Μενελέως
τοῦτʼ αὖ κατορθοῖς· εἶτʼ ἐγὼ συμπλεύσομαι
καὶ συγκαθήσω κόσμον ἐν ταὐτῷ σκάφει.
Ἑλένη
σὲ καὶ παρεῖναι δεῖ μάλιστα τούς τε σοὺς
πλωτῆρας οἵπερ ἔφυγον ἐκ ναυαγίας.
1070
Μενελέως
καὶ μὴν ἐάνπερ ναῦν ἐπʼ ἀγκύρας λάβω,
ἀνὴρ παρʼ ἄνδρα στήσεται ξιφηφόρος.
Ἑλένη
σὲ χρὴ βραβεύειν πάντα· πόμπιμοι μόνον
λαίφει πνοαὶ γένοιντο καὶ νεὼς δρόμος.
Μενελέως
ἔσται· πόνους γὰρ δαίμονες παύσουσί μου.
1075
ἀτὰρ θανόντα τοῦ μʼ ἐρεῖς πεπυσμένη;
Ἑλένη
σοῦ· καὶ μόνος γε φάσκε διαφυγεῖν μόρον
Ἀτρέως πλέων σὺν παιδὶ καὶ θανόνθʼ ὁρᾶν.
Μενελέως
καὶ μὴν τάδʼ ἀμφίβληστρα σώματος ῥάκη
ξυμμαρτυρήσει ναυτικῶν ἐρειπίων.
1080
Ἑλένη
ἐς καιρὸν ἦλθε, τότε δʼ ἄκαιρʼ ἀπώλλυτο·
τὸ δʼ ἄθλιον κεῖνʼ εὐτυχὲς τάχʼ ἂν πέσοι.
Μενελέως
πότερα δʼ ἐς οἴκους σοὶ συνεισελθεῖν με χρὴ
ἢ πρὸς τάφῳ τῷδʼ ἥσυχοι καθώμεθα;
Ἑλένη
αὐτοῦ μένʼ· ἢν γὰρ καί τι πλημμελές σε δρᾷ,
1085
τάφος σʼ ὅδʼ ἂν ῥύσαιτο φάσγανόν τε σόν.
ἐγὼ δʼ ἐς οἴκους βᾶσα βοστρύχους τεμῶ
πέπλων τε λευκῶν μέλανας ἀνταλλάξομαι
παρῇδί τʼ ὄνυχα φόνιον ἐμβαλῶ χροός.
μέγας γὰρ ἁγών, καὶ βλέπω δύο ῥοπάς·
1090
ἢ γὰρ θανεῖν δεῖ μʼ, ἢν ἁλῶ τεχνωμένη,
ἢ πατρίδα τʼ ἐλθεῖν καὶ σὸν ἐκσῷσαι δέμας.
ὦ πότνιʼ ἣ Δίοισιν ἐν λέκτροις πίτνεις
Ἥρα, δύʼ οἰκτρὼ φῶτʼ ἀνάψυξον πόνων,
αἰτούμεθʼ ὀρθὰς ὠλένας πρὸς οὐρανὸν
1095
ῥίπτονθʼ, ἵνʼ οἰκεῖς ἀστέρων ποικίλματα.
σύ θʼ, ἣ ʼπὶ τὠμῷ κάλλος ἐκτήσω γάμῳ,
κόρη Διώνης Κύπρι, μή μʼ ἐξεργάσῃ.
ἅλις δὲ λύμης ἥν μʼ ἐλυμήνω πάρος
τοὔνομα παρασχοῦσʼ, οὐ τὸ σῶμʼ, ἐν βαρβάροις.
1100
θανεῖν δʼ ἔασόν μʼ, εἰ κατακτεῖναι θέλεις,
ἐν γῇ πατρῴᾳ. τί ποτʼ ἄπληστος εἶ κακῶν,
ἔρωτας ἀπάτας δόλιά τʼ ἐξευρήματα
ἀσκοῦσα φίλτρα θʼ αἱματηρὰ δωμάτων;
εἰ δʼ ἦσθα μετρία, τἄλλα γʼ ἡδίστη θεῶν
1105
πέφυκας ἀνθρώποισιν· οὐκ ἄλλως λέγω.
Helen. Euripides. ed. Gilbert Murray. Oxford. 1913.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The Annenberg CPB/Project.