Αὐτουργός
ἔα· τίνας τούσδʼ ἐν πύλαις ὁρῶ ξένους;
τίνος δʼ ἕκατι τάσδʼ ἐπʼ ἀγραύλους πύλας
προσῆλθον; ἦ ʼμοῦ δεόμενοι; γυναικί τοι
αἰσχρὸν μετʼ ἀνδρῶν ἑστάναι νεανιῶν.
Ἠλέκτρα
ὦ φίλτατʼ, εἰς ὕποπτα μὴ μόλῃς ἐμοί·
345
τὸν ὄντα δʼ εἴσῃ μῦθον· οἵδε γὰρ ξένοι
ἥκουσʼ Ὀρέστου πρός με κήρυκες λόγων.
ἀλλʼ, ὦ ξένοι, σύγγνωτε τοῖς εἰρημένοις.
Αὐτουργός
τί φασίν; ἁνὴρ ἔστι καὶ λεύσσει φάος;
Ἠλέκτρα
ἔστιν λόγῳ γοῦν, φασὶ δʼ οὐκ ἄπιστʼ ἐμοί.
350
Αὐτουργός
ἦ καί τι πατρὸς σῶν τε μέμνηται κακῶν;
Ἠλέκτρα
ἐν ἐλπίσιν ταῦτʼ· ἀσθενὴς φεύγων ἀνήρ.
Αὐτουργός
ἦλθον δʼ Ὀρέστου τίνʼ ἀγορεύοντες λόγον;
Ἠλέκτρα
σκοποὺς ἔπεμψε τούσδε τῶν ἐμῶν κακῶν.
Αὐτουργός
οὐκοῦν τὰ μὲν λεύσσουσι, τὰ δὲ σύ που λέγεις.
355
Ἠλέκτρα
ἴσασιν, οὐδὲν τῶνδʼ ἔχουσιν ἐνδεές.
Αὐτουργός
οὐκοῦν πάλαι χρῆν τοῖσδʼ ἀνεπτύχθαι πύλας;
χωρεῖτʼ ἐς οἴκους· ἀντὶ γὰρ χρηστῶν λόγων
ξενίων κυρήσεθʼ, οἷʼ ἐμὸς κεύθει δόμος.
αἴρεσθʼ, ὀπαδοί, τῶνδʼ ἔσω τεύχη δόμων.
360
καὶ μηδὲν ἀντείπητε, παρὰ φίλου φίλοι
μολόντες ἀνδρός· καὶ γὰρ εἰ πένης ἔφυν,
οὔτοι τό γʼ ἦθος δυσγενὲς παρέξομαι.
Electra. Euripides. ed. Gilbert Murray. Oxford. 1913.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The Annenberg CPB/Project.