104f
φημ’ ἐγώ.
α. οὐ χόριον οὐδὲ πυὸς οὐδ’ ἧπαρ κάπρου
οὐδὲ σχαδόνες οὐδ’ ἠτριαῖον δέλφακος
οὐδ’ ἐγχέλειον οὐδὲ κάραβον μέγαν γυναιξὶ κοπιώσαις ἐπεχορηγήσατε;
ἀλλὰ παρεὶς λῆρον πολὺν ἀστακὸν ὠνοῦ
τὸν τὰς χεῖρας ἔχοντα μακρὰς ἄλλως τε βαρείας,
τοὺς δὲ πόδας μικρούς, βραδέως δ’ ἐπὶ γαῖαν ὀρούει.
εἰσὶ δὲ πλεῖστοι μὲν πάντων ἀρετῇ τε κράτιστοι
ἐν Λιπάραις· πολλοὺς δὲ καὶ Ἑλλήσποντος ἀθροίζει.
ἐντὶ δ’ ἀστακοὶ κολύβδαιναί τε χὢς τὰ πόδι’ ἔχει
μικρά, τὰς χεῖρας δὲ μακράς, κάραβος δὲ τὤνυμα.
κἀστακοὶ γαμψώνυχοι.
ἢν δὲ ποτ’ εἰς Ἴασον Καρῶν πόλιν εἰσαφίκηαι,
καρῖδ’ εὐμεγέθη λήψῃ· σπανία δὲ πρίασθαι·
ἐν δὲ Μακηδονίᾳ τε καὶ Ἀμβρακίᾳ μάλα πολλαὶ
αἵ τε καμπύλαι
καρῖδες ἐξήλλοντο δελφίνων δίκην 105f
εἰς σχοινόπλεκτον ἄγγος.
καρῖδα καθῆκα κάτω κἀνέσπασ’ αὖθις.
καὶ συμπαίζει καριδαρίοις
μετὰ περκιδίων καὶ θρᾳττιδίων
καὶ ψητταρίοις μετὰ κωθαρίων
καὶ σκινδαρίοις μετὰ κωβιδίων.
οὐκ ἐπικεκυφὼς ὀρθός, ὦ βέλτιστ᾽, ἔσῃ·
αὕτη δὲ καριδοῖ τὸ σῶμα καμπύλη,
ἄγκυρά τ’ ἐστὶν ἄντικρυς τοῦ σώματος,
ἐρυθρότερον καρῖδος ὀπτῆς σ’ ἀποφανῶ.
καρῖδάς τε τῶν
κυφῶν.
κυρταὶ δ’ ὁμοῦ καρῖδες ἐν ξηρῷ πέδω.
ὠρχοῦντο δ’ ὡς καρῖδες ἀνθράκων ἔπι 106b
πηδῶσι κυρταί.
πλὴν ἅπαξ ποτ’ ἐν Φαίακος ἔφαγον καρίδας.
ἔχων τὸ πρόσωπον καρίδος μασθλητίνης. ᾽
κουρίδες τε ταὶ φοινίκιαι.
ἀφύας τε κωρίδας τε καμπύλας.
θύννοισι τευθίς, κωβιοῖσι κωρίδες.
καὶ τὸν ἀρχὸν ἐπικαλύψας ἐπιπλόῳ.
ὀσφύος τε πέρι κἠπιπλόου.
πρῶτον μὲν οὖν ὄστρεια παρὰ Νηρεῖ τινι
ἰδὼν γέροντι φυκί’ ἠμφιεσμένα
ἔλαβον ἐχίνους τ’ ἐστὶ γὰρ προοίμιον
δείπνου χαριέντως ταῦτα πεπρυτανευμένου.
τούτων δὲ ἀπολυθείς, κειμένων ἰχθυδίων
μικρῶν, τρεμόντων τῷ δέει τί πείσεται,
θαρρεῖν κελεύσας ἕνεκ’ ἐμοῦ ταῦτ’ οὐδὲ ἓν
φήσας ἀδικήσειν ἐπριάμην γλαῦκον μέγαν. 107c
ἔπειτα νάρκην ἔλαβον, ἐνθυμούμενος
ὅτι δεῖ γυναικὸς ἐπιφερούσης δακτύλους
ἁπαλοὺς ὑπ’ ἀκάνθης μηδὲ ἓν τούτων παθεῖν.
ἐπὶ τὸ τάγηνον φυκίδας, ψήττας τινάς,
καρῖδα, φύκην, κωβιόν, πέρκην, σπάρον,
ἐποίησὰ τ’ αὐτὸ ποικιλώτερον ταῶ.
κρεᾴδι’ ἄττα, ποδάρια, ῥύγχη τινά,
ὠτάρι’ ὕει᾽, ἡπάτιον ἐγκεκαλυμμένον 107d
αἰσχύνεται γὰρ πελιδνὸν ὂν τῷ χρώματι.
τούτοις μάγειρος οὐ πρόσεισ’ οὐδ’ ὄψεται·
οἰμώξεται γὰρ νὴ Δί᾽. ἀλλ’ ἐγὼ σοφῶς
ταῦτ’ οἰκονομήσω καὶ γλαφυρῶς καὶ ποικίλως
οὕτω ποῶ γὰρ τοὔψον αὐτός ὥστε τοὺς
δειπνοῦντας εἰς τὰ λοπάδι’ ἐμβάλλειν ποῶ
ἐνίοτε τοὺς ὀδόντας ὑπὸ τῆς ἡδονῆς.
τὰς σκευασίας πάντων δὲ καὶ τὰς συστάσεις
τούτων ἕτοιμός εἰμι δεικνύειν, λέγειν, 107e
προῖκα προδιδάσκειν, ἂν θέλῃ τις μανθάνειν.
ἀπόλωλα, πέπλων μ’ ὤλεσαν περιπτυχαί.
καὶ πλεκτάνην στιφρὰν σφόδρ᾽, ἐπὶ τούτοις τέ που
αἰσχυνόμενον ἧπαρ καπρίσκου σκατοφάγου.
χολὴν γὰρ οὐκ ἔχεις ἐφ’ ἥπατι. 108a
οὐκ ᾤου σύ με
χολὴν ἔχειν, ὡς δ’ ἡπάτῳ μοι διελέγου;
ἐγὼ δὲ γ’ εἰμὶ τῶν μελαμπύγων ἔτι.
πᾶσα δ’ εὔμορφος γυνὴ
ἐρῶσα φοιτᾷ τηγάνων τε σύντροφα
τριβαλλοποπανόθρεπτα μειρακύλλια,
ὁμοῦ δὲ τευθὶς καὶ Φαληρικὴ κόρη
σπλάγχνοισιν ἀρνείοισι συμμεμιγμένη
πηδᾷ, χορεύει, πῶλος ὣς ἀπὸ ζυγοῦ.
ῥιπὶς δ’ ἐγείρει φύλακας ʽ Ἡφαίστου κύνας
θερμῇ παροξύνουσα τηγάνου πνοῇ·
ὀσμὴ δὲ πρὸς μυκτῆρας ἠρεθισμένη 108c
ᾄσσει· μεμαγμένη δὲ Δήμητρος κόρη
κοίλη φάραγγος δακτύλου πιέσματι
σύρει τριήρους ἐμβολὰς μιμουμένη,
δείπνου πρόδρομον ἄριστον.
οὔποτ’ ἂν αὖθις αὖ
σηπίαν ἀπὸ τηγάνου
τολμήσαιμι φαγεῖν μόνος. ʽ
μἀλλὰ ταχέως ἰὼν πρίω μοι πουλύπουν
καὶ δὸς καταφαγεῖν κἀπὸ τηγάνου γόνον.
ὡς εὖ νεναυάγηκεν ἐπὶ τοῦ τηγάνου
ὁ θεοῖσιν ἐχθρὸς
τρέφει με Θετταλός τις ἄνθρωπος βαρύς,
πλουτῶν, φιλάργυρος δὲ κἀλιτήριος, 108e
ὀψοφάγος, ὀψωνῶν δὲ μέχρι τριωβόλου.
παῖς ὢν μετ’ ἀδελφῆς εἰς Ἀθήνας ἐνθάδε
ἀφικόμην ἀχθεὶς ὑπό τινος ἐμπόρου,
Σύρος τὸ γένος ὤν. περιτυχὼν δ’ ἡμῖν ὁδὶ
κηρυττομένοις ὀβολοστάτης ὢν ἐπρίατο,
ἄνθρωπος ἀνυπέρβλητος εἰς πονηρίαν, 108f
τοιοῦτος οἷος μηδὲν εἰς τὴν οἰκίαν,
μηδ’ ὧν ὁ Πυθαγόρας ἐκεῖνος ἤσθιεν
ὁ τρισμακαρίτης, εἰσφέρειν ἔξω θύμου.
κἀκεῖθεν εἰς τὴν Ἰταλίαν ἀνέμῳ Νότῳ
διεβάλομεν τὸ πέλαγος εἰς Μεσσαπίους·
ἄρτος δ’ ἀναλαβὼν ἐξένισεν ἡμᾶς καλῶς.
β. ξένος γε χαρίεις. α. ἦν ἐκεῖ μέγας
καὶ λαμπρὸς ἦν.
τοῖς ἄρτοις ὅσας
ἱστᾶσι παγίδας οἱ ταλαίπωροι βροτοί,
καταμαθὼν δὲ κειμένην θερμὴν σκάφην
θερμῶν ἰπνιτῶν ἤσθιον.
λαβόντα θερμοὺς ἐσχαρίτας, πῶς γὰρ οὔ;
τούτους ἀνειλίττοντα βάπτειν εἰς γλυκύν. 109d
καὶ σκάφην λαβών τινα
τῶν ἐσχαριτῶν τῶν καθαρῶν.
Ἀταβυρίτης δ’ ἄρτος ἦν πλησίγναθος.
ἀχαΐνην στέατος ἔμπλεων τράγον.
τουτὶ τί ἦν τὸ πρᾶγμα; β. θερμούς, ὦ τέκνον.
α. ἀλλ’ ἦ παραφρονεῖς; β. κριβανίτας, ὦ τέκνον.
α. τί κριβανίτας; β. πάνυ δὲ λευκούς, ὦ τέκνον. 110a
δίπυρον. Εὔβουλος ἐν Γανυμήδει.
διπύρους τε θερμούς. β. οἱ δίπυροι δ’ εἰσὶν τίνες;
β. ἄρτοι τρυφῶντες,
λάγανα πέττεται,
κἆθ’ ἧκεν ἄρτους πριάμενος
μὴ τῶν καθαρύλλων, ἀλλὰ μεγάλους Κιλικίους.
τὸν δ’ αὐτόπυρον ἄρτον ἀρτίως φαγών.
αὐτοπυρίταισὶ τ’ ἄρτοις καὶ λιπῶσι στεμφύλοις.
λαμβάνετε κόλλαβον ἕκαστος.
ἢ δέλφακος ὀπωρινῆς
ἠτριαίαν φέρετε δεῦρο μετὰ κολλάβων
χλιαρῶν.
αὐτὸς φέρων πάρειμι πυρῶν ἐκγόνους τριμήνων
γαλακτοχρῶτας κολλάβους θερμούς.
111a κλῖναι μὲν ἑπτὰ καὶ τόσαι τράπεσδαι
μακωνίδων ἄρτων ἐπιστέφοισαι
λίνω τε σασάμω τε κἠν πελίχναις
πεδεσσι χρυσοκόλλα
κολλύραν μεγάλην καὶ κόνδυλον ὄψον ἐπ’ αὐτῇ.
καὶ κολλύραν τοῖσι γέρουσιν διὰ τοὐν Μαραθῶνι τρόπαιον. 111b
εἶτ’ ἄρτον ὀπτῶν τυγχάνει τις ὀβελίαν.
ὠλεν ὀβελίαν σποδεῖν, ἄρτου δὲ μὴ προτιμᾶν.
ναστὸς τὸ μέγεθος τηλικοῦτος, δέσποτα,
λευκός· τὸ πάχος γὰρ ὑπερέκυπτε τοῦ κανοῦ. 111d
ὀσμὴ δέ, τουπίβλημ’ ἐπεὶ περιῃρέθη,
ἄνω ᾽βάδιζε καὶ μέλιτι μεμιγμένη
ἀτμίς τις εἰς τὰς ῥῖνας· ἔτι γὰρ θερμὸς ἦν.
ἄρτους σποδίτας κρησερίτας περιφέρειν.
πρῶτα μὲν οὖν δώρων μεμνήσομαι ἠυκόμοιο
Δήμητρος, φίλε Μόσχε· σὺ δ’ ἐν φρεσὶ βάλλεο σῇσιν.
ἔστι γὰρ οὖν τὰ κράτιστα λαβεῖν βέλτιστά τε πάντων,
εὐκάρπου κριθῆς καθαρῶς ἠσσημένα πάντα,
ἐν Λέσβῳ κλεινῆς Ἐρέσου περικύμονι μαστῷ,
λευκότερ’ αἰθερίας χιόνος, θεοὶ εἴπερ ἔδουσιν 112a
ἄλφιτ᾽, ἐκεῖθεν ἰὼν Ἑρμῆς αὐτοῖς ἀγοράζει,
ἐστὶ δὲ κἀν Θήβαις ταῖς ἑπταπύλοις ἐπιεικῆ
κἀν Θάσῳ ἒν τ’ ἄλλαις πόλεσίν τισιν, ἀλλὰ γίγαρτα
φαίνονται πρὸς ἐκεῖνα· σαφεῖτάδ’ ἐπίστασο δόξῃ.
στρογγυλοδίνητος δὲ τετριμμένος εὖ κατὰ χεῖρα
κόλλιξ Θεσσαλικός σοι ὑπαρχέτω, ὃν καλέουσι 112b
κεῖνοι κριμνίταν, οἱ δ’ ἄλλοι χόνδρινον ἄρτον.
εἶτα τὸν ἐκ Τεγέης σεμιδάλεος υἱὸν ἐπαινῶ
ἐγκρυφίαν. τὸν δ’ εἰς ἀγορὰν ποιεύμενον ἄρτον
αἱ κλειναὶ παρέχουσι βροτοῖς κάλλιστον Ἀθῆναι.
ἐν δὲ φερεσταφύλοις Ἐρυθραῖς ἐκ κλιβάνου ἐλθὼν
λευκὸς ἁβραῖς θάλλων ὥραις τέρψει παρὰ δεῖπνον.
ἔστω δή σοι ἀνὴρ Φοῖνιξ ἢ Λυδὸς ἐν οἴκῳ,
ὅστις ἐπιστήμων ἔσται σίτοιο κατ’ ἦμαρ
παντοίας ἰδέας τεύχειν, ὡς ἂν σὺ κελεύῃς.
πῶς γὰρ ἄν τις εὐγενὴς γεγὼς
δύναιτ’ ἂν ἐξελθεῖν ποτ’ ἐκ τῆσδε στέγης, 112d
ὁρῶν μὲν ἄρτους τούσδε λευκοσωμάτους
ἰπνὸν κατέχοντας ἐν πυκναῖς διεξόδοις,
ὁρῶν δὲ μορφὴν κριβάνοις ἠλλαγμένους,
μίμημα χειρὸς Ἀττικῆς, οὓς δημόταις
Θεαρίων ἔδειξεν;
ἥκω Θεαρίωνος ἀρτοπώλιον
λιπών, ἵν’ ἐστὶ κριβάνων ἑδώλια.
δεινὸν μὲν ἰδόντα παριππεῦσαι
Κυπρίους ἄρτους· Μαγνῆτις γὰρ
λίθος ὣς ἕλκει τοὺς πεινῶντας.
παρἈλεξάνδρου δ’ ἐκ Θετταλίας
κολλικοφάγε κρίβανος ἄρτων.
ὦ χαῖρε κολλικοφάγε Βοιωτίδιον.
οὗτοι ἀνιπτόποδες, χαμαιευνάδες, ἀερίοικοι,
ἀνόσιοι λάρυγγες,
ἀλλοτρίων κτεάνων παραδειπνίδες,
καὶ τὸν κυλλᾶστιν φθέγγου καὶ τὸν Πετόσιριν.
ἔπειτα πῶς ἦλθες; β. μόλις
ὀπτωμένους κατέλαβον. α. ἐξόλοι’ ἀτὰρ
πόσους φέρεις; β. ἑκκαίδεκ᾽. α. οἶσε δεῦρο.
β. λευκοὺς μὲν ὀκτώ, τῶν δὲ φαιῶν τοὺς ἴσους.
θριδακίσκας τε καὶ κριβάνας νῶντος.
μᾶζὰ τ’ ἀμολγαίη γάλα τ’ αἰγῶν σβεννυμενάων,
ἄμφακες μὲν πρῶτον στόμα κέκριται αντα καὶ
θιοην,
γναθμὸν ὃν ηὐδάξαντο δυσείμονες ἰχθυβολῆες, 116b
οἷς ὁ ταριχόπλεως ἅδε Βόσπορος, οἵ θ’ ὑπόγαστρα
τμήγοντες τετράγωνα ταρίχια τεκταίνονται.
ναὶ μὴν οὐκ ἀκλεὲς θνητοῖς γένος ὀξυρρύγχου,
ὃν καὶ ὅλον καὶ τμητὸν ἅλες τρηχεῖς ἐκόμισσαν.
θύννων δ’ ὡραίων Βυζάντιον ἔπλετο μήτηρ 116c
καὶ σκόμβρων βυθίων τε καὶ εὐχόρτου λικιβάττεω
καὶ Πάριον κολιῶν κυδρὴ τροφὸς ἔσκε πολίχνη. Ἰόνιον
δ’ ἀνὰ κῦμα φέρων Γαδειρόθεν ἄξει
Βρέττιος ἢ Καμπανὸς ἢ ἐκ ζαθέοιο Τάραντος
ὀρκύνοιο τρίγωνα, τά τ’ ἐν στάμνοισι τεθέντα
ἀμφαλλὰξ δείπνοισιν ἐνὶ πρώτοισιν ὀπηδεῖ.
σαπρὸς τάριχος τὴν ὀρίγανον φιλεῖ,
καὶ Σικελοῦ θύννου τέμαχος, φίλε Μόσχε, φαγεῖν χρή,
τμηθὲν ὅτ’ ἐν βίκοισι ταριχεύεσθαι ἔμελλεν. 117a
σαπέρδῃ δ’ ἐνέπω κλαίειν μακρά, Ποντικῷ ὄψῳ,
καὶ τοῖς κεῖνον ἐπαινοῦσιν. παῦροι γὰρ ἴσασιν
ἀνθρώπων ὅτι φαῦλον ἔφυ καὶ ἀκιδνὸν ἔδεσμα.
ἀλλὰ τριταῖον ἔχειν σκόμβρον, πρὶν ἐς ἁλμυρὸν ὕδωρ
ἐλθεῖν, ἀμφορέως ἐντὸς νέον, ἡμιτάριχον.
ἂν δ’ ἀφίκῃ κλεινοῦ Βυζαντίου εἰς πόλιν ἁγνήν,
ὡραίου φάγε μοι τέμαχος πάλιν ἐστὶ γὰρ ἐσθλὸν 117b
καὶ μαλακόν.
σκυτίνῃ ποτ’ ἐν χύτρᾳ τάριχος ἐλεφάντινον
ἧψε ποντιὰς χελώνη πευκίνοισι καύμασι,
καρκίνοι ποδάνεμοί τε καὶ τανύπτεροι λύκοι
ὑσοριμαχεῖν ἄνδρες οὐρανοῦ καττύματα.
παῖ’ ἐκεῖνον, ἄγχ’ ἐκεῖνον. ἐν Κέῳ τίς ἡμέρα;
ἦν μέγα τι χρῆμ’ ἔτι τρυγῳδοποιομουσική,
ἡνίκα Κράτητί τε τάριχος ἐλεφάντινον
λαμπρὸν ἐνόμιζεν ἀπόνως παρακεκλημένον
ἄλλα τε τοιαῦθ’ ἕτερα μυρί’ ἐκιχλίζετο. ᾽
ὅμως λογίσασθαι πρὸς ἐμαυτὸν βούλομαι
καθεζόμενος ἐνταῦθα τὴν ὀψωνίαν,
ὁμοῦ τε συντάξαι τί πρῶτον οἰστέον
ἡδυντέον τε πῶς ἕκαστὸν ἐστί μοι
τάριχος πρῶτον ὡραῖον τοδί·
διωβόλου τοῦτ’ ἐστί. πλυτέον εὖ μάλα.
εἶτ’ εἰς λοπάδιον ὑποπάσας ἡδύσματα
ἐνθεὶς τὸ τέμαχος, λευκὸν οἶνον ἐπιχέας
ἐπισκεδάσας τ’ ἔλαιον εἶθ’ ἕψων ποῶ
μυελὸν ἀφειδῶς τ’ ἐπιγανώσας σιλφίῳ. 117e
παρ’ ἐμοῦ δ᾽, ἐὰν μὴ καθ’ ἓν ἕκαστον πάντα δῷς, χαλκοῦ μέρος δωδέκατον οὐκ ἂν ἀπολάβοις.
β. δίκαιος ὁ λόγος, ἀβάκιον, ψῆφον. α. λέγε.
β. ἔστ’ ὠμοτάριχος πέντε χαλκῶν. α. λέγ’ ἕτερον. 117f
β. μῦς ἑπτὰ χαλκῶν. α. οὐδὲν ἀσεβεῖς οὐδέπω,
λέγε. β. τῶν ἐχίνων ὀβολός. α. ἁγνεύεις ἔτι.
β. ἆρ’ ἦν μετὰ ταῦθ’ ἡ ῥάφανος, ἣν ἐβοᾶτε;
α. ναί·
χρηστὴ γὰρ ἦν. β. ἔδωκα ταύτης δύ’ ὀβολούς.
α. τί γὰρ ἐβοῶμεν; β. τὸ κύβιον τριωβόλου. 118a
α. ὠνήν, κιχορίων δ’ οὐκ ἐπράξατ’ οὐδὲ ἕν.
β. οὐκ οἶσθας, ὦ μακάριε, τὴν ἀγοράν, ὅτι
κατεδηδόκασι τὰ λάχαν’ αἱ τρωξαλλίδες.
α. διὰ τοῦτο τὸ τάριχος τέθεικας διπλασίου;
β. ὁ ταριχοπώλης ἐστὶν ἐλθὼν πυνθάνου.
γόγγρος δέκ’ ὀβολῶν. α. οὐχὶ πολλοῦ. λέγ’ ἕτερον.
β. τὸν ὀπτὸν ἰχθὺν ἐπριάμην δραχμῆς. α. παπαῖ,
ὥσπερ πυρετὸς ἀνῆκεν, εἶτ’ ἐν ἐπιτέλει.
β. πρόσθες τὸν οἶνον, ὃν μεθυόντων προσέλαβον
ὑμῶν, χοᾶς τρεῖς, δέκ’ ὀβολῶν ὁ χοῦς.
σκόμβροι, κολίαι, λεβίαι, μύλλοι, σαπέρδαι, θυννίδες.
τάριχος ἀντακαῖον εἴ τις βούλετ’ ἢ
Γαδειρικόν, Βυζαντίας δὲ θυννίδος
ὀσμαῖσι χαίρει.
τάριχος ἀντακαῖον ἐν μέσῳ
πῖον, ὁλόλευκον, θερμόν. 118e
Βυζάντιόν τε τέμαχος ἐπιβακχευσάτω,
Γαδειρικὸν θ’ ὑπογάστριον παρεισίτω.
ἀλλ’ ἐπριάμην παρ’ ἀνδρός, ὦ γῆ καὶ θεοί,
ταριχοπώλου πάνυ καλοῦ τε κἀγαθοῦ
τιλτὸν μέγιστον, ἄξιον δραχμῆς, δυοῖν
ὀβολοῖν, ὃν οὐκ ἂν καταφάγοιμεν ἡμερῶν
τριῶν ἂν ἐσθίοντες οὐδὲ δώδεκα·
ὑπερμέγεθες γάρ ἐστιν.
ἐδέξατ’ ἀντακαῖον, ὃν τρέφει μέγας
Ἴστρος Σκύθαισιν ἡμίνηρον ἡδονήν.
Μενδήσιὸς θ’ ὡραῖος ἀκρόπαστος εὖ
ξανθαῖσιν ὀπτὸς κέφαλος ἀκτῖσιν πυρός.
ἐν σαργανίσιν ἄξω ταρίχους Ποντικούς.
ὥσθ’ ἅττ’ ἔχω ταῦτ’ ἐς ταρίχους ἀπολέσω.
119c οὐκ αἰσχυνοῦμαι τὸν τάριχον τουτονὶ
πλύνων ἅπασιν ὅσα σύνοιδ’ αὐτῷ κακά.
καὶ τῶν ῥαφάνων ἕψειν χρή,
ἰχθῦς τ’ ὀπτᾶν τούς τε ταρίχους,
ἡμῶν δ’ ἀπὸ χεῖρας ἔχεσθαι.
καὶ τάριχος πίονα.
νεκρὸς τάριχος εἰσορᾶν Αἰγύπτιος.
ἀγόρασόν τι χρηστὸν εἰς ἀγρὸν ταρίχιον.
κρεᾴδιόν τι φαῦλον ἢ ταρίχιον.
ἡ γυνὴ δ’ ἡμῶν ἑκάστῳ λέκιθον ἕψουσ’ ἢ φακῆν
ἀναμένει καὶ σμικρὸν ὀπτῶσ’ ὀρφανὸν ταρίχιον.
τάριχος ὀπτὸς εὐθὺς ἂν ἴδῃ τὸ πῦρ.
σαπρὸς τάριχος τὴν ὀρίγανον φιλεῖ.
οὐκ ἂν πάθοι τάριχος ὧνπερ ἄξιος.
ἆρ’ ἂν φάγοιτ᾽· ἂν καὶ ταρίχους, ὦ θεοί;
ἐπὶ τῷ ταρίχει τῷδε τοίνυν κόπτετον.
ἐπέπασα 119f
ἐπὶ τὸ τάριχος ἅλας, ἐὰν οὕτω τύχῃ.
τοὺς Χαιρεφίλου δ’ υἱεῖς Ἀθηναίους, ὅτι 120a
εἰσήγαγεν τάριχος, οὓς καὶ Τιμοκλῆς
ἰδὼν ἐπὶ τῶν ἵππων δύο σκόμβρους ἔφη
ἐν τοῖς Σατύροις εἶναι.
ἐλθών τε πρὸς τὸν τεμαχοπώλην, περίμενε,
παρ᾽· οὗ φέρειν εἴωθα κἂν οὕτω τύχῃ
εὔθυνος ἀπολογίζων αὐτόθι
χρηστόν τι, περίμεινον κέλευσον μοι τεμεῖν.
Φείδιππος ἕτερός τις ταριχηγὸς ξένος.
ποτιφόριμον τὸ τέμαχος ἦς ὑπομελανδρυῶδες.
αἷμα ταύρειον πιεῖν,
ὁ Θεμιστοκλέους γὰρ θάνατος αἱρετώτερος,
τοιαῦτὰ τοί σοι πρὸς χάριν τε κοὐ βίᾳ
λέγω, σὺ δ’ αὐτὸς ὥσπερ οἱ σοφοὶ τὰ μὲν
δίκαι’ ἐπαίνει, τοῦ δὲ κερδαίνειν ἔχου.
οὐκ ἀείδω τὰ παλαιά· καινὰ γὰρ μάλα κρείσσω,
νέος ὁ Ζεὺς βασιλεύει· τὸ πάλαι δ’ ἦν
Κρόνος ἄρχων, ἀπίτω μοῦσα παλαιά.
ἐπὶ τὸ καινουργεῖν φέρου,
οὕτως, ἐκείνως, τοῦτο γιγνώσκων ὅτι
ἓν καινὸν ἐγχείρημα, κἂν τολμηρὸν ᾖ,,
πολλῶν παλαιῶν ἐστι χρησιμώτερον 122e
εἴποι τις ἂν τῶν πάνυ δοκησιδεξίων
ἐγὼ δ’ ἂν ἀντείποιμι μὴ πολυπραγμόνει,
ἀλλ’ εἰ δοκεῖ σοι, πρόσεχε τὸν νοῦν κἀκροῶ.
ὕδατος ἀπέφθου κύαθον ἂν δ’ ὠμὸν πίῃ,
βαρὺ καὶ κοπῶδες.
τὸ χαλκίον
θέρμαινέ θ’ ἡμῖν καὶ θύη πέττειν τινὰ
κέλευ᾽, ἵνα σπλάγχνοισι συγγενώμεθα. 123b
ἐν χύτρᾳ δέ μοι
ὅπως ὕδωρ ἕψοντα μηδέν’ ὄψομαι.
οὐ γὰρ κακὸν ἔχω μηδ’ ἔχοιμ᾽. ἐὰν δ’ ἄρα
στρέφῃ με περὶ τὴν γαστέρ’ ἢ τὸν ὀμφαλόν,
παρὰ Φερτάτου δακτύλιός ἐστί μοι δραχμῆς.
ἐὰν δὲ τοὐργαστήριον ποιῆτε περιβόητον, 123c
κατασκεδῶ, νὴ τὴν φίλην Δήμητρα, τὴν μεγίστην
ἀρύταιναν ὑμῶν ἐκ μέσου βάψασα τοῦ λέβητος
ζέοντος ὕδατος· εἰ δὲ μή, μηδέποθ’ ὕδωρ πίοιμι
ἐλευθέριον.
αἱ δὲ παῖδες παρέχεον
ἡ μὲν τὸ θερμόν, ἡ δ’ ἑτέρα τὸ μετάκερας.
ἀνεβόησ’ ὕδωρ ἐνεγκεῖν θερμόν, ἄλλος μετάκερας.
καὶ γὰρ βούλομαι
ὕδατός σε γεῦσαι· πρᾶγμα δ’ ἔστι μοι μέγα 123f
φρέατος ἔνδον ψυχρότερον Ἀραρότος.
εἶτ’ οὐ περίεργόν ἐστιν ἄνθρωπος φυτὸν
ὑπεναντιωτάτοις τε πλείστοις χρώμενον;
ἐρῶμεν ἀλλοτρίων, παρορῶμεν συγγενεῖς, 124a
ἔχοντες οὐδὲν εὐποροῦμεν τοῖς πέλας,
ἐράνους φέροντες οὐ φέρομεν ἀλλ’ ἢ κακῶς,
τακτῆς τροφῆς δὲ τῆς καθ’ ἡμέραν πάλιν
γλιχόμεθα τὴν μὲν μᾶζαν ἵνα λευκὴ παρῇ,
ζωμὸν δὲ ταύτῃ μέλανα μηχανώμεθα,
τὸ καλόν τε χρῶμα δευσοποιῷ χρῴζομεν.
καὶ χιόνα μὲν πίνειν παρασκευάζομεν,
τὸ δ’ ὄψον ἂν μὴ θερμὸν ᾖ διασύρομεν.
καὶ τὸν μὲν ὀξὺν οἶνον ἐκπυτίζομεν,
ἐπὶ ταῖς ἀβυρτάκαισι δὲ ἐκβακχεύομεν. 124b
οὐκοῦν τὸ πολλοῖς τῶν σοφῶν εἰρημένον,
τὸ μὴ γενέσθαι μὲν κράτιστὸν ἐστ’ ἀεί,
ἐπὰν γένηται δ᾽, ὡς τάχιστ’ ἔχειν τέλος.
εἰ δὲ μεθύω καὶ χιόνα πίνω καὶ μύρον
ἐπίσταμ’ ὅτι κράτιστον Αἴγυπτος ποιεῖ.
πρῶτος μὲν οἶδεν εἰ χιών ἐστ’ ὠνία·
πρῶτον δ’ ἐκεῖνον σχαδόνα δεῖ πάντως φαγεῖν. 124c
οἶνον γὰρ πιεῖν
οὐδ’ ἂν εἷς δέξαιτο θερμόν, ἀλλὰ πολὺ τοὐναντίον
ψυχόμενον ἐν τῷ φρέατι καὶ χιόνι μεμιγμένον.
Ἕρμων, τί ἔστι; πῶς ἔχομεν; β. τί δ’ ἄλλο γ’ ἢ
ὁ πατήρ ἄνωθεν ἐς τὸ φρέαρ, ἐμοὶ δοκεῖν,
ὥσπερ τὸν οἶνον τοῦ θέρους καθεῖκέ με.
ψῦξον τὸν οἶνον, Δῶρι.
ὕδατός τε λακκαίου παρ’ ἐμοῦ τουτὶ γέ σοι
νόμιζ’ ὑπάρχειν. 125a
ἴσως τὸ λακκαῖὸν γ’ ὕδωρ ἀπόλωλ’ ἐμόν.
ἀγωνιῶσα τόν τε τοῦ λάκκου κάδον
λύσασα καὶ τὸν τοῦ φρέατος εὐτρεπεῖς
τὰς ἱμονιὰς πεποίηκας.
οὐ φιλοτάριχος οὐδαμῶς εἰμ᾽, ὦ κόρη.
ὁ δὲ Κίλιξ
ὅδ’ Ἱπποκλῆς, ὁ ζωμοτάριχος ὑποκριτής.
τὴν ῥὰ ποτ’ Οὐλύμποιο περὶ πλευρὰς ἐκάλυψεν
ὠκὺς ἀπὸ Θρῄκης ὀρνύμενος Βορέης·
ἀνδρῶν δ’ ἀχλαίνων ἔδακεν φρένας, αὐτὰρ ἐκάμφθη 125d
ζώνη Πιερίην γῆν ἐπιεσσαμένη·
ἔν τις ἐμοὶ καὶ τῆς χεέτω μέρος, οὐ γὰρ ἔοικε
θερμὴν βαστάζειν ἀνδρὶ φίλῳ πρόποσιν.
χωλός, στιγματίης, πολυγήραος, ἶσος ἀλήτῃ
ἦλθεν κνισοκόλαξ εὖτε Μέλης ἐγάμει,
ἄκλητος, ζωμοῦ κεχρημένος· ἐν δὲ μέσοισιν 125e
ἥρως εἱστήκει βορβόρου ἐξαναδύς.
ὀψοφάγος εἶ καὶ κνισολοιχός.
ὁ πορνοβοσκὸς γὰρ μ’ ὑπὸ κνισολοιχίας
χορδὴν τιν’ αἱματῖτιν αὑτῷ σκευάσαι
ἐκέλευσε ταυτηνί με. 125f
εἰσῆλθεν ἡταίρα φέρουσα τὸν γλυκὺν
ἐν ἀργυρῷ ποτηρίῳ, πετάχνῳ τινὶ
ἀστειοτάτῳ τὴν ὄψιν, οὔτε τρυβλίῳ
οὔτε φιάλῃ μετεῖχε δ’ ἀμφοῖν τοῖν ῥυθμοῖν.
ἀλλ’ ὁπότ’ ἢ ἐρίφοιο νεοσφάγος ἠὲ καὶ ἀρνὸς
ἠὲ κλυτοῦ ὄρνιθος ἐφοπλίζεσθαι ἐδωδήν,
χίδρα μὲν ἐντρίψειας ὑποστρώσας ἐνὶ κοίλοις 126c
ἄγγεσιν, εὐώδει δὲ μιγῇ ἀνάφυρσον ἐλαίῳ.
ζωμὸν δὲ βρομέοντα καταντλας
πνῖγε δὲ πῶμα
ἀμφιβαλών· φωκτὸν γὰρ ἀνοιδαίνει βαρὺ κρῖμνον.
ἠρέμα δὲ χλιαρὸν κοίλοις ἐκδαίνυσο μύστροις.
μεμβραδοπώλαις, ἀνθρακοπώλαις,
ἰσχαδοπώλαις, διφθεροπώλαις, 126f
ἀλφιτοπώλαις, μυστριοπώλαις,
βιβλιοπώλαις, κοσκινοπώλαις,
ἐγκριδοπώλαις, σπερματοπώλαις.
ἐν ταῖς σπυρίσι δὲ τί ποτ’ ἔνεστιν, φίλτατε;
β. ἐν ταῖς τρισὶν μὲν χόνδρος ἀγαθὸς Μεγαρικός.
α. οὐ Θετταλικὸν τὸν χρηστὸν εἶναί φασι δέ;
β τῆς.. Φοινίκης..
σεμίδαλις, ἐκ πολλῆς σφόδρ’ ἐξηττημένη. 127c
καὶ χόνδρος ἔνδον ἐστὶ Θετταλικὸς πολύς.
ἢ χόνδρον ἕψων εἶτα μυῖαν ἐμβαλὼν
ἐδίδου ῥοφεῖν ἄν.
τῶν δὲ διδύμων ἐκγόνων
σεμιδάλιδος
ἀπέλαυσα πολλῶν καὶ καλῶν ἐδεσμάτων,
πιών τε προπόσεις τρεῖς ἴσως ἤ τέτταρας
ἐστρηνίων πως, καταβεβρωκὼς σιτία
ἴσως ἐλεφάντων τεττάρων.
Deipnosophistae. Athenaeus. ed. Charles Burton Gulick. Medford, MA. 2010.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The National Endowment for the Humanities; Google Digital Humanities Awards Program.