Ἀγαμέμνων
ἔα·
τίς ποτʼ ἐν πύλαισι θόρυβος καὶ λόγων ἀκοσμία;
Μενέλαος
οὑμὸς οὐχ ὁ τοῦδε μῦθος κυριώτερος λέγειν.
Ἀγαμέμνων
σὺ δὲ τί τῷδʼ ἐς ἔριν ἀφῖξαι, Μενέλεως, βίᾳ τʼ ἄγεις;
Μενέλαος
βλέψον εἰς ἡμᾶς, ἵνʼ ἀρχὰς τῶν λόγων ταύτας λάβω.
320
Ἀγαμέμνων
μῶν τρέσας οὐκ ἀνακαλύψω βλέφαρον, Ἀτρέως γεγώς;
Μενέλαος
τήνδʼ ὁρᾷς δέλτον, κακίστων γραμμάτων ὑπηρέτιν;
Ἀγαμέμνων
εἰσορῶ· καὶ πρῶτα ταύτην σῶν ἀπάλλαξον χερῶν.
Μενέλαος
οὔ, πρὶν ἂν δείξω γε Δαναοῖς πᾶσι τἀγγεγραμμένα.
Ἀγαμέμνων
ἦ γὰρ οἶσθʼ ἃ μή σε καιρὸς εἰδέναι σήμαντρʼ ἀνείς;
325
Μενέλαος
ὥστε σʼ ἀλγῦναί γʼ, ἀνοίξας ἃ σὺ κάκʼ εἰργάσω λάθρᾳ.
Ἀγαμέμνων
ποῦ δὲ κἄλαβές νιν; ὦ θεοί, σῆς ἀναισχύντου φρενός.
Μενέλαος
προσδοκῶν σὴν παῖδʼ ἀπʼ Ἄργους, εἰ στράτευμʼ ἀφίξεται.
Ἀγαμέμνων
τί δέ σε τἀμὰ δεῖ φυλάσσειν; οὐκ ἀναισχύντου τόδε;
Μενέλαος
ὅτι τὸ βούλεσθαί μʼ ἔκνιζε· σὸς δὲ δοῦλος οὐκ ἔφυν.
330
Ἀγαμέμνων
οὐχὶ δεινά; τὸν ἐμὸν οἰκεῖν οἶκον οὐκ ἐάσομαι;
Μενέλαος
πλάγια γὰρ φρονεῖς, τὰ μὲν νῦν, τὰ δὲ πάλαι, τὰ δʼ αὐτίκα.
Ἀγαμέμνων
εὖ κεκόμψευσαι πονηρά· γλῶσσʼ ἐπίφθονον σοφή.
Μενέλαος
νοῦς δέ γʼ οὐ βέβαιος ἄδικον κτῆμα κοὐ σαφὲς φίλοις.
βούλομαι δέ σʼ ἐξελέγξαι, καὶ σὺ μήτʼ ὀργῆς ὕπο
335
ἀποτρέπου τἀληθὲς οὔτʼ αὖ κατατενῶ λίαν ἐγώ.
οἶσθʼ, ὅτʼ ἐσπούδαζες ἄρχειν Δαναΐδαις πρὸς Ἴλιον,
τῷ δοκεῖν μὲν οὐχὶ χρῄζων, τῷ δὲ βούλεσθαι θέλων,
ὡς ταπεινὸς ἦσθα, πάσης δεξιᾶς προσθιγγάνων
καὶ θύρας ἔχων ἀκλῄστους τῷ θέλοντι δημοτῶν
340
καὶ διδοὺς πρόσρησιν ἑξῆς πᾶσι — κεἰ μή τις θέλοι —
τοῖς τρόποις ζητῶν πρίασθαι τὸ φιλότιμον ἐκ μέσου;
κᾆτʼ, ἐπεὶ κατέσχες ἀρχάς, μεταβαλὼν ἄλλους τρόπους
τοῖς φίλοισιν οὐκέτʼ ἦσθα τοῖς πρὶν ὡς πρόσθεν φίλος,
δυσπρόσιτος ἔσω τε κλῄθρων σπάνιος. ἄνδρα δʼ οὐ χρεὼν
345
τὸν ἀγαθὸν πράσσοντα μεγάλα τοὺς τρόπους μεθιστάναι,
ἀλλὰ καὶ βέβαιον εἶναι τότε μάλιστα τοῖς φίλοις,
ἡνίκʼ ὠφελεῖν μάλιστα δυνατός ἐστιν εὐτυχῶν.
Iphigenia in Aulis. Euripides. ed. Gilbert Murray. Oxford. 1913.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The Annenberg CPB/Project.