Ἠλέκτρα
λέγοιμʼ ἄν, εἰ χρή — χρὴ δὲ πρὸς φίλον λέγειν —
300
τύχας βαρείας τὰς ἐμὰς κἀμοῦ πατρός.
ἐπεὶ δὲ κινεῖς μῦθον, ἱκετεύω, ξένε,
ἄγγελλʼ Ὀρέστῃ τἀμὰ καὶ κείνου κακά,
πρῶτον μὲν οἵοις ἐν πέπλοις αὐλίζομαι,
πίνῳ θʼ ὅσῳ βέβριθʼ, ὑπὸ στέγαισί τε
305
οἵαισι ναίω βασιλικῶν ἐκ δωμάτων,
αὐτὴ μὲν ἐκμοχθοῦσα κερκίσιν πέπλους,
ἢ γυμνὸν ἕξω σῶμα κἀστερήσομαι,
αὐτὴ δὲ πηγὰς ποταμίους φορουμένη,
ἀνέορτος ἱερῶν καὶ χορῶν τητωμένη.
310
ἀναίνομαι γυναῖκας οὖσα παρθένος,
ἀναίνομαι δὲ Κάστορʼ, ᾧ πρὶν ἐς θεοὺς
ἐλθεῖν ἔμʼ ἐμνήστευον, οὖσαν ἐγγενῆ.
μήτηρ δʼ ἐμὴ Φρυγίοισιν ἐν σκυλεύμασιν
θρόνῳ κάθηται, πρὸς δʼ ἕδραισιν Ἀσίδες
315
δμωαὶ στατίζουσʼ, ἃς ἔπερσʼ ἐμὸς πατήρ,
Ἰδαῖα φάρη χρυσέαις ἐζευγμέναι
πόρπαισιν. αἷμα δʼ ἔτι πατρὸς κατὰ στέγας
μέλαν σέσηπεν, ὃς δʼ ἐκεῖνον ἔκτανεν,
ἐς ταὐτὰ βαίνων ἅρματʼ ἐκφοιτᾷ πατρί,
320
καὶ σκῆπτρʼ ἐν οἷς Ἕλλησιν ἐστρατηλάτει
μιαιφόνοισι χερσὶ γαυροῦται λαβών.
Ἀγαμέμνονος δὲ τύμβος ἠτιμασμένος
οὔπω χοάς ποτʼ οὐδὲ κλῶνα μυρσίνης
ἔλαβε, πυρὰ δὲ χέρσος ἀγλαϊσμάτων.
325
μέθῃ δὲ βρεχθεὶς τῆς ἐμῆς μητρὸς πόσις
ὁ κλεινός, ὡς λέγουσιν, ἐνθρῴσκει τάφῳ
πέτροις τε λεύει μνῆμα λάινον πατρός,
καὶ τοῦτο τολμᾷ τοὔπος εἰς ἡμᾶς λέγειν·
ποῦ παῖς Ὀρέστης; ἆρά σοι τύμβῳ καλῶς
330
παρὼν ἀμύνει; — ταῦτʼ ἀπὼν ὑβρίζεται.
ἀλλʼ, ὦ ξένʼ, ἱκετεύω σʼ, ἀπάγγειλον τάδε.
πολλοὶ δʼ ἐπιστέλλουσιν, ἑρμηνεὺς δʼ ἐγώ,
αἱ χεῖρες ἡ γλῶσσʼ ἡ ταλαίπωρός τε φρήν,
κάρα τʼ ἐμὸν ξυρῆκες, ὅ τʼ ἐκεῖνον τεκών.
335
αἰσχρὸν γάρ, εἰ πατὴρ μὲν ἐξεῖλεν Φρύγας,
ὁ δʼ ἄνδρʼ ἕνʼ εἷς ὢν οὐ δυνήσεται κτανεῖν,
νέος πεφυκὼς κἀξ ἀμείνονος πατρός.
Χορός
καὶ μὴν δέδορκα τόνδε, σὸν λέγω πόσιν,
λήξαντα μόχθου πρὸς δόμους ὡρμημένον.
340
Electra. Euripides. ed. Gilbert Murray. Oxford. 1913.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The Annenberg CPB/Project.