Χορός
Θέμιν δʼ ἐπεὶ γᾶς ἰὼν
παῖδʼ ἀπενάσσατο
Πυθῶνος ἀπὸ ζαθέων
1260
χρηστηρίων, νύχια
Χθὼν ἐτεκνώσατο φάσματʼ ὀ
νείρων,
οἳ πολέσιν μερόπων τά τε πρῶτα, τά τʼ
ἔπειθʼ, ὅσσα τʼ ἔμελλε τυχεῖν,
1265
ὕπνου κατὰ δνοφερὰς γᾶς εὐ-
νὰς ἔφραζον· Γαῖα δὲ τὰν
μαντεῖον ἀφείλετο τι-
μὰν Φοῖβον, φθόνῳ θυγατρός.
ταχύπους δʼ ἐς Ὄλυμπον ὁρ-
1270
μαθεὶς ἄναξ
χέρα παιδνὸν ἕλιξεν ἐκ
Διὸς θρόνων
Πυθίων δόμων χθονίαν ἀφελεῖν μῆ-
νιν θεᾶς.
νυχίους τʼ ἐνοπὰς.
γέλασε δʼ, ὅτι τέκος ἄφαρ ἔβα
πολύχρυσα θέλων λατρεύματα σχεῖν·
1275
ἐπὶ δʼ ἔσεισεν κόμαν, παῦσαι νυχίους ἐνοπάς,
ἀπὸ δʼ ἀλαθοσύναν νυκτωπὸν ἐξεῖλεν βροτῶν,
καὶ τιμὰς πάλιν θῆκε Λοξίᾳ,
1280
πολυάνορι δʼ ἐν ξενόεντι θρόνῳ θάρση βροτοῖς
θεσφάτων ἀοιδαῖς.
Iphigenia in Tauris. Euripides. ed. Gilbert Murray. Oxford. 1913.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The Annenberg CPB/Project.