οἷα δʼ εἰσῆλθέν μʼ, ἄκουσον, μῆτερ, ἐννοουμένην·
κατθανεῖν μέν μοι δέδοκται· τοῦτο δʼ αὐτὸ βούλομαι
1375
εὐκλεῶς πρᾶξαι, παρεῖσά γʼ ἐκποδὼν τὸ δυσγενές.
δεῦρο δὴ σκέψαι μεθʼ ἡμῶν, μῆτερ, ὡς καλῶς λέγω·
εἰς ἔμʼ Ἑλλὰς ἡ μεγίστη πᾶσα νῦν ἀποβλέπει,
κἀν ἐμοὶ πορθμός τε ναῶν καὶ Φρυγῶν κατασκαφαὶ
τάς τε μελλούσας γυναῖκας, ἤν τι δρῶσι βάρβαροι,
1380
μηκέθʼ ἁρπάζειν ἐᾶν τούσδʼ ὀλβίας ἐξ Ἑλλάδος,
τὸν Ἑλένης τείσαντας ὄλεθρον, ἣν
ἀνήρπασεν Πάρις.
ταῦτα πάντα κατθανοῦσα ῥύσομαι, καί μου κλέος,
Ἑλλάδʼ ὡς ἠλευθέρωσα, μακάριον γενήσεται.
καὶ γὰρ οὐδέ τοί τι λίαν ἐμὲ φιλοψυχεῖν χρεών·
1385
πᾶσι γάρ μʼ Ἕλλησι κοινὸν ἔτεκες, οὐχὶ σοὶ μόνῃ.
ἀλλὰ μυρίοι μὲν ἄνδρες ἀσπίσιν πεφραγμένοι,
μυρίοι δʼ ἐρέτμʼ ἔχοντες, πατρίδος ἠδικημένης,
δρᾶν τι τολμήσουσιν ἐχθροὺς χὑπὲρ Ἑλλάδος θανεῖν,
ἡ δʼ ἐμὴ ψυχὴ μίʼ οὖσα πάντα κωλύσει τάδε;
1390
τί τὸ δίκαιον τοῦτό γε; ἆρʼ ἔχοιμʼ ἂν ἀντειπεῖν ἔπος;
κἀπʼ ἐκεῖνʼ ἔλθωμεν· οὐ δεῖ τόνδε διὰ μάχης μολεῖν
πᾶσιν Ἀργείοις γυναικὸς εἵνεκʼ οὐδὲ κατθανεῖν.
εἷς γʼ ἀνὴρ κρείσσων γυναικῶν μυρίων ὁρᾶν φάος.
εἰ βεβούληται δὲ σῶμα τοὐμὸν Ἄρτεμις λαβεῖν,
1395
ἐμποδὼν γενήσομαι ʼγὼ θνητὸς οὖσα τῇ θεῷ;
ἀλλʼ ἀμήχανον· δίδωμι σῶμα τοὐμὸν Ἑλλάδι.
θύετʼ, ἐκπορθεῖτε Τροίαν. ταῦτα γὰρ μνημεῖά μου
διὰ μακροῦ, καὶ παῖδες οὗτοι καὶ γάμοι καὶ δόξʼ ἐμή.
βαρβάρων δʼ Ἕλληνας ἄρχειν εἰκός, ἀλλʼ οὐ βαρβάρους,
1400
μῆτερ, Ἑλλήνων· τὸ μὲν γὰρ δοῦλον, οἳ δʼ ἐλεύθεροι.
Iphigenia in Aulis. Euripides. ed. Gilbert Murray. Oxford. 1913.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The Annenberg CPB/Project.