Ἀγαμέμνων
1
Ὦ πρέσβυ, δόμων τῶνδε πάροιθεν
1
στεῖχε.
Πρεσβύτης
στείχω. τί δὲ καινουργεῖς,
Ἀγάμεμνον ἄναξ;
Ἀγαμέμνων
σπεύσεις;
Πρεσβύτης
σπεύδω.
μάλα τοι γῆρας τοὐμὸν ἄυπνον
καὶ ἐπʼ ὀφθαλμοῖς ὀξὺ πάρεστιν.
5
Ἀγαμέμνων
τίς ποτʼ ἄρʼ ἀστὴρ ὅδε πορθμεύει;
Πρεσβύτης
Σείριος ἐγγὺς τῆς ἑπταπόρου
Πλειάδος ᾄσσων ἔτι μεσσήρης.
Ἀγαμέμνων
οὔκουν φθόγγος γʼ οὔτʼ ὀρνίθων
οὔτε θαλάσσης· σιγαὶ δʼ ἀνέμων
10
τόνδε κατʼ Εὔριπον ἔχουσιν.
Πρεσβύτης
τί δὲ σὺ σκηνῆς ἐκτὸς ἀίσσεις,
Ἀγάμεμνον ἄναξ;
ἔτι δʼ ἡσυχία τῇδε κατʼ Αὖλιν
καὶ ἀκίνητοι φυλακαὶ τειχέων.
15
στείχωμεν ἔσω.
Ἀγαμέμνων
ζηλῶ σέ, γέρον,
ζηλῶ δʼ ἀνδρῶν ὃς ἀκίνδυνον
βίον ἐξεπέρασʼ ἀγνὼς ἀκλεής·
τοὺς δʼ ἐν τιμαῖς ἧσσον ζηλῶ.
Πρεσβύτης
καὶ μὴν τὸ καλόν γʼ ἐνταῦθα βίου.
20
Ἀγαμέμνων
τοῦτο δέ γʼ ἐστὶν τὸ καλὸν σφαλερόν,
καὶ τὸ πρότιμον
γλυκὺ μέν, λυπεῖ δὲ προσιστάμενον.
τοτὲ μὲν τὰ θεῶν οὐκ ὀρθωθέντʼ
ἀνέτρεψε βίον, τοτὲ δʼ ἀνθρώπων
25
γνῶμαι πολλαὶ
καὶ δυσάρεστοι διέκναισαν.
Πρεσβύτης
οὐκ ἄγαμαι ταῦτʼ ἀνδρὸς ἀριστέως.
οὐκ ἐπὶ πᾶσίν σʼ ἐφύτευσʼ ἀγαθοῖς,
Ἀγάμεμνον, Ἀτρεύς.
30
δεῖ δέ σε χαίρειν καὶ λυπεῖσθαι·
θνητὸς γὰρ ἔφυς. κἂν μὴ σὺ θέλῃς,
τὰ θεῶν οὕτω βουλόμενʼ ἔσται.
σὺ δὲ λαμπτῆρος φάος ἀμπετάσας
δέλτον τε γράφεις
35
τήνδʼ ἣν πρὸ χερῶν ἔτι βαστάζεις,
καὶ ταὐτὰ πάλιν γράμματα συγχεῖς
καὶ σφραγίζεις λύεις τʼ ὀπίσω
ῥίπτεις τε πέδῳ πεύκην, θαλερὸν
κατὰ δάκρυ χέων,
40
καὶ τῶν ἀπόρων οὐδενὸς ἐνδεῖς
μὴ οὐ μαίνεσθαι.
τί πονεῖς; τί νέον περὶ σοί, βασιλεῦ;
φέρε κοίνωσον μῦθον ἐς ἡμᾶς.
πρὸς
δʼ ἄνδρʼ ἀγαθὸν πιστόν τε φράσεις·
45
σῇ γάρ μʼ ἀλόχῳ τότε Τυνδάρεως
πέμπει φερνὴν
συννυμφοκόμον τε δίκαιον.
2
Iphigenia in Aulis. Euripides. ed. Gilbert Murray. Oxford. 1913.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The Annenberg CPB/Project.