Ἀγαμέμνων
πέμπω σοι πρὸς ταῖς πρόσθεν
115
δέλτους, ὦ Λήδας ἔρνος—
Πρεσβύτης
λέγε καὶ σήμαινʼ, ἵνα καὶ γλώσσῃ
σύντονα τοῖς σοῖς γράμμασιν αὐδῶ.
Ἀγαμέμνων
μὴ στέλλειν τὰν σὰν ἶνιν πρὸς
τὰν κολπώδη πτέρυγʼ Εὐβοίας
120
Αὖλιν ἀκλύσταν.
εἰς ἄλλας ὥρας γὰρ δὴ
παιδὸς δαίσομεν ὑμεναίους.
Πρεσβύτης
καὶ πῶς Ἀχιλεὺς λέκτρων ἀπλακὼν
οὐ μέγα φυσῶν θυμὸν ἐπαρεῖ
125
σοὶ σῇ τʼ ἀλόχῳ;
τόδε καὶ δεινόν· σήμαινʼ ὅ τι φῄς.
Ἀγαμέμνων
ὄνομʼ, οὐκ ἔργον, παρέχων Ἀχιλεὺς
οὐκ οἶδε γάμους, οὐδʼ ὅ τι πράσσομεν,
οὐδʼ ὅτι κείνῳ παῖδʼ ἐπεφήμισα
130
νυμφείους εἰς ἀγκώνων
εὐνὰς ἐκδώσειν λέκτροις.
Πρεσβύτης
δεινά γʼ ἐτόλμας, Ἀγάμεμνον ἄναξ,
ὃς τῷ τῆς θεᾶς σὴν παῖδʼ ἄλοχον
φατίσας ἦγες σφάγιον Δαναοῖς.
135
Ἀγαμέμνων
οἴμοι, γνώμας ἐξέσταν,
αἰαῖ, πίπτω δʼ εἰς ἄταν.
ἀλλʼ ἴθʼ ἐρέσσων σὸν πόδα, γήρᾳ
μηδὲν ὑπείκων.
140
Πρεσβύτης
σπεύδω, βασιλεῦ.
Ἀγαμέμνων
μή νυν μήτʼ ἀλσώδεις ἵζου
κρήνας μήθʼ ὕπνῳ θελχθῇς.
Πρεσβύτης
εὔφημα θρόει.
Ἀγαμέμνων
πάντῃ δὲ πόρον σχιστὸν ἀμείβων
λεῦσσε, φυλάσσων μή τίς σε λάθῃ
145
τροχαλοῖσιν ὄχοις παραμειψαμένη
παῖδα κομίζουσʼ ἐνθάδʼ ἀπήνη
Δαναῶν πρὸς ναῦς.
Πρεσβύτης
ἔσται τάδε.
Ἀγαμέμνων
κλῄθρων δʼ ἐξόρμοις
ἤν νιν πομπαῖς ἀντήσῃς,
150
πάλιν εἰσόρμα, σεῖε χαλινούς,
ἐπὶ Κυκλώπων ἱεὶς θυμέλας.
Πρεσβύτης
πιστὸς δὲ φράσας τάδε πῶς ἔσομαι,
λέγε, παιδὶ σέθεν τῇ σῇ τʼ ἀλόχῳ;
Ἀγαμέμνων
σφραγῖδα φύλασσʼ ἣν ἐπὶ δέλτῳ
155
τήνδε κομίζεις. ἴθι. λευκαίνει
τόδε φῶς ἤδη λάμπουσʼ ἠὼς
πῦρ τε τεθρίππων τῶν Ἀελίου·
σύλλαβε μόχθων.
160
θνητῶν δʼ ὄλβιος ἐς τέλος οὐδεὶς
οὐδʼ εὐδαίμων·
οὔπω γὰρ ἔφυ τις ἄλυπος.
Iphigenia in Aulis. Euripides. ed. Gilbert Murray. Oxford. 1913.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The Annenberg CPB/Project.