Ὀρέστης
ποῦ ʼστιν οὗτος ὃς πέφευγεν ἐκ δόμων τοὐμὸν ξίφος;
Φρύξ
προσκυνῶ σʼ, ἄναξ, νόμοισι βαρβάροισι προσπίτνων.
Ὀρέστης
οὐκ ἐν Ἰλίῳ τάδʼ ἐστίν, ἀλλʼ ἐν Ἀργείᾳ χθονί.
Φρύξ
πανταχοῦ ζῆν ἡδὺ μᾶλλον ἢ θανεῖν τοῖς σώφροσιν.
Ὀρέστης
οὔτι που κραυγὴν ἔθηκας Μενέλεῳ βοηδρομεῖν;
1510
Φρύξ
σοὶ μὲν οὖν ἔγωγʼ ἀμύνειν· ἀξιώτερος γὰρ εἶ.
Ὀρέστης
ἐνδίκως ἡ Τυνδάρειος ἆρα παῖς διώλετο;
Φρύξ
ἐνδικώτατʼ, εἴ γε λαιμοὺς εἶχε τριπτύχους θανεῖν.
Ὀρέστης
δειλίᾳ γλώσσῃ χαρίζῃ, τἄνδον οὐχ οὕτω φρονῶν.
Φρύξ
οὐ γάρ, ἥτις Ἑλλάδʼ αὐτοῖς Φρυξὶ διελυμήνατο;
1515
Ὀρέστης
ὄμοσον — εἰ δὲ μή, κτενῶ σε — μὴ λέγειν ἐμὴν χάριν.
Φρύξ
τὴν ἐμὴν ψυχὴν κατώμοσʼ, ἣν ἂν εὐορκοῖμʼ ἐγώ.
Ὀρέστης
ὧδε κἀν Τροίᾳ σίδηρος πᾶσι Φρυξὶν ἦν φόβος;
Φρύξ
ἄπεχε φάσγανον· πέλας γὰρ δεινὸν ἀνταυγεῖ φόνον.
Ὀρέστης
μὴ πέτρος γένῃ δέδοικας ὥστε Γοργόνʼ εἰσιδών;
1520
Φρύξ
μὴ μὲν οὖν νεκρός· τὸ Γοργοῦς δʼ οὐ κάτοιδʼ ἐγὼ κάρα.
Ὀρέστης
δοῦλος ὢν φοβῇ τὸν Ἅιδην, ὅς σʼ ἀπαλλάξει κακῶν;
Φρύξ
πᾶς ἀνήρ, κἂν δοῦλος ᾖ τις, ἥδεται τὸ φῶς ὁρῶν.
Ὀρέστης
εὖ λέγεις· σῴζει σε σύνεσις. ἀλλὰ βαῖνʼ ἔσω δόμων.
Φρύξ
οὐκ ἄρα κτενεῖς με;
1525
Ὀρέστης
ἀφεῖσαι.
Φρύξ
καλὸν ἔπος λέγεις τόδε.
Ὀρέστης
ἀλλὰ μεταβουλευσόμεσθα.
Φρύξ
τοῦτο δʼ οὐ καλῶς λέγεις.
Ὀρέστης
μῶρος, εἰ δοκεῖς με τλῆναι σὴν καθαιμάξαι δέρην·
οὔτε γὰρ γυνὴ πέφυκας — οὔτʼ ἐν ἀνδράσιν σύ γʼ εἶ.
τοῦ δὲ μὴ στῆσαί σε κραυγὴν οὕνεκʼ ἐξῆλθον δόμων·
ὀξὺ γὰρ βοῆς ἀκοῦσαν Ἄργος ἐξεγείρεται.
1530
Μενέλεων δʼ οὐ τάρβος ἡμῖν ἀναλαβεῖν ἔσω ξίφους·
ἀλλʼ ἴτω ξανθοῖς ἐπʼ ὤμων βοστρύχοις γαυρούμενος·
εἰ γὰρ Ἀργείους ἐπάξει τοῖσδε δώμασιν λαβών,
τὸν Ἑλένης φόνον διώκων, κἀμὲ μὴ σῴζειν θέλει
σύγγονόν τʼ ἐμὴν Πυλάδην τε τὸν τάδε ξυνδρῶντά μοι,
1535
παρθένον τε καὶ δάμαρτα δύο νεκρὼ κατόψεται.
Orestes. Euripides. ed. Gilbert Murray. Oxford. 1913.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The Annenberg CPB/Project.