Κάδμος
ὦ πένθος οὐ μετρητὸν οὐδʼ οἷόν τʼ ἰδεῖν,
φόνον ταλαίναις χερσὶν ἐξειργασμένων.
1245
καλὸν τὸ θῦμα καταβαλοῦσα δαίμοσιν
ἐπὶ δαῖτα Θήβας τάσδε κἀμὲ παρακαλεῖς.
οἴμοι κακῶν μὲν πρῶτα σῶν, ἔπειτʼ ἐμῶν·
ὡς ὁ θεὸς ἡμᾶς ἐνδίκως μέν, ἀλλʼ ἄγαν,
Βρόμιος ἄναξ ἀπώλεσʼ οἰκεῖος γεγώς.
1250
Ἀγαύη
ὡς δύσκολον τὸ γῆρας ἀνθρώποις ἔφυ
ἔν τʼ ὄμμασι σκυθρωπόν. εἴθε παῖς ἐμὸς
εὔθηρος εἴη, μητρὸς εἰκασθεὶς τρόποις,
ὅτʼ ἐν νεανίαισι Θηβαίοις ἅμα
θηρῶν ὀριγνῷτʼ· ἀλλὰ θεομαχεῖν μόνον
1255
οἷός τʼ ἐκεῖνος. νουθετητέος, πάτερ,
σοὐστίν. τίς αὐτὸν δεῦρʼ ἂν ὄψιν εἰς ἐμὴν
καλέσειεν, ὡς ἴδῃ με τὴν εὐδαίμονα;
Κάδμος
φεῦ φεῦ· φρονήσασαι μὲν οἷʼ ἐδράσατε
ἀλγήσετʼ ἄλγος δεινόν· εἰ δὲ διὰ τέλους
1260
ἐν τῷδʼ ἀεὶ μενεῖτʼ ἐν ᾧ καθέστατε,
οὐκ εὐτυχοῦσαι δόξετʼ οὐχὶ δυστυχεῖν.
Ἀγαύη
τί δʼ οὐ καλῶς τῶνδʼ ἢ τί λυπηρῶς ἔχει;
Κάδμος
πρῶτον μὲν ἐς τόνδʼ αἰθέρʼ ὄμμα σὸν μέθες.
Ἀγαύη
ἰδού· τί μοι τόνδʼ ἐξυπεῖπας εἰσορᾶν;
1265
Κάδμος
ἔθʼ αὑτὸς ἤ σοι μεταβολὰς ἔχειν δοκεῖ;
Ἀγαύη
λαμπρότερος ἢ πρὶν καὶ διειπετέστερος.
Κάδμος
τὸ δὲ πτοηθὲν τόδʼ ἔτι σῇ ψυχῇ πάρα;
Ἀγαύη
οὐκ οἶδα τοὔπος τοῦτο. γίγνομαι δέ πως
ἔννους, μετασταθεῖσα τῶν πάρος φρενῶν.
1270
Κάδμος
κλύοις ἂν οὖν τι κἀποκρίναιʼ ἂν σαφῶς;
Ἀγαύη
ὡς ἐκλέλησμαί γʼ ἃ πάρος εἴπομεν, πάτερ.
Κάδμος
ἐς ποῖον ἦλθες οἶκον ὑμεναίων μέτα;
Ἀγαύη
Σπαρτῷ μʼ ἔδωκας, ὡς λέγουσʼ, Ἐχίονι.
Κάδμος
τίς οὖν ἐν οἴκοις παῖς ἐγένετο σῷ πόσει;
1275
Ἀγαύη
Πενθεύς, ἐμῇ τε καὶ πατρὸς κοινωνίᾳ.
Κάδμος
τίνος πρόσωπον δῆτʼ ἐν ἀγκάλαις ἔχεις;
Ἀγαύη
λέοντος, ὥς γʼ ἔφασκον αἱ θηρώμεναι.
Κάδμος
σκέψαι νυν ὀρθῶς· βραχὺς ὁ μόχθος εἰσιδεῖν.
Bacchae. Euripides. ed. Gilbert Murray. Oxford. 1913.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The Annenberg CPB/Project.