Χορός
Πέργαμον δὲ Φρυγῶν πόλιν
λαΐνους περὶ πύργους
κυκλώσας Ἄρει φονίῳ,
775
λαιμοτόμου κεφαλᾶς
σπάσας
Πάριν Ἀτρεΐδας,
πέρσας κατάκρας πόλιν,
θήσει κόρας πολυκλαύτους
δάμαρτά τε Πριάμου.
780
ἁ δὲ Διὸς Ἑλένα κόρα
πολύκλαυτος ἑδεῖται
πόσιν προλιποῦσα.
μήτʼ ἐμοὶ
μήτʼ ἐμοῖσι τέκνων τέκνοις
ἐλπὶς ἅδε ποτʼ ἔλθοι,
785
οἵαν αἱ πολύχρυσοι
Λυδαὶ καὶ Φρυγῶν ἄλοχοι
στήσουσι παρʼ ἱστοῖς
μυθεῦσαι τάδʼ ἐς ἀλλήλας·
Τίς ἄρα μʼ εὐπλοκάμου κόμας
790
ῥῦμα δακρυόεν τανύσας
πατρίδος ὀλλυμένας ἀπολωτιεῖ;
διὰ σέ, τὰν κύκνου δολιχαύχενος γόνον,
εἰ δὴ φάτις ἔτυμος ὡς
ἔτυχεν,
Λήδα ὄρνιθι πταμένῳ
795
Διὸς ὅτʼ ἠλλάχθη δέμας, εἴτʼ
ἐν δέλτοις Πιερίσιν
μῦθοι τάδʼ ἐς ἀνθρώπους
ἤνεγκαν παρὰ καιρὸν ἄλλως.
800
Iphigenia in Aulis. Euripides. ed. Gilbert Murray. Oxford. 1913.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The Annenberg CPB/Project.