Κλυταιμήστρα
ἀλλʼ εὐτυχοίτην. τίνι δʼ ἐν ἡμέρᾳ γαμεῖ;
Ἀγαμέμνων
ὅταν σελήνης εὐτυχὴς ἔλθῃ κύκλος.
Κλυταιμήστρα
προτέλεια δʼ ἤδη παιδὸς ἔσφαξας θεᾷ;
Ἀγαμέμνων
μέλλω· ʼπὶ ταύτῃ καὶ καθέσταμεν τύχῃ.
Κλυταιμήστρα
κἄπειτα δαίσεις τοὺς γάμους ἐς ὕστερον;
720
Ἀγαμέμνων
θύσας γε θύμαθʼ ἃ ἐμὲ χρὴ θῦσαι θεοῖς.
Κλυταιμήστρα
ἡμεῖς δὲ θοίνην ποῦ γυναιξὶ θήσομεν;
Ἀγαμέμνων
ἐνθάδε παρʼ εὐπρύμνοισιν Ἀργείων πλάταις.
Κλυταιμήστρα
καλῶς ἀναγκαίως τε· συνενέγκοι δʼ ὅμως.
Ἀγαμέμνων
οἶσθʼ οὖν ὃ δρᾶσον, ὦ γύναι; πιθοῦ δέ μοι.
725
Κλυταιμήστρα
τί χρῆμα; πείθεσθαι γὰρ εἴθισμαι σέθεν.
Ἀγαμέμνων
ἡμεῖς μὲν ἐνθάδʼ, οὗπέρ ἐσθʼ ὁ νυμφίος—
Κλυταιμήστρα
μητρὸς τί χωρὶς δράσεθʼ, ἃ ἐμὲ δρᾶν χρεών;
Ἀγαμέμνων
ἐκδώσομεν σὴν παῖδα Δαναϊδῶν μέτα.
Κλυταιμήστρα
ἡμᾶς δὲ ποῦ χρὴ τηνικαῦτα τυγχάνειν;
730
Ἀγαμέμνων
χώρει πρὸς Ἄργος παρθένους τε τημέλει.
Κλυταιμήστρα
λιποῦσα παῖδα; τίς δʼ ἀνασχήσει φλόγα;
Ἀγαμέμνων
ἐγὼ παρέξω φῶς ὃ νυμφίοις πρέπει.
Κλυταιμήστρα
οὐχ ὁ νόμος οὗτος οὐδὲ φαῦλʼ ἡγητέα.
Ἀγαμέμνων
οὐ καλὸν ἐν ὄχλῳ σʼ ἐξομιλεῖσθαι στρατοῦ.
735
Κλυταιμήστρα
καλὸν τεκοῦσαν τἀμά μʼ ἐκδοῦναι τέκνα.
Ἀγαμέμνων
καὶ τάς γʼ ἐν οἴκῳ μὴ μόνας εἶναι κόρας.
Κλυταιμήστρα
ὀχυροῖσι παρθενῶσι φρουροῦνται καλῶς.
Ἀγαμέμνων
πιθοῦ.
Κλυταιμήστρα
μὰ τὴν ἄνασσαν Ἀργείαν θεάν.
ἐλθὼν δὲ τἄξω πρᾶσσε, τἀν δόμοις δʼ ἐγώ,
740
ἃ χρὴ παρεῖναι νυμφίοισι παρθένοις.
Ἀγαμέμνων
οἴμοι· μάτην ᾖξʼ, ἐλπίδος δʼ ἀπεσφάλην,
ἐξ ὀμμάτων δάμαρτʼ ἀποστεῖλαι θέλων.
σοφίζομαι δὲ κἀπὶ τοῖσι φιλτάτοις
τέχνας πορίζω, πανταχῇ νικώμενος.
745
ὅμως δὲ σὺν Κάλχαντι τῷ θυηπόλῳ
κοινῇ τὸ τῆς θεοῦ φίλον, ἐμοὶ δʼ οὐκ εὐτυχές,
ἐξευπορήσων εἶμι, μόχθον Ἑλλάδος.
χρὴ δʼ ἐν δόμοισιν ἄνδρα τὸν σοφὸν τρέφειν
γυναῖκα χρηστὴν κἀγαθήν, ἢ μὴ τρέφειν.
750
Iphigenia in Aulis. Euripides. ed. Gilbert Murray. Oxford. 1913.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The Annenberg CPB/Project.