Ἰφιγένεια
ὦ πάτερ, ἐσεῖδόν σʼ ἀσμένη πολλῷ χρόνῳ.
640
Ἀγαμέμνων
καὶ γὰρ πατὴρ σέ· τόδʼ ἴσον ὑπὲρ ἀμφοῖν λέγεις.
Ἰφιγένεια
χαῖρʼ· εὖ δέ μʼ ἀγαγὼν πρὸς σʼ ἐποίησας, πάτερ.
Ἀγαμέμνων
οὐκ οἶδʼ ὅπως φῶ τοῦτο καὶ μὴ φῶ, τέκνον.
Ἰφιγένεια
ἔα·
ὡς οὐ βλέπεις ἕκηλον ἄσμενός μʼ ἰδών.
Ἀγαμέμνων
πόλλʼ ἀνδρὶ βασιλεῖ καὶ στρατηλάτῃ μέλει.
645
Ἰφιγένεια
παρʼ ἐμοὶ γενοῦ νῦν, μὴ ʼπὶ φροντίδας τρέπου.
Ἀγαμέμνων
ἀλλʼ εἰμὶ παρὰ σοὶ νῦν ἅπας κοὐκ ἄλλοθι.
Ἰφιγένεια
μέθες νυν ὀφρὺν ὄμμα τʼ ἔκτεινον φίλον.
Ἀγαμέμνων
ἰδού, γέγηθά σʼ ὡς γέγηθʼ ὁρῶν, τέκνον.
Ἰφιγένεια
κἄπειτα λείβεις δάκρυʼ ἀπʼ ὀμμάτων σέθεν;
650
Ἀγαμέμνων
μακρὰ γὰρ ἡμῖν ἡ ʼπιοῦσʼ ἀπουσία.
Ἰφιγένεια
οὐκ οἶδʼ ὅ τι φῄς, οὐκ οἶδα, φίλτατʼ ἐμοὶ πάτερ.
Ἀγαμέμνων
συνετὰ λέγουσα μᾶλλον εἰς οἶκτόν μʼ ἄγεις.
Ἰφιγένεια
ἀσύνετά νυν ἐροῦμεν, εἰ σέ γʼ εὐφρανῶ.
Ἀγαμέμνων
παπαῖ. τὸ σιγᾶν οὐ σθένω· σὲ δʼ ᾔνεσα.
655
Ἰφιγένεια
μένʼ, ὦ πάτερ, κατʼ οἶκον ἐπὶ τέκνοις σέθεν.
Ἀγαμέμνων
θέλω γε· τὸ θέλειν δʼ οὐκ ἔχων ἀλγύνομαι.
Ἰφιγένεια
ὄλοιντο λόγχαι καὶ τὰ Μενέλεω κακά.
Ἀγαμέμνων
ἄλλους ὀλεῖ πρόσθʼ ἃ ἐμὲ διολέσαντʼ ἔχει.
Ἰφιγένεια
ὡς πολὺν ἀπῆσθα χρόνον ἐν Αὐλίδος μυχοῖς.
660
Ἀγαμέμνων
καὶ νῦν γέ μʼ ἴσχει δή τι μὴ στέλλειν στρατόν.
Ἰφιγένεια
ποῦ τοὺς Φρύγας λέγουσιν ᾠκίσθαι, πάτερ;
Ἀγαμέμνων
οὗ μήποτʼ οἰκεῖν ὤφελʼ ὁ Πριάμου Πάρις.
Ἰφιγένεια
μακρὰν ἀπαίρεις, ὦ πάτερ, λιπὼν ἐμέ.
Ἀγαμέμνων
εἰς ταὐτόν, ὦ θύγατερ, ἥκεις σῷ πατρί.
665
Ἰφιγένεια
φεῦ·
εἴθʼ ἦν καλόν μοι σοί τʼ ἄγειν σύμπλουν ἐμέ.
Ἀγαμέμνων
ἔτʼ ἔστι καὶ σοὶ πλοῦς, ἵνʼ ἀμμνήσῃ πατρός.
Ἰφιγένεια
σὺν μητρὶ πλεύσασʼ ἢ μόνη πορεύσομαι;
Ἀγαμέμνων
μόνη, μονωθεῖσʼ ἀπὸ πατρὸς καὶ μητέρος.
Ἰφιγένεια
οὔ πού μʼ ἐς ἄλλα δώματʼ οἰκίζεις, πάτερ;
670
Ἀγαμέμνων
ἐατέʼ· οὐ χρὴ τοιάδʼ εἰδέναι κόρας.
Ἰφιγένεια
σπεῦδʼ ἐκ Φρυγῶν μοι, θέμενος εὖ τἀκεῖ, πάτερ.
Ἀγαμέμνων
θῦσαί με θυσίαν πρῶτα δεῖ τινʼ ἐνθάδε.
Ἰφιγένεια
ἀλλὰ ξὺν ἱεροῖς χρὴ τό γʼ εὐσεβὲς σκοπεῖν.
Ἀγαμέμνων
εἴσῃ σύ· χερνίβων γὰρ ἑστήξῃ πέλας.
675
Ἰφιγένεια
στήσομεν ἄρʼ ἀμφὶ βωμόν, ὦ πάτερ, χορούς;
Iphigenia in Aulis. Euripides. ed. Gilbert Murray. Oxford. 1913.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The Annenberg CPB/Project.