Ὀρέστης
πρὸς θεῶν, ὅδʼ ἁνὴρ ὃς συνεκκλέπτει γάμους
τοὺς σούς, Ὀρέστην οὐ καταισχύνειν θέλων;
365
Ἠλέκτρα
οὗτος κέκληται πόσις ἐμὸς τῆς ἀθλίας.
Ὀρέστης
φεῦ·
οὐκ ἔστʼ ἀκριβὲς οὐδὲν εἰς εὐανδρίαν·
ἔχουσι γὰρ ταραγμὸν αἱ φύσεις βροτῶν.
ἤδη γὰρ εἶδον ἄνδρα γενναίου πατρὸς
τὸ μηδὲν ὄντα, χρηστά τʼ ἐκ κακῶν τέκνα,
370
λιμόν τʼ ἐν ἀνδρὸς πλουσίου φρονήματι,
γνώμην τε μεγάλην ἐν πένητι σώματι.
πῶς οὖν τις αὐτὰ διαλαβὼν ὀρθῶς κρινεῖ;
πλούτῳ; πονηρῷ τἄρα χρήσεται κριτῇ.
ἢ τοῖς ἔχουσι μηδέν; ἀλλʼ ἔχει νόσον
375
πενία, διδάσκει δʼ ἄνδρα τῇ χρείᾳ κακόν.
ἀλλʼ εἰς ὅπλʼ ἔλθω; τίς δὲ πρὸς λόγχην βλέπων
μάρτυς γένοιτʼ ἂν ὅστις ἐστὶν ἁγαθός;
κράτιστον εἰκῇ ταῦτʼ ἐᾶν ἀφειμένα.
οὗτος γὰρ ἁνὴρ οὔτʼ ἐν Ἀργείοις μέγας
380
οὔτʼ αὖ δοκήσει δωμάτων ὠγκωμένος,
ἐν τοῖς δὲ πολλοῖς ὤν, ἄριστος ηὑρέθη.
οὐ μὴ ἀφρονήσεθʼ, οἳ κενῶν δοξασμάτων
πλήρεις πλανᾶσθε, τῇ δʼ ὁμιλίᾳ βροτοὺς
κρινεῖτε καὶ τοῖς ἤθεσιν τοὺς εὐγενεῖς;
385
οἱ γὰρ τοιοῦτοι καὶ πόλεις οἰκοῦσιν εὖ
καὶ δώμαθʼ· αἱ δὲ σάρκες αἱ κεναὶ φρενῶν
ἀγάλματʼ ἀγορᾶς εἰσιν. οὐδὲ γὰρ δόρυ
μᾶλλον βραχίων σθεναρὸς ἀσθενοῦς μένει·
ἐν τῇ φύσει δὲ τοῦτο κἀν εὐψυχίᾳ.
390
ἀλλʼ — ἄξιος γὰρ ὅ τε παρὼν ὅ τʼ οὐ παρὼν
Ἀγαμέμνονος παῖς, οὗπερ οὕνεχʼ ἥκομεν —
δεξώμεθʼ οἴκων καταλύσεις. χωρεῖν χρεών,
δμῶες, δόμων τῶνδʼ ἐντός. ὡς ἐμοὶ πένης
εἴη πρόθυμος πλουσίου μᾶλλον ξένος.
395
αἰνῶ μὲν οὖν τοῦδʼ ἀνδρὸς ἐσδοχὰς δόμων,
ἐβουλόμην δʼ ἄν, εἰ κασίγνητός με σὸς
ἐς εὐτυχοῦντας ἦγεν εὐτυχῶν δόμους.
ἴσως δʼ ἂν ἔλθοι· Λοξίου γὰρ ἔμπεδοι
χρησμοί, βροτῶν δὲ μαντικὴν χαίρειν ἐῶ.
400
Electra. Euripides. ed. Gilbert Murray. Oxford. 1913.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The Annenberg CPB/Project.