Κλυταιμήστρα
ὄρνιθα μὲν τόνδʼ αἴσιον ποιούμεθα,
τὸ σόν τε χρηστὸν καὶ λόγων εὐφημίαν·
ἐλπίδα δʼ ἔχω τινʼ ὡς ἐπʼ ἐσθλοῖσιν γάμοις
πάρειμι νυμφαγωγός. ἀλλʼ ὀχημάτων
610
ἔξω πορεύεθʼ ἃς φέρω φερνὰς κόρῃ,
καὶ πέμπετʼ ἐς μέλαθρον εὐλαβούμενοι.
σὺ δʼ, ὦ τέκνον μοι, λεῖπε πωλικοὺς ὄχους,
ἁβρὸν τιθεῖσα κῶλον ἀσθενές θʼ ἅμα.
ὑμεῖς δέ, νεάνιδές, νιν ἀγκάλαις ἔπι
615
δέξασθε καὶ πορεύσατʼ ἐξ ὀχημάτων.
κἀμοὶ χερός τις ἐνδότω στηρίγματα,
θάκους ἀπήνης ὡς ἂν ἐκλίπω καλῶς.
αἳ δʼ ἐς τὸ πρόσθεν στῆτε πωλικῶν ζυγῶν·
φοβερὸν γὰρ ἀπαράμυθον ὄμμα πωλικόν·
620
καὶ παῖδα τόνδε, τὸν Ἀγαμέμνονος γόνον,
λάζυσθʼ, Ὀρέστην· ἔτι γάρ ἐστι νήπιος.
τέκνον, καθεύδεις πωλικῷ δαμεὶς ὄχῳ;
ἔγειρʼ ἀδελφῆς ἐφʼ ὑμέναιον εὐτυχῶς·
ἀνδρὸς γὰρ ἀγαθοῦ κῆδος αὐτὸς ἐσθλὸς ὢν
625
λήψῃ, κόρης Νηρῇδος ἰσόθεον γένος.
ἑξῆς κάθησο δεῦρό μου ποδός, τέκνον·
πρὸς μητέρʼ, Ἰφιγένεια, μακαρίαν δέ με
ξέναισι ταῖσδε πλησία σταθεῖσα δός,
καὶ — δεῦρο δὴ — πατέρα πρόσειπε σὸν φίλον.
630
Ἰφιγένεια
ὦ μῆτερ, ὑποδραμοῦσά σʼ· ὀργισθῇς δὲ μή·
πρὸς στέρνα πατρὸς στέρνα τἀμὰ περιβαλῶ.
Κλυταιμήστρα
ὦ σέβας ἐμοὶ μέγιστον, Ἀγαμέμνων ἄναξ,
ἥκομεν, ἐφετμαῖς οὐκ ἀπιστοῦσαι σέθεν.
Ἰφιγένεια
ἐγὼ δὲ βούλομαι τὰ σὰ στέρνʼ, ὦ πάτερ,
635
ὑποδραμοῦσα προσβαλεῖν διὰ χρόνου·
ποθῶ γὰρ ὄμμα δὴ σόν. ὀργισθῇς δὲ μή.
Κλυταιμήστρα
ἀλλʼ, ὦ τέκνον, χρή· φιλοπάτωρ δʼ ἀεί ποτʼ εἶ
μάλιστα παίδων τῷδʼ ὅσους ἐγὼ ʼτεκον.
Iphigenia in Aulis. Euripides. ed. Gilbert Murray. Oxford. 1913.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The Annenberg CPB/Project.