Ἄγγελος
ἄναξ, τὰ κάκιστʼ ἐν δόμοις εὑρήκαμεν·
ὡς καίνʼ ἀκούσῃ πήματʼ ἐξ ἐμοῦ τάχα.
Θεοκλύμενος
τί δʼ ἔστιν;
Ἄγγελος
ἄλλης ἐκπόνει μνηστεύματα
γυναικός· Ἑλένη γὰρ βέβηκʼ ἔξω χθονός.
1515
Θεοκλύμενος
πτεροῖσιν ἀρθεῖσʼ ἢ πεδοστιβεῖ ποδί;
Ἄγγελος
Μενέλαος αὐτὴν ἐκπεπόρθμευται χθονός,
ὃς αὐτὸς αὑτὸν ἦλθεν ἀγγέλλων θανεῖν.
Θεοκλύμενος
ὦ δεινὰ λέξας· τίς δέ νιν ναυκληρία
ἐκ τῆσδʼ ἀπῆρε χθονός; ἄπιστα γὰρ λέγεις.
1520
Ἄγγελος
ἥν γε ξένῳ δίδως σύ· τούς τε σοὺς ἔχων
ναύτας βέβηκεν, ὡς ἂν ἐν βραχεῖ μάθῃς.
Θεοκλύμενος
πῶς; εἰδέναι πρόθυμος· οὐ γὰρ ἐλπίδων
ἔσω βέβηκα μίαν ὑπερδραμεῖν χέρα
τοσούσδε ναύτας, ὧν ἀπεστάλης μέτα.
1525
Ἄγγελος
ἐπεὶ λιποῦσα τούσδε βασιλείους δόμους
ἡ τοῦ Διὸς παῖς πρὸς θάλασσαν ἐστάλη
σοφώταθʼ ἁβρὸν πόδα τιθεῖσʼ ἀνέστενε
πόσιν πέλας παρόντα κοὐ τεθνηκότα.
ὡς δʼ ἤλθομεν σῶν περίβολον νεωρίων,
1530
Σιδωνίαν ναῦν πρωτόπλουν καθείλκομεν
ζυγῶν τε πεντήκοντα κἀρετμῶν μέτρα
ἔχουσαν. ἔργου δʼ ἔργον ἐξημείβετο·
ὃ μὲν γὰρ ἱστόν, ὃ δὲ πλάτην καθίσατο
ταρσόν τε χειρί, λευκά θʼ ἱστίʼ εἰς ἓν ἦν
1535
πηδάλιά τε ζεύγλαισι παρακαθίετο.
κἀν τῷδε μόχθῳ, τοῦτʼ ἄρα σκοπούμενοι,
Ἕλληνες ἄνδρες Μενέλεῳ ξυνέμποροι
προσῆλθον ἀκταῖς ναυφθόροις ἠσθημένοι
πέπλοισιν, εὐειδεῖς μέν, αὐχμηροὶ δʼ ὁρᾶν.
1540
ἰδὼν δέ νιν παρόντας Ἀτρέως γόνος
προσεῖπε δόλιον οἶκτον ἐς μέσον φέρων·
ὦ τλήμονες, πῶς ἐκ τίνος νεώς ποτε
Ἀχαιίδος θραύσαντες ἥκετε σκάφος;
ἆρʼ Ἀτρέως παῖδʼ ὀλόμενον συνθάπτετε,
1545
ὃν Τυνδαρὶς παῖς ἥδʼ ἀπόντα κενοταφεῖ;
οἳ δʼ ἐκβαλόντες δάκρυα ποιητῷ τρόπῳ,
ἐς ναῦν ἐχώρουν Μενέλεῳ ποντίσματα
φέροντες. ἡμῖν δʼ ἦν μὲν ἥδʼ ὑποψία
λόγος τʼ ἐν ἀλλήλοισι, τῶν ἐπεσβατῶν
1550
ὡς πλῆθος εἴη· διεσιωπῶμεν δʼ ὅμως
τοὺς σοὺς λόγους σῴζοντες· ἄρχειν γὰρ νεὼς
ξένον κελεύσας πάντα συνέχεας τάδε.
Helen. Euripides. ed. Gilbert Murray. Oxford. 1913.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The Annenberg CPB/Project.