Ταλθύβιος
Φρυγῶν ἀρίστου πρίν ποθʼ Ἕκτορος δάμαρ,
μή με στυγήσῃς· οὐχ ἑκὼν γὰρ ἀγγελῶ.
710
Δαναῶν δὲ κοινὰ Πελοπιδῶν τʼ ἀγγέλματα
Ἀνδρομάχη
τί δʼ ἔστιν; ὥς μοι φροιμίων ἄρχῃ κακῶν.
Ταλθύβιος
ἔδοξε τόνδε παῖδα
πῶς εἴπω λόγον;
Ἀνδρομάχη
μῶν οὐ τὸν αὐτὸν δεσπότην ἡμῖν ἔχειν;
Ταλθύβιος
οὐδεὶς Ἀχαιῶν τοῦδε δεσπόσει ποτέ.
715
Ἀνδρομάχη
ἀλλʼ ἐνθάδʼ αὐτοῦ λείψανον Φρυγῶν λιπεῖν;
Ταλθύβιος
οὐκ οἶδʼ ὅπως σοι ῥᾳδίως εἴπω κακά.
Ἀνδρομάχη
ἐπῄνεσʼ αἰδῶ, πλὴν ἐὰν λέγῃς καλά.
Ταλθύβιος
κτενοῦσι σὸν παῖδʼ, ὡς πύθῃ κακὸν μέγα.
Ἀνδρομάχη
οἴμοι, γάμων τόδʼ ὡς κλύω μεῖζον κακόν.
720
Ταλθύβιος
νικᾷ δʼ Ὀδυσσεὺς ἐν Πανέλλησιν λέγων
Ἀνδρομάχη
αἰαῖ μάλʼ· οὐ γὰρ μέτρια πάσχομεν κακά.
Ταλθύβιος
λέξας ἀρίστου παῖδα μὴ τρέφειν πατρὸς
Ἀνδρομάχη
τοιαῦτα νικήσειε τῶν αὑτοῦ πέρι.
Ταλθύβιος
ῥῖψαι δὲ πύργων δεῖν σφε Τρωικῶν ἄπο.
725
ἀλλʼ ὣς γενέσθω, καὶ σοφωτέρα φανῇ·
μήτʼ ἀντέχου τοῦδʼ, εὐγενῶς δʼ ἄλγει κακοῖς,
μήτε σθένουσα μηδὲν ἰσχύειν δόκει.
ἔχεις γὰρ ἀλκὴν οὐδαμῇ. σκοπεῖν δὲ χρή·
πόλις τʼ ὄλωλε καὶ πόσις, κρατῇ δὲ σύ,
730
ἡμεῖς δὲ πρὸς γυναῖκα μάρνασθαι μίαν
οἷοί τε. τούτων οὕνεκʼ οὐ μάχης ἐρᾶν
οὐδʼ αἰσχρὸν οὐδὲν οὐδʼ ἐπίφθονόν σε δρᾶν,
οὐδʼ αὖ σʼ Ἀχαιοῖς βούλομαι ῥίπτειν ἀράς.
εἰ γάρ τι λέξεις ὧν χολώσεται στρατός,
735
οὔτʼ ἂν ταφείη παῖς ὅδʼ οὔτʼ οἴκτου τύχοι.
σιγῶσα δʼ εὖ τε τὰς τύχας κεκτημένη
τὸν τοῦδε νεκρὸν οὐκ ἄθαπτον ἂν λίποις
αὐτή τʼ Ἀχαιῶν πρευμενεστέρων τύχοις.
The Trojan Women. Euripides. ed. Gilbert Murray. Oxford. 1913.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The Annenberg CPB/Project.