ΣΩΚΛ.
. ἐπίσχες, ὦ Αὐτόβουλε, καὶ παραβαλοῦ τὸ θυρίον τῆς κατηγορίας· ἐγγὺς γὰρ οἵδε προσιόντες πολλοὶ καὶ θηρατικοὶ πάντες, οὓς οὔτε μεταθεῖναι ῥᾴδιον οὔτε λυπεῖν ἀναγκαῖον. 5 965cΑΥΤ.
Ὀρθῶς παραινεῖς· ἀλλʼ Εὐβίωτον μὲν εὖ οἶδα καὶ τὸν ἐμὸν ἀνεψιὸν Ἀρίστωνα, τούς τε Διονυσίου παῖδας ἀπὸ Δελφῶν, Αἰακίδην καὶ Ἀριστότιμον τοῦτον, εἶτα Νίκανδρον τὸν Εὐθυδάμου, χερσαίας δαήμονας ἄγρας ὡς Ὅμηρος ἔφη, 10 καὶ διὰ τοῦτʼ Ἀριστοτίμου γενησομένους· ὥσπερ αὖ πάλιν τούσδε τοὺς νησιώτας καὶ παραλίους, Ἡρακλέωνα τὸν Μεγαρόθεν καὶ Φιλόστρατον τὸν Εὐβοέα, τοῖσι θαλάσσια ἔργα μέμηλε, Φαίδιμος ἔχων περὶ αὑτὸν βαδίζει. 15ΟΠΤΑΤΟΣ.
πάνυ μὲν οὖν ὀρθῶς ὑπονοεῖς, ὦ Αὐτόβουλε· πάλαι γὰρ ὁ Σόλωνος ἐκλέλοιπε νόμος, τοὺς ἐν στάσει μηδετέρῳ μέρει προσγενομένους κολάζων.ΑΥΤ.
. δεῦρο δὴ καθίζου πρὸς ἡμᾶς, ὅπως, εἰ δεήσει μάρτυρος, μὴ τοῖς Ἀριστοτέλους πράγματα 5 965e βιβλίοις παρέχωμεν, ἀλλὰ σοὶ διʼ ἐμπειρίαν ἑπόμενοι τοῖς λεγομένοις ἀληθῶς τὴν ψῆφον ἐπιφέρωμεν.ςΣΩΚΛ.
εἶεν, ὦ ἄνδρες νέοι, γέγονέ τις ὑμῖν ὁμολογία περὶ τάξεως; 10ΦΑΙΔΙΜΟΣ.
γέγονεν, ὦ Σώκλαρε, πολλὴν παρασχοῦσα φιλονεικίαν εἶτα κατʼ ΕὐριπίδηνΣΩΚΛ.
καιρὸς; οὖν, ὦ Ἀριστότιμε, σοὶ μὲν ἤδη 15 λέγειν ἡμῖν δʼ ἀκούειν.De sollertia animalium. Plutarch. ed. Grēgorios N. Vernardakēs. Leipzig. 1895.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The National Endowment for the Humanities.