ΑΥΤ.
. ταῦτα μέν, ὦ φίλε τἀπὸ καρδίας τῶν ἀνδρῶν ἐξείρηκας οὐ μὴν δοτέον, ὥσπερ δυστοκούσαις γυναιξί, περιάψασθαι τοῖς φιλοσόφοις ὠκυτόκιον, ἵνα ῥᾳδίως καὶ ἀταλαιπώρως τὸ δίκαιον 15 ἡμῖν ἀποτέκωσιν. οὐδὲ γὰρ αὐτοὶ τῷ Ἐπικούρῳ διδόασιν ὑπὲρ τῶν μεγίστων σμικρὸν οὕτω πρᾶγμα καὶ φαῦλον, οἶμαι, ἄτομον παρεγκλῖναι μίαν ἐπὶ τοὐλάχιστον, ὅπως ἄστρα καὶ ζῷα καὶ τύχη παρεισέλθῃ 964d καὶ τὸ ἐφʼ ἡμῖν μὴ ἀπόληται δεικνύναι δὲ 20 τὸ ἄδηλον ἢ λαμβάνειν τι τῶν προδήλων καὶ προσήκει τὸ περὶ τῶν ζῴων ὑποτίθεσθαι πρὸς τὴν δικαιοσύνην, εἰ μήθʼ ὁμολογεῖται μήτʼ ἄλλως ἀποδεικνύουσιν. ἔχει γὰρ ἑτέραν ὁδὸν ἐκεῖ τὸ δίκαιον οὐ σφαλερὰν καὶ παράκρημνον οὕτω καὶ διὰ τῶν ἐναργῶν ἀνατρεπομένων ἄγουσαν, ἀλλʼ ἣν, Πλάτωνος ὑφηγουμένου, δείκνυσιν οὑμὸς υἱός, ὦ Σώκλαρε, σὸς δʼ ἑταῖρος, τοῖς μὴ φιλομαχεῖν ἕπεσθαι 5 δὲ καὶ μανθάνειν βουλομένοις. ἐπεὶ τό γε μὴ παντάπασι 964e καθαρεύειν ἀδικίας τὸν ἄνθρωπον οὕτω τὰ ζῷα μεταχειριζόμενον Ἐμπεδοκλῆς καὶ Ἡράκλειτος ὡς ἀληθὲς προσδέχονται, πολλάκις ὀδυρόμενοι καὶ λοιδοροῦντες τὴν φύσιν, ὡς ἀνάγκην καὶ πόλεμον 10 οὖσαν, ἀμιγὲς δὲ μηδὲν μηδʼ εἰλικρινὲς ἔχουσαν ἀλλὰ διὰ πολλῶν κἀδίκων παθῶν περαινομένην· ὅπου καὶ τὴν γένεσιν αὐτὴν ἐξ ἀδικίας συντυγχάνειν λέγουσι, τῷ θνητῷ συνερχομένου τοῦ ἀθανάτου, καὶ τρέφεσθαι τὸ γεννώμενον παρὰ φύσιν 15 μέλεσι τοῦ γεννήσαντος ἀποσπωμένοις. οὐ μὴν 964f ἀλλὰ ταῦτα μὲν ἄκρατα καὶ πικρὰ φαίνεται κατακόρως· ἑτέρα δʼ ἐστὶν ἐμμελὴς παρηγορία, μήτε τῶν ζῴων τὸν λόγον ἀφαιρουμένη καὶ σῴζουσα χρωμένων αὐτοῖς ὡς προσήκει τὸ δίκαιον· ἣν τῶν 20 σοφῶν καὶ παλαιῶν εἰσαγόντων συστᾶσα λαιμαργία μεθʼ ἡδυπαθείας ἐξέβαλε καὶ ἠφάνισεν, αὖθις δὲ Πυθαγόρας ἀνελάμβανε, διδάσκων ὡφελεῖσθαι μὴ ἀδικοῦντας οὐ γὰρ ἀδικοῦσιν οἱ τὰ μὲν ἄμικτα καὶ βλαβερὰ κομιδῇ κολάζοντες καὶ ἀποκτιννύοντες, τὰ δʼ ἣμερα καὶ φιλάνθρωπα ποιούμενοι τιθασὰ καὶ συνεργὰ χρείας, πρὸς ἣν ἕκαστον εὖ πέφυκεν, 5 965aDe sollertia animalium. Plutarch. ed. Grēgorios N. Vernardakēs. Leipzig. 1895.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The National Endowment for the Humanities.