Ἠλέκτρα
περί μοι στέρνοις στέρνα πρόσαψον,
σύγγονε φίλτατε·
διὰ γὰρ ζευγνῦσʼ ἡμᾶς πατρίων
μελάθρων μητρὸς φόνιοι κατάραι.
Ὀρέστης
βάλε, πρόσπτυξον σῶμα· θανόντος δʼ
1325
ὡς ἐπὶ τύμβῳ καταθρήνησον.
Διόσκουροι
φεῦ φεῦ· δεινὸν τόδʼ ἐγηρύσω
καὶ θεοῖσι κλύειν.
ἔνι γὰρ κἀμοὶ τοῖς τʼ οὐρανίδαις
οἶκτοι θνητῶν πολυμόχθων.
1330
Ὀρέστης
οὐκέτι σʼ ὄψομαι.
Ἠλέκτρα
οὐδʼ ἐγὼ ἐς σὸν βλέφαρον πελάσω.
Ὀρέστης
τάδε λοίσθιά μοι προσφθέγματά σου.
Ἠλέκτρα
ὦ χαῖρε, πόλις·
χαίρετε δʼ ὑμεῖς πολλά, πολίτιδες.
1335
Ὀρέστης
ὦ πιστοτάτη, στείχεις ἤδη;
Ἠλέκτρα
στείχω βλέφαρον τέγγουσʼ ἁπαλόν.
Ὀρέστης
Πυλάδη, χαίρων ἴθι, νυμφεύου
1340
δέμας Ἠλέκτρας.
Διόσκουροι
τοῖσδε μελήσει γάμος· ἀλλὰ κύνας
τάσδʼ ὑποφεύγων στεῖχʼ ἐπʼ Ἀθηνῶν·
δεινὸν γὰρ ἴχνος βάλλουσʼ ἐπὶ σοὶ
χειροδράκοντες χρῶτα κελαιναί,
1345
δεινῶν ὀδυνῶν καρπὸν ἔχουσαι·
νὼ δʼ ἐπὶ πόντον Σικελὸν σπουδῇ
σῴσοντε νεῶν πρῴρας ἐνάλους.
διὰ δʼ αἰθερίας στείχοντε πλακὸς
τοῖς μὲν μυσαροῖς οὐκ ἐπαρήγομεν,
1350
οἷσιν δʼ ὅσιον καὶ τὸ δίκαιον
φίλον ἐν βιότῳ, τούτους χαλεπῶν
ἐκλύοντες μόχθων σῴζομεν.
οὕτως ἀδικεῖν μηδεὶς θελέτω
μηδʼ ἐπιόρκων μέτα συμπλείτω·
1355
θεὸς ὢν θνητοῖς ἀγορεύω.
Χορός
χαίρετε· χαίρειν δʼ ὅστις δύναται
καὶ ξυντυχίᾳ μή τινι κάμνει
θνητῶν, εὐδαίμονα πράσσει.
Electra. Euripides. ed. Gilbert Murray. Oxford. 1913.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The Annenberg CPB/Project.