Διόσκουροι
Ἀγαμέμνονος παῖ, κλῦθι· δίπτυχοι δέ σε
καλοῦσι μητρὸς σύγγονοι Διόσκοροι,
Κάστωρ κασίγνητός τε Πολυδεύκης ὅδε.
1240
δεινὸν δὲ ναυσὶν ἀρτίως πόντου σάλον
παύσαντʼ ἀφίγμεθʼ Ἄργος, ὡς ἐσείδομεν
σφαγὰς ἀδελφῆς τῆσδε, μητέρος δὲ σῆς.
δίκαια μέν νυν ἥδʼ ἔχει, σὺ δʼ οὐχὶ δρᾷς·
Φοῖβός τε, Φοῖβος — ἀλλʼ ἄναξ γάρ ἐστʼ ἐμός,
1245
σιγῶ· σοφὸς δʼ ὢν οὐκ ἔχρησέ σοι σοφά.
αἰνεῖν δʼ ἀνάγκη ταῦτα· τἀντεῦθεν δὲ χρὴ
πράσσειν ἃ Μοῖρα Ζεύς τʼ ἔκρανε σοῦ πέρι.
Πυλάδῃ μὲν Ἠλέκτραν δὸς ἄλοχον ἐς δόμους,
σὺ δʼ Ἄργος ἔκλιπʼ· οὐ γὰρ ἔστι σοι πόλιν
1250
τήνδʼ ἐμβατεύειν, μητέρα κτείναντι σήν.
δειναὶ δὲ κῆρές
σʼ αἱ κυνώπιδες θεαὶ
τροχηλατήσουσʼ ἐμμανῆ πλανώμενον.
ἐλθὼν δʼ Ἀθήνας Παλλάδος σεμνὸν βρέτας
πρόσπτυξον· εἵρξει γάρ νιν ἐπτοημένας
1255
δεινοῖς δράκουσιν ὥστε μὴ ψαύειν σέθεν,
γοργῶφʼ ὑπερτείνουσα σῷ κάρᾳ κύκλον.
ἔστιν δʼ Ἄρεώς τις ὄχθος, οὗ πρῶτον θεοὶ
ἕζοντʼ ἐπὶ ψήφοισιν αἵματος πέρι,
Ἁλιρρόθιον ὅτʼ ἔκτανʼ ὠμόφρων Ἄρης,
1260
μῆνιν θυγατρὸς ἀνοσίων νυμφευμάτων,
πόντου κρέοντος παῖδʼ, ἵνʼ εὐσεβεστάτη
ψῆφος βεβαία τʼ ἐστὶν
ἔκ τε τοῦ θεοῖς.
Electra. Euripides. ed. Gilbert Murray. Oxford. 1913.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The Annenberg CPB/Project.