Χορός
ὅρα παροῦσα, παρθένʼ Ἠλέκτρα, πέλας,
μὴ κατθανών σε σύγγονος λέληθʼ ὅδε·
οὐ γάρ μʼ ἀρέσκει τῷ λίαν παρειμένῳ.
210
Ὀρέστης
ὦ φίλον ὕπνου θέλγητρον, ἐπίκουρον νόσου,
ὡς ἡδύ μοι προσῆλθες — ἐν δέοντί γε.
ὦ πότνια Λήθη τῶν κακῶν, ὡς εἶ σοφὴ
καὶ τοῖσι δυστυχοῦσιν εὐκταία θεός.
πόθεν ποτʼ ἦλθον δεῦρο; πῶς δʼ ἀφικόμην;
215
ἀμνημονῶ γάρ, τῶν πρὶν ἀπολειφθεὶς φρενῶν.
Ἠλέκτρα
ὦ φίλταθʼ, ὥς μʼ ηὔφρανας εἰς ὕπνον πεσών.
βούλῃ θίγω σου κἀνακουφίσω δέμας;
Ὀρέστης
λαβοῦ λαβοῦ δῆτʼ, ἐκ δʼ ὄμορξον ἀθλίου
στόματος ἀφρώδη πέλανον ὀμμάτων τʼ ἐμῶν.
220
Ἠλέκτρα
ἰδού· τὸ δούλευμʼ ἡδύ, κοὐκ ἀναίνομαι
ἀδέλφʼ ἀδελφῇ χειρὶ θεραπεύειν μέλη.
Ὀρέστης
ὑπόβαλε πλευροῖς πλευρά, καὐχμώδη κόμην
ἄφελε προσώπου· λεπτὰ γὰρ λεύσσω κόραις.
Ἠλέκτρα
ὦ βοστρύχων πινῶδες ἄθλιον κάρα,
225
ὡς ἠγρίωσαι διὰ μακρᾶς ἀλουσίας.
Ὀρέστης
κλῖνόν μʼ ἐς εὐνὴν αὖθις· ὅταν ἀνῇ νόσος
μανίας, ἄναρθρός εἰμι κἀσθενῶ μέλη.
Ἠλέκτρα
ἰδού. φίλον τοι τῷ νοσοῦντι δέμνιον,
ἀνιαρὸν ὂν τὸ κτῆμʼ, ἀναγκαῖον δʼ ὅμως.
230
Ὀρέστης
αὖθίς μʼ ἐς ὀρθὸν στῆσον, ἀνακύκλει δέμας·
δυσάρεστον οἱ νοσοῦντες ἀπορίας ὕπο.
Ἠλέκτρα
ἦ κἀπὶ γαίας ἁρμόσαι πόδας θέλεις,
χρόνιον ἴχνος θείς; μεταβολὴ πάντων γλυκύ.
Ὀρέστης
μάλιστα· δόξαν γὰρ τόδʼ ὑγιείας ἔχει.
235
κρεῖσσον δὲ τὸ δοκεῖν, κἂν ἀληθείας ἀπῇ.
Ἠλέκτρα
ἄκουε δὴ νῦν, ὦ κασίγνητον κάρα,
ἕως ἐῶσιν εὖ φρονεῖν Ἐρινύες.
Ὀρέστης
λέξεις τι καινόν· κεἰ μὲν εὖ, χάριν φέρεις·
εἰ δʼ ἐς βλάβην τινʼ, ἅλις ἔχω τὸ δυστυχεῖν.
240
Ἠλέκτρα
Μενέλαος ἥκει, σοῦ κασίγνητος πατρός,
ἐν Ναυπλίᾳ δὲ σέλμαθʼ ὥρμισται νεῶν.
Ὀρέστης
πῶς εἶπας; ἥκει φῶς ἐμοῖς καὶ σοῖς κακοῖς
ἀνὴρ ὁμογενὴς καὶ χάριτας ἔχων πατρός;
Ἠλέκτρα
ἥκει — τὸ πιστὸν τόδε λόγων ἐμῶν δέχου —
245
Ἑλένην ἀγόμενος Τρωικῶν ἐκ τειχέων.
Ὀρέστης
εἰ μόνος ἐσώθη, μᾶλλον ἂν ζηλωτὸς ἦν·
εἰ δʼ ἄλοχον ἄγεται, κακὸν ἔχων ἥκει μέγα.
Ἠλέκτρα
ἐπίσημον ἔτεκε Τυνδάρεως ἐς τὸν ψόγον
γένος θυγατέρων δυσκλεές τʼ ἀνʼ Ἑλλάδα.
250
Ὀρέστης
σύ νυν διάφερε τῶν κακῶν· ἔξεστι γάρ·
καὶ μὴ μόνον λέγʼ, ἀλλὰ καὶ φρόνει τάδε.
Orestes. Euripides. ed. Gilbert Murray. Oxford. 1913.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The Annenberg CPB/Project.