Μενελέως
ἄγʼ, ὦ γεραιέ, πολλὰ μὲν παρʼ ἀσπίδα
μοχθήματʼ ἐξέπλησας ἐκπονῶν ἐμοί,
735
καὶ νῦν μετασχὼν τῆς ἐμῆς εὐπραξίας
ἄγγειλον ἐλθὼν τοῖς λελειμμένοις φίλοις
τάδʼ ὡς ἔχονθʼ ηὕρηκας οἷ τʼ ἐσμὲν τύχης,
μένειν τʼ ἐπʼ ἀκταῖς τούς τʼ ἐμοὺς καραδοκεῖν
ἀγῶνας οἳ μένουσί μʼ, ὡς ἐλπίζομεν,
740
κεἰ τήνδε πως δυναίμεθʼ ἐκκλέψαι χθονός,
φρουρεῖν ὅπως ἂν εἰς ἓν ἐλθόντες τύχης
ἐκ βαρβάρων σωθῶμεν, ἢν δυνώμεθα.
Ἄγγελος
ἔσται τάδʼ, ὦναξ. ἀλλά τοι τὰ μάντεων
ἐσεῖδον ὡς φαῦλʼ ἐστὶ καὶ ψευδῶν πλέα.
745
οὐδʼ ἦν ἄρʼ ὑγιὲς οὐδὲν ἐμπύρου φλογὸς
οὐδὲ πτερωτῶν φθέγματʼ· εὔηθες δέ τοι
τὸ καὶ δοκεῖν ὄρνιθας ὠφελεῖν βροτούς.
Κάλχας γὰρ οὐκ εἶπʼ οὐδʼ ἐσήμηνε στρατῷ
νεφέλης ὑπερθνῄσκοντας εἰσορῶν φίλους
750
οὐδʼ Ἕλενος, ἀλλὰ πόλις ἀνηρπάσθη μάτην.
εἴποις ἄν· οὕνεχʼ ὁ θεὸς οὐκ ἠβούλετο;
τί δῆτα μαντευόμεθα; τοῖς θεοῖσι χρὴ
θύοντας αἰτεῖν ἀγαθά, μαντείας δʼ ἐᾶν·
βίου γὰρ ἄλλως δέλεαρ ηὑρέθη τόδε,
755
κοὐδεὶς ἐπλούτησʼ ἐμπύροισιν ἀργὸς ὤν·
γνώμη δʼ ἀρίστη μάντις ἥ τʼ εὐβουλία.
Helen. Euripides. ed. Gilbert Murray. Oxford. 1913.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The Annenberg CPB/Project.